Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
95.p320
95.p320
Πάλαι ἐπιστείλας τῇ θεοσεβείᾳ σου ἄλλων τέ τινων ἕνεκεν καὶ τοῦ συντυχεῖν ἡμᾶς ἀλλήλοις, διήμαρτον τῆς ἐλπίδος, οὐκ ἀφικομένων τῶν γραμμάτων εἰς τὰς χεῖρας τῆς σῆς τιμιότητος, τοῦ μακαρίου διακόνου Θεοφράστου δεξαμένου μὲν τὰ γράμματα ἡμῶν ἐπί τινα περιοδείαν ἀναγκαίως ἀποδημούντων,
95.p320
1
95.p320
μὴ διαπεμψαμένου δὲ τῇ θεοσεβείᾳ, σου, τῷ προκαταληφθῆναι τῇ ἀρρωστίᾳ ὑφʼ ἧς ἐτελεύτησεν. ὅθεν τοσοῦτον ὕστερος ἦλθον τοῦ καιροῦ πρὸς τὸ γράφειν, ὥστε μηδὲ ὄφελός τι ἐλπίζειν ἐκ τῆς ἐπιστολῆς ἔσεσθαι ταύτης, εἰς στενὸν παντελῶς κατακλεισθέντος τοῦ χρόνου. ὁ γάρ τοι θεοφιλέστατος ἐπίσκοπος Μελέτιος καὶ Θεόδοτος ἐπέταξαν ἡμῖν πρὸς αὐτοὺς διαβῆναι, ἀγάπης τε ἐπίδειγμα τὴν
95.p320
2
95.p320
συντυχίαν ποιούμενοι, καί τινα καὶ διόρθωσιν γενέσθαι τῶν νῦν παραλυπούντων βουλόμενοι. ἀπέδειξάν τε ἡμῖν χρόνον μὲν τῆς συντυχίας τὰ μέσα τοῦ προσιόντος μηνὸς Ἰουνίου, τόπον δὲ Φαργαμοῦν
95.p320
3
95.p320
τὸ χωρίον, ἐπίσημον μαρτύρων περιφανείᾳ
95.p320
4
95.p320
καὶ πολυανθρωπίᾳ συνόδου τῆς κατὰ ἔτος ἕκαστον παρʼ αὐτοῖς τελουμένης.
95.p320
ἐπεὶ δὲ ἔδει με, μετὰ τὴν ἐπάνοδον μαθόντα τὴν κοίμησιν τοῦ μακαρίου διακόνου, καὶ τὰς ἐπιστολὰς ἀργὰς παρʼ ἡμῖν κειμένας, μὴ ἡσυχάσαι, διὰ τὸ ἔτι ἡμέρας ἡμῖν τριάκοντα καὶ τρεῖς ἐπὶ τὴν προθεσμίαν ὑπολελεῖφθαι, ἀπέστειλα κατὰ σπουδὴν τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Εὐσταθίῳ τῷ συλλειτουργῷ ἡμῶν τὰ γράμματα ταῦτα, ὥστε δι’ αὐτοῦ παραπεμφθῆναί σου τῇ σεμνότητι,
95.p320
5
95.p320
καὶ πάλιν ἐν τάχει ἀνακομισθῆναι ἡμῖν τὰς ἀποκρίσεις. εἰ μὲν γὰρ δυνατὸν ἢ ἄλλως ἄρεσκον σοι παραγενέσθαι, καὶ αὐτοὶ παρεσόμεθα· εἰ δὲ μή, αὐτοὶ μέν, ἂν ὁ Θεὸς θέλῃ, τὸ περυσινὸν ἀποτίσομεν χρέος τῆς συντυχίας, ἐὰν μή τι πάλιν ἐπιγένηται ἡμῖν ἐξ ἁμαρτιῶν κώλυμα· τὴν δὲ τῶν ἐπισκόπων ἔντευξιν εἰς ἕτερον χρόνον ὑπερθησόμεθα.

Intertext edge

Open linked passage

Note