Epigrams and Fragments
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus">
—
⋯
Original / primary: Perseus Grc2
6.1
κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος πάλαι τέρας Schneider. ἀλλὰ σὺ νῦν με,
6.2
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
6.3
ναυτίλος ναυτίλον; corr. Kaibel. ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
6.4
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
6.5
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,
6.6
ποσσί νί??ν ποσσὶν ἵνʼ; corr. Hermann., ὥστʼ ἔργῳ τοὔνομα συμφέρεται,
6.7
ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
6.8
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
6.9
μηδέ μοι ἐν θαλάμῃσιν ἔθʼ ὡς πάρος, εἰμί γὰρ ἄπνους,
6.10
τίκτηται νοτερῆς νοτερῇσʼ... ἁλκυονίς Kaibel. ὤεον ἁλκυόνης.
6.11
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν. οἶδε γὰρ ἐσθλὰ
6.12
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.