Athen
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus">
—
⋯
Original / primary: Textus receptus
1.1
Όσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
1.2
ἔξιτε: τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
1.3
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν:
1.4
σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες.
1.5
οὔποκ᾽ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
1.6
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
1.7
οὐδ᾽ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
1.8
τεύχεα τῶν ἀδίκων ἦνθ᾽ ἀπὸ γηγενέων,
1.9
ἀλλὰ πολὺ πράτιστον ὑφ᾽ ἅρματος αὐχένας ἵππων
1.10
λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
1.11
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
1.12
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
1.13
ὦ ἴτ᾽ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ᾽ ἀλαβάστρως
1.14
( συρίγγων ἀίω φθόγγον ὑπαξονίων),
1.15
μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδ᾽ ἀλαβάστρως
1.16
( οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
1.17
οἴσετε μηδὲ κάτοπτρον: ἀεὶ καλὸν ὄμμα τὸ τήνας
1.18
οὐδ᾽ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
1.19
οὔτ᾽ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
1.20
ἔβλεψεν δίναν ἐς διαφαινομέναν:
1.21
οὐδ᾽ Ήρα: Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
1.22
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν:
1.23
ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
1.24
οἷα παρ᾽ Εὐρώται τοὶ Λακεδαιμόνιοι
1.25
ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
1.26
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς:
1.27
ὦ κῶραι, τὸ δ᾽ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
1.28
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
1.29
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
1.30
ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης:
1.31
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
1.32
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
1.33
ἔξιθ᾽ Ἀθαναία: πάρα τοι καταθύμιος ἴλα,
1.34
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν:
1.35
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
1.36
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον:
1.37
. . .
1.38
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς:
1.39
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
1.40
δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
1.41
ὤιχετ᾽ ἔχων, Κρεῖον δ᾽ εἰς ὄρος ὠικίσατο:
1.42
κρεῖον ὄρος: σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
1.43
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
1.44
ἔξιθ᾽ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
1.45
ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
1.46
σάμερον ὑδροφόροι μὴ βάπτετε— σάμερον Ἄργος
1.47
πίνετ᾽ ἀπὸ κρανᾶν μηδ᾽ ἀπὸ τῶ ποταμῶ,
1.48
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ' ς Φυσάδειαν
1.49
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
1.50
καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας
1.51
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
1.52
τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ
1.53
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
1.54
ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
1.55
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
1.56
πότνι᾽ Ἀθαναία τὺ μὲν ἔξιθι: μέσφα δ᾽ ἐγώ τι
1.57
ταῖσδ᾽ ἐρέω. μῦθος δ᾽ οὐκ ἐμός, ἀλλ᾽ ἑτέρων.
1.58
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
1.59
πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
1.60
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο:
1.61
ἀλλὰ καὶ ἀρχαίων εὖτ᾽ ἐπὶ Θεσπιέων
1.62
¯˘˘¯˘˘¯˘ ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
1.63
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
1.64
ἢ᾽ πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
1.65
καὶ βωμοὶ ποταμῶι κεῖντ᾽ ἐπὶ Κουραλίωι:
1.66
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
1.67
οὐδ᾽ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
1.68
ἁδεῖαι τελέθεσκον, ὅκ᾽ οὐχ ἁγεῖτο Χαρικλώ:
1.69
ἀλλ᾽ ἔτι καὶ τήναν δάκρυα πόλλ᾽ ἔμενεν,
1.70
καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
1.71
δή ποκα γὰρ πέπλων λυσομένα περόνας
1.72
ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
1.73
λῶντο: μεσαμβρινὰ δ᾽ εἶχ᾽ ὄρος ἁσυχία.
1.74
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ᾽ ἔσαν ὧραι,
1.75
πολλὰ δ᾽ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
1.76
Τειρεσίας δ᾽ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
1.77
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο:
1.78
διψάσας δ᾽ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας,
1.79
σχέτλιος: οὐκ ἐθέλων δ᾽ εἶδε τὰ μὴ θεμιτά:
1.80
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
1.81
' τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ᾽ ἀποισόμενον,
1.82
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;᾽
1.83
ἃ μὲν ἔφα, παιδὸς δ᾽ ὄμματα νὺξ ἔλαβεν.
1.84
ἑστάκη δ᾽ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
1.85
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
1.86
ἁ νύμφα δ᾽ ἐβόασε' τί μοι τὸν κῶρον ἔρεξας
1.87
πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
1.88
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
1.89
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
1.90
ἀλλ᾽ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
1.91
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
1.92
ἦ μεγάλ᾽ ἀντ᾽ ὀλίγων ἐπράξαο: δόρκας ὀλέσσας
1.93
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.'
1.94
† ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
1.95
† μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
1.96
ἆγε βαρὺ κλαίοισα, θεὰ δ᾽ ἐλέησεν ἑταίραν
1.97
καί νιν Ἀθαναία πρὸς τόδ᾽ ἔλεξεν ἔπος
1.98
' δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι᾽ ὀργάν
1.99
εἶπας: ἐγὼ δ᾽ οὔ τοι τέκνον ἔθηκ᾽ ἀλαόν.
1.100
οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
1.101
ἁρπάζειν: Κρόνιοι δ᾽ ὧδε λέγοντι νόμοι:
1.102
ὅς κε τιν᾽ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
1.103
ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
1.104
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
1.105
ἔργον: ἐπεὶ μοιρᾶν ὧδ᾽ ἐπένησε λίνα,
1.106
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο: νῦν δὲ κομίζευ,
1.107
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
1.108
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
1.109
πόσσα δ᾽ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
1.110
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
1.111
καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος
1.112
ἐσσεῖτ᾽: ἀλλ᾽ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τ᾽ ἐν ὄρεσσι
1.113
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
1.114
ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά
1.115
δαίμονος: ἀλλ᾽ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
1.116
τουτάκι δειπνησεῦντι: τὰ δ᾽ υἱέος ὀστέα μάτηρ
1.117
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα:
1.118
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
1.119
ἐξ ὀρέων ἀλαὸν παῖδ᾽ ἀποδεξαμέναν.
1.120
ὦ ἑτάρα, τῶι μή τι μινύρεο: τῶιδε γὰρ ἄλλα
1.121
τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
1.122
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
1.123
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον,
1.124
γνωσεῖται δ᾽ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
1.125
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
1.126
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι
1.127
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
1.128
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
1.129
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
1.130
καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι
1.131
φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.
1.132
ὣς φαμένα κατένευσε: τὸ δ᾽ ἐντελές ὧι κ᾽ ἔπι νεύσηι
1.133
Παλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρων
1.134
δῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι,
1.135
λωτροχόοι, μάτηρ δ᾽ οὔτις ἔτικτε θεάν,
1.136
ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
1.137
ψεύδεα αι θυγάτηρ.
1.138
ἔρχετ᾽ Ἀθαναία νῦν ἀτρεκές: ἀλλὰ δέχεσθε
1.139
τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,
1.140
σύν τ᾽ εὐαγορίαι σύν τ᾽ εὔγμασι σύν τ᾽ ὀλολυγαῖς.
1.141
χαῖρε θεά, κάδευ δ᾽ Ἄργεος Ἰναχίω.
1.142
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
1.143
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.