Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hymn to Delos
CallimachusDelo 288 · perseus-grc3More by Callimachus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus"> —
⋯
More
Original / primary: Perseus Grc3
202
τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
203
Ἥρη, τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γὰρ ἀπειλὰς
204
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.
205
ἔννεπες· ἡ δʼ ἀρητὸν ἀρητὸν Dilthey; ἄρητον. ἄλης ἀπεπαύσατο λυγρῆς,
206
ἕζετο δʼ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον
207
γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ
208
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
209
λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
210
φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
211
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
212
εἶπε δʼ ἀλυσθμαίνουσα τί μητέρα, κοῦρε, βαρύνεις;
213
αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ.
214
γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου.
215
νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος
216
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
217
εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβῳ δʼ ἀνεμίσγετο μῦθος,
218
Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
219
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
220
γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
221
θηλυτέρην, σὺ δʼ, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.
222
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
223
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
224
Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
225
Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
226
ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις
227
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ.
228
ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
229
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
230
ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς
231
ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
232
τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
233
κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
234
οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσῃ,
235
ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
236
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
237
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
238
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ
239
δεσπότις. ἡ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
240
οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
241
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαὶ
242
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
243
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
244
Ἀστερίῃ δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
245
ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω,
246
τόσσα δέοι δέ οἱ MSS.; δέω Reiske. μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
247
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
248
δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντον.
249
ἡ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἀοιδοὶ
250
Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
251
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ
252
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
253
ἔνθεν ὁ παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδὰς
254
ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
255
ὄγδοον οὐκέτʼ ἄεισαν, ὁ δʼ ἔκθορεν, αἱ δʼ ἐπὶ μακρὸν
256
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
257
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθὴρ
258
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
259
οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
260
χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε,
261
χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
262
χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
263
χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
264
αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,
265
ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον·
266
ᾦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
267
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
268
αὐτὴ αὕτη Reiske. ἐγὼ τοιήδε, δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο
269
Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
270
γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ,
271
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ,Λεχαίου Hemsterhuis.
272
οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
273
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
274
ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν.
275
τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου
276
κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυὼ
277
οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·
278
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ
279
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
280
αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην
281
κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
282
οἰκία θινὸς ἔχουσι, πολυχρνιώτατον αἷμα.
283
οἱ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
284
ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Δωδώνηθι marg. Taur.; Δωδώνηθε. Πελασγοὶ
285
τηλόθεν ἐκβαίνοντα εἰσβαίνοντα Meineke. πολὺ πρώτιστα δέχονται,
286
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
287
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔτεα Μηλίδος αἴης
288
ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
289
εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρὸς
290
ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
291
πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
292
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
293
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἱ τότʼ ἄριστοι
294
ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,
295
εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.
296
ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος
297
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
298
παρθενικαῖς, παρθενικαῖς marg. e; παρθενικαί. παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
299
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
300
Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι
301
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·

Intertext edge

Open linked passage

Note