Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
99.p331
99.p331
Πάνυ πολλὴν σπουδὴν ἐνστησάμενος πειθαρχῆσαι μερικῶς γοῦν καὶ τῷ βασιλικῷ προστάγματι
99.p331
καὶ τῷ φιλικῷ τῆς σῆς τιμιότητος γράμματι, οὗ ἐγὼ πάντα λόγον καὶ πᾶσαν γνώμην γέμειν ὀρθῆς προαιρέσεως καὶ ἀγαθῆς διανοίας πεπίστευκα, εἰς ἔργον ἀγαγεῖν τὴν προθυμίαν οὐκ ἐπετράπην.
99.p331
1
99.p331
αἴτιον δὲ τὸ μὲν πρῶτον καὶ ἀληθέστατον αἱ ἐμαὶ ἁμαρτίαι, πανταχοῦ μοι προαπαντῶσαι καὶ ὑποσκελίζουσαί μου τὰ διαβήματα· ἔπειτα καὶ ἡ τοῦ δοθέντος ἡμῖν εἰς συνεργίαν ἐπισκόπου πρὸς ἡμᾶς ἀλλοτρίωσις. οὐκ οἶδα γὰρ ὅ τι παθὼν ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Θεόδοτος, ὁ ἐπαγγειλάμενος ἡμῖν ἐξ ἀρχῆς πάντα συμπράξειν, καὶ προθύμως ἡμᾶς ἀπὸ Γητασῶν ἐπὶ Νικόπολιν καταγαγών,
99.p331
2
99.p331
ἐπειδὴ εἶδεν ἡμᾶς ἐπὶ τῆς πόλεως, οὕτως ἡμᾶς ἐβδελύξατο, καὶ οὕτως ἐφοβήθη τὰς ἁμαρτίας ἡμῶν, ὡς μήτε εἰς ἑωθινὴν εὐχὴν μήτε εἰς ἑσπερινὴν ἀνασχέσθαι ἡμᾶς παραλαβεῖν· δίκαια μὲν ποιῶν, ὡς πρὸς ἡμᾶς, καὶ πρέποντα τῷ ἐμῷ βίῳ, οὐ λυσιτελοῦντα δὲ τῇ κοινῇ καταστάσει τῶν ἐκκλησιῶν βουλευόμενος. τὴν δὲ αἰτίαν τούτων προέφερεν ἡμῖν, ὅτι ἠνεσχόμεθα εἰς κοινωνίαν τὸν αἰδεσιμώτατον ἐπίσκοπον Εὐστάθιον παραδέξασθαι. τὸ μέντοι γενόμενον παρʼ ἡμῶν τοιοῦτόν ἐστιν.
99.p332
99.p332
Ἡμεῖς, κληθέντες εἰς σύνοδον παρὰ τοῦ ἀδελφοῦ Θεοδότου τελουμένην
99.p332
1
99.p332
καὶ ὁρμήσαντες δι’ ἀγάπην ὑπακοῦσαι τῇ κλήσει, ἵνα μὴ δόξωμεν ἄπρακτον καὶ ἀργὴν ποιεῖσθαι τὴν συντυχίαν,
99.p332
ἐσπουδάσαμεν εἰς λόγους ἐλθεῖν τῷ προειρημένῳ ἀδελφῷ Εὐσταθίῳ. καὶ προετείναμεν αὐτῷ τὰ περὶ τῆς πίστεως ἐγκλήματα, ὅσα προφέρουσιν αὐτῷ οἱ περὶ τὸν ἀδελφὸν Θεόδοτον, καὶ ἠξιώσαμεν, εἰ μὲν ἕπεται τῇ ὀρθῇ πίστει, φανερὸν ἡμῖν καταστῆσαι, ὥστε ἡμᾶς εἶναι κοινωνικούς· εἰ δὲ ἀλλοτρίως ἔχει, ἀκριβῶς εἰδέναι, ὅτι καὶ ἡμεῖς ἕξομεν πρὸς αὐτὸν ἀλλοτρίως. πολλῶν τοίνυν γενομένων λόγων πρὸς ἀλλήλους, καὶ πάσης ἐκείνης τῆς ἡμέρας ἐν τῇ περὶ τούτων σκέψει δαπανηθείσης, καταλαβούσης λοιπὸν τῆς ἑσπέρας, διεκρίθημεν ἀπʼ ἀλλήλων, εἰς οὐδὲν ὁμολογούμενον πέρας τὸν λόγον
99.p332
2
99.p332
προαγαγόντες. τῇ δὲ ἑξῆς πάλιν, ἕωθεν σνγκαθεσθέντες, περὶ τῶν αὐτῶν διελεγόμεθα, ἐπελθόντος ἤδη καὶ τοῦ ἀδελφοῦ Ποιμενίου, τοῦ πρεσβυτέρου τῆς Σεβαστείας, καὶ σφοδρῶς ἡμῖν τὸν ἐναντίον γυμνάζοντος λόγον. κατὰ μικρὸν οὖν ἡμεῖς τε, ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν, ἀπελυόμεθα, κἀκείνους εἰς τὴν
99.p332
3
99.p332
τῶν ἐπιζητουμένων ὑφʼ ἡμῶν συγκατάθεσιν προηγάγομεν,
99.p332
4
99.p332
ὥστε χάριτι τοῦ Κυρίου εὑρεθῆναι ἡμᾶς μηδὲ εἰς τὸ σμικρότατον πρὸς ἀλλήλους διαφερομένους. οὕτω τοίνυν περὶ ἐννάτην που ὥραν ἀνέστημεν ἐπὶ τὰς προσευχάς, εὐχαριστήσαντες τῷ Κυρίῳ τῷ δόντι ἡμῖν τὸ αὐτὸ φρονεῖν καὶ τὸ αὐτὸ λέγειν. ἐπὶ τούτοις ἔδει με καὶ ἔγραφόν τινα παρὰ τοῦ ἀνδρὸς ὁμολογίαν λαβεῖν, ὥστε καὶ τοῖς ἐναντιουμένοις αὐτῷ φανερὰν
99.p332
γενέσθαι τὴν συγκατάθεσιν, καὶ τοῖς λοιποῖς ἱκανὴν εἶναι τοῦ ἀνδρὸς τῆς προαιρέσεως τὴν ἀπόδειξιν. ἀλλʼ ἐβουλήθην αὐτὸς ὑπὲρ
99.p332
5
99.p332
πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρʼ αὐτῶν λαβεῖν γραμματεῖον πίστεως, καὶ αὐτὸ
99.p332
6
99.p332
προτεῖναι τῷ προειρημένῳ· ἵνα ἀμφότερα γένηται, ἥ τε ὀρθὴ πίστις παρʼ αὐτοῦ ὁμολογηθῇ,
99.p332
7
99.p332
καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρʼ αὐτῶν προτάσεις παραδεχθῆναι. ἀλλὰ πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν, καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεόδοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον προτρέψασθαι κατηξίωσαν. ἀλλʼ ἀπὸ μέσης ἀνεζεύξαμεν
99.p332
8
99.p332
τῆς ὁδοῦ, ἀθυμήσαντες, ὅτι ἀτελεῖς ἡμῖν ποιοῦσι τοὺς ὑπὲρ τῆς εἰρήνης τῶν ἐκκλησιῶν καμάτους.
99.p333
99.p333
Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς ἡ ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότροπον καὶ βουλόμενος ὑπὸ
99.p333
1
99.p333
μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολογήσασθαι κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελετίου, συμπαρόντος μοι
99.p333
2
99.p333
καὶ αὐτοῦ τοῦ προειρημένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρʼ αὐτοῦ ἐπὶ τῇ
99.p333
3
99.p333
πρὸς Εὐστάθιον συναφείᾳ, εἶπον τὸ
99.p333
4
99.p333
ἐκ τῆς συντυχίας
99.p333
κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφʼ ἡμῶν ἀναχώρησιν, καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦ
99.p333
5
99.p333
μαθηταῖς, ἦ μὲν εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκόπει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάτας
99.p333
6
99.p333
καὶ ἀναντιρρήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις), ὅτι ἐγὼ μὲν πέπεισμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρός, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία, μηδὲ νῦν μὲν ὁμολογεῖν νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι, ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων,
99.p333
7
99.p333
ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ. εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλλούμενα παρʼ ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν χρή. ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας. ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου καὶ τοῦ ἀδελφοῦ Διοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ, καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα, καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν
99.p333
8
99.p333
ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ
99.p333
κατελάβομεν τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν τε παρʼ ἐμοῦ
99.p333
9
99.p333
ἤκουσεν.
99.p333
10
99.p333
ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις, ἃς μικρῷ πρόσθεν διηγησάμην, καταισχύνας ἡμᾶς ἀπέπεμψε.
99.p334
99.p334
Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλή,
99.p334
1
99.p334
ποιῆσαί τι τῶν προστεταγμένων, καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ, οὕτω πρός με τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος, παρʼ οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὐρήσειν; διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς καὶ συνετοὺς καὶ τῆς γλώττης ἐμπείρους καὶ τὰ λοιπὰ ἰδιώματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼν
99.p334
2
99.p334
σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾷν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους, καὶ διαλεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη ἀδιαφορίαν
99.p334
3
99.p334
καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν ἐκκλησιῶν σπουδήν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι. ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρʼ ἡμῶν ἐπίσκοπον. ἐπιμελὲς δέ μοι τοῦτο ἐγένετο, καὶ τὴν περιχυθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν
99.p334
Κυρίλλῳ τῷ ἐπισκόπῳ Ἀρμενίας ἀνερευνῆσαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρομεν αὐτὴν ψευδῶς κινηθεῖσαν ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφʼ ἡμῶν. καὶ ἐδόξαμεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαόν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. εἰ δὲ μικρὰ ταῦτα καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρʼ ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι, διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. ταῦτά με ἔδει
99.p334
4
99.p334
σιωπᾷν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη· ἀλλʼ ἐπειδὴ οὐκ ἦν ἄλλως ἀπολογήσασθαί σου τῇ μεγαλοφυΐᾳ, εἰς ἀνάγκην ἦλθον πᾶσαν τῶν γεγονότων τὴν ἀλήθειαν διηγήσασθαι.

Intertext edge

Open linked passage

Note