Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Prologus 3
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basilius-caesariensis" aria-label="More works by Basilius Caesariensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1080.31
Ὁ φιλάνθρωπος Θεὸς, ὁ διδάσκων ἄνθρωπον γνῶσιν, τοῖς μὲν τὸ διδασκαλικὸν πεπιστευμένοις χάρισμα παραγγέλλει διὰ τοῦ Ἀποστόλου ἐμμένειν τῇ διδασκαλίᾳ, τοῖς δὲ χρῄζουσι τῆς ἐκ τῶν θείων διδαγμάτων οἰκοδομῆς διὰ Μωϋσέως παραινεῖ λέγων· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Διόπερ ἀνάγκη ἡμᾶς μὲν, τοὺς τὴν διακονίαν τοῦ λόγου πεπιστευμένους, ἐν παντὶ καιρῷ προθύμους εἶναι πρὸς τὸν καταρτισμὸν τῶν ψυχῶν· καὶ τὰ μὲν ἐν κοινῷ τῇ Ἐκκλησίᾳ πάσῃ διαμαρτύρασθαι· τὰ δὲ ἰδίᾳ ἑκάστῳ τῶν προσιόντων παρέχειν ἑαυτοὺς κατ' ἐξουσίαν ἐπερωτᾷν, τά τε πρὸς ὑγείαν τῆς πίστεως καὶ ἀλήθειαν τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πολιτείας, ἐξ ὧν ἀμφοτέρων ὁ τοῦ Θεοῦ ἄνθρωπος βεβαίως τελειοῦται· ὑμᾶς δὲ μηδὲν ἄκαρπον παριέναι, μηδὲν ἀργὸν ἑαυτοῖς, ἀλλὰ πρὸς οἷς ἐν τῷ κοινῷ μανθάνετε, καὶ ἰδίᾳ περὶ τῶν συμφερόντων ἐπερωτᾷν, καὶ πᾶσαν σχολὴν τοῦ βίου πρὸς τὸ χρήσιμον διατίθεσθαι. Εἰ οὖν εἰς τοῦτο συνήγαγεν ἡμᾶς ὁ Θεὸς, καὶ ἡσυχία πολλὴ ἀπὸ τῶν ἔξωθεν θορύβων ἐστὶ, μήτε πρὸς ἑτέραν τινὰ ἐργασίαν τρεπώμεθα, μήτε ὕπνῳ πάλιν παραδῶμεν τὰ σώματα, ἀλλ' ἐν τῇ μερίμνῃ καὶ ἐξετάσει τῶν ἀναγκαίων τὸ λειπόμενον μέρος τῆς νυκτὸς διενέγκωμεν, πληροῦντες τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Δαβὶδ, ὅτι ἐν νόμῳ Κυρίου μελετήσει ἡμέρας καὶ νυκτός.

Intertext edge

Open linked passage

Note