Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
96.p321
96.p321
Καὶ τίς οὕτω φιλόπολις, ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψαμένην πατρίδα ἴσα γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ;
96.p321
1
96.p321
δύνασαι γάρ που σὺν Θεῷ τὰ τοιαῦτα, καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν.
96.p322
96.p322
Ἀλλʼ ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν ἡ πατρὶς
96.p322
ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρʼ ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶν
96.p322
1
96.p322
θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο, καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. διὸ πανδημεὶ πάντες σκυθρωπάζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀληθῆ
96.p322
2
96.p322
φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καὶ τὸ μέγιστον, τὰ τῶν Χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. τὸ γάρ, ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων, καὶ οὐδενὶ
96.p322
3
96.p322
παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρὸς παρελίπομεν.
96.p323
96.p323
Ταῦτα ὀψὲ μὲν
96.p323
1
96.p323
τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳδοῦντες ἑαυτοὺς
96.p323
2
96.p323
παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. πλὴν οὐδὲ τοῦτο ἄχρηστον, ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι,
96.p323
3
96.p323
χάριν τε εἰδέναι ὡς εὐεργέτῃ
96.p323
4
96.p323
τῆς ἐνεγκούσης, καὶ εἴ τις ἐπιφύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιήσαντα φανερόν, ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς
96.p323
οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν, οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν. ἃ γὰρ οὐδʼ ἂν ἐν πολλοῖς ἔτεσι παρʼ ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρʼ αὐτοῦ κατώρθωται. ἀρκοῦσα δʼ ἡμῖν
96.p323
5
96.p323
χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ βασιλεῖ συστήσῃς αὐτόν, καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ. ταῦτά σοι πᾶσαν
96.p323
6
96.p323
οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέρας
96.p323
7
96.p323
φωνῆς διαλέγεσθαι, καὶ κοινὴν εἶναι πάντων εὐχήν, γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν.

Intertext edge

Open linked passage

Note