Hymn to Artemis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus">
—
⋯
Original / primary: Perseus Grc4
1
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
2
ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται
3
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
4
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5
παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
6
ʼδός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
7
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
8
δὸς δʼ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρην
9
οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
10
αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
11
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
12
ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
13
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
14
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
15
δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
16
αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας
17
μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
18
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
19
ἥντινα λῆις· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
20
οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
21
μοῦνον ὅτʼ ὀξείηισιν ὑπʼ ὠδίνεσσι γυναῖκες
22
τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
23
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
24
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25
μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίωνʼ.
26
ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
27
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
28
μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,
29
φῆ δὲ καταρρέζων ʼὅτε μοι τοιαῦτα θέαιναι
30
τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
31
χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσʼ ἐθελημός
32
αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
33
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
34
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35
εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
36
πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
37
μεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονται
38
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
39
ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσʼ. ὣς ὃ μὲν εἰπὼν
40
μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
41
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι·
42
ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
43
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
44
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45
οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
46
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
47
νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
48
οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
49
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
50
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
51
αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
52
πρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύν
53
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
54
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
55
ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα
56
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
57
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
58
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
59
εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
61
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
62
τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
63
οὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
64
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
65
οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
66
ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
67
μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
68
Ἄργην ἢ Στερόπην· ὃ δὲ δώματος ἐκ μυχάτοιο
69
ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι·
70
αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσης
71
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
72
κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
73
εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,
74
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
76
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
77
ὤλοψας δὲ βίηιφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν
78
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
79
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
80
τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
81
ʼΚύκλωπες κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον
82
ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
83
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
84
αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον
85
θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιενʼ.
86
ἔννεπες· οἳ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο δαῖμον.
87
αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν
88
Ἀρκαδικὴν ἔπι Πανός. ὃ δὲ κρέα λυγκὸς ἔταμνε
89
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
90
τὶν δʼ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς
91
τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
92
αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,
93
εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
94
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
95
ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
96
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
97
σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
98
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
99
εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιο
100
σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηις