Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in divites
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
– Διάβλεψον, ἄνθρωπε, πρὸς τὴν φύσιν τοῦ πλούτου. Τί τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν; Λίθος ἐστὶν ὁ χρυσὸς, λίθος ὁ ἄργυρος, λίθος ὁ μαργαρίτης, λίθος τῶν λίθων ἕκαστος· χρυσόλιθον, καὶ βηρύλλιον, καὶ ἀχάτης, καὶ ὑάκινθος, καὶ ἀμέθυσος, καὶ ἴασπις. Ταῦτα δὴ τοῦ πλούτου τὰ ἄνθη· ὧν σὺ τὰ μὲν ἀποτίθεσαι κατακρύπτων, καὶ τοὺς διαφανεῖς τῶν λίθων σκότῳ κατακαλύπτων· τοὺς δὲ περιφέρεις, τῶν βαρυτίμων ἐναβρυνόμενος αὐτῶν τῇ αὐγῇ. Εἰπὲ, τί ὄφελός σοι λίθοις λαμπομένην περιστρέφειν τὴν χεῖρα; Οὐκ ἐρυθριᾷς λιθιδίων κισσῶν ὡς αἱ γυναῖκες, ὅταν κύωσιν; Καὶ γὰρ ἐκεῖναι λιθίδια περιτρώγουσι, καὶ σὺ λίχνως ἔχεις περὶ τὰ ἄνθη τῶν λίθων, σαρδόνυχας, καὶ ἰάσπιδας, καὶ ἀμεθύσους ἐπιζητῶν. Τίς καλ λωπιστὴς μίαν ἡμέραν ἠδυνήθη τῷ βίῳ προσθεῖναι; τίνος ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως πότε χρυ σὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τὸ τοῦ θανάτου ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι' ὃν χαλκεύεται ὅπλα, δι' ὃν ἀκονᾶται ξίφη; Διὰ τοῦτον συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσι· διὰ τὸν πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσιν, ἡ θάλασσα τοὺς καταποντιστὰς, αἱ πόλεις τοὺς συκο φάντας. Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; Τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέτρεψε; Συνεργία πρὸς τὸ ζῇν. Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρή ματα; Λύτρον ψυχῆς. Μὴ γὰρ ἀφορμὴ ἀπωλείας; Ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη· τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει δεσπότην, ἴδιον οἰκονόμον· παρ' ἄλλου τὴν ζωὴν ἐδέξατο, παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρ χοντα, καὶ δὸς πτωχοῖς; Ὅτε ᾔτεις παρὰ τοῦ Κυρίου τὴν εὐπαιδίαν, ὅτε ἠξίους γενέσθαι τέκνων πατὴρ, ἆρα προσέθηκας τοῦτο· Δός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προ αιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; Πολλοῖς γὰρ ὁ πλοῦτος ὑπηρέτης ἀκολασίας ἐγένετο. Ἢ οὐκ ἀκούεις τοῦ Ἐκκλησιαστοῦ λέγοντος· Εἶδον ἀῤῥωστίαν δεινὴν, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτῷ; καὶ πάλιν, ὅτι· Ἀφίω ἐγὼ αὐτὸν τῷ ἀνθρώπῳ τῷ μετ' ἐμέ. Καὶ τίς οἶδεν εἰ σοφὸς ἔσται ἢ ἄφρων; Ὅρα δὴ οὖν μὴ, μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾶ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. Μὴ οὐχὶ παντὸς τέκνου οἰκειοτέρα σοῦ ἐστιν ἡ ψυχή; Μὴ οὐχὶ πάντων μᾶλλον εἰς οἰκειότητα προσεγγίζει; Πρώτῃ αὐτῇ ἀπόδος τὰ πρεσβεῖα τῆς κληρονομίας, πλουσίας αὐτῇ παράσχου τὰς ἀφορμὰς τῆς ζωῆς· καὶ τότε τοῖς παισὶ διαιρήσεις τὸν βίον. Οἱ μέν γε παῖδες παρὰ γονέων μὴ διαδεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ, παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται;

Intertext edge

Open linked passage

Note