Homiliae in hexaemeron
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Περὶ βλαστήσεως γῆσ 5. 1 Καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Ἀκολούθως μετὰ τὸ ἀναπαύσασθαι τὴν γῆν ἀποσκευασαμένην τὸ βάρος τοῦ ὕδατος, τὸ πρόσταγμα αὐτῇ γέγονε βλαστῆσαι πρῶτον βοτάνην, ἔπειτα ξύλον· ὅπερ ἔτι καὶ νῦν ὁρῶμεν γινόμενον. Ἡ γὰρ τότε φωνὴ, καὶ τὸ πρῶτον ἐκεῖνο πρόσ ταγμα, οἷον νόμος τις ἐγένετο φύσεως, καὶ ἐναπέμεινε τῇ γῇ, τὴν τοῦ γεννᾶν αὐτῇ καὶ καρποφορεῖν δύναμιν εἰς τὸ ἑξῆς παρεχόμενος. Βλαστησάτω ἡ γῆ. Πρῶτόν ἐστιν ἐν τῇ γενέσει τῶν φυομένων ἡ βλάστησις· ἔπειτα, ὅταν προκύψῃ μικρὸν τὰ βλαστήματα, βοτάνη γίνεται· εἶτ' ἐπειδὰν αὐξηθῇ, χόρτος ἐστὶ, κατὰ μικρὸν διαρθρουμένων τῶν φυομένων, καὶ μέχρι τῆς ἐπὶ τὸ σπέρμα τελειώσεως προϊόντων. Τὸ γὰρ χλοερὸν καὶ ποάζον παραπλήσιόν ἐστιν ἁπάντων. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Καθ' ἑαυτὴν ἡ γῆ προφερέτω τὴν βλάστησιν, οὐδεμιᾶς συνεργείας ἑτέρωθεν δεομένη. Ἐπειδή τινες οἴονται τὸν ἥλιον αἴτιον εἶναι τῶν ἀπὸ τῆς γῆς φυομένων, τῇ ὁλκῇ τοῦ θερμοῦ πρὸς τὴν ἐπιφάνειαν τὴν ἐκ τοῦ βάθους δύναμιν ἐπισπώμενον, διὰ τοῦτο πρεσβυτέρα τοῦ ἡλίου ἡ περὶ γῆν διακόσμησις· ἵνα καὶ τοῦ προσκυνεῖν τὸν ἥλιον, ὡς αὐτὸν τὴν αἰτίαν τῆς ζωῆς παρεχόμενον, οἱ πεπλανημένοι παύσωνται. Ἐὰν ἄρα πεισθῶσιν, ὅτι πρὸ τῆς ἐκείνου γενέσεως τὰ περὶ τὴν γῆν πάντα διακεκόσμητο, καὶ τοῦ ἀμέτρου περὶ αὐτὸν θαύματος καθυφῶσιν, ἐνθυμηθέντες ὅτι χόρτου καὶ βοτάνης νεώτερός ἐστι κατὰ τὴν γένεσιν. Ἆρα οὖν τοῖς μὲν βοσκήμασιν ἡ τροφὴ προαπετέθη, τὸ δὲ ἡμέτερον οὐδεμιᾶς ἐφάνη προνοίας ἄξιον; Ἀλλὰ μάλιστα μὲν ὁ βουσὶ καὶ ἵπποις τὸν χιλὸν προαποθέμενος, σοὶ τὸν πλοῦτον καὶ τὴν ἀπόλαυσιν παρα σκευάζει. Ὁ γὰρ τὰ κτήματα σου διατρέφων, τὴν σὴν συναύξει τοῦ βίου κατασκευήν. Ἔπειτα, ἡ τῶν σπερμάτων γένεσις τί ἄλλο ἐστὶ, καὶ οὐχὶ τῆς σῆς διαγωγῆς παρασκευή; πρὸς τῷ πολλὰ τῶν ἐν πόαις ἔτι καὶ λαχάνοις ὄντων, τροφὴν ἀνθρώπων ὑπάρχειν. 5. 2 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. Ὥστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται, καὶ ἡμῖν ἡ χρῆσις τῶν σπερμάτων ἀφώρισται· ὥστε εἶναι τὸν νοῦν τῶν εἰρημένων τοιοῦτον, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ σπέρμα σπεῖρον κατὰ γένος. Οὕτω γὰρ καὶ τὸ τῆς λέξεως ἀκόλουθον ἀποκαταστῆναι δυνήσεται, ἀκα ταλλήλως νῦν τῆς συντάξεως ἔχειν δοκούσης, καὶ τὸ ἀναγκαῖον τῶν ὑπὸ τῆς φύσεως οἰκονομουμένων διασωθήσεται. Πρῶτον μὲν γὰρ βλάστησις, εἶτα χλοὴ, εἶτα χόρτου αὔξησις, εἶτα ὁ ἀπαρτισμὸς τῶν αὐξομένων διὰ τοῦ σπέρματος. Πῶς οὖν, φασὶ, πάντα εἶναι τὰ ἐκ τῆς γῆς φυόμενα σπερματικὰ ὁ λόγος ἐνδείκνυται, ὅπου γε οὔτε κάλαμος, οὔτε ἄγρωστις, οὔτε ἡ μίνθη, οὐ κρόκος, οὐ σκόροδον, οὐ βούτομον, οὐδ' ἄλλα μυρία γένη φυτῶν σπερματίζοντα φαίνεται; Πρὸς δὴ τοῦτό φαμεν, ὅτι πολλὰ τῶν φυομένων ἐκ τῆς γῆς ἐπὶ τοῦ πυθμένος καὶ τῆς ῥίζης ἔχει τὴν δύναμιν τῶν σπερμάτων. Ὥσπερ ὁ κάλαμος, μετὰ τὴν ἐπέτειον αὔξησιν, ἀπὸ τῆς ῥίζης ἀφίησί τινα προβολὴν, σπέρματος λόγον ἔχουσαν, πρὸς τὸ μέλλον. Τοῦτο δὲ ποιεῖ καὶ ἄλλα μυρία, ὅσα διὰ γῆς νεμόμενα ἐν ταῖς ῥίζαις τὴν διαδοχὴν κέκτηται. Ὥστε παντός ἐστιν ἀληθέστερον τὸ, ἑκάστῳ τῶν φυομένων ἢ σπέρμα εἶναι, ἢ δύναμίν τινα σπερματικὴν ἐνυπάρχειν. Καὶ τοῦτό ἐστι τὸ, Κατὰ γένος. Οὐ γὰρ ἡ προβολὴ τοῦ καλά μου ἐλαίας ἐστὶ ποιητικὴ, ἀλλὰ ἐκ καλάμου μὲν ἕτερος κάλαμος, ἐκ δὲ τῶν σπερμάτων τὰ συγγενῆ τοῖς καταβληθεῖσιν ἀποβλαστάνει. Καὶ οὕτω τὸ ἐν τῇ πρώτῃ γενέσει προβληθὲν παρὰ τῆς γῆς, μέχρι νῦν διασώζεται, τῇ ἀκολουθίᾳ τῆς διαδοχῆς φυλασσομένου τοῦ γένους. Βλαστησάτω ἡ γῆ. Νόησόν μοι ἐκ μικρᾶς φωνῆς, καὶ προστάγματος οὕτω βραχέος, τὴν κατεψυγμένην καὶ ἄγονον ὠδίνουσαν ἀθρόως καὶ πρὸς καρπογονίαν συγκινουμένην, ὥσπερ τινὰ σκυθρωπὴν καὶ πενθήρη ἀπορρίψασαν περιβολὴν, μεταμφιεννυμένην τὴν φαιδροτέραν καὶ τοῖς οἰκείοις κόσμοις ἀγαλλομένην, καὶ τὰ μυρία γένη τῶν φυομένων προβάλλουσαν. Βούλομαί σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα, ἵν' ὅπου περ ἂν εὑρεθῇς, καὶ ὁποίῳ δήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. Πρῶτον μὲν οὖν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος. Σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον ὁ αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς. Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ· καὶ πλῆθος περὶ αὐτὸν κολάκων· δορυφορία φίλων προσποιητῶν τὴν ἀπ' αὐτοῦ χάριν θερα πευόντων· πλῆθος συγγενείας, καὶ ταύτης κατεσχημα τισμένης· ἑσμὸς τῶν ἐφεπομένων μυρίος τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατὰ τὰς χρείας αὐτῷ προσεδρευόντων, οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος ἐπίφθονός ἐστι τοῖς ἐντυγχάνουσι. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικήν τινα δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμάς· ἢ ἐθνῶν ἐπιμέλειαν· ἢ στρατοπέδων ἡγεμονίαν· τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ· τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυ τάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας τὰς πληγάς· τὰς δημεύσεις· τὰς ἀπαγωγάς· τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρητος ὁ παρὰ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, ἢ πυρετὸς εἷς, ἢ πλευρῖτις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. Ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης. 5. 3 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλάστησις καθηγεῖται πάσης βοτάνης καὶ πάσης πόας. Εἴτε γὰρ ἀπὸ ῥίζης ἐκδίδοταί τι ἐκ τῆς κάτωθεν προβολῆς, ὡς κρόκος καὶ ἄγρωστις, ἀναβλαστῆσαι δεῖ καὶ ἐπὶ τὸ ἔξω προκύψαι· εἴτε ἀπὸ σπέρματος, καὶ οὕτως ἀνάγκη πρῶτον βλάστησιν, εἶτα βοτάνην γενέσθαι, εἶτα χόρτον χλοάζοντα, εἶτα τὸν καρπὸν ἐπὶ ξηρᾶς ἤδη καὶ παχείας τῆς καλάμης ἁδρυνόμε νον. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Ὅταν εἰς γῆν καταπέσῃ τὸ σπέρμα συμμέτρως νοτίδος καὶ θέρμης ἔχουσαν, χαῦνον γενόμενον καὶ πολύπορον, τῆς παρακειμένης γῆς περιδραξάμενον, τὰ οἰκεῖα καὶ σύμφυλα πρὸς ἑαυτὸ ἐπισπᾶται. Ἐμπίπτοντα δὲ τοῖς πόροις καὶ περιολισθαίνοντα τῆς γῆς τὰ λεπτότατα μόρια, ἐπὶ πλέον ἀνευρύνει τοὺς ὄγκους αὐτῆς ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, ἐπὶ τὸ ἄνω δὲ προκύπτειν ἰσαρίθμων ταῖς ῥίζαις τῶν καλάμων προβαλ λομένων· θαλπομένου δὲ ἀεὶ τοῦ βλαστήματος, συρομένην διὰ τῶν ῥιζῶν τὴν νοτίδα, τῇ ὁλκῇ τοῦ θερμοῦ συνεπά γεσθαι τοῦ τροφίμου τῆς γῆς ὅσον μέτριον, καὶ τοῦτο καταμερίζειν εἰς καλάμην καὶ φλοιὸν καὶ τὰς θήκας τοῦ σίτου, καὶ αὐτὸν τὸν σῖτον καὶ τοὺς ἀνθέρικας· καὶ οὕτω κατὰ μικρὸν τῆς αὐξήσεως γινομένης, ἐπὶ τὸ οἰκεῖον μέτρον ἕκαστον τῶν φυομένων ἀποκαθίστασθαι, εἴτε τι τῶν σιτηρῶν, εἴτε τῶν χεδροπῶν, εἴτε τῶν λαχανωδῶν ἢ φρυγανικῶν τυγχάνοι. Εἷς χόρτος καὶ μία βοτάνη ἐξαρκεῖ τὴν διάνοιάν σου πᾶσαν εἰς τὴν θεωρίαν τῆς ἐξεργασαμένης αὐτὰ τέχνης ἀπασχολῆσαι· πῶς γόνασι διαζώννυται ἡ καλάμη τοῦ σίτου, ἵνα ὥσπερ σύνδεσμοί τινες ῥᾳδίως τὸ βάρος τῶν ἀσταχύων φέρωσιν, ὅταν πλήρεις ὄντες καρπῶν πρὸς τὴν γῆν κατακλίνωνται. Διὰ τοῦτο ὁ μὲν βρόμος διόλου κενὸς, ἅτε μηδενὶ τὴν κεφαλὴν βαρυνόμενος· τὸν δὲ σῖτον τοῖς συνδέσμοις τούτοις ἡ φύσις κατησφαλίσατο. Ἐν θήκῃ δὲ τὸν κόκκον ἀποθεμένη ὡς μὴ εὐδιάρπαστον εἶναι τοῖς σπερμολόγοις· ἔτι καὶ τῇ προβολῇ τῶν ἀνθερίκων οἷον ἀκίσι τὰς ἐκ τῶν μικρῶν ζῴων ἀφίστησι βλάβας. 5. 4 Τί εἴπω; τί σιωπήσω; Ἐν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν ἡ εὕρεσις τοῦ τιμιωτέρου, δυσφορω τάτη δὲ ἡ ζημία τοῦ παρεθέντος. Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Καὶ εὐθέως συνεξεδόθη τοῖς τροφίμοις τὰ δηλητήρια· μετὰ τοῦ σίτου τὸ κώνειον· μετὰ τῶν λοιπῶν τροφίμων ἑλ λέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ ὁ τῆς μήκωνος ὀπός. Τί οὖν; ἀφέντες τὸ ἐπὶ τοῖς χρησίμοις τὴν χάριν ὁμολογεῖν, ἐγκαλέσομεν τῷ δημιουργῷ ἐπὶ τοῖς φθαρτικοῖς ἡμῶν τῆς ζωῆς; ἐκεῖνο δὲ οὐ λογισόμεθα, ὅτι οὐ πάντα τῆς γαστρὸς ἕνεκεν τῆς ἡμετέρας δεδημιούργηται; Ἀλλ' ἡμῖν μὲν αἱ ἀποτεταγμέναι τροφαὶ πρόχειροι καὶ πᾶσιν εὔγνωστοι· ἕκαστον δὲ τῶν γενομένων ἴδιόν τινα λόγον ἐν τῇ κτίσει πληροῖ. Μὴ γὰρ ἐπειδή σοι δηλητήριον τὸ ταύριον αἷμα, τούτου ἕνεκεν ἔδει ἢ μὴ παραχθῆναι τὸ ζῷον, ἢ παραχθὲν ἄναιμον εἶναι, οὗ τῆς ἰσχύος πρὸς τοσαῦτα ἡμῶν ἐπιδεῖται ὁ βίος; Ἀλλά σοι μὲν αὐτάρκης ὁ σύνοικος λόγος πρὸς τὴν φυλακὴν τῶν ὀλεθρίων. Οὐ δήπου γὰρ πρόβατα μὲν καὶ αἶγες ἴσασιν ἀποφεύγειν τὰ κακοῦντα αὐτῶν τὴν ζωὴν, μόνῃ τῇ αἰσθήσει τὸ βλαβερὸν διακρίνοντα· σοὶ δὲ ᾧ καὶ λόγος πάρεστι, καὶ ἰατρικὴ τέχνη τὸ χρήσιμον ἐκπορίζουσα, καὶ ἡ τῶν προλαβόντων πεῖρα τῶν βλαπτόντων τὴν φυγὴν ὑποβάλλουσα, χαλεπόν ἐστιν, εἰπέ μοι, ἐκκλῖναι τὰ δηλητή ρια; Ἔστι δὲ τούτων οὐδὲν ἀργῶς, οὐδὲν ἀχρήστως γεγενημένον. Ἢ γὰρ τροφὴν παρέχει τινὶ τῶν ἀλόγων· ἢ καὶ ἡμῖν αὐτοῖς παρὰ τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀρρωστημάτων ἐξεύρηται. Τὸ μὲν γὰρ κώνειον οἱ ψᾶρες βόσκονται, διὰ τὴν κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀποδιδράσκοντες. Λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τῆς καρδίας πόρους, φθάνουσιν ἐκπέψαι τὸ καταποθὲν, πρὶν τὴν ἀπ' αὐτοῦ ψύξιν τῶν καιρίων καθάψασθαι. Ἑλλέβορος δὲ ὀρτύγων ἐστὶ τροφὴ, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων. Ἔστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ ποτε καὶ ἡμῖν χρήσιμα. Διὰ μὲν γὰρ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσιν· ὀπίῳ δὲ τὰς σφοδρὰς ὀδύνας τῶν σωμάτων κατακοιμίζουσιν. Ἤδη δέ τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὀρέξεων κατεμάραναν· καὶ τῷ ἑλλεβόρῳ πολλὰ τῶν χρονίων παθῶν ἐξεμόχλευσαν. Ὥστε ὃ ἐνόμιζες ἔχειν κατὰ τοῦ κτίσαντος ἔγκλημα, τοῦτό σοι εἰς προσθήκην εὐχαριστίας περιελήλυθε. 5. 5 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Πόσην αὐ τόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη; πόσην δὲ τὴν ἐξ ἐπιμελείας καὶ γεωργίας ἡμῖν προσγινομένην; Οὐκ εὐθὺς ἐκέλευσε σπέρμα καὶ καρπὸν ἀναδοθῆναι, ἀλλὰ βλαστῆσαι καὶ χλοάσαι τὴν γῆν, καὶ τότε εἰς σπέρμα τελειωθῆναι, ἵνα τὸ πρῶτον ἐκεῖνο πρόσταγμα διδασκά λιον τῇ φύσει γένηται πρὸς τὴν ἑξῆς ἀκολουθίαν. Πῶς οὖν κατὰ γένος, φησὶν, ἡ γῆ προφέρει τὰ σπέρματα, ὁπότε σῖτον πολλάκις καταβαλόντες, τὸν μέλανα τοῦτον πυρὸν συγκομίζομεν; Ἀλλὰ τοῦτο οὐχὶ πρὸς ἕτερον γένος ἐστὶ μεταβολὴ, ἀλλ' οἱονεὶ νόσος τις καὶ ἀρρωστία τοῦ σπέρματος. Οὐ γὰρ ἀπέθετο τὸ εἶναι σῖτος, ἀλλ' ἐμελάνθη διὰ τῆς καύσεως, ὡς καὶ ἐξ αὐτῆς ἐστι τῆς προσηγορίας μαθεῖν. Τῇ ὑπερβολῇ γὰρ τοῦ κρύους ὑπερκαεὶς, πρὸς ἑτέραν καὶ χρόαν καὶ γεῦσιν μετέπεσεν. Καὶ μέντοι καὶ πάλιν λέγεται, ἐπειδὰν γῆς ἐπιτηδείας καὶ ἀέρων εὐκράτων λάβηται, πρὸς τὸ ἀρχαῖον εἶδος ἐπανιέναι. Ὥστε οὐδὲν παρὰ τὸ πρόσταγμα εὕροις ἂν ἐν τοῖς φυομένοις ἐπιτελούμενον. Ἡ δὲ λεγομένη αἶρα, καὶ ὅσα λοιπὰ νόθα σπέρματα τοῖς τροφίμοις ἐγκαταμέμικται, ἅπερ ζιζάνια προσαγορεύειν σύνηθες τῇ Γραφῇ, οὐκ ἐκ τῆς τοῦ σίτου μεταβολῆς γίνεται, ἀλλ' ἐξ οἰκείας ἀρχῆς ὑπέστη, ἴδιον ἔχοντα γένος. Ἅπερ τὴν εἰκόνα πληροῖ τῶν παραχαρασσόντων τὰ τοῦ Κυρίου διδάγματα, καὶ μὴ γνησίως μαθητευομένων τῷ λόγῳ, ἀλλ' ἐκ τῆς τοῦ πονηροῦ διδασκαλίας διεφθαρμένων, καταμιγνύντων δὲ ἑαυτοὺς τῷ ὑγιαίνοντι σώματι τῆς Ἐκκλησίας, ἵν' ἐκ τοῦ ἀφανοῦς τὰς παρ' ἑαυτῶν βλάβας τοῖς ἀκεραιοτέροις ἐμβάλωσιν. Ἤδη δὲ ὁ Κύριος καὶ τὴν τελείωσιν τῶν εἰς αὐτὸν πεπιστευκότων τῇ τῶν σπερμάτων αὐξήσει παρεικάζει, λέγων· Ὡς ὅταν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ, καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ἐγείρηται, καὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός. Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. Βλαστησάτω ἡ γῆ βοτάνην. Καὶ ἐν ἀκαριαίᾳ χρόνου ῥοπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη ἡ γῆ, ἵνα φυλάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξελθοῦσα, εὐθὺς πρὸς τὸ τέλειον ἤγαγε τὰ βλαστήματα. Καὶ λειμῶνες μὲν ἦσαν βαθεῖς τῇ ἀφθονίᾳ τοῦ χόρτου, τῶν δὲ πεδίων τὰ εὔκαρπα φρίσσοντα τοῖς ληΐοις, εἰκόνα πελάγους κυμαίνοντος ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε. Πᾶσα δὲ βοτάνη καὶ πᾶν λαχανηρὸν γένος, καὶ εἴ τι ἐν φρυγάνοις, καὶ εἴ τι ἐν ὀσπρίοις, κατὰ πᾶσαν ἀφθονίαν τότε τῆς γῆς ὑπερεῖχεν. Οὐδὲ γὰρ ἀπότευγμά τι ἦν ἐν τοῖς τότε προβληθεῖ σιν, οὔτε γεωργῶν ἀπειρίας, οὔτε ἀέρων δυσκρασίας, οὔτε τινὸς ἄλλης αἰτίας τοῖς γινομένοις λυμαινομένης. Οὐ μὴν οὐδὲ ἡ καταδίκη ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς. Πρεσβύτερα γὰρ ταῦτα τῆς ἁμαρτίας δι' ἣν κατεκρίθημεν, ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν τὸν ἄρτον. 5. 6 Ἀλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. Ἐπὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμαι κατεπυκνοῦντο· πάντα δὲ ἀνέτρεχε δένδρα, τά τε πρὸς μήκιστον ὕψος διανίστασθαι πεφυκότα, ἐλάται καὶ κέδροι, καὶ κυπάρισσοι καὶ πεῦκαι· πάντες δὲ θάμνοι εὐθὺς ἦσαν ἀμφίκομοι καὶ δασεῖς· καὶ τὰ στεφανωματικὰ λεγόμενα τῶν φυτῶν, αἵ τε ῥωδωνιαὶ καὶ μυρσίναι καὶ δάφναι, πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ, οὐκ ὄντα πρότερον ὑπὲρ τῆς γῆς, εἰς τὸ εἶναι παρῆλθε, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, ἐναρ γεστάταις μὲν διαφοραῖς ἀπὸ τῶν ἑτερογενῶν χωριζόμενον, οἰκείῳ δὲ ἕκαστον γνωριζόμενον χαρακτῆρι. Πλήν γε ὅτι τὸ ῥόδον τότε ἄνευ ἀκάνθης ἦν, ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους ἡ ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπολαύσεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἀνατέλλειν κατεδικάσθη ἡ γῆ. Ἀλλὰ προσετάχθη, φησὶ, Ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, ἐκδοῦναι ἡ γῆ· πολλὰ δὲ τῶν δένδρων ὁρῶμεν οὔτε καρποῖς οὔτε σπέρματι κεχρημένα. Τί οὖν ἐροῦμεν; Ὅτι τὰ τιμιώτερα τῇ φύσει προηγουμένης τῆς μνήμης τετύχηκεν· ἔπειτα, ὅτι ἀκριβῶς θεωροῦντι καὶ πάντα φανήσεται ἢ σπέρματι κεχρημένα, ἢ τὰ ἰσοδυναμοῦντα τοῖς σπέρμασιν ἔχοντα. Αἴγειροι γὰρ, καὶ ἰτέαι, καὶ πτελέαι, καὶ λεῦκαι, καὶ ὅσα τοιαῦτα, καρπὸν μὲν οὐδένα δοκεῖ φέρειν ἐκ τοῦ προδήλου, σπέρμα δὲ ἕκαστον τούτων ἔχον ἀκριβῶς ἄν τις ἐξετάζων ἐξεύροι. Ὁ γὰρ ὑποκείμενος τῷ φύλλῳ κόκκος, ὃν μισχόν τινες τῶν περὶ τὰς ὀνοματοποιίας ἐσχολακότων προσαγορεύουσι, τοῦτο σπέρματος ἔχει δύναμιν. Ὅσα γὰρ ἀπὸ κλάδων γίνεσθαι πέφυκεν, ἐντεῦθεν ὡς τὰ πολλὰ προβάλλει τὰς ῥίζας. Τάχα δὲ σπέρματος ἐπέχουσι λόγον καὶ αἱ τῶν ῥιζῶν ἀποφύσεις, ἃς παρασπῶντες οἱ φυτοκόμοι τὸ γένος αὔξουσι. Πρότερον μέντοι, ὥσπερ ἔφαμεν, μνήμης ἠξιώθη τὰ συνεκτικώτερα τῆς ζωῆς ἡμῶν, ὅσα ἔμελλε τοῖς οἰκείοις καρποῖς τὸν ἄνθρωπον δεξιούμενα, ἄφθονον αὐτῷ παρασκευάζειν τὴν δίαιταν· ἄμπελος μὲν οἶνον γεννῶσα εὐφραίνειν μέλλοντα καρδίαν ἀνθρώπου· ἐλαία δὲ καρπὸν παρεχομένη ἱλαρύνειν δυνάμενον πρόσωπον ἐν ἐλαίῳ. Πόσα συνέτρεχε κατὰ ταὐτὸν ἠπειγμένως ὑπὸ τῆς φύσεως παραγόμενα; Ἡ ῥίζα τῆς ἀμπέλου· τὰ κλήματα ἐν κύκλῳ εὐθαλῆ καὶ μεγάλα ὑπὲρ γῆς κεχυμένα· ὁ βλαστὸς, οἱ ἕλικες, ὁ ὄμφαξ, οἱ βότρυες. Ἀρκεῖ σου τῇ ὄψει καὶ ἄμπελος συνετῶς ὁραθεῖσα ὑπόμνησίν σοι τῆς φύσεως ἐμποιῆσαι. Μέμνησαι γὰρ δηλονότι τῆς τοῦ Κυρίου εἰκόνος, ὅτι ἄμπελον ἑαυτὸν λέγει, καὶ τὸν Πατέρα τὸν γεωργὸν, καὶ τοὺς καθ' ἕνα ἡμῶν διὰ τῆς πίστεως ἐμπεφυτευμένους τῇ Ἐκκλησίᾳ κλήματα προσηγόρευσε· καὶ προσκαλεῖται ἡμᾶς εἰς πολυ καρπίαν, ἵνα μὴ ἀχρηστίαν καταγνωσθέντες τῷ πυρὶ πα ραδοθῶμεν· καὶ οὐ παύεται πανταχοῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ταῖς ἀμπέλοις ἐξομοιῶν. Ἀμπελὼν γὰρ ἐγενήθη τῷ ἠγαπημένῳ, φησὶν, ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ, Ἀμπελῶνα ἐφύτευσα, καὶ περιέθηκα φραγμόν. Τὰς ἀνθρω πίνας ψυχὰς δηλονότι λέγει τὸν ἀμπελῶνα, αἷς φραγμὸν περιέθηκε τὴν ἐκ τῶν προσταγμάτων ἀσφάλειαν, καὶ τὴν φυλα κὴν τῶν ἀγγέλων. Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. Ἔπειτα καὶ οἱονεὶ χάρακας ἡμῖν παρα κατέπηξε θέμενος ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. Καὶ τοῖς τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ὑποδείγμασιν εἰς ὕψος ἡμῶν ἀνάγων τὰ φρονήματα, οὐκ ἀφῆκεν ἐρριμμένα χαμαὶ, καὶ τοῦ πατεῖσθαι ἄξια. Βούλεται δὲ ἡμᾶς καὶ οἱονεὶ ἕλιξί τισι ταῖς περιπλοκαῖς τῆς ἀγάπης τῶν πλησίον ἀντέχεσθαι, καὶ ἐπαναπαύεσθαι αὐτοῖς, ἵν' ἀεὶ πρὸς τὸ ἄνω τὴν ὁρμὴν ἔχοντες, οἷόν τινες ἀναδενδράδες ταῖς κορυφαῖς τῶν ὑψηλο τάτων ἑαυτοὺς παρισάζωμεν. Ἀπαιτεῖ δὲ ἡμᾶς καὶ τὸ καταδέχεσθαι σκαπτομένους. Ἀποσκάπτεται δὲ ψυχὴ ἐν τῇ ἀποθέσει τῶν τοῦ κόσμου μεριμνῶν, αἳ βάρος εἰσὶ ταῖς καρδίαις ἡμῶν. Ὥστε ὁ τὴν σαρκίνην ἀγάπην ἀποθέμενος, καὶ τὴν πρὸς τὰ χρήματα φιλίαν, ἢ τὴν περὶ τὸ δύστηνον δοξάριον τοῦτο πτόησιν ἀπόπτυστον καὶ εὐκαταφρόνητον ἡγησάμενος, ὥσπερ ἐσκάφη καὶ ἀνέπνευσεν ἀποσκευασάμενος τὸ μάταιον βάρος τοῦ γηΐνου φρονήματος. Δεῖ δὲ, κατὰ τὸν λόγον τῆς παροιμίας, μηδὲ ὑλομανεῖν, τουτέστι, μὴ ἐπι δεικτικῶς πολιτεύεσθαι, μηδὲ τὸν παρὰ τῶν ἔξωθεν ἔπαινον θηρᾶσθαι, ἀλλ' ἔγκαρπον εἶναι, τῷ ἀληθινῷ γεωργῷ τὴν ἐπίδειξιν τῶν ἔργων ταμιευόμενον. Σὺ δὲ καὶ Ὡς ἐλαία κατάκαρπος ἔσο ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μηδέποτε γυμνούμενος τῆς ἐλπίδος, ἀλλ' ἀεὶ θάλλουσαν ἔχων περὶ σεαυτὸν τὴν διὰ πίστεως σωτηρίαν. Οὕτω γὰρ τὸ ἀειθαλὲς τοῦ φυτοῦ μιμήσῃ, καὶ τὸ πολύκαρπον δὲ αὐτοῦ ζηλώσεις, ἄφθονον τὴν ἐλεημοσύ νην ἐν παντὶ καιρῷ παρεχόμενος. 5. 7 Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδεια, ἄλλα πρὸς καῦσιν; Ἐν τούτοις πάλιν ποικίλη μὲν ἐν ἑκάστῳ δένδρῳ ἡ τῶν μερῶν αὐτοῦ διακόσμησις, δυσέφικτος δὲ καὶ ἡ ἐξεύρεσις τῆς ἑκάστου ἰδιότητος, καὶ ἡ θεωρία τῆς πρὸς ἕκαστον τῶν ἑτερογενῶν διαφορᾶς. Πῶς τὰ μὲν αὐτῶν βαθύρριζα, τὰ δὲ ἀκρόρριζα· καὶ τὰ μὲν ὀρθοφυῆ καὶ μονοστέλεχα, τὰ δὲ χαμαίζηλα καὶ εὐθὺς ἀπὸ τῆς ῥίζης εἰς πολλὰς ἐκφύσεις διῃρημένα. Πῶς ὅσων μὲν οἱ κλάδοι προμήκεις ἐπὶ πολὺ τοῦ ἀέρος ἐκτεταμένοι, τούτων καὶ αἱ ῥίζαι βαθεῖαι, ἐπὶ πλεῖστον ἐν κύκλῳ διανεμόμεναι, οἷον θεμελίους τινὰς ἀναλογοῦντας τῷ βάρει τῶν ἄνωθεν ὑποτιθείσης τῆς φύσεως. Πόσαι τῶν φλοιῶν αἱ διαφοραί; Τὰ μὲν γὰρ λειόφλοια τῶν φυτῶν, τὰ δὲ ῥηξίφλοια· καὶ τὰ μὲν μονόλοπα αὐτῶν, τὰ δὲ πολύπτυχα. Ὃ δὲ θαυμαστὸν, ὅτι καὶ τῆς ἀνθρωπίνης νεότητος καὶ τοῦ γήρως εὕροις ἂν καὶ ἐν τοῖς φυτοῖς παραπλήσια τὰ συμπτώματα. Τοῖς μὲν γὰρ νέοις καὶ εὐθαλέσιν ὁ φλοιὸς περιτέταται· τοῖς δὲ γηράσκουσιν οἷον ῥυσοῦται καὶ ἐκτραχύνεται. Καὶ τὰ μὲν κοπέντα ἐπιβλαστάνει· τὰ δὲ μένει ἀδιάδοχα, ὥσπερ τινὰ θάνατον τὴν τομὴν ὑπομείναντα. Ἤδη δέ τινες τετηρήκασιν ἐκτεμνομένας ἢ καὶ ἐπικαιομένας τὰς πίτυς εἰς δρυμῶνας μεθίστασθαι. Τινὰ δὲ καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· οἷον τὰς ὀξείας ῥοιὰς, καὶ τῶν ἀμυγδαλῶν τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων, ἑαυτὸν ἀπογινωσκέτω, εἰδὼς ὅτι γεωργία μὲν τὰς τῶν φυτῶν ποιότητας μεταβάλλει, ἡ δὲ κατ' ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια, δυνατή ἐστι παντοδαπῶν ἀρρωστημάτων ἐπι κρατῆσαι. Ἡ δὲ περὶ τὰς καρπογονίας διαφορὰ τῶν καρπίμων φυτῶν τοσαύτη, ὅσην οὐδ' ἂν ἐπελθεῖν τις δυνηθείη τῷ λόγῳ. Οὐ γὰρ μόνον ἐν τοῖς ἑτερογενέσιν αἱ διαφοραὶ τῶν καρπῶν, ἀλλ' ἤδη καὶ ἐν αὐτῷ τῷ εἴδει τοῦ δένδρου πολὺ τὸ διάφορον· ὅπουγε καὶ ἄλλος μὲν χαρακτὴρ τοῦ καρποῦ τῶν ἀρρένων, ἄλλος δὲ τῶν θηλειῶν, παρὰ τῶν φυτουργῶν διακέκριται, οἵ γε καὶ τοὺς φοίνικας εἰς ἄρρενας καὶ θηλείας διστῶσι. Καὶ ἴδοις ἄν ποτε τὴν παρ' αὐτῶν ὀνομαζομένην θήλειαν, καθιεῖσαν τοὺς κλάδους, οἷον ὀργῶσαν, καὶ τῆς συμπλοκῆς ἐφιεμένην τοῦ ἄρρενος, τοὺς δὲ θεραπευτὰς τῶν φυτῶν ἐμβάλλοντας τοῖς κλάδοις, οἷόν τινα σπέρματα τῶν ἀρρένων, τοὺς λεγομένους ψῆνας, καὶ οὕτως οἷον ἐν συναισθήσει τῆς ἀπολαύσεως γίνεσθαι καὶ ἀνορθοῦσθαι πάλιν τοὺς κλάδους, καὶ πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ φυτοῦ τὴν κόμην ἀποκαθίστασθαι. Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῶν συκῶν φασιν. Ὅθεν οἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέροις· οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες. Τί σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα βούλεται; Ὅτι χρὴ πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πίστεως, εὐτονίαν τινὰ προσλαμβάνειν, εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρό φου τῆς Ἐκκλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλεῖον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφούσῃ. 5. 8 Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ σχήματα, τὰς χρόας, τῶν χυμῶν τὴν ἰδιότητα, τὸ ἀφ' ἑκάστου χρήσιμον; Πῶς τινὰ μὲν γυμνὰ πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν ἐλύτροις κεκαλυμμένα πληροῦται; καὶ ὧν μὲν ἁπαλὸς ὁ καρπὸς, παχὺ τοῦ φύλλου τὸ σκεπαστήριον, ὡς ἐπὶ τῆς συκῆς; ὧν δὲ οἱ καρποὶ στεγανώτεροι, ἐλαφρὰ τῶν φύλλων ἡ προβολὴ, ὡς ἐπὶ τῆς καρύας; Ὅτι ἐκεῖνα μὲν, διὰ τὸ ἀσθενὲς, πλείονος ἐδεῖτο τῆς βοηθείας, τούτοις δ' ἂν προσβλαβὴς ἐγένετο ἡ παχυτέρα περιβολὴ ἐκ τῆς ἀπ' αὐτῶν σκιᾶς. Πῶς κατέσχισται τῆς ἀμπέλου τὸ φῦλλον, ἵνα καὶ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας ὁ βότρυς ἀντέχῃ, καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου διὰ τῆς ἀραιότητος δαψιλῶς ὑποδέχηται; Οὐδὲν ἀναίτιον· οὐδὲν ἀπὸ ταὐτομάτου· πάντα ἔχει τινὰ σοφίαν ἀπόρρητον. Τίς ἂν ἐφίκοιτο λόγος; Πῶς ἀνθρώπινος νοῦς πάντα μετ' ἀκριβείας ἐπέλθοι, ὥστε καὶ κατιδεῖν τὰς ἰδιότητας, καὶ τὰς πρὸς ἕκαστον διαφορὰς ἐναργῶς διακρῖναι, καὶ τὰς κεκρυμμένας αἰτίας ἀνενδεῶς παραστῆσαι; Ἓν ὕδωρ διὰ τῆς ῥίζης ἑλκόμενον, ἄλλως μὲν τρέφει τὴν ῥίζαν αὐτὴν, ἄλλως δὲ τὸν φλοιὸν τοῦ στελέχους, καὶ ἄλλως τὸ ξύλον, καὶ τὴν ἐντεριώνην ἑτέρως. Τὸ αὐτὸ καὶ φῦλλον γίνεται, καὶ εἰς ἀκρέμονας καὶ κλάδους κατασχίζεται, καὶ τοῖς καρποῖς παρέχει τὴν αὔξησιν, καὶ δάκρυον τοῦ φυτοῦ καὶ ὀπὸς ἐκ τῆς αὐτῆς αἰτίας προέρχεται· οἷς πόση πρὸς ἄλληλά ἐστιν ἡ διαφορὰ, οὐδεὶς ἂν λόγος ἐξίκοιτο. Ἄλλο γὰρ τοῦ σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ ὀπὸς τοῦ βαλσάμου· καὶ νάρθηκές τινες ἐπὶ τῆς Αἰγύπτου καὶ Λιβύης ἕτερον ὀπῶν γένος ἀποδακρύουσι. Λόγος δέ τίς ἐστι, καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀποπηγ νύμενον. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὰ ἐμφαινόμενα κάρφη καὶ τὰ λεπτότατα τῶν ζῴων, ἅπερ, ἁπαλοῦ ὄντος τοῦ ὀποῦ, ἐναποληφθέντα κατέχεται. Καὶ ὅλως τὴν κατὰ τὰς ποιότητας τῶν ὀπῶν διαφορὰν ὁ μὴ τῇ πείρᾳ διδαχθεὶς, οὐδένα λόγον εὑρήσει τὴν ἐνέργειαν παριστῶντα. Πῶς πάλιν ἀπὸ τῆς αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ τὸ ἔλαιον; Καὶ οὐ τοῦτο μόνον θαυμαστὸν, πῶς ὧδε μὲν τὸ ὑγρὸν ἀπεγλυκάνθη, ἐκεῖ δὲ λιπαρὸν γέγονεν, ἀλλ' ὅτι καὶ ἐν τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς ποιότητος. Ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο τὸ ἐν μηλέᾳ, καὶ σύκῳ, καὶ φοίνικι. Ἔτι σε βούλομαι περὶ τὴν ἐξέτασιν ταύτην φιλοτεχνῆσαι, πῶς τὸ αὐτὸ ὕδωρ νῦν μὲν λεῖόν ἐστι τῇ αἰσθήσει, ὅταν ἐν τοῖσδέ τισι τοῖς φυτοῖς γενόμενον ἀπογλυκανθῇ· νῦν δὲ πληκτικόν ἐστι τῆς γεύσεως, ὅταν δι' ἄλλων φυτῶν ἐνεχθὲν ἀποξύνηται. Καὶ πάλιν εἰς τὴν ἐσχάτην πικρότητα μεταβάλλον ἐκτραχύνει τὴν αἴσθησιν, ὅταν ἐν ἀψίνθῳ ἢ σκαμμωνίᾳ γένηται. Καὶ ἐν μὲν ταῖς βαλάνοις, ἢ τῷ καρπῷ τῆς κρανείας, πρὸς τὴν στυφὴν καὶ αὐστηρὰν ποιότητα μεταβάλλει· ἐν δὲ ταῖς τερεβίνθοις, καὶ ταῖς καρύαις, πρὸς ἁπαλὴν καὶ ἐλαιώδη φύσιν μεθίσταται. 5. 9 Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας; Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ ἐν αὐτῷ τῷ καρπῷ. Καὶ ἐπὶ τῆς ἀμπέλου στυπτικώτατον μὲν ἐπὶ τῶν ἀκρεμόνων, ἥδιστον δὲ ἐν τοῖς βότρυσιν. Αἱ δὲ κατὰ τὰς χρόας διαφοραὶ, πόσαι; Ἴδοις ἂν ἐν λειμῶνι τὸ αὐτὸ ὕδωρ ἐρυθραινόμενον μὲν ἐν τῷδε τῷ ἄνθει, καὶ ἐν ἄλλῳ πορφυροῦν, καὶ κυανὸν ἐν τῷδε, καὶ ἐν ἑτέρῳ λευκόν· καὶ πλείονα πάλιν τῆς ἐν ταῖς χρόαις ποικιλίας, τὴν κατὰ τὰς ὀδμὰς διαφορὰν παρεχόμενον. Ἀλλὰ γὰρ ὁρῶ μοι τὸν λόγον τῇ ἀπληστίᾳ τῆς θεωρίας εἰς ἀμετρίαν ἐκπίπτοντα, ὃν ἐὰν μὴ δήσας πρὸς ἀνάγκην ἀπαγάγω τῆς κτίσεως, ἐπιλείψει με ἡ ἡμέρα τὴν μεγάλην σοφίαν ἐκ τῶν μικρο τάτων ὑμῖν παριστῶντα. Βλαστησάτω ἡ γῆ ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς. Καὶ εὐθὺς αἱ κορυφαὶ τῶν ὀρέων ἐκόμων· καὶ ἐφιλοτεχνοῦντο παράδεισοι, καὶ ποταμῶν ὄχθαι μυρίοις γένεσι φυτῶν ὡραΐζοντο. Καὶ τὰ μὲν τὴν ἀνθρωπίνην ηὐτρέπιστο κατακοσμῆσαι τράπεζαν· τὰ δὲ βοσκήμασι τροφὴν παρεσκεύαζεν, ἐκ τῶν φύλλων, ἐκ τῶν καρπῶν. Ἄλλα τὰς ἐκ τῆς ἰατρικῆς ὠφελείας ἡμῖν προεξένει· τοὺς χυλοὺς, τοὺς ὀποὺς, τὰ κάρφη, τοὺς φλοιοὺς, τὸν καρπόν· καὶ ἁπαξαπλῶς ὅσα ἡμῖν ἡ χρονία πεῖρα ἐξεῦρεν, ἐκ τῶν κατὰ μέρος περιπτώσεων συλλεγομένη τὸ χρήσιμον, ταῦτα ἡ ὀξεῖα τοῦ κτίσαντος πρόνοια, ἐξ ἀρχῆς προβλεψαμένη, εἰς γένεσιν ἤγαγε. Σὺ δὲ ὅταν ἴδῃς τὰ ἥμερα, τὰ ἄγρια, τὰ φίλυδρα, τὰ χερσαῖα, τὰ ἀνθοφοροῦντα, ἢ τὰ ἀνάνθη, ἐν μικρῷ τὸν μέγαν ἐπιγινώσκων, πρόσθες ἀεὶ τῷ θαύματι, καὶ αὔξησόν μοι τὴν ἀγάπην τοῦ κτίσαντος. Ἐξέταζε πῶς τὰ μὲν ἀειθαλῆ ἐποίησε, τὰ δὲ γυμνούμενα· καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα, τὰ δὲ ἀείφυλλα. Φυλλοβολεῖ γὰρ καὶ ἐλαία καὶ πίτυς, εἰ καὶ λεληθότως ὑπαλλάσσει τὰ φύλλα, ὥστε μηδέποτε δοκεῖν τῆς κομῆς ἀπογυμνοῦσθαι. Ἀείφυλλον δὲ ὁ φοίνιξ, τῷ αὐτῷ φύλλῳ ἐκ τῆς πρώτης βλαστήσεως εἰς τέλος συμπαραμένων. Ἔπειτα κἀκεῖνο σκόπει, πῶς ἡ μυρίκη ὥσπερ ἀμφίβιόν ἐστι, καὶ τοῖς φιλύδροις συναριθμούμενον, καὶ κατὰ τὰς ἐρήμους πληθυνόμενον. Διὸ καὶ ὁ Ἱερεμίας διαίως τὰ πονηρότερα καὶ ἐπαμφοτερίζοντα τῶν ἠθῶν τῷ τοιούτῳ φυτῷ παρεικάζει. 5. 10 Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκτελῶν. Ἐκεῖνο ἔτι καὶ νῦν ἐνυπάρχον τῇ γῇ τὸ πρόσ ταγμα, ἐπείγει αὐτὴν καθ' ἑκάστην ἔτους περίοδον ἐξάγειν τὴν δύναμιν ἑαυτῆς ὅσην ἔχει πρός τε βοτανῶν καὶ σπερμάτων καὶ δένδρων γένεσιν. Ὡς γὰρ οἱ στρόβιλοι ἐκ τῆς πρώτης αὐτοῖς ἐνδοθείσης πληγῆς τὰς ἐφεξῆς ποιοῦνται περιστροφὰς, ὅταν πήξαντες τὸ κέντρον ἐν ἑαυτοῖς περιφέρωνται· οὕτω καὶ ἡ τῆς φύσεως ἀκολουθία ἐκ τοῦ πρώτου προστάγματος τὴν ἀρχὴν δεξαμένη, πρὸς πάντα τὸν ἐφεξῆς διεξέρ χεται χρόνον, μέχρις ἂν πρὸς τὴν κοινὴν συντέλειαν τοῦ παντὸς καταντήσῃ. Ἐφ' ἣν καὶ ἡμεῖς πάντες ἔγκαρποι καὶ πλήρεις ἔργων ἀγαθῶν ἐπειγώμεθα, ἵνα φυτευθέντες ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΟΜΙΛΙΑ wʹ Περὶ γενέσεως φωστήρων. 6. 1 Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας. Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδιον γυμνῇ καθῆσθαι τῇ κεφαλῇ διαγορεύουσιν· ἐμοὶ δοκεῖν, ἵνα μὴ θεατὴς μόνον ἀγωνιστῶν, ἀλλὰ καὶ ἀγωνιστὴς ἕκαστος αὐτὸς ἐν τῷ μέρει τυγχάνῃ. Οὕτω τοίνυν καὶ τὸν τῶν μεγάλων καὶ ὑπερφυῶν θεαμάτων ἐξεταστὴν, καὶ τὸν τῆς ἄκρας ὄντως καὶ ἀπορρήτου σοφίας ἀκροατὴν προσῆκεν οἴκοθεν ἔχειν ἥκοντά τινας ἀφορμὰς πρὸς τὴν θεωρίαν τῶν προκειμένων, καὶ κοινωνεῖν ἐμοὶ τῆς ἀγωνίας εἰς δύναμιν, οὐχὶ κριτὴν μᾶλλον ἢ συναγωνιστὴν παρεστῶτα· μήποτε ἄρα διαλάθῃ ἡμᾶς τῆς ἀληθείας ἡ εὕρεσις, καὶ τὸ ἐμὸν σφάλμα κοινὴ ζημία τῶν ἀκουόντων γένηται. Πρὸς οὖν τί ταῦτα λέγω; Ὅτι ἐπειδὴ πρόκειται ἡμῖν εἰς τὴν τοῦ κόσμου σύστασιν ἐξέτασις καὶ θεωρία τοῦ παντὸς, οὐκ ἐκ τῆς τοῦ κόσμου σοφίας τὰς ἀρχὰς ἔχουσα, ἀλλ' ἐξ ὧν τὸν ἑαυτοῦ θεράποντα ὁ Θεὸς ἐξεπαίδευσεν, ἐν εἴδει λαλήσας πρὸς αὐτὸν, καὶ οὐ δι' αἰνιγμάτων, ἀνάγκη που πάντως, τοὺς τῶν μεγάλων φιλοθεάμονας μὴ ἀγύμναστον ἔχειν τὸν νοῦν πρὸς τὴν τῶν προκειμένων ἡμῖν κατανόησιν. Εἴ ποτε οὖν ἐν αἰθρίᾳ νυκτερινῇ πρὸς τὰ ἄρρητα κάλλη τῶν ἄστρων ἐνατενίσας, ἔννοιαν ἔλαβες τοῦ τεχνίτου τῶν ὅλων, τίς ὁ τοῖς ἄνθεσι τούτοις διαποικίλας τὸν οὐρανὸν, καὶ ὅπως ἐν τοῖς ὁρωμένοις πλέον τοῦ τερπνοῦ τὸ ἀναγκαῖόν ἐστι· πάλιν ἐν ἡμέρᾳ εἰ νήφοντι τῷ λογισμῷ κατέμαθες τὰ τῆς ἡμέρας θαύματα, καὶ διὰ τῶν ὁρωμένων ἀνελογίσω τὸν οὐχ ὁρώμενον, ἐμπαράσκευος ἥκεις ἀκροατὴς καὶ πρέπων τῷ πληρώματι τοῦ σεμνοῦ τούτου καὶ μακαρίου θεάτρου. Δεῦρο δὴ οὖν, ὥσπερ οἱ τοὺς ἀήθεις τῶν πόλεων τῆς χειρὸς λαβόμενοι περιηγοῦνται, οὕτω δὴ καὶ αὐτὸς ἐπὶ τὰ κεκρυμμένα θαύματα ὑμᾶς τῆς μεγάλης ταύτης πόλεως ξεναγήσω. Ἐν τῇ πόλει ταύτῃ, ἐν ᾗ ἡ ἀρχαία πατρὶς ἡμῶν, ἧς μεταν έστησεν ἡμᾶς ὁ ἀνθρωποκτόνος δαίμων, τοῖς ἑαυτοῦ δελεάσμασιν ἀνδραποδίσας τὸν ἄνθρωπον· ἐνταῦθα κατόψει τὴν πρώτην τοῦ ἀνθρώπου γένεσιν, καὶ τὸν εὐθὺς ἡμᾶς ἐπικαταλαβόντα θάνατον· ὃν ἐγέννησεν ἡ ἁμαρτία, τὸ πρωτότοκον ἔκγονον τοῦ ἀρχεκάκου δαίμονος. Καὶ γνωρίσεις σαυτὸν, γήϊνον μὲν τῇ φύσει, ἔργον δὲ θείων χειρῶν· δυνάμει μὲν καὶ παραπολὺ τῶν ἀλόγων λειπόμενον, ἄρχοντα δὲ χειροτονητὸν τῶν ἀλόγων καὶ τῶν ἀψύχων. Ταῖς μὲν ἐκ τῆς φύσεως παρασκευαῖς ἐλαττούμενον, τῇ δὲ τοῦ λόγου περιουσίᾳ πρὸς οὐρανὸν αὐτὸν ὑπεραρθῆναι δυνάμενον. Ἐὰν ταῦτα μάθωμεν, ἑαυτοὺς ἐπιγνωσόμεθα, Θεὸν γνωρίσομεν, τὸν κτίσαντα προσκυνήσομεν, τῷ Δεσπότῃ δουλεύσομεν, τὸν Πατέρα δοξάσομεν, τὸν τροφέα ἡμῶν ἀγαπήσομεν, τὸν εὐεργέτην αἰδεσθησόμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρούσης καὶ τῆς μελλούσης προσκυνοῦντες οὐκ ἀπολήξομεν, τὸν δι' οὗ παρέσχετο ἤδη πλούτου καὶ τὰ ἐν ἐπαγγελίαις πιστούμενον, καὶ τῇ πεῖρᾳ τῶν παρόντων βεβαιοῦντα ἡμῖν τὰ προσδοκώμενα. Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕτω καλὰ, ποταπὰ τὰ ἀόρατα; Εἰ οὐρανοῦ μέγεθος μέτρον ἀνθρωπίνης διανοίας ἐκβαίνει, τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα νοῦς ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθορᾷ ὑποκείμενος ἥλιος οὕτω καλὸς, οὕτω μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν· τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει· εἰ ἀκόρεστος τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι; 6. 2 Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Οὐρανὸς προειλήφει καὶ γῆ· τὸ φῶς ἐπὶ τούτοις δεδημιούργητο· ἡμέρα καὶ νὺξ διεκέκριτο· πάλιν στερέωμα, καὶ ξηρᾶς φανέρωσις. Τὸ ὕδωρ συνήθροιστο εἰς συνεστηκυῖαν καὶ ἀφωρισμένην συναγωγήν. Ἡ γῆ πεπλήρωτο τοῖς οἰκείοις γεννήμασι, τά τε μυρία γένη τῶν βοτανῶν ἐκβλαστή σασα, καὶ παντοδαποῖς εἴδεσι φυτῶν εὐθηνουμένη. Ἥλιος δὲ οὔπω ἦν καὶ σελήνη, ἵνα μήτε φωτὸς ἀρχηγὸν καὶ πατέρα τὸν ἥλιον ὀνομάσωσι· μήτε τῶν ἐκ τῆς γῆς φυομένων δημιουργὸν, οἱ τὸν Θεὸν ἀγνοήσαντες ἡγήσωνται. Διὰ τοῦτο τετάρτη ἡμέρα· καὶ τότε εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ. Ὅταν τὸν εἰπόντα διδαχθῇς, εὐθὺς τῇ ἐννοίᾳ σύναπτε τὸν ἀκούσαντα. Εἶπεν ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες, καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας. Τίς εἶπε καὶ τίς ἐποίησεν; Οὐκ ἐννοεῖς ἐν τούτοις τὸ διπλοῦν τῶν προσώπων; Πανταχοῦ τῇ ἱστορίᾳ τὸ δόγμα τῆς θεολογίας μυστικῶς συμπαρέσπαρται. Καὶ ἡ χρεία πρόσκειται τῆς τῶν φωστήρων γενέσεως· Εἰς φαῦσιν, φησὶν, ἐπὶ τῆς γῆς. Εἰ προειλήφει τοῦ φωτὸς ἡ γένεσις, πῶς νῦν ὁ ἥλιος πάλιν εἰς φαῦσιν λέγεται γεγονέναι; Πρῶτον μὲν οὖν τῆς λέξεως τὸ ἰδιότροπον μηδένα σοι κινείτω γέλωτα, εἴπερ μὴ ἑπόμεθα ταῖς παρ' ὑμῖν ἐκλογαῖς τῶν ῥημάτων, μηδὲ τὸ τῆς θέσεως αὐτῶν εὔρυθμον ἐπιτη δεύομεν. Οὐ γὰρ τορευταὶ λέξεων παρ' ἡμῖν· οὐδὲ τὸ εὔηχον τῶν φωνῶν, ἀλλὰ τὸ εὔσημον τῶν ὀνομάτων πανταχοῦ προτιμότερον. Σκόπει τοίνυν εἰ μὴ διὰ τῆς φαύσεως ἀρκούντως ἐνέφηνεν ὃ ἐβούλετο· ἀντὶ γὰρ τοῦ φωτισμοῦ τὴν φαῦσιν εἴρηκεν. Ἔστι δὲ οὐδὲν μαχόμενον τοῦτο τοῖς περὶ τοῦ φωτὸς εἰρημένοις. Τότε μὲν γὰρ αὐτὴ τοῦ φωτὸς ἡ φύσις παρήχθη· νῦν δὲ τὸ ἡλιακὸν τοῦτο σῶμα ὄχημα εἶναι τῷ πρωτογόνῳ ἐκείνῳ φωτὶ παρεσκεύασται. Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ἄλλο ὁ λύχνος· τὸ μὲν τὴν τοῦ φωτίζειν δύναμιν ἔχον, τὸ δὲ παραφαίνειν τοῖς δεομένοις πεποιημένον· οὕτω καὶ τῷ καθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀΰλῳ φωτὶ ὄχημα νῦν οἱ φωστῆρες κατεσκευάσθησαν. Ὡς γὰρ ὁ ἀπόστολος λέγει τινὰς φωστῆρας ἐν κόσμῳ, ἄλλο δέ ἐστι φῶς τοῦ κόσμου τὸ ἀληθινὸν, οὗ κατὰ μέθεξιν οἱ ἅγιοι φω στῆρες ἐγίνοντο τῶν ψυχῶν, ἃς ἐπαίδευον, τοῦ σκότους αὐτὰς τῆς ἀγνοίας ῥυόμενοι· οὕτω καὶ νῦν τὸν ἥλιον τοῦτον τῷ φανοτάτῳ ἐκείνῳ ἐπισκευάσας φωτὶ ὁ τῶν ὅλων δημιουρ γὸς περὶ τὸν κόσμον ἀνῆψε. 6. 3 Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκεί μενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ σύνθετα πάντα οὕτω παρ' ἡμῶν διαιρεῖσθαι, εἴς τε τὴν δεκτικὴν οὐσίαν, καὶ εἰς τὴν ἐπισυμβᾶσαν αὐτῇ ποιότητα. Ὡς οὖν ἕτερον μέν τι τῇ φύσει ἡ λευκότης, ἕτερον δέ τι τὸ λελευκασ μένον σῶμα, οὕτω καὶ τὰ νῦν εἰρημένα, διάφορα ὄντα τῇ φύσει, ἥνωται τῇ δυνάμει τοῦ κτίσαντος. Καὶ μή μοι λέγε ἀδύνατα εἶναι ταῦτα ἀπ' ἀλλήλων διαιρεῖσθαι. Οὐδὲ γὰρ ἐγὼ τὴν διαίρεσιν τοῦ φωτὸς ἀπὸ τοῦ ἡλιακοῦ σώματος ἐμοὶ καὶ σοὶ δυνατὴν εἶναί φημι, ἀλλ' ὅτι ἃ ἡμῖν τῇ ἐπινοίᾳ ἐστὶ χωριστὰ, ταῦτα δύναται καὶ αὐτῇ τῇ ἐνεργείᾳ παρὰ τοῦ ποιητοῦ τῆς φύσεως αὐτῶν διαστῆναι. Ἐπεὶ καὶ σοὶ τὴν καυστικὴν δύναμιν τοῦ πυρὸς ἀπὸ τῆς λαμπρότητος χωρίσαι ἀμήχανον· ὁ δὲ Θεὸς παραδόξῳ θεάματι τὸν ἑαυτοῦ θερά ποντα ἐπιστρέψαι βουλόμενος, πῦρ ἐπέθηκε τῇ βάτῳ ἀπὸ μόνης τῆς λαμπρότητος ἐνεργοῦν, τὴν δὲ τοῦ καίειν δύναμιν σχολάζουσαν ἔχον. Ὡς καὶ ὁ ψαλμῳδὸς μαρτυρεῖ λέ γων, Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Ὅθεν καὶ ἐν ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταποδόσεσι λόγος τις ἡμᾶς ἐν ἀπορρήτῳ παιδεύει, διαιρεθήσεσθαι τοῦ πυρὸς τὴν φύσιν, καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τοῖς δικαίοις, τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν, τοῖς κολαζομένοις ἀποταχθήσεσθαι. Ἔπειτα μέντοι καὶ ἐκ τῶν περὶ σελήνην παθῶν, δυνατὸν ἡμᾶς τὴν πίστιν τῶν ζητουμένων εὕρασθαι. Λήγουσα γὰρ, καὶ μειουμένη, οὐχὶ τῷ παντὶ ἑαυτῆς σώματι δαπανᾶται, ἀλλὰ τὸ περικείμενον φῶς ἀποτιθεμένη καὶ προσλαμβάνουσα πάλιν, ἐλαττώσεως ἡμῖν καὶ αὐξήσεως τὰς φαντασίας παρέχεται. Τοῦ δὲ μὴ αὐτὸ τὸ σῶμα αὐτῆς ληγούσης ἀπαναλίσκεσθαι ἐναργὲς μαρτύριον τὰ ὁρώμενα. Ἔξεστι γάρ σοι καὶ ἐν καθαρῷ τῷ ἀέρι καὶ πάσης ἀχλύος ἀπηλ λαγμένῳ, ὅταν μάλιστα μηνοειδὴς τυγχάνῃ κατὰ τὸ σχῆμα, ἐπιτηρήσαντι κατιδεῖν τὸ ἀλαμπὲς αὐτῆς καὶ ἀφώτιστον ὑπὸ τηλικαύτης ἁψῖδος περιγραφόμενον, ἡλίκον ἐν ταῖς πανσελήνοις τὴν πᾶσαν αὐτὴν ἐκπληροῖ. Ὥστε τηλαυ γῶς ἀπηρτισμένον καθορᾶσθαι τὸν κύκλον τῷ περιλαμπομένῳ μέρει τὸν σκιερὸν καὶ ἀερώδη κόλπον συναναφερούσης τῆς ὄψεως. Καὶ μή μοι λέγε ἐπείσακτον εἶναι τῆς σελήνης τὸ φῶς, διότι μειοῦται μὲν πρὸς ἥλιον φερομένη, αὔξεται δὲ πάλιν ἀφισταμένη. Οὐδὲ γὰρ ἐκεῖνο ἡμῖν ἐξετάζειν ἐν τῷ παρόντι πρόκειται, ἀλλ' ὅτι ἕτερον μὲν αὐτῆς τὸ σῶμα, ἕτερον δὲ τὸ φωτίζον. Τοιοῦτον δή τί μοι νόει καὶ ἐπὶ τοῦ ἡλίου. Πλὴν ὅτι ὁ μὲν λαβὼν ἅπαξ καὶ ἐγκεκραμένον ἑαυτῷ τὸ φῶς ἔχων, οὐκ ἀποτίθεται· ἡ δὲ συνεχῶς οἷον ἀποδυομένη καὶ πάλιν ἐπαμφιαζομένη τὸ φῶς, δι' ἑαυτῆς καὶ τὰ περὶ τοῦ ἡλίου εἰρημένα πιστοῦται. Οὗτοι καὶ διαχωρίζειν ἐτάχθησαν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός. Ἄνω μὲν γὰρ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· τότε δὲ τὴν φύσιν αὐτῶν πρὸς τὸ ἐναντίον ἀπέστησεν, ὥστε ἀμίκτως ἔχειν πρὸς ἄλληλα, καὶ φωτὶ πρὸς σκότος μηδεμίαν εἶναι κοινό τητα. Ὃ γὰρ ἐν ἡμέρᾳ ἐστὶν ἡ σκιὰ, τοῦτο οἴεσθαι χρὴ ἐν νυκτὶ τοῦ σκότους εἶναι τὴν φύσιν. Εἰ γὰρ πᾶσα σκιὰ αὐγῆς τινος διαφαινούσης ἀντικειμένως τῷ φωτὶ ἀπὸ τῶν σωμάτων ἐκπίπτει· καὶ ἕωθεν μὲν πρὸς δυσμὰς τέταται, ἑσπέρας δὲ πρὸς ἀνατολὴν ἀποκλίνει, ἐν δὲ τῇ μεσημβρίᾳ ἀρκτῴα γίνεται· καὶ ἡ νὺξ ἐπὶ τὸ ἐναντίον ταῖς ἀκτῖσιν ὑποχωρεῖ, οὐδὲν ἕτερον οὖσα κατὰ τὴν φύσιν ἢ σκίασμα γῆς. Ὡς γὰρ ἐν ἡμέρᾳ ἡ σκιὰ τῷ ἀντιφράσσοντι τὴν αὐγὴν παρυφίσταται, οὕτως ἡ νὺξ σκιαζομένου τοῦ περὶ γῆν ἀέρος συνίστασθαι πέφυκε. Τοῦτο τοίνυν ἐστὶ τὸ εἰρημένον, ὅτι Διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· ἐπειδὴ τὸ σκότος ὑποφεύγει τοῦ φωτὸς τὰς ἐπιδρομὰς, ἐν τῇ πρώτῃ δημιουργίᾳ φυσικῆς αὐτοῖς τῆς ἀλλοτριώσεως κατασκευασθείσης πρὸς ἄλληλα. Νῦν δὲ ἥλιον ἐπέταξε τοῖς μέτροις τῆς ἡμέρας· καὶ σελήνην, ὅταν ποτὲ πρὸς τὸν ἴδιον κύκλον ἀπαρτισθῇ, ἀρχηγὸν ἐποίησε τῆς νυκτός. Σχεδὸν γὰρ τότε κατὰ διάμετρον οἱ φωστῆρες ἀλλήλοις ἀντικαθίστανται. Ἀνατέλλοντος μὲν γὰρ τοῦ ἡλίου, ἐν ταῖς πανσελήνοις καταφέρεται πρὸς τὸ ἀφανὲς ἡ σελήνη· δυομένου δὲ πάλιν τοῦ ἡλίου, αὕτη πολλάκις ἐξ ἀνατολῶν ἀντανίσχει. Εἰ δὲ κατὰ τὰ ἄλλα σχήματα οὐ συναπαρτίζεται τῇ νυκτὶ τὸ σεληναῖον φῶς, οὐδὲν πρὸς τὸν προκείμενον λόγον. Πλὴν ὅτι ὅταν ἑαυτῆς τε λειοτάτη τυγχάνῃ, κατάρχει μὲν τῆς νυκτὸς τῷ ἰδίῳ φωτὶ τὰ ἄστρα ὑπεραυγάζουσα καὶ τὴν γῆν περιλάμπουσα· ἐξίσου δὲ πρὸς τὸν ἥλιον τοῦ χρόνου διαιρεῖται τὰ μέτρα. 6. 4 Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν μή τις πέρα τοῦ μέτρου τὰ ἀπ' αὐτῶν σημεῖα περιεργάζηται, χρησίμους αὐτῶν τὰς ἐκ τῆς μακρᾶς ἐμπειρίας παρατηρήσεις εὑρήσει. Πολλὰ μὲν γὰρ περὶ ἐπομβρίας ἐστὶ μαθεῖν· πολλὰ δὲ πε ρὶ αὐχμῶν καὶ πνευμάτων κινήσεως, ἢ μερικῶν ἢ καθόλου, βιαίων ἢ ἀνειμένων. Ἓν γάρ τι τῶν ἀπὸ τοῦ ἡλίου παρα δεικνυμένων καὶ ὁ Κύριος ἡμῖν παραδέδωκεν εἰπὼν, ὅτι Χειμὼν ἔσται, στυγνάζει γὰρ πυρράζων ὁ οὐρανός. Ἐπειδὰν γὰρ δι' ἀχλύος ἡ ἀναφορὰ γένηται τοῦ ἡλίου, ἀμαυροῦνται μὲν αἱ ἀκτῖνες, ἀνθρακώδης δὲ καὶ ὕφαιμος τὴν χρόαν ὁρᾶ ται, τῆς παχύτητος τοῦ ἀέρος ταύτην ἐμποιούσης τὴν φαντασίαν ταῖς ὄψεσι. Μὴ διαχεθεὶς δὲ ὑπὸ τῆς ἀκτῖνος ὁ πεπυκνωμένος τέως καὶ συνεστὼς ἀὴρ δῆλός ἐστι διὰ τὴν ἐπίρροιαν τῶν ἐκ τῆς γῆς ἀτμῶν κρατηθῆναι μὴ δυνηθεὶς, ἀλλὰ τῷ πλεονασμῷ τοῦ ὑγροῦ χειμῶνα ἐπάξων τοῖς χωρίοις περὶ ἃ συναθροίζεται. Ὁμοίως δὲ καὶ ἐπειδὰν ἡ σελήνη περι λιμνάζηται· καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλωες περιγραφῶσιν, ἢ ὕδατος ἀερίου πλῆθος, ἢ πνευμάτων βιαίων κίνησιν ὑποφαίνουσιν· ἢ καὶ, οὓς ὀνομάζουσιν ἀνθηλίους, ὅταν συμπεριτρέχωσι τῇ τοῦ ἡλίου φορᾷ, συμπτωμάτων τινῶν ἀερίων σημεῖα γίνεται. Ὥσπερ οὖν καὶ αἱ ῥάβδοι, αἱ κατὰ τὴν χρόαν τῆς ἴριδος εἰς ὀρθὸν τοῖς νέφεσιν ἐμφαινόμεναι, ὄμβρους ἢ χειμῶνας ἐξαισίους, ἢ ὅλως τὴν ἐπὶ πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυνται. Πολλὰ δὲ καὶ περὶ σελήνην αὐξομένην ἢ λήγουσαν οἱ τούτοις ἐσχολακότες τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν ἀέρος ἀναγκαίως τοῖς σχήμασιν αὐτῆς συμμεταβαλ λομένου. Λεπτὴ μὲν γὰρ οὖσα περὶ τρίτην ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη, ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν, ἢ νότου βιαίαν κίνησιν ἀπειλεῖ. Τὴν δὲ ἐκ τούτων σημείωσιν ὅσον τῷ βίῳ παρέχεται τὸ ὠφέλιμον, τίς ἀγνοεῖ; Ἔξεστι μὲν γὰρ τῷ πλωτῆρι εἴσω λιμένων κατέχειν τὸ σκάφος, τοὺς ἐκ τῶν πνευμάτων κινδύνους προορωμένῳ. Ἔξεστι δὲ τῷ ὁδοιπόρῳ πόρρωθεν ἐκκλίνειν τὰς βλάβας, ἐκ τῆς στυγνότητος τοῦ ἀέρος τὴν μεταβολὴν ἀναμένοντι. Γεωργοὶ δὲ, οἱ περὶ τὰ σπέρματα καὶ τὰς τῶν φυτῶν θερα πείας πονούμενοι, πάσας ἐντεῦθεν εὑρίσκουσι τὰς εὐκαιρίας τῶν ἔργων. Ἤδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι ὁ Κύριος προηγόρευσεν. Ὁ ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ταῦτα σημεῖα τῆς τοῦ παντὸς συμπληρώσεως. 6. 5 Ἀλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν οὐρανίων· καὶ διὰ τοῦτο ἐκ τῶν ἄστρων γίνεσθαι παρὰ τῶν Χαλδαίων τὰς σημειώσεις τῶν περὶ ἡμᾶς συμπτωμάτων. Καὶ ἁπλοῦν ὄντα τῆς Γραφῆς τὸν λόγον, Ἔστωσαν εἰς σημεῖα, οὐχὶ τῶν περὶ τὸν ἀέρα τροπῶν, οὐδὲ τῶν περὶ τὰς ὥρας μεταβολῶν, ἀλλ' ἐπὶ τῆς τῶν βίων ἀποκληρώσεως, πρὸς τὸ δοκοῦν ἑαυτοῖς, ἐξακούουσι. Τί γάρ φασιν; Ὅτι τῶνδε μὲν τῶν κινουμένων ἄστρων ἡ ἐπιπλοκὴ, πρὸς τοὺς ἐν τῷ ζῳδιακῷ κειμένους ἀστέρας κατὰ τοιόνδε σχῆμα συνελθόντων ἀλλήλοις, τὰς τοιάσδε γενέσεις ἀποτελεῖ· ἡ δὲ τοιάδε σχέσις τῶν αὐτῶν τὴν ἐναντίαν ἀποκλήρωσιν τοῦ βίου ποιεῖ. Περὶ ὧν οὐκ ἄχρηστον ἴσως σαφηνείας ἕνεκεν μικρὸν ἄνωθεν ἀναλαβόντας εἰπεῖν. Ἐρῶ δὲ οὐδὲν ἐμαυτοῦ ἴδιον, ἀλλὰ τοῖς αὐτῶν ἐκείνων πρὸς τὸν κατ' αὐτῶν ἔλεγχον ἀποχρήσομαι, τοῖς μὲν ἤδη προειλημμένοις εἰς τὴν βλάβην ἴασίν τινα παρεχόμενος, τοῖς δὲ λοιποῖς ἀσφάλειαν πρὸς τὸ μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Οἱ τῆς γενεθλιαλογίας ταύτης εὑρεταὶ, καταμαθόντες ὅτι ἐν τῷ πλάτει τοῦ χρόνου πολλὰ τῶν σχημάτων αὐτοὺς διαφεύγει, εἰς στενὸν παντελῶς ἀπέ κλεισαν τοῦ χρόνου τὰ μέτρα· ὡς καὶ παρὰ τὸ μικρότατον καὶ ἀκαριαῖον, οἷόν φησιν ὁ ἀπόστολος, τὸ ἐν ἀτόμῳ, καὶ τὸ ἐν ῥιπῇ ὀφθαλμοῦ, μεγίστης οὔσης διαφορᾶς γενέσει πρὸς γένεσιν· καὶ τὸν ἐν τούτῳ τῷ ἀκαριαίῳ γεννηθέντα, τύραννον εἶναι πόλεων, καὶ ἄρχοντα δήμων, ὑπερπλουτοῦντα καὶ δυναστεύοντα· τὸν δὲ ἐν τῇ ἑτέρᾳ ῥοπῇ τοῦ καιροῦ γεννηθέντα, προσαίτην τινὰ καὶ ἀγύρτην, θύρας ἐκ θυρῶν ἀμείβοντα τῆς ἐφ' ἡμέραν τροφῆς ἕνεκα. Διὰ τοῦτο τὸν ζῳοφόρον λεγόμενον κύκλον διελόντες εἰς δώδεκα μέρη, ἐπειδὴ διὰ τριάκοντα ἡμερῶν ἐκβαίνει τὸ δωδέκατον τῆς ἀπλανοῦς λεγομένης σφαίρας ὁ ἥλιος, εἰς τριάκοντα μοίρας τῶν δωδεκατημορίων ἕκαστον διῃρήκασιν. Εἶτα ἑκάστην μοῖραν εἰς ἑξήκοντα διελόντες, ἕκαστον πάλιν τῶν ἑξη κοστῶν ἑξηκοντάκις ἔτεμον. Τιθέντες τοίνυν τὰς γενέσεις τῶν τικτομένων, ἴδωμεν εἰ τὴν ἀκρίβειαν ταύτην τῆς τοῦ χρόνου διαιρέσεως ἀποσῶσαι δυνήσονται. Ὁμοῦ τε γὰρ ἐτέχθη τὸ παιδίον, καὶ ἡ μαῖα κατασκοπεῖ τὸ γεννηθὲν ἄρρεν ἢ θῆλυ· εἶτα ἀναμένει τὸν κλαυθμὸν, ὅπερ σημεῖόν ἐστι τῆς ζωῆς τοῦ τεχθέντος. Πόσα βούλει ἐν τούτῳ τῷ χρόνῳ παραδραμεῖν ἑξηκοστά; Εἶπε τῷ Χαλδαίῳ τὸ γεννηθέν. Διὰ πόσων, βούλει, θῶμεν τῶν λεπτοτάτων τῆς μαίας τὴν φωνὴν παρελθεῖν· ἄλλως τε καὶ εἰ τύχοι ἔξω τῆς γυναικωνίτιδος ἑστὼς ὁ τὴν ὥραν ἀποτιθέμενος; Δεῖ γὰρ τὸν τὰ ὡροσκοπεῖα καταμαθεῖν μέλλοντα, πρὸς ἀκρίβειαν τὴν ὥραν ἀπογράφεσθαι, εἴτε ἡμερινὰ ταῦτα, εἴτε νυκτερινὰ τυγχάνοι. Πόσων ἑξηκοστῶν σμῆνος ἐν τούτῳ πάλιν παρα τρέχει τῷ χρόνῳ; Ἀνάγκη γὰρ εὑρεθῆναι τὸν ὡροσκοποῦντα ἀστέρα οὐ μόνον κατὰ πόστου δωδεκατημορίου ἐστὶν, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου, καὶ ἐν πόστῳ ἑξηκοστῷ, εἰς ἃ ἔφαμεν διαιρεῖσθαι τὴν μοῖραν· ἢ, ἵνα τὸ ἀκριβὲς εὑρεθῇ, ἐν πόστῳ ἑξηκοστῷ τῶν ὑποδιῃ ρημένων ἀπὸ τῶν πρώτων ἑξηκοστῶν. Καὶ ταύτην τὴν οὕτω λεπτὴν καὶ ἀκατάληπτον εὕρεσιν τοῦ χρόνου ἐφ' ἑκάστου τῶν πλανητῶν ἀναγκαῖον εἶναι ποιεῖσθαι λέγουσιν, ὥστε εὑρεθῆναι ποταπὴν εἶχον σχέσιν πρὸς τοὺς ἀπλανεῖς, καὶ ποταπὸν ἦν τὸ σχῆμα αὐτῶν πρὸς ἀλλήλους ἐν τῇ τότε γενέσει τοῦ τικτομένου. Ὥστε εἰ τῆς ὥρας ἐπιτυχεῖν ἀκριβῶς ἀδύνατον, ἡ δὲ τοῦ βραχυτάτου παραλλαγὴ τοῦ παντὸς διαμαρτεῖν ποιεῖ, καταγέλαστοι καὶ οἱ περὶ τὴν ἐνύπαρκτον ταύτην τέχνην ἐσχολακότες, καὶ οἱ πρὸς αὐτοὺς κεχηνότες, ὡς δυναμένους εἰδέναι τὰ κατ' αὐτούς. 6. 6 Οἷα δὲ καὶ τὰ ἀποτελεστικά; Ὁ δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός· κριῷ γὰρ ἔχει τὴν ὥραν· τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῷον. Ἀλλὰ καὶ μεγαλόφρων· ἐπειδὴ ἡγεμονικὸν ὁ κριός· καὶ προετικὸς, καὶ πάλιν ποριστικός· ἐπειδὴ τὸ ζῷον τοῦτο καὶ ἀποτίθεται ἀλύπως τὸ ἔριον, καὶ πάλιν παρὰ τῆς φύσεως ῥᾳδίως ἐπαμφιέννυται. Ἀλλὰ καὶ ὁ ταυριανὸς τληπαθὴς, φησὶ, καὶ δουλικός· ἐπειδὴ ὑπὸ ζυγὸν ὁ ταῦρος. Καὶ ὁ σκορπιανὸς πλήκτης διὰ τὴν πρὸς τὸ θηρίον ὁμοίωσιν. Ὁ δὲ ζυγιανὸς δίκαιος, διὰ τὴν παρ' ἡμῖν τῶν ζυγῶν ἰσότητα. Τούτων τί ἂν γένοιτο καταγελαστότερον; Ὁ κριὸς, ἀφ' οὗ τὴν γένεσιν τοῦ ἀνθρώπου λαμβάνεις, οὐρανοῦ μέρος ἐστὶ τὸ δωδέκατον, ἐν ᾧ γενόμενος ὁ ἥλιος τῶν ἐαρινῶν σημείων ἅπτεται. Καὶ ζυγὸς, καὶ ταῦρος ὡσαύτως, ἕκαστον τούτων δωδεκα τημόριόν ἐστι τοῦ ζῳδιακοῦ λεγομένου κύκλου. Πῶς οὖν ἐκεῖθεν τὰς προηγουμένας αἰτίας λέγων ὑπάρχειν τοῖς τῶν ἀνθρώπων βίοις, ἐκ τῶν παρ' ἡμῖν βοσκημάτων τῶν γεν νωμένων ἀνθρώπων τὰ ἤθη χαρακτηρίζεις; Εὐμετάδοτος γὰρ ὁ κριανὸς, οὐκ ἐπειδὴ τοιούτου ἤθους ποιητικὸν ἐκεῖνο τὸ μέρος τοῦ οὐρανοῦ, ἀλλ' ἐπειδὴ τοιαύτης φύσεώς ἐστι τὸ πρόβατον. Τί οὖν δυσωπεῖς μὲν ἡμᾶς ἀπὸ τῆς ἀξιοπιστίας τῶν ἄστρων, πείθειν δὲ ἐπιχειρεῖς διὰ τῶν βληχημάτων; Εἰ μὲν γὰρ παρὰ τῶν ζῴων λαβὼν ὁ οὐρανὸς ἔχει τὰ τοιαῦ τα τῶν ἠθῶν ἰδιώματα, καὶ αὐτὸς ὑπόκειται ἀλλοτρίαις ἀρχαῖς, ἐκ τῶν βοσκημάτων ἔχων τὰς αἰτίας ἀπηρτημένας· εἰ δὲ καταγέλαστον τοῦτο εἰπεῖν, καταγελαστότερον πολλῷ ἐκ τῶν μηδὲν κοινωνούντων ἐπάγειν ἐπιχειρεῖν τῷ λόγῳ τὰς πιθανότητας. Ἀλλὰ ταῦτα μὲν αὐτῶν τὰ σοφὰ τοῖς ἀραχνείοις ὑφάσμασιν ἔοικεν, οἷς ὅταν μὲν κώνωψ, ἢ μυῖα, ἤ τι τῶν παραπλησίως τούτοις ἀσθενῶν ἐνσχεθῇ, κατα δεθέντα κρατεῖται· ἐπειδὰν δὲ τῶν ἰσχυροτέρων τι ζῴων ἐγγίσῃ, αὐτό τε ῥᾳδίως διεκπίπτει, καὶ τὰ ἀδρανῆ ὑφάσμα τα διέρρηξε καὶ ἠφάνισε. 6. 7 Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν ἡ προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τούτων τὰς αἰτίας τοῖς οὐρανίοις συνάπτουσιν. Οἷς τὸ ἀντιλέγειν ἄλλως μὲν καταγέλαστον, διὰ δὲ τὸ προκατέχεσθαι τοὺς πολλοὺς τῇ ἀπάτῃ, ἀναγκαῖον ἴσως μὴ σιωπῇ παρελθεῖν. Πρῶτον μὲν οὖν ἐκεῖνο αὐτοὺς ἐρωτήσωμεν, εἰ μὴ ἐφ' ἑκάστης ἡμέρας μυριάκις ἀμείβεται τῶν ἀστέρων τὰ σχήματα; Ἀεικίνητοι γὰρ ὄντες οἱ πλανῆται λεγόμενοι, καὶ οἱ μὲν θᾶττον ἐπικατα λαμβάνοντες ἀλλήλους, οἱ δὲ βραδυτέρας τὰς περιόδους ποιούμενοι, ἐπὶ τῆς αὐτῆς ὥρας πολλάκις καὶ ὁρῶσιν ἀλλήλους καὶ ἀποκρύπτονται, μεγίστην τε ἔχει δύμανιν ἐν ταῖς γενέσεσι τὸ ἢ παρὰ ἀγαθοποιοῦ ἐφορᾶσθαι, ἢ κακοποιοῦ, ὡς αὐτοὶ λέγουσι. Καὶ πολλάκις καθ' ὃν ἐπεμαρ τύρει ὁ ἀγαθοποιὸς ἀστὴρ τὸν καιρὸν οὐκ ἐξευρόντες, παρὰ τὴν ἑνὸς τῶν λεπτοτάτων ἄγνοιαν, ὡς ἐν τῷ κακοδαιμονήματι αὐτὸν κείμενον ἀπεγράψαντο. Τοῖς γὰρ αὐτῶν ἐκείνων συγχρήσασθαι ῥήμασιν ἀναγκάζομαι. Ἐν δὴ τοῖς τοιούτοις λόγοις πολὺ μὲν τὸ ἀνόητον, πολλαπλάσιον δὲ τὸ ἀσεβές. Οἱ γὰρ κακοποιοὶ τῶν ἀστέρων τῆς ἑαυτῶν πονηρίας ἐπὶ τὸν ποιήσαντα αὐτοὺς τὴν αἰτίαν μετατιθέασιν. Εἰ μὲν γὰρ ἐκ φύσεως αὐτῶν τὸ κακὸν, ὁ δημιουργὸς ἔσται τοῦ κακοῦ ποιητής· εἰ δὲ προαιρέσει κακύνονται, πρῶτον μὲν ἔσται ζῷα προαιρετικὰ, λελυμέναις καὶ αὐτοκρατορικαῖς ταῖς ὁρμαῖς κεχρημένα· ὃ μανίας ἐστὶν ἐπέκεινα καταψεύδεσθαι τῶν ἀψύχων. Ἔπειτα πόσον τὸ ἄλογον, τὸ κακὸν καὶ τὸ ἀγαθὸν μὴ κατὰ τὴν ἀξίαν διανέμειν ἑκάστῳ, ἀλλ' ἐπειδὴ ἐν τῷδε τῷ τόπῳ γέγονεν, ἀγαθοποιὸν ὑπάρχειν, καὶ ἐπειδὴ ὑπὸ τοῦδε ὁρᾶται, κακοποιὸν γίνεσθαι τὸν αὐτόν· καὶ ἐπειδὰν πάλιν μικρόν τι παρεκκλίνῃ τοῦ σχήματος, εὐθὺς τῆς κακίας ἐπιλανθάνεσθαι; Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Εἰ δὲ καθ' ἕκαστον ἀκαριαῖον τοῦ χρόνου ἐπ' ἄλλο καὶ ἄλλο μεθαρμόζονται σχῆμα, ἐν δὲ ταῖς μυρίαις ταύταις μεταβολαῖς, πολλάκις τῆς ἡμέρας, οἱ τῶν βασιλικῶν γενέσεων ἀποτελοῦνται σχηματισμοὶ, διὰ τί οὐκ ἐφ' ἑκάστης ἡμέρας γεννῶνται βασιλεῖς; ἢ διὰ τί ὅλως πατρικαὶ παρ' αὐτοῖς εἰσι βασιλείας διαδοχαί; Οὐ δήπου γὰρ ἕκαστος τῶν βασιλέων παρατετηρημένως εἰς τὸ βασιλικὸν τῶν ἀστέρων σχῆμα τοῦ ἰδίου υἱοῦ τὴν γένεσιν ἐναρμόζει. Τίς γὰρ ἀνθρώπων κύριος τοῦ τοιούτου; Πῶς οὖν Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ; Ἰωάθαμ τὸν ἌχαζἌχαζ τὸν Ἐζεκίαν; καὶ οὐδεὶς ἐν τούτοις δουλικῇ συνέτυχεν ὥρᾳ γενέσεως; Ἔπειτα εἰ καὶ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ' ἡμῖν εἰσὶν αἱ ἀρχαὶ, ἀλλ' ἐκ τῆς γενέσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται, τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορίζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ, ἀρετὴν τιμῶντες, καὶ πονηρίαν κολάζοντες. Οὐ γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα· οὐδὲ τοῦ φονέως· ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις αὐτὸν κατεπειγούσης ἀνάγκης. Ματαιότατοι δὲ πάντων καὶ οἱ περὶ τὰς τέχνας πονούμενοι· ἀλλ' εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρματα καταβάλλων, μήτε δρεπάνην θηξάμενος· ὑπερπλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδαι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τι μωμένης, οὔτε κατακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προαίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ἐξαίρετόν ἐστι. Καὶ πρὸς μὲν ἐκείνους, ἐπὶ τοσοῦτον. Οὔτε γὰρ ὑμεῖς πλειόνων δεῖσθε λόγων παρ' ἑαυτῶν ὑγιαίνοντες, ὅ τε καιρὸς οὐκ ἐνδίδωσι πέρα τοῦ μέτρου πρὸς αὐτοὺς ἀποτείνεσθαι. 6. 8 Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. Ἔστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημείων. Καιροὺς δὲ ἡγούμεθα λέγειν τὰς τῶν ὡρῶν ἐναλλαγάς· χειμῶνος, καὶ ἔαρος, καὶ θέρους, καὶ μετοπώρου· ἃς εὐτάκτως περιοδεύειν ἡμᾶς τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων παρέχει. Χειμὼν μὲν γὰρ γίνεται, τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ' ἡμᾶς τόπον ἀποτελοῦντος· ὥστε καταψύχεσθαι μὲν τὸν περὶ γῆν ἀέρα, πάσας δὲ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας περὶ ἡμᾶς, ὄμβρων τε αἰτίαν καὶ κρυμῶν καὶ νιφάδος ἀμυθήτου παρέχειν. Ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ὥστε ἐξίσου μερίζειν νυκτὶ πρὸς ἡμέραν τὸν χρόνον, ὅσῳ πλεῖον τοῖς ὑπὲρ γῆς προσδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν. Καὶ γίνεται ἔαρ, πᾶσι μὲν φυτοῖς τῆς βλαστήσεως ἀρχηγὸν, δένδρων δὲ τοῖς πλείστοις παρέχον τὴν ἀναβίωσιν, ζῴοις δὲ χερσαίοις καὶ ἐνύδροις ἅπασι τὸ γένος φυλάσσον ἐκ τῆς τῶν ἐπιγινομένων διαδοχῆς. Ἐκεῖθεν δὲ ἤδη πρὸς θερινὰς τροπὰς ἐπ' αὐτὴν τὴν ἄρκτον ἀπελαύνων ὁ ἥλιος, τὰς μεγίστας ἡμῖν τῶν ἡμερῶν περιίστησι. Καὶ διὰ τὸ ἐπὶ πλεῖστον προσομιλεῖν τῷ ἀέρι, αὐτόν τε καταφρύσσει τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, τοῖς τε σπέρμασιν ἐκ τούτου συνεργῶν πρὸς τὴν ἅδρησιν, καὶ τοὺς τῶν δένδρων καρποὺς κατεπείγων ἐπὶ τὴν πέψιν· ὅτε καὶ φλογωδέστατός ἐστιν ἑαυτοῦ ὁ ἥλιος, βραχείας ποιῶν τὰς σκιὰς ἐπὶ τῆς μεσημβρίας, διὰ τὸ ἀφ' ὑψηλοῦ τὸν περὶ ἡμᾶς καταλάμπειν τόπον. Μέγισται γάρ εἰσιν ἡμερῶν, ἐν αἷς βραχύταταί εἰσιν αἱ σκιαὶ, καὶ βραχύταται πάλιν ἡμέραι, αἱ τὰς σκιὰς ἔχουσαι μακροτάτας. Καὶ τοῦτο παρ' ἡμῖν τοῖς ἑτεροσκίοις λεγομένοις ὅσοι τὰ ἀρκτῷα τῆς γῆς ἐποικοῦμεν· ἐπεὶ εἰσί γε ἤδη τινὲς οἱ κατὰ δύο ἡμέρας τοῦ παντὸς ἐνιαυτοῦ καὶ ἄσκιοι παντελῶς κατὰ τὴν μεσημβρίαν γινόμενοι, οὓς κατὰ κορυφῆς ἐπιλάμπων ὁ ἥλιος, ἐξίσου πανταχόθεν περιφωτίζει, ὥστε καὶ τῶν ἐν βάθει φρεάτων τὸ ὕδωρ διὰ στομίων στενῶν καταλάμπεσθαι· ὅθεν αὐτούς τινες καὶ ἀσκίους καλοῦσιν. Οἱ δὲ ἐπέκεινα τῆς ἀρωμα τοφόρου ἐπ' ἀμφότερα τὰς σκιὰς παραλλάσσουσιν. Μόνοι γὰρ ἐν τῇ καθ' ἡμᾶς οἰκουμένῃ ἐπὶ τὰ νότια κατὰ τὴν μεσημβρίαν τὰς σκιὰς ἀποπέμπουσιν· ὅθεν αὐτούς τινες καὶ ἀμφισκίους ὠνόμασαν. Ταῦτα δὲ πάντα πρὸς τὸ βόρειον μέρος παροδεύσαντος ἤδη γίνεται τοῦ ἡλίου. Ἐκ δὲ τούτων εἰκάζειν ἐστὶ τὴν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος ἐγγινομένην πύρωσιν τῷ ἀέρι, ὅση τίς ἐστι, καὶ ποταπῶν ἀποτελεστικὴ συμπτωμάτων. Ἐντεῦθεν διαδεξαμένη ἡμᾶς τοῦ μετοπώρου ἡ ὥρα, ὑποθραύει μὲν τοῦ πνίγους τὸ ὑπερβάλλον, κατὰ μικρὸν δὲ ὑφιεῖσα τῆς θέρμης, διὰ τῆς κατὰ τὴν κρᾶσιν μεσότη τος ἀβλαβῶς ἡμᾶς δι' ἑαυτῆς τῷ χειμῶνι προσάγει· δηλονότι τοῦ ἡλίου πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια ὑποστρέφοντος. Αὗται τῶν ὡρῶν αἱ περιτροπαὶ, ταῖς κινήσεσιν ἑπόμεναι τοῦ ἡλίου, τὸν βίον ἡμῖν οἰκονομοῦσιν. Ἔστωσαν δὲ, φησὶ, καὶ εἰς ἡμέρας· οὐχ ὥστε ἡμέρας ποιεῖν, ἀλλ' ὥστε κατάρχειν τῶν ἡμερῶν. Ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως. Τοῦτο γὰρ ἐνδείκνυται ἡμῖν καὶ ὁ ψαλμὸς λέγων· Ἔθετο ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Πῶς οὖν ἔχει τὴν ἐξουσίαν τῆς ἡμέρας ὁ ἥλιος; Ὅτι τὸ φῶς ἐν ἑαυτῷ περιφέρων, ἐπειδάν ποτε τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διαλύσας τὸ σκότος. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, ἡμέραν ὁρισάμενος εἶναι τὸν ὑπὸ τοῦ ἡλίου πεφωτισμένον ἀέρα· ἢ, ἡμέραν εἶναι χρόνου μέτρον ἐν ᾧ ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ὁ ἥλιος διατρίβει. Ἀλλὰ καὶ εἰς ἐνιαυτοὺς ἐτάχθησαν ἥλιος καὶ σελήνη. Σελήνη μὲν ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ ἐστι ποιητική· πλὴν ὅτι μηνὸς ἐμβολίμου δεῖται πολλάκις πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρομήν, ὡς Ἑβραῖοι τὸ παλαιὸν τὸν ἐνιαυτὸν ἦγον καὶ τῶν Ἑλλήνων οἱ ἀρχαιότατοι. Ἡλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἡ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνησιν τοῦ ἡλίου ἀποκα τάστασις. 6. 9 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους. Ἐπειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν· ὡς μέγας ὁ οὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη ἡ θάλασσα· τὰ δὲ ὡς τὰ πολλὰ πέφυκε πρὸς ἕτερον ἀναφέ ρεσθαι· ὡς μέγας ὁ ἵππος, καὶ ὁ βοῦς μέγας (οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τῶν τοῦ σώματος ὄγκων, ἀλλ' ἐν τῇ πρὸς τὰ ὅμοια παραθέσει τὴν μαρτυρίαν τοῦ μεγέθους τὰ τοιαῦτα λαμβάνει)· πῶς τοίνυν τοῦ μεγάλου τὴν ἔννοιαν ἐκδεξόμεθα; Πότερον ὡς τὸν μύρμηκα, ἢ ἄλλο τι τῶν φύσει μικρῶν, μέγα προσαγορεύομεν διὰ τὴν πρὸς τὰ ὁμογενῆ σύγκρισιν τὴν ὑπεροχὴν μαρτυροῦντες; ἢ τὸ μέγα νῦν οὕτως, ὡς ἐν τῇ οἰκείᾳ τῶν φωστήρων κατασκευῇ τοῦ μεγέθους ἐμφαινομένου; Ἐγὼ μὲν οἶμαι τοῦτο. Οὐ γὰρ ἐπειδὴ μείζους τῶν μικροτέρων ἀστέρων, διὰ τοῦτο μεγάλοι· ἀλλ' ἐπειδὴ τοσοῦτοι τὴν περιγραφὴν, ὥστε ἐξαρκεῖν τὴν ἀπ' αὐτῶν ἀναχεομένην αὐγὴν καὶ οὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμοῦ πάσῃ τῇ γῇ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι. Οἵ γε κατὰ πᾶν μέρος τοῦ οὐρανοῦ γινόμενοι, καὶ ἀνατέλλοντες καὶ δυόμενοι καὶ τὸ μέσον ἐπέχοντες, ἴσοι πανταχόθεν τοῖς ἀνθρώποις προφαίνον ται, ὅπερ ἀπόδειξιν ἔχει σαφῆ τῆς τοῦ μεγέθους περιουσίας, τῷ μηδὲν αὐτοῖς ἐπισημαίνειν τὸ πλάτος τῆς γῆς πρὸς τὸ μείζονας δοκεῖν ἢ ἐλάττονας εἶναι. Τὰ μὲν γὰρ πόρρωθεν ἀφεστῶτα μικρότερά πως ὁρῶμεν, οἷς δ' ἂν μᾶλλον ἐγγίσωμεν, μᾶλλον αὐτῶν τὸ μέγεθος ἐξευρίσκομεν. Τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτέρω καὶ οὐδεὶς πορρωτέρω, ἀλλὰ ἀπ' ἴσου τοῦ διαστήματος τοῖς κατὰ πᾶν μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει. Σημεῖον δὲ, ὅτι καὶ Ἰνδοὶ καὶ Βρεττανοὶ τὸν ἴσον βλέπουσιν. Οὔτε γὰρ τοῖς τὴν ἑῴαν οἰκοῦσι καταδυόμενος τοῦ μεγέθους ὑφίησιν, οὔτε τοῖς πρὸς δυσμαῖς κατῳκισμένοις ἀνατέλλων ἐλάττων φαίνεται· οὔτε μὴν ἐν τῷ μεσουρανήματι γινόμενος, τῆς ἐφ' ἑκάτερα ὄψεως παραλλάττει. Μὴ ἐξαπατάτω σε τὸ φαινόμενον· μηδ' ὅτι πηχυαῖος τοῖς ὁρῶσι δοκεῖ, τοσοῦτον αὐτὸν εἶναι λογίσῃ. Συναιρεῖσθαι γὰρ πέφυκεν ἐν τοῖς μεγίστοις διαστήμασι τὰ μεγέθη τῶν ὁρωμένων, τῆς ὁρατικῆς δυνάμεως οὐκ ἐξικνουμένης τὸν μεταξὺ τόπον διαπερᾶν, ἀλλ' οἱονεὶ ἐνδαπανωμένης τῷ μέσῳ, καὶ κατ' ὀλίγον αὐτῆς μέρος προσβαλλούσης τοῖς ὁρατοῖς. Μικρὰ οὖν ἡ ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥστε ψεύδεται ἡ ὄψις, ἄπιστον τὸ κριτήριον. Ὑπομνήσθητι δὲ τῶν οἰκείων παθῶν, καὶ παρὰ σεαυτοῦ ἕξεις τῶν λεγομένων τὴν πίστιν. Εἴ ποτε ἀπὸ ἀκρωρείας μεγάλης πεδίον εἶδες πολύ τε καὶ ὕπτιον, ἡλίκα μέν σοι τῶν βοῶν κατεφάνη τὰ ζεύγη; πηλίκοι δὲ οἱ ἀροτῆρες αὐτοί; Εἰ μὴ μυρμήκων τινά σοι παρέσχον φαντασίαν; Εἰ δὲ καὶ ἀπὸ σκοπιᾶς ἐπὶ μέγα πέλαγος τετραμμένης τῇ θαλάσσῃ τὰς ὄψεις ἐπέβαλες, ἡλίκαι μέν σοι ἔδοξαν εἶναι τῶν νήσων αἱ μέγισται; πηλίκη δέ σοι κα τεφάνη μία τῶν μυριοφόρων ὁλκάδων λευκοῖς ἱστίοις ὑπὲρ κυανῆς κομιζομένη θαλάσσης; Εἰ μὴ πάσης περιστερᾶς μικροτέραν σοι παρέσχετο τὴν φαντασίαν; Διότι, καθάπερ ἔφην, ἐνδαπανηθεῖσα τῷ ἀέρι ἡ ὄψις, ἐξίτηλος γινομένη, πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. Ἤδη δέ που καὶ τῶν ὀρῶν τὰ μέγιστα βαθείαις φάραγξιν ἐκτετμημένα, περιφερῆ καὶ λεῖα ἡ ὄψις εἶναί φησι, ταῖς ἐξοχαῖς προσβάλλουσα μόναις, ταῖς δὲ μεταξὺ κοιλότησιν ἐμβῆναι δι' ἀτονίαν μὴ δυναμένη. Οὕτως οὐδὲ τὰ σχήματα τῶν σωμάτων ὁποῖά ἐστι διασώζει, ἀλλὰ περιφερεῖς οἴεται εἶναι τοὺς τετραγώνους τῶν πύργων. Ὥστε πανταχόθεν δῆλον, ὅτι ἐν ταῖς μεγίσταις ἀποστάσεσιν οὐκ ἔναρθρον ἀλλὰ συγκεχυμένην τῶν σωμάτων λαμβάνει τὴν εἰκασίαν. Μέγας οὖν ὁ φωστὴρ, κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν, καὶ ἀπειροπλασίων τοῦ φαινομένου. 6. 10 Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς νυκτὸς τὴν κατήφειαν διαλῦσαι. Μόνος δὲ οὗτος ὑπερφανεὶς τοῦ ὁρίζοντος, μᾶλλον δὲ ἔτι καὶ προσδοκώμενος, πρὶν καὶ ὑπερσχεῖν ὅλως τῆς γῆς, ἠφάνισε μὲν τὸ σκότος, ὑπερηύγασε δὲ τοὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημένον τὸν περὶ γῆν ἀέρα κατέτηξε καὶ διέχεεν. Ὅθεν καὶ ἄνεμοι ἑωθινοὶ καὶ δρόσοι ἐν αἰθρίᾳ τὴν γῆν περιρρέουσι. Τοσαύτην δὲ οὖσαν τὴν γῆν πῶς ἂν ἠδυνήθη ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν πᾶσαν καταφωτίζειν, εἰ μὴ ἀπὸ μεγάλου τοῦ κύκλου τὴν αὐγὴν ἐπηφίει; Ἐνταῦθά μοι τὴν σοφίαν τοῦ τεχνίτου κατάμαθε, πῶς τῷ διαστήματι τούτῳ σύμμετρον ἔδωκεν αὐτῷ τὴν θερμότητα. Τοσοῦτον γάρ ἐστιν αὐτοῦ τὸ πυρῶδες, ὡς μήτε δι' ὑπερβολὴν καταφλέξαι τὴν γῆν, μήτε διὰ τὴν ἔλλειψιν κατεψυγμένην αὐτὴν καὶ ἄγονον ἀπολιπεῖν. Ἀδελφὰ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τῆς σελήνης νοείσθω. Μέγα γὰρ καὶ τὸ ταύτης σῶμα, καὶ φανότατόν γε μετὰ τὸν ἥλιον. Οὐκ ἀεὶ μέντοι ὁρατὸν αὐτῆς διαμένει τὸ μέγεθος· ἀλλὰ νῦν μὲν ἀπηρτισμένη τῷ κύκλῳ, νῦν δὲ ἐλλείπουσα καὶ μειουμένη φαίνεται, καθ' ἕτερον ἑαυτῆς μέρος προ δεικνῦσα τὸ λεῖπον. Ἄλλῳ μὲν γὰρ μέρει σκιάζεται αὐξομένη, ἄλλο δὲ μέρος αὐτῆς ἐν τῷ καιρῷ τῆς λήξεως ἀποκρύπτεται. Λόγος δέ τις ἄρρητος τοῦ σοφοῦ δημιουργοῦ τῆς ποικίλης ταύτης ἐναλλαγῆς τῶν σχημάτων. Ἢ γὰρ ὥστε ἡμῖν ὑπόδειγμα ἐναργὲς παρέχειν τῆς ἡμετέρας φύσεως· ὅτι οὐδὲν μόνιμον τῶν ἀνθρωπίνων, ἀλλὰ τὰ μὲν ἐκ τοῦ μὴ ὄντος πρόεισιν εἰς τὸ τέλειον, τὰ δὲ πρὸς τὴν οἰκείαν ἀκμὴν φθάσαντα καὶ τὸ ἀκρότατον μέτρον ἑαυτῶν αὐξηθέντα, πάλιν ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι φθίνει τε καὶ διόλλυται, καὶ μειούμενα καθαιρεῖται. Ὥστε ἐκ τοῦ κατὰ τὴν σελήνην θεάματος παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα, καὶ τῆς ταχείας τῶν ἀνθρωπίνων περιτροπῆς λαμβάνοντας ἔννοιαν, μὴ μέγα φρονεῖν ταῖς εὐημερίαις τοῦ βίου, μὴ ἐπαγάλλεσθαι δυναστείαις, μὴ ἐπαίρεσθαι πλούτου ἀδηλότητι, περιφρονεῖν τῆς σαρκὸς περὶ ἣν ἡ ἀλλοίωσις, ἐπιμελεῖσθαι δὲ τῆς ψυχῆς ἧς τὸ ἀγαθόν ἐστιν ἀκίνητον. Εἰ δὲ λυπεῖ σε ἡ σελήνη ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι τὸ φέγγος ἐξαναλίσ κουσα· λυπείτω σε πλέον ψυχὴ ἀρετὴν κτησαμένη, καὶ διὰ ἀπροσεξίας τὸ καλὸν ἀφανίζουσα, καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς διαθέσεως μένουσα, ἀλλὰ πυκνὰ τρεπομένη καὶ μεταβαλλομένη διὰ τὸ τῆς γνώμης ἀνίδρυτον. Τῷ ὄντι γὰρ, κατὰ τὸ εἰρημένον, Ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Οἶμαι δὲ καὶ τῇ τῶν ζῴων κατασκευῇ, καὶ τοῖς λοιποῖς τοῖς ἀπὸ γῆς φυομένοις, μὴ μικρὰν ὑπάρχειν ἐκ τῆς κατὰ τὴν σελήνην μεταβολῆς τὴν συντέλειαν. Ἄλλως γὰρ διατίθεται μειουμένης αὐτῆς, καὶ ἄλλως αὐξομένης τὰ σώματα· νῦν μὲν ληγούσης ἀραιὰ γιγνόμενα καὶ κενὰ, νῦν δὲ αὐξομένης καὶ πρὸς τὸ πλῆρες ἐπειγομένης καὶ αὐτὰ πάλιν ἀναπληρούμενα· διότι ὑγρότητά τινα θερμότητι κεκραμένην ἐπὶ τὸ βάθος φθάνουσαν λεληθότως ἐνίησι. Δηλοῦσι δὲ οἱ καθεύδοντες ὑπὸ σελήνην, ὑγρότητος περισσῆς τὰς τῆς κεφαλῆς εὐρυχωρίας πληρού μενοι· καὶ τὰ νεοσφαγῆ τῶν κρεῶν ταχὺ τρεπόμενα τῇ προσβολῇ τῆς σελήνης· καὶ ζῴων ἐγκέφαλοι· καὶ τῶν θαλαττίων τὰ ὑγρότατα· καὶ αἱ τῶν δένδρων ἐντεριῶναι. Ἃ πάντα οὐκ ἂν ἐξήρκεσε τῇ ἑαυτῆς ἀλλοιώσει συμμεθιστᾶν, εἰ μὴ ὑπερφυές τι ἦν καὶ ὑπερέχον δυνάμει κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν. 6. 11 Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβολαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυροῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφνίδιοι ταραχαὶ, νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις, καὶ αἱ περὶ τοὺς εὐρίπους παλίρροιαι, καὶ ἡ περὶ τὸν λεγόμενον ὠκεανὸν ἄμπωτις, ἣν ταῖς περιόδοις τῆς σελήνης τεταγμένως ἑπομένην ἐξεῦρον οἱ προσοικοῦντες. Οἱ μὲν γὰρ εὔριποι μεταρρέουσιν ἐφ' ἑκάτερα κατὰ τὰ λοιπὰ σχήματα τῆς σελήνης· ἐν δὲ τῷ καιρῷ τῆς γενέσεως οὐδὲ τὸ βραχύτατον ἀτρεμοῦσιν, ἀλλ' ἐν σάλῳ καὶ ταλαντώσει διηνεκεῖ καθεστήκασιν, ἕως ἂν ἐκφανεῖσα πάλιν, ἀκολουθίαν τινὰ τῇ παλιρροίᾳ παράσχηται. Ἡ δὲ ἑσπερία θάλασσα τὰς ἀμπώτεις ὑφίσταται, νῦν μὲν ὑπονοστοῦσα, πάλιν δὲ ἐπικλύζουσα, ὥσπερ ἀναπνοαῖς τῆς σελήνης ὑφελκομένη πρὸς τὸ ὀπίσω, καὶ πάλιν ταῖς ἀπ' αὐτῆς ἐμπνοίαις, εἰς τὸ οἰκεῖον μέτρον προωθουμένη. Ταῦτά μοι εἴρηται πρὸς ἀπόδειξιν τοῦ κατὰ τοὺς φωστῆρας μεγέθους, καὶ σύστασιν τοῦ μηδὲ μέχρι συλλαβῆς ἀργόν τι εἶναι τῶν θεοπνεύστων ῥημάτων· καίτοι γε οὐδενὸς ἥψατο σχεδὸν τῶν καιρίων ὁ λό γος· πολλὰ γὰρ περὶ μεγεθῶν καὶ ἀποστημάτων ἡλίου καὶ σελήνης ἐστὶν ἐξευρεῖν τοῖς λογισμοῖς, τὸν μὴ παρέργως τὰς ἐνεργείας αὐτῶν καὶ τὰς δυνάμεις ἐπεσκεμμένον. Εὐγνωμόνως οὖν δεῖ κατηγορεῖν ἡμᾶς τῆς ἑαυτῶν ἀσθενείας, ἵνα μὴ τῷ ἡμετέρῳ λόγῳ μετρῆται τῶν δημιουργημάτων τὰ μέγιστα, ἀλλὰ ἐξ ὀλίγων τῶν εἰρημένων παρ' ἑαυτοῖς ἀναλογίζεσθαι, πόσα τινά ἐστι καὶ πηλίκα τὰ παρεθέντα. Μὴ τοίνυν μηδὲ σελήνην ὀφθαλμῷ μετρήσῃς, ἀλλὰ λογισμῷ, ὃς πολλῷ τῶν ὀφθαλμῶν ἀκριβέστερός ἐστι πρὸς ἀληθείας εὕρεσιν. Μῦθοί τινες καταγέλαστοι ὑπὸ γραϊδίων κωθωνιζο μένων παραληρούμενοι πανταχοῦ διεδόθησαν, ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινηθεῖσα σελήνη πρὸς γῆν καταφέρεται. Πῶς μὲν οὖν κινήσει γοήτων ἐπαοιδὴ, ἣν αὐτὸς ἐθεμελίωσεν ὁ Ὕψιστος; Ποῖος δ' ἂν καὶ τόπος κατασπασθεῖσαν αὐτὴν ὑπεδέξατο; Βούλει ἀπὸ μικρῶν τεκμηρίων λαβεῖν τοῦ μεγέθους αὐτῆς τὴν ἀπόδειξιν; Αἱ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳκισμέναι ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναις ῥυμοτομίαις, ἐξίσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέχονται. Αἷς εἰ μὴ πάσαις ἀντιπρόσωπος ἦν, τοὺς μὲν ἐπ' εὐθείας τῶν στενωπῶν πάντως ἂν κατεφώτισε, τοὺς δὲ τὸ πλάτος αὐτῆς ὑπερπίπ τοντας ἐγκεκλιμέναις ἂν ταῖς αὐγαῖς ἐπὶ τὰ πλάγια παραφε ρομέναις προσέβαλλεν. Ὅπερ καὶ ἐπὶ τῶν λύχνων ἐστὶν ἰδεῖν κατὰ τοὺς οἴκους γινόμενον. Ἐπειδὰν πλείους περισ τῶσιν αὐτὸν, ἡ μὲν τοῦ κατ' εὐθεῖαν ἑστῶτος σκιὰ πρὸς τὸ ὄρθιον ἀποτείνεται, αἱ δὲ λοιπαὶ καθ' ἑκάτερον μέρος ἐκκλίνουσιν. Ὥστε εἰ μὴ ἄπλετόν τι ἦν καὶ ὑπερέχον μεγέθει τὸ σεληνιακὸν σῶμα, οὐκ ἂν ὁμοίως ἀντιπαρετείνετο πᾶσιν. Ὁμοίως γὰρ αὐτῆς ἀπὸ τῶν ἰσημερινῶν τόπων ἀνατελλούσης οἵ τε προσοικοῦντες τῇ κατεψυγμένῃ καὶ ὑπὸ τὰς περιστροφὰς τῆς ἄρκτου κείμενοι μεταλαμβάνουσι, καὶ οἱ κατὰ τὰ κοῖλα τῆς μεσημβρίας τῆς διακεκαυμέ νης γείτονες· οἷς πᾶσι κατὰ τὸ πλάτος ἀντιπαρήκουσα, σαφεστάτην μαρτυρίαν τοῦ μεγέθους παρέχεται. Τίς οὖν ἀντερεῖ μὴ οὐχὶ παμμέγεθες αὐτῆς εἶναι τὸ σῶμα, τὸ τηλικούτοις ὁμοῦ καὶ τοσούτοις διαστήμασιν ἐξισούμενον; Καὶ τὰ μὲν περὶ μεγεθῶν ἡλίου καὶ σελήνης ἐπὶ τοσοῦτον. Ἡμῖν δὲ ὁ χαρισάμενος διάνοιαν ἐκ τῶν μικροτάτων τῆς κτίσεως τὴν μεγάλην τοῦ τεχνίτου σοφίαν καταμανθάνειν, παράσχοι καὶ ἐκ τῶν μεγάλων μείζονας λαμβάνειν τὰς ἐννοίας τοῦ κτίσαντος. Καίτοιγε συγκρίσει τοῦ ποιητοῦ, ἥλιος καὶ σελήνη ἐμπίδος καὶ μύρμηκος ἐπέχουσι λόγον. Οὐ γάρ ἐστιν ἀξίαν τοῦ μεγέθους τοῦ Θεοῦ τῶν ὅλων ἐκ τούτων λαβεῖν τὴν θεωρίαν, ἀλλὰ μικραῖς τισι καὶ ἀμυδραῖς ἐμφάσεσι δι' αὐτῶν προβιβασθῆναι, ὥσπερ καὶ δι' ἑκάστου τῶν μικροτάτων ἐν ζῴοις ἢ ἐν βοτάναις. Ἀρκέσ θωμεν τοῖς εἰρημένοις· ἐγὼ μὲν εὐχαριστήσας τῷ τὴν μικράν μοι ταύτην διακονίαν τοῦ λόγου χαρισαμένῳ, ὑμεῖς δὲ τῷ διατρέφοντι ὑμᾶς ταῖς πνευματικαῖς τροφαῖς, ὃς καὶ νῦν ὑμᾶς οἷον κριθίνῳ τινὶ ἄρτῳ τῇ εὐτελείᾳ τῆς ἡμετέρας φωνῆς διέθρεψε· καὶ διατρέφοι γε εἰς ἀεὶ, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως χαριζόμενος ὑμῖν τὴν φανέρωσιν τοῦ Πνεύματος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.