Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Artem
CallimachusArtem 1 · textus-receptusMore by Callimachus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus"> —
⋯
More
Original / primary: Textus receptus
1.1
Ἄρτεμιν( οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
1.2
ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται
1.3
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
1.4
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
1.5
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
1.6
' δός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
1.7
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
1.8
δὸς δ᾽ ἰοὺς καὶ τόξα— ἔα πάτερ, οὔ σε φαρέτρην
1.9
οὐδ᾽ αἰτέω μέγα τόξον: ἐμοὶ Κύκλωπες ὀιστοὺς
1.10
αὐτίκα τεχνήσονται, ἐμοὶ δ᾽ εὐκαμπὲς ἄεμμα:
1.11
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
1.12
ζώννυσθαι λεγνωτόν, ἵν᾽ ἄγρια θηρία καίνω.
1.13
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
1.14
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
1.15
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
1.16
αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας
1.17
μήτ᾽ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
1.18
δὸς δέ μοι οὔρεα πάντα: πόλιν δέ μοι ἥντινα νεῖμον
1.19
ἥντινα λῆις: σπαρνὸν γὰρ ὅτ᾽ Ἄρτεμις ἄστυ κάτεισιν:
1.20
οὔρεσιν οἰκήσω, πόλεσιν δ᾽ ἐπιμείξομαι ἀνδρῶν
1.21
μοῦνον ὅτ᾽ ὀξείηισιν ὑπ᾽ ὠδίνεσσι γυναῖκες
1.22
τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
1.23
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
1.24
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
1.25
μήτηρ, ἀλλ᾽ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων᾽.
1.26
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
1.27
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
1.28
μέχρις ἵνα ψαύσειε. πατὴρ δ᾽ ἐπένευσε γελάσσας,
1.29
φῆ δὲ καταρρέζων' ὅτε μοι τοιαῦτα θέαιναι
1.30
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
1.31
χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσ᾽ ἐθελημός
1.32
αἰτίζεις, καὶ δ᾽ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
1.33
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
1.34
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
1.35
εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι:
1.36
πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
1.37
μεσσόγεως νήσους τε: καὶ ἐν πάσηισιν ἔσονται
1.38
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
1.39
ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσ᾽. ὣς ὃ μὲν εἰπὼν
1.40
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
1.41
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι:
1.42
ἔνθεν ἐπ᾽ Ὠκεανόν: πολέας δ᾽ ἐπελέξατο νύμφας,
1.43
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
1.44
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
1.45
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
1.46
αὖθι δὲ Κύκλωπας μετεκίαθε: τοὺς μὲν ἔτετμε
1.47
νήσωι ἐνὶ Λιπάρηι( Λιπάρη νέον, ἀλλὰ τότ᾽ ἔσκεν
1.48
οὔνομά οἱ Μελιγουνίς) ἐπ᾽ ἄκμοσιν Ἡφαίστοιο
1.49
ἑσταότας περὶ μύδρον: ἐπείγετο γὰρ μέγα ἔργον:
1.50
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
1.51
αἱ νύμφαι δ᾽ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
1.52
πρηόσιν† ὀσσείοισιν ἐοικότα, πᾶσι δ᾽ ὑπ᾽ ὀφρύν
1.53
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
1.54
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
1.55
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ᾽ ἄημα
1.56
φυσάων αὐτῶν τε βαρὺν στόνον: αὖε γὰρ Αἴτνη,
1.57
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
1.58
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
1.59
εὖθ᾽ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
1.60
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
1.61
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
1.62
τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
1.63
οὔτ᾽ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
1.64
οὐ νέμεσις: κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
1.65
οὐδέποτ᾽ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
1.66
ἀλλ᾽ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
1.67
μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
1.68
Ἄργην ἢ Στερόπην: ὃ δὲ δώματος ἐκ μυχάτοιο
1.69
ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι:
1.70
αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσης
1.71
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
1.72
κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
1.73
εὖτ᾽ ἔμολεν Λητώ σε μετ᾽ ἀγκαλίδεσσι φέρουσα,
1.74
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
1.75
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
1.76
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
1.77
ὤλοψας δὲ βίηιφι: τὸ δ᾽ ἄτριχον εἰσέτι καὶ νῦν
1.78
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
1.79
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ᾽ ἀλώπηξ.
1.80
τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
1.81
' Κύκλωπες κἠμοί τι Κυδώνιον εἰ δ᾽ ἄγε τόξον
1.82
ἠδ᾽ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
1.83
τεύξατε: καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
1.84
αἰ δέ κ᾽ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
1.85
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν᾽.
1.86
ἔννεπες: οἳ δ᾽ ἐτέλεσσαν: ἄφαρ δ᾽ ὡπλίσσαο δαῖμον.
1.87
αἶψα δ᾽ ἐπὶ σκύλακας πάλιν ἤιες: ἵκεο δ᾽ αὖλιν
1.88
Ἀρκαδικὴν ἔπι Πανός. ὃ δὲ κρέα λυγκὸς ἔταμνε
1.89
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
1.90
τὶν δ᾽ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς
1.91
τρεῖς δὲ παρουαίους ἕνα δ᾽ αἰόλον, οἵ ῥα λέοντας
1.92
αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,
1.93
εἷλκον ἔτι ζώοντας ἐπ᾽ αὐλίον, ἑπτὰ δ᾽ ἔδωκε
1.94
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
1.95
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
1.96
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
1.97
σημῆναι, καὶ ζορκὸς ἐπ᾽ ἴχνιον ἡγήσασθαι.
1.98
ἔνθεν ἀπερχομένη( μετὰ καὶ κύνες ἐσσεύοντο)
1.99
εὗρες ἐπὶ προμολῆισ᾽ ὄρεος τοῦ Παρρασίοιο
1.100
σκαιρούσας ἐλάφους, μέγα τι χρέος: αἳ μὲν ἐπ᾽ ὄχθηις
1.101
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,
1.102
μάσσονες ἢ ταῦροι, κεράων δ᾽ ἀπελάμπετο χρυσός:
1.103
ἐξαπίνης δ᾽ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
1.104
' τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη᾽.
1.105
πέντ᾽ ἔσαν αἱ πᾶσαι: πίσυρας δ᾽ ἕλες ὦκα θέουσα
1.106
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
1.107
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
1.108
Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι
1.109
ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
1.110
Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
1.111
ἔντεα καὶ ζώνη, χρύσεον δ᾽ ἐζεύξαο δίφρον,
1.112
ἐν δ᾽ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
1.113
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ᾽ ἀείρειν;
1.114
Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
1.115
ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
1.116
ποῦ δ᾽ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
1.117
Μυσῶι ἐν Οὐλύμπωι, φάεος δ᾽ ἐνέηκας ἀυτμήν
1.118
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
1.119
ποσσάκι δ᾽ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;
1.120
πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
1.121
τὸ τρίτον αὖτ᾽ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ᾽ ἐπὶ δρῦν,
1.122
. . .
1.123
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
1.124
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
1.125
σχέτλιοι: οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν:
1.126
κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
1.127
κείρονται δὲ γέροντες ἐφ᾽ υἱάσιν, αἱ δὲ γυναῖκες
1.128
ἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
1.129
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
1.130
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
1.131
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
1.132
τετραπόδων, εὖ δ᾽ ὄλβος ἀέξεται: οὐδ᾽ ἐπὶ σῆμα
1.133
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν:
1.134
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
1.135
οἴκους ἑστηῶτας ἐσίνατο: ταὶ δὲ θυωρόν
1.136
εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.
1.137
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
1.138
εἴην δ᾽ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή:
1.139
τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
1.140
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ᾽ οἵ σεο πάντες ἄεθλοι,
1.141
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
1.142
θηητὴν φορέουσιν, ὅτ᾽ ἐς Διὸς οἶκον ἐλαύνεις.
1.143
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
1.144
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
1.145
θηρίον ὅττι φέρηισθα: πάροιθέ γέ, πρίν περ ἱκέσθαι
1.146
καρτερὸν Ἀλκεΐδην: νῦν δ᾽ οὐκέτι τοῦτον ἄεθλον
1.147
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
1.148
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
1.149
νεῖαι πῖον ἔδεσμα: θεοὶ δ᾽ ἐπὶ πάντες ἐκείνωι
1.150
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
1.151
ταῦρον ὅτ᾽ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην
1.152
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα:
1.153
κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
1.154
‘ βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
1.155
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
1.156
οὔρεα βόσκεσθαι: τί κέ μιν πρόκες ἠὲ λαγωοί
1.157
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
1.158
καὶ βόες ἀνθρώποισι κακὸν μέγα: βάλλ᾽ ἐπὶ καὶ τούς.’
1.159
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
1.160
οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
1.161
παύσατ᾽ ἀδηφαγίης: ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
1.162
τῆι ποτ᾽ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
1.163
σοὶ δ᾽ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
1.164
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
1.165
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
1.166
ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν:
1.167
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
1.168
ὕδατος, ὄφρ᾽ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
1.169
αὐτὴ δ᾽ ἐς πατρὸς δόμον ἔρχεαι: οἳ δέ σ᾽ ἐφ᾽ ἕδρην
1.170
πάντες ὁμῶς καλέουσι: σὺ δ᾽ Ἀπόλλωνι παρίζεις.
1.171
ἡνίκα δ᾽ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται
1.172
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
1.173
ἢ Πιτάνης( καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
1.174
ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
1.175
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ᾽ εἴπαο τέθμια Ταύρων,
1.176
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
1.177
τετράγυον τέμνοιεν ὑπ᾽ ἀλλοτρίωι ἀροτῆρι:
1.178
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
1.179
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
1.180
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ᾽ ἄρισται
1.181
τέμνειν ὦλκα βαθεῖαν: ἐπεὶ θεὸς οὔποτ᾽ ἐκεῖνον
1.182
ἦλθε παρ᾽ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
1.183
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
1.184
τίς δέ νύ τοι νήσων, ποῖον δ᾽ ὄρος εὔαδε πλεῖστον,
1.185
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ᾽ ἔξοχα νυμφέων
1.186
φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
1.187
εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δ᾽ ἑτέροισιν ἀείσω.
1.188
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
1.189
Τηύγετον δ᾽ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
1.190
ἔξοχα δ᾽ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
1.191
ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον: ἧς ποτε Μίνως
1.192
πτοιηθεὶς ὑπ᾽ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
1.193
ἣ δ᾽ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
1.194
ἄλλοτε δ᾽ εἱαμενῆισιν: ὃ δ᾽ ἐννέα μῆνας ἐφοίτα
1.195
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
1.196
μέσφ᾽ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
1.197
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
1.198
δίκτυα, τά σφ᾽ ἐσάωσαν: ὅθεν μετέπειτα Κύδωνες
1.199
νύμφην μὲν Δίκτυναν, ὄρος δ᾽ ὅθεν ἥλατο νύμφη
1.200
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
1.201
ἱερά τε ῥέζουσι: τὸ δὲ στέφος ἤματι κείνωι
1.202
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι:
1.203
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
1.204
τῆς κούρης, ὅτ᾽ ἔφευγεν: ὅθεν μέγα χώσατο μύρτωι.
1.205
Οὖπι ἄνασσ᾽ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην
1.206
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
1.207
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτ᾽ ἔδωκας
1.208
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
1.209
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ᾽ ἀέθλου.
1.210
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο
1.211
πότνια σὴν ὁμόθηρον ἐθήκαο: καὶ δὲ σὲ φασί
1.212
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,
1.213
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφ᾽ ὤμοισι φαρέτρας
1.214
ἰοδόκους ἐφόρησαν: ἀσύλλωτοι δέ φιν ὦμοι
1.215
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
1.216
ἤινησας δ᾽ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
1.217
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
1.218
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
1.219
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
1.220
μέμφονται κάπροιο: τὰ γὰρ σημήια νίκης
1.221
Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ᾽ ἔτι θηρὸς ὀδόντας:
1.222
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
1.223
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
1.224
τοξότιν: οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
1.225
τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
1.226
πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη
1.227
Μιλήτωι ἐπίδημε: σὲ γὰρ ποιήσατο Νηλεύς
1.228
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
1.229
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ᾽ Ἀγαμέμνων
1.230
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι
1.231
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
1.232
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
1.233
ἔπλεον ἀμφ᾽ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.
1.234
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
1.235
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
1.236
οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ᾽ ἐνὶ Λούσοις
1.237
Ἡμέρηι, οὕνεκα θυμὸν ἀπ᾽ ἄγριον εἵλεο παίδων.
1.238
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
1.239
ἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντο
1.240
φηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ:
1.241
αὐταὶ δ᾽, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
1.242
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι
1.243
στησάμεναι χορὸν εὐρύν: ὑπήεισαν δὲ λίγειαι
1.244
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι
1.245
( οὐ γάρ πω νέβρεια δι᾽ ὀστέα τετρήναντο,
1.246
ἔργον Ἀθηναίης ἐλάφωι κακόν): ἔδραμε δ᾽ ἠχώ
1.247
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσιν
1.248
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
1.249
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
1.250
δωμήθη, τοῦ δ᾽ οὔτι θεώτερον ὄψεται ἠώς
1.251
οὐδ᾽ ἀφνειότερον: ῥέα κεν Πυθῶνα παρέλθοι.
1.252
τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
1.253
Λύγδαμις ὑβριστής: ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
1.254
ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρ᾽ αὐτόν
1.255
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
1.256
ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν: οὐ γὰρ ἔμελλεν
1.257
οὔτ᾽ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
1.258
ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι
1.259
νοστήσειν: Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
1.260
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
1.261
μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν( οὐδὲ γὰρ Οἰνεῖ
1.262
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
1.263
μηδ᾽ ἐλαφηβολίην μηδ᾽ εὐστοχίην ἐριδαίνειν
1.264
( οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),
1.265
μηδέ τινα μνᾶσθαι τὴν παρθένον( οὐδὲ γὰρ Ὦτος,
1.266
οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),
1.267
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον( οὐδὲ γὰρ Ἱππώ
1.268
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι):
1.269
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι.

Intertext edge

Open linked passage

Note