Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
94.p317
94.p317
Ὥρμησα μὲν καὶ αὐτὸς καταλαβεῖν σου τὴν τιμιότητα, ὡς ἂν μὴ τῇ ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων· ἀλλʼ ἐπειδὴ ἡ ἀρρωστία τοῦ σώματος διεκώλυσε, σφοδρότερον πολλῷ τῆς συνηθείας ἐπιθεμένη, ἀναγκαίως ἦλθον ἐπὶ τὸ γράμμα. ἐγὼ τοίνυν, ὦ θαυμάσιε, συντυχὼν πρώην τῇ τιμιότητί σου, ὥρμησα μὲν καὶ περὶ πάντων τῶν κατὰ τὸν βίον μου πραγμάτων ἀνακοινώσασθαί σου τῇ φρονήσει,
94.p317
1
94.p317
ὥρμησα δὲ καὶ τῶν ἐκκλησιῶν ἕνεκα
94.p317
2
94.p317
ποιήσασθαί τινα λόγον, ὡς ἂν μὴ ταῖς μετὰ ταῦτα διαβολαῖς χώρα τις ὑπολείποιτο.
94.p317
3
94.p317
ἀλλʼ ἐπέσχον ἐμαυτόν, λογιζόμενος περίεργον εἶναι παντελῶς, καὶ πέρα τοῦ μέτρου φιλότιμον, ἀνδρὶ τοσοῦτον
94.p317
4
94.p317
πλῆθος πραγμάτων ἐξηρτημένῳ ἔτι καὶ τὰς ἔξω τῶν ἀναγκαίων ἐπιβάλλειν φροντίδας. ὁμοῦ τε,
94.p317
5
94.p317
εἰρήσεται γὰρ τἀληθές, καὶ ἄλλως ὤκνησα μήποτε εἰς ἀνάγκην ἔλθωμεν ταῖς κατʼ ἀλλήλων ἀντιλογίαις τρῶσαι τὴν ψυχήν σου, ὀφείλουσαν ἐν τῇ καθαρᾷ περὶ τὸν Θεὸν εὐλαβείᾳ τέλειον τὸν μισθὸν τῆς θεοσεβείας
94.p317
6
94.p317
καρποῦσθαι. τῷ ὄντι γάρ, ἐάν σε πρὸς ἑαυτοὺς ἐπιστρέψωμεν
94.p317
7
94.p317
ἡμεῖς, ὀλίγην σοι σχολὴν πρὸς τὰ δημόσια καταλείψομεν, καὶ παραπλήσιον ποιήσομεν, ὥσπερ ἂν εἴ τις κυβερνήτην, νεοπαγῆ
94.p317
ναῦν ἐν μεγάλῳ κλύδωνι διευθύνοντα, τῇ προσθήκῃ τοῦ φόρτου καταβαρύνοι, δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφίζειν ὡς δυνατόν. ὅθεν μοι δοκεῖ καὶ βασιλεὺς ὁ μέγας, τὴν πολυπραγμοσύνην ἡμῶν ταύτην καταμαθών, ἐᾶσαι ἡμᾶς ἐφʼ ἑαυτῶν τὰς ἐκκλησίας οἰκονομεῖν.
94.p318
94.p318
Τοὺς μέντοι ταῖς ἀδόλοις ἀκοαῖς σου παρενοχλοῦντας ἐρωτηθῆναι βούλομαι, τί χεῖρον ἔχει τὰ δημόσια παρʼ ἡμᾶς; ἢ τί μικρὸν ἢ μεῖζον τῶν κοινῶν ἐκ τῆς ἡμετέρας περὶ τὰς ἐκκλησίας οἰκονομίας ἠλάττωται; πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν, οἶκον εὐκτήριον μεγαλοπρεπῶς
94.p318
1
94.p318
κατεσκευασμένον
94.p318
2
94.p318
ἀναστῆσαι τῷ Θεῷ ἡμῶν, καὶ περὶ αὐτὸν οἴκησιν, τὴν μὲν ἐλευθέριον ἐξῃρημένην
94.p318
3
94.p318
τῷ κορυφαίῳ, τὰς δὲ ὑποβεβηκυίας τοῖς θεραπευταῖς τοῦ θείου διανενεμημένας ἐν τάξει,
94.p318
4
94.p318
ὧν ἡ χρῆσις κοινὴ πρός τε ὑμᾶς τοὺς ἄρχοντας καὶ τοὺς παρεπομένους ὑμῖν. τίνα δὲ ἀδικοῦμεν, καταγώγια τοῖς ξένοις οἰκοδομοῦντες, τοῖς τε
94.p318
5
94.p318
κατὰ πάροδον ἐπιφοιτῶσι καὶ τοῖς θεραπείας τινὸς διὰ τὴν ἀσθένειαν δεομένοις, καὶ τὴν ἀναγκαίαν τούτοις παραμυθίαν ἐγκαθιστῶντες, τοὺς νοσοκομοῦντας, τοὺς ἰατρεύοντας, τὰ νωτοφόρα, τοὺς παραπέμποντας; τούτοις ἀνάγκη καὶ τέχνας ἕπεσθαι, τάς τε πρὸς τὸ ζῇν ἀναγκαίας, καὶ ὅσαι πρὸς εὐσχήμονα βίου διαγωγὴν ἐφευρέθησαν· οἴκους πάλιν ἑτέρους ταῖς ἐργασίαις ἐπιτηδείους, ἅπερ πάντα τῷ μὲν τόπῳ κόσμος, τῷ δὲ ἄρχοντι ἡμῶν σεμνολόγημα, ἐπʼ αὐτὸν τῆς εὐφημίας ἐπανιούσης.
94.p318
ὅς γε οὐδὲ τούτου ἕνεκεν πρὸς τὴν ἐπιστασίαν ἡμῶν ἐξεβιάσθης, ὡς μόνος ἐξαρκῶν τῷ μεγέθει τῆς γνώμης τά τε κατερρυηκότα τῶν ἔργων
94.p318
6
94.p318
ἀναλαβεῖν, καὶ οἰκίσαι τὰς ἀοικήτους, καὶ ὅλως εἰς πόλεις τὰς ἐρημίας μετασκευάσαι. τὸν οὖν εἰς ταῦτα συνεργοῦντα ἐλαύνειν καὶ ὑβρίζειν, ἢ τιμᾷν καὶ περιέπειν, ἀκολουθότερον ἦν; καὶ μὴ οἰηθῇς, ὦ ἄριστε, λόγον μόνον εἶναι τὰ παρʼ ἡμῶν· ἤδη γάρ ἐσμεν ἐν τῷ ἔργῳ, τὰς ὕλας τέως συμποριζόμενοι.
94.p319
94.p319
Τὰ μὲν οὖν πρὸς τὴν τοῦ ἄρχοντος ἀπολογίαν τοιαῦτα. ἃ δὲ δεῖ πρὸς τὰς τῶν φιλαιτίων μέμψεις, ὡς Χριστιανῷ καὶ φίλῳ πεφροντικότι ἡμῶν τῆς ὑπολήψεως ἀποκρίνασθαι, ἀναγκαῖον νῦν ἀποσιωπῆσαι, ὡς καὶ μακρότερα τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως οὐκ ἀσφαλῆ
94.p319
1
94.p319
γράμμασιν ἀψύχοις καταπιστεύεσθαι. ἵνα δὲ μὴ τὸν πρὸ τῆς συντυχίας χρόνον ταῖς διαβολαῖς τινῶν ὑπαχθείς, ὑφεῖναί τι τῆς περὶ ἡμᾶς εὐνοίας ἀναγκασθῇς, τὸ τοῦ Ἀλεξάνδρου ποίησον. καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρί, ἐνδεικνύμενον ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι.

Intertext edge

Open linked passage

Note