Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Hymn to Demeter
CallimachusDeme 3 · perseus-grc3More by Callimachus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus"> —
⋯
More
Original / primary: Perseus Grc3
1
τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες,
2
Δάματερ μέγα χαῖρε πολυτρόφε πουλυμέδιμνε.
3
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι, Schol. Plato, Symp. 218 B καὶ εἴ τις ἄλλος ἐστὶ βέβηλός τε καὶ ἄγροικος, πύλας παμμεγάλας τοῖς ὠσὶν ἐπίθεσθε] ἐντεῦθεν παρῴδησε Καλλίμαχος ἐν ὕμνῳ Δήμητρος καλάθου τὸ θύρας δ’ ἐπίθεσθε βέβηλοι.
4
μηδʼ ἀπὸ τῶ τέγεος μηδʼ ὑψόθεν αὐγάσσησθε
5
μὴ παῖς μηδὲ γυνὰ μηδʼ ἃ κατεχεύατο χαίταν,
6
μηδʼ ὅκʼ ἀφʼ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
7
ἕσπερος ἐκ νεφέων ἐσκέψατο πανίκα νεῖται,
8
ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
9
ἁρπαγίμας ὅκʼ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
10
πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστʼ ἐπὶ δυθμάς,
11
ἔστʼ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
12
οὐ πίες οὔτʼ ἄρʼ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
13
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
14
τοσσάκι δʼ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
15
τρὶς δʼ ἐπὶ Καλλιχόρῳ τρὶς δ ἐπὶ καλλι . . . only is preserved in A; the lacuna is supplied in F and late MSS. χαμάδις ἐκαθίσσαο φρητί
16
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
17
μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ·
18
κάλλιον, ὡς πολίεσσιν ἑαδότα πτολίεσσιν ἑα . . . A; lacuna supplied in F. τέθμια δῶκε·
19
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
20
ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
21
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
22
κάλλιον, ὡς, ἵνα καί τις ὑπερβασίας ὑπερβα . . . A; lacuna supplied in F etc. ἀλέηται,
23
π ἰδέσθαι π . . . A; . . . ἰδέσθαι pd.
24
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
25
τὶν δʼτὸν δ᾽ MSS.; τεῖδ᾽ Schneider. αὐτᾷ καλὸν ἄλσος ἐποιήσαντο Πελασγοὶ
26
δένδρεσιν ἀμφιλαές· διά κεν μόλις ἦνθεν ὀιστός·
27
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
28
ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δʼ ὥστʼ ἀλέκτρινον ὕδωρ
29
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δʼ ἐπεμαίνετο χώρῳ
30
ὅσσον Ἐλευσῖνι, Τριόπῳ θʼ τριόπῳ θ᾽ LM; Τριοπᾷδ᾽ Schneider; τριόπαιδ᾽ AF; τριόπᾳ θ’ δ. ὅσον, ὁκκόσον Ἔννᾳ.
31
ἀλλʼ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
32
τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά·
33
σεύατʼ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ,
34
πάντας δʼ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
35
ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας,
36
ἐς δὲ τὸ Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
37
ἦς ἦς d; ἦν. δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
38
τῷ δʼ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
39
ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
40
ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
41
εἶπε δὲ χωσαμένα "τίς μοι καλὰ δένδρεα κόπτει;"
42
αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν
43
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρὶ
44
στέμματα καὶ μάκωνα, κατωμαδίαν δʼ ἔχε κλᾷδα.
45
φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
46
τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
47
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
48
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
49
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.
50
τὰν δʼ ἄρʼ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
51
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
52
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
53
χάζευ, ἔφα, μή τοι πέλεκυν μέγαν ἐν χροΐ πάξω.
54
ταῦτα δʼ ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας
55
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.
56
εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
57
Δαμάτηρ δʼ ἄφατόν τι κοτέσσατο, γείνατο γείνατο MSS.; γείνετο Schneider. δʼ ἁ ἁ MSS.; αὖ Bergk. θεύς·
58
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατʼ Ὀλύμπω.
59
οἱ μὲν ἄρʼ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
60
ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες·
61
ἁ δʼ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο
62
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δʼ ἀπαμείψατʼ ἄνακτα
63
ναὶ ναί, τεύχεο δῶμα, κύον, κύον, ᾧ ἔνι δαῖτας
64
ποιησεῖς· θαμιναὶ γάρ ἐς ὕστερον εἰλαπίναι τοι.
65
ἁ μὲν τόσσʼ εἰποῖσʼ Ἐρυσίχθονι τεῦχε πονηρά.
66
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμὸν
67
αἴθωνα κρατερόν, μεγάλᾳ δʼ ἐστρεύγετο νούσῳ.
68
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
69
εἴκατι δαῖτα πένοντο, δυώδεκα δʼ οἶνον ἄφυσσον·
70
τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτελ·
71
καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος.
72
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
73
αἰδόμενοι γονέες, προχανὰ δʼ εὑρίσκετο πᾶσα.
74
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπʼ ἄεθλα
75
Ὀρμενίδαι καλέοντες· ἀπʼ ὦν ἀρνήσατο μάτηρ
76
οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
77
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας. ἦνθε Πολυξώ,
78
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
79
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
80
τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
81
νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δʼ ἤλασε κάπρος
82
Πίνδον ἀνʼ εὐάγκειαν, ὁ δʼ ἐννέα φάεα κεῖται.
83
δειλαία φιλότεκνε, τί δʼ οὐκ ἐψεύσαο, μᾶτερ;
84
δαίνυεν εἰλαπίναν τις· ἐν ἀλλοτρίοις Ἐρυσίχθων.
85
ἄγετό τις νύμφαν· Ἐρυσίχθονα δίσκος ἔτυψεν,
86
ἢ ἔπεσʼ ἐξ ἵππων, ἢ ἐν Ὄθρυϊποίμνἰ ἀμιθρεῖ.ἀμιθρεῖ Ruhnken, Valckenaer; ἀμι- A, ἀμ᾽ E, ἀριθμεῖ d; ἀμέλγει F.
87
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστὰς
88
ἤσθιε μυρία πάντα· κακὰ δʼ ἐξάλλετο γαστὴρ
89
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δʼ ἐς βυθὸν οἷα θαλάσσας
90
ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
91
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών,
92
καὶ τούτων ἔτι μεῖζον ἐτάκετο μέσφʼ ἐπὶ νευράς·
93
δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
94
κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δʼ ἔστενον αἱ δύʼ ἀδελφαὶ
95
χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
96
καὶ δʼ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
97
τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων·
98
ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μὲν
99
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
100
τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτὸν

Intertext edge

Open linked passage

Note