Epistulae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Perseus Grc2
97.p324
97.p324
Ὁ ἀνακαλύπτων βαθέα καὶ φανερῶν βουλὰς καρδιῶν Κύριος ἔδωκε καὶ τοῖς ταπεινοῖς σύνεσιν τῶν δυσθεωρήτων, ὥς τινες οἴονται, τεχνασμάτων. οὐδὲν οὖν ἡμᾶς ἔλαθεν, οὔτε τῶν πεπραγμένων τι κεκρυμμένον. ἀλλʼ ὅμως ἡμεῖς οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἄλλο τι ἢ τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ὅσα
97.p324
1
97.p324
πρὸς αὐτὴν φέρει. εἰ γὰρ καὶ ἕτεροι δυνατοί, καὶ μεγάλοι, καὶ ἑαυτοῖς πεποιθότες, ἀλλʼ ἡμεῖς οἱ μηδέν,
97.p324
καὶ τοῦ μηδενὸς ἄξιοι· ὥστε οὐκ ἄν ποτε
97.p324
2
97.p324
τοσοῦτον ἑαυτοῖς λάβοιμεν, ὡς ἐν τῇ μονώσει δύνασθαι νομίσαι περιέσεσθαι τῶν πραγμάτων, ἀκριβῶς εἰδότες, ὅτι πλέον ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. ἐπεὶ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς τὸ ἀναγκαῖον τῆς κοινωνίας ὁ Κύριος ἡμᾶς ἐδίδαξεν. ὅταν γὰρ πρὸς αὐτὰ ταῦτα ἀπίδω
97.p324
3
97.p324
τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲν ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου, οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον καὶ μετʼ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. ἡ ἀκοὴ ἀκριβεστέρα ἡ δι’ ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη, καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. καὶ ἁπαξαπλῶς οὐδὲν οὔτε τῶν ἐκ φύσεως οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ μὴ ἔχουσα τοὺς συμφωνοῦντας ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς, καὶ ὁ Κύριος ἐπηγγείλατο μέσος γενήσεσθαι μεταξὺ δύο ἢ τριῶν ἐπικαλουμένων αὐτὸν ἐν ὁμονοίᾳ. καὶ αὐτὴν δὲ τὴν οἰκονομίαν ὁ Κύριος κατεδέξατο, ἵνα εἰρηνοποιήσῃ
97.p324
ποιήσῃ διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
97.p325
97.p325
Ὥστε, διὰ ταῦτα πάντα, ἐν εἰρήνῃ μένειν τὰς λειπομένας ἡμῶν ἡμέρας εὐχόμεθα, ἐν εἰρήνῃ δὲ γενέσθαι τὴν κοίμησιν ἡμῶν αἰτοῦμεν. ὑπὲρ ταύτης οὐδὲ πόνον ἐλλείπειν
97.p325
1
97.p325
ὅντινα οὖν ἔγνωκα, οὐ ταπεινόν τι φθέγξασθαι ἢ ποιῆσαι, οὐχ ὁδοιπορίας μῆκος ὑπολογίσασθαι, οὐκ ἄλλο τι τῶν ὀχληρῶν
97.p325
2
97.p325
ὑποστείλασθαι, ὥστε τῶν μισθῶν τῆς εἰρηνοποιίας ἐπιτυχεῖν. κἂν μὲν ἕπηταί
97.p325
3
97.p325
τις ταῦτα καθηγουμένοις ἡμῖν, τοῦτο ἄριστον, καὶ εὐχὴ
97.p325
4
97.p325
τυγχάνει πέρας· ἐὰν δὲ πρὸς τὴν ἐναντίαν ἀφέλκῃ,
97.p325
5
97.p325
ἐγὼ μὲν οὐδὲ οὕτω τῆς ἐμαυτοῦ κρίσεως ἀποστήσομαι. αὐτὸς δὲ ἕκαστος τῆς οἰκείας ἐργασίας ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται.