Hymn to Athena
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus">
—
⋯
Original / primary: Perseus Grc4
1
Όσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
2
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
3
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν·
4
σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες.
5
οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
6
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
7
οὐδʼ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
8
τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
9
ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
10
λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
11
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
12
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
13
ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
14
(συρίγγων ἀίω φθόγγον ὑπαξονίων),
15
μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδʼ ἀλαβάστρως
16
(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
17
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
18
οὐδʼ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
19
οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
20
ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
21
οὐδʼ Ήρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
22
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
23
ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
24
οἷα παρʼ Εὐρώται τοὶ Λακεδαιμόνιοι
25
ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
26
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
27
ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
28
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
29
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
30
ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης·
31
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
32
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
33
ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
34
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·
35
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
36
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον·
37
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
38
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
39
δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
40
ὤιχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ὠικίσατο·
41
κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
42
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
43
ἔξιθʼ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
44
ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
45
σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργος
46
πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ,
47
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ʼς Φυσάδειαν
48
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
49
καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας
50
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
51
τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ
52
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
53
ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
54
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
55
πότνιʼ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
56
ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
57
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
58
πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
59
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
60
ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
61
¯˘˘¯˘˘¯˘; ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
62
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
63
ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
64
καὶ βωμοὶ ποταμῶι κεῖντʼ ἐπὶ Κουραλίωι·
65
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
66
οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
67
ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
68
ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
69
καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
70
δή ποκα γὰρ πέπλων λυσομένα περόνας
71
ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
72
λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
73
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
74
πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
75
Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
76
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
77
διψάσας δʼ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας,
78
σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
79
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
80
τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
81
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
82
ἃ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.
83
ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
84
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
85
ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας
86
πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
87
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
88
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
89
ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
90
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
91
ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
92
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.
93
† ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
94
† μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
95
ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν
96
καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος
97
δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργάν
98
εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
99
οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
100
ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·