Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Perseus Grc2
9.p58
9.p58
Εἰκόνες ὄντως τῶν ψυχῶν εἰσὶν οἱ λόγοι. κατεμάθομεν οὖν σε διὰ τοῦ γράμματος, ὅσον φασίν, ἐξ ὀνύχων τὸν λέοντα· καὶ ἥσθημεν εὑρόντες περὶ τὰ πρῶτα καὶ μέγιστα τῶν ἀγαθῶν οὐκ ἀργῶς διακείμενον, τήν τε πρὸς τὸν Θεὸν ἀγάπην καὶ πρὸς
9.p58
1
9.p58
τὸν πλησίον. σημεῖον δὲ ποιούμεθα τοῦ μέν, τὴν περὶ ἡμᾶς δεξιότητά σου, τοῦ δέ, τὴν περὶ τὴν γνῶσιν σπουδήν. ὅτι δὲ ἐν δυοῖν τούτοιν ἐστὶ τὰ ὅλα, γνώριμον παντὶ Χριστοῦ μαθητῇ.
9.p59
9.p59
Ἃ δὲ ἐπιζητεῖς τῶν Διονυσίου ἦλθε μὲν εἰς ἡμᾶς, καὶ πάνυ πολλά· οὐ πάρεστί γε μὴν τὰ βιβλία, διόπερ οὐκ ἀπεστείλαμεν. ἔχομεν δὲ γνώμης οὕτως. οὐ πάντα θαυμάζομεν τοῦ ἀνδρός· ἔστι δὲ ἃ καὶ παντελῶς διαγράφομεν. σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλλουμένης
9.p59
1
9.p59
ἀσεβείας, τῆς κατὰ τὸ Ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, ὁ πρῶτος ἀνθρώποις
9.p59
2
9.p59
τὰ σπέρματα παρασχών. αἴτιον δέ, οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ. εἴωθα γοῦν ἀπεικάζειν
9.p59
3
9.p59
ἐγὼ φυτοκόμῳ, νεαροῦ φυτοῦ διαστροφὴν ἀπευθύνοντι, εἶτα τῇ ἀμετρίᾳ τῆς ἀνθολκῆς διαμαρτόντι τοῦ μέσου καὶ πρὸς τὸ ἐναντίον ἀπαγαγόντι τὸ βλάστημα. τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον ὅτι
9.p59
4
9.p59
γεγενημένον εὕρομεν. ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τὸ ἐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας
9.p59
5
9.p59
ὑπενεχθείς. ᾧ γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι, ὅτι οὐ ταὐτὸν τῷ ὑποκειμένῳ Πατὴρ καὶ Υἱός, καὶ ταύτῃ
9.p59
6
9.p59
ἔχειν κατὰ τοῦ βλασφημοῦντος τὰ νικητήρια, ὁ δέ, ἵνα πάνυ ἐναργῶς καὶ ἐκ τοῦ περιόντος κατακρατῇ, οὐχ ἑτερότητα μόνον τῶν ὑποστάσεων τίθεται, ἀλλὰ
9.p59
καὶ οὐσίας διαφορὰν καὶ δυνάμεως ὕφεσιν καὶ δόξης παραλλαγήν. ὥστε ἐκ τούτου συνέβη, κακοῦ
9.p59
7
9.p59
μὲν αὐτὸν κακὸν διαμεῖψαι, τῆς δὲ ὀρθότητος τοῦ λόγου διαμαρτεῖν. ταύτῃ τοι καὶ παντοδαπός ἐστιν ἐν τοῖς συγγράμμασιν,
9.p59
8
9.p59
νῦν μὲν ἀναιρῶν τὸ ὁμοούσιον, διὰ τὸν ἐπʼ ἀθετήσει τῶν ὑποστάσεων κακῶς αὐτῷ κεχρημένον, νῦν δὲ προσιέμενος ἐν οἷς ἀπολογεῖται πρὸς τὸν ὁμώνυμον. πρὸς δὲ τούτοις καὶ περὶ τοῦ Πνεύματος ἀφῆκε φωνὰς ἥκιστα πρεπούσας
9.p59
9
9.p59
τῷ Πνεύματι, τῆς προσκυνουμένης αὐτὸ θεότητος ἐξορίζων καὶ κάτω που τῇ κτιστῇ καὶ λειτουργῷ φύσει συναριθμῶν. ὁ μὲν οὖν
9.p59
10
9.p59
ἀνὴρ τοιοῦτος.
9.p60
9.p60
Ἐγὼ
9.p60
1
9.p60
δέ, εἰ χρὴ τοὐμὸν ἴδιον
9.p60
2
9.p60
εἰπεῖν, τὸ ὅμοιον κατʼ οὐσίαν, εἰ μὲν προσκείμενον ἔχει
9.p60
3
9.p60
τὸ ἀπαραλλάκτως, δέχομαι τὴν φωνὴν ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν κατὰ τὴν ὑγιῆ
9.p60
4
9.p60
δηλονότι τοῦ ὁμοουσίου διάνοιαν. ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φ.ωτὸς καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον. οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσία
9.p60
πρὸς τὴν τοῦ Πατρὸς ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν. εἴ τις οὖν οὕτως, ὡς εἶπον, ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν. εἰ δέ τις τοῦ ὁμοίου τὸ ἀπαράλλακτον ἀποτέμνοι,
9.p60
5
9.p60
ὅπερ οἱ κατὰ τὴν Κωνσταντινούπολιν πεποιήκασιν, ὑποπτεύω τὸ ῥῆμα ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμίκρυνον. καὶ γὰρ καὶ
9.p60
6
9.p60
ἀμυδραῖς ἐμφερείαις, καὶ πλεῖστον τῶν ἀρχετύπων ἀποδεούσαις, τὸ ὅμοιον πολλάκις ἐπινοεῖν
9.p60
7
9.p60
εἰώθαμεν. ἐπεὶ οὖν ἧττον οἶμαι
9.p60
8
9.p60
κακουργεῖσθαι τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι.
9.p61
9.p61
Ἀλλὰ τί οὐκ ἐπιφοιτᾷς ἡμῖν, ὦ ἄριστε, ὥστε παρόντας ἡμᾶς ἀλλήλοις περὶ τῶν τοιούτων
9.p61
1
9.p61
διαλεχθῆναι, καὶ μὴ γράμμασιν ἀψύχοις καταπιστεύειν τὰ τηλικαῦτα, ἄλλως τε μήτε πάνυ δημοσιεύειν τὰ ἑαυτῶν ἐγνωκότας; ὅπως οὖν μὴ τὸ τοῦ Διογένους πρὸς τὸν Ἀλέξανδρον καὶ αὐτὸς ἡμῖν εἴπῃς, ὅτι ἴσον ἐστὶ παρʼ ὑμῶν τὸ δεῦρο καὶ πρὸς ὑμᾶς ἐνθένδε. ἡμεῖς μὲν γὰρ ὑπὸ τῆς ἀῤῥωστίας, μικροῦ δεῖν, ὥσπερ τὰ φυτὰ ἐπὶ τῆς αὐτῆς χώρας ἀεὶ κατεχόμεθα· καὶ ἅμα τὸ λαθεῖν βιώσαντες ἐν
9.p61
2
9.p61
τοῖς πρώτοις τῶν ἀγαθῶν ἄγομεν. σὺ δὲ ἔῤῥωσαί τε, ὥς φασι, καὶ ἅμα πολίτην σεαυτὸν τῆς οἰκουμένης ποιήσας δίκαιος ἂν εἴης καὶ δεῦρο
9.p61
φοιτᾷν ὡς εἰς μέρος τῆς σεαυτοῦ. εἰ γὰρ καὶ τοῖς πρακτικοῖς ὑμῖν πρέπουσι δῆμοι καὶ πόλεις, αἷς τὰς κατʼ ἀρετὴν πράξεις ἐνεπιδείκνυσθε,
9.p61
3
9.p61
ἀλλά γε πρὸς θεωρίαν καὶ τὴν κατὰ νοῦν ἐνέργειαν, δι’ ἧς συναπτόμεθα τῷ Θεῷ, ἀγαθὴ συνεργὸς ἡ ἡσυχία· ἣν πολλὴν ἐπὶ τῆς ἐσχατιᾶς
9.p61
4
9.p61
καὶ ἄφθονον γεωργοῦμεν σὺν αὐτῷ γε εἰπεῖν τῷ παρασχομένῳ ἡμῖν Θεῷ. εἰ δὲ πάντως δεῖ περιέπειν τὰς δυναστείας καὶ περιφρονεῖν τοὺς χαμαὶ κειμένους ἡμᾶς,
9.p61
5
9.p61
σὺ δὲ ἀλλὰ γράφε ἡμῖν,
9.p61
6
9.p61
καὶ ταύτῃ ποίει ἡδίους.

Intertext edge

Open linked passage

Note