Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On Los
CallimachusOn Los 1 · textus-receptusMore by Callimachus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus"> —
⋯
More
Original / primary: Textus receptus
1.1
τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότ᾽ ἀείσεις
1.2
δῆλον, Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαι
1.3
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
1.4
εὔυμνοι: δῆλος δ᾽ ἐθέλει τὰ πρῶτα φέρεσθαι
1.5
ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
1.6
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.
1.7
ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσηι
1.8
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
1.9
Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
1.10
Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.
1.11
κείνη δ᾽ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θ᾽ ἁλιπλήξ
1.12
αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
1.13
πόντωι ἐνεστήρικται: ὃ δ᾽ ἀμφί ἑ πουλὺς ἑλίσσων
1.14
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην:
1.15
τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
1.16
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,
1.17
ὁππότ᾽ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν
1.18
νῆσοι ἀολλίζονται, ἀεὶ δ᾽ ἔξαρχος ὁδεύει.
1.19
ἣ δ᾽ ὄπιθεν Φοίνισσα μετ᾽ ἴχνια Κύρνος ὀπηδεῖ
1.20
οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
1.21
Σαρδώ θ᾽ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
1.22
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ᾽ ἐπιβάθρων.
1.23
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
1.24
δῆλος δ᾽ Ἀπόλλωνι: τί δὲ στιβαρώτερον ἕρκος;
1.25
τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
1.26
Στρυμονίου βορέαο: θεὸς δ᾽ ἀεὶ ἀστυφέλικτος:
1.27
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
1.28
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
1.29
ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
1.30
ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
1.31
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
1.32
νήσους εἰναλίας εἰργάζετο, νέρθε δ᾽ ἐλάσσας
1.33
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
1.34
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν᾽ ἠπείροιο λάθωνται,
1.35
πρυμνόθεν ἐρρίζωσε: σὲ δ᾽ οὐκ ἔθλιψεν ἀνάγκη,
1.36
ἀλλ᾽ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δ᾽ ἦν τοι
1.37
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
1.38
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
1.39
τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
1.40
τόφρα δ᾽ ἔτ᾽ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.
1.41
πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης
1.42
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
1.43
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
1.44
οἳ μὲν ἔτ᾽ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ᾽ ὀξύν
1.45
ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
1.46
Χαλκιδικῆς δ᾽ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
1.47
μέσφ᾽ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
1.48
ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν
1.49
παρθενίης( οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι
1.50
γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
1.51
ἡνίκα δ᾽ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
1.52
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ᾽ ἔθεντο,
1.53
οὕνεκεν οὐκέτ᾽ ἄδηλος ἐπέπλεες, ἀλλ᾽ ἐνὶ πόντου
1.54
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
1.55
οὐδ᾽ Ἥρην κοτέουσαν ὑπέτρεσας: ἣ μὲν ἁπάσαις
1.56
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
1.57
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
1.58
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
1.59
τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
1.60
σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
1.61
τειρομένην ὠδῖσι: δύω δέ οἱ εἵατο φρουροί
1.62
γαῖαν ἐποπτεύοντες, ὃ μὲν πέδον ἠπείροιο
1.63
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
1.64
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
1.65
ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο:
1.66
ἣ δ᾽ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
1.67
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
1.68
ἔνθ᾽ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
1.69
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
1.70
φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ᾽ ὄρος ἱερὸν Αὔγης
1.71
Παρθένιον, φεῦγεν δ᾽ ὁ γέρων μετόπισθε Φενειός.
1.72
φεῦγε δ᾽ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,
1.73
ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος: οὐ γὰρ ἐκείνας
1.74
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
1.75
φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δ᾽ ἐφέποντο
1.76
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
1.77
Ἰσμηνοῦ χέρα πατρός, ὃ δ᾽ εἵπετο πολλὸν ὄπισθεν
1.78
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
1.79
ἣ δ᾽ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
1.80
αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
1.81
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
1.82
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
1.83
ἦ ῥ᾽ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
1.84
‘ νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
1.85
νύμφαι δ᾽ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.’
1.86
ταῖς μὲν ἔτ᾽ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
1.87
φθέγξατο δ᾽ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι:
1.88
Θ̔ ήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
1.89
μήπω μή μ᾽ ἀέκοντα βιάζεο μαντεύεσθαι.
1.90
οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
1.91
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ᾽ ἔτι κεῖνο
1.92
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
1.93
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις:
1.94
ἀλλ᾽ ἔμπης ἐρέω τι τορώτερον ἢ ἀπὸ δάφνης.
1.95
φεῦγε πρόσω: ταχινός σε κιχήσομαι αἵματι λούσων
1.96
τόξον ἐμόν: σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός
1.97
ἔλλαχες. οὐ σύ γ᾽ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών
1.98
ἔσσεται: εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην᾽.
1.99
ὣς ἄρ᾽ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
1.100
ἀλλ᾽ ὅτ᾽ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
1.101
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
1.102
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
1.103
ἄψ δ᾽ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ᾽ Ἄναυρος
1.104
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
1.105
φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων:
1.106
Ήρη σοὶ δ᾽ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
1.107
οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις
1.108
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
1.109
' Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί
1.110
κοιμῆσαι μέγα χεῦμα: περιπλέξασθε γενείωι
1.111
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
1.112
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
1.113
ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
1.114
ἦ ῥά τοι ὧδ᾽ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπ᾽ ἐμεῖο
1.115
μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
1.116
σήμερον ἐξαπίνης;᾽ ὃ δ᾽ ἀνήκοος.' ὦ ἐμὸν ἄχθος,
1.117
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
1.118
Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
1.119
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
1.120
ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.'
1.121
τὴν δ᾽ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
1.122
' λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
1.123
πότνια σὰς ὠδῖνας ἀναίνομαι( οἶδα καὶ ἄλλας
1.124
λουσαμένας ἀπ᾽ ἐμεῖο λεχωίδας): ἀλλά μοι Ἥρη
1.125
δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
1.126
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
1.127
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι
1.128
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ:
1.129
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
1.130
διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
1.131
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
1.132
ἠνίδ᾽ ἐγώ: τί περισσά; κάλει μόνον Εἰλήθυιαν.'
1.133
εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
1.134
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
1.135
ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα:
1.136
ὑψόθε δ᾽ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
1.137
δούρατος: ἣ δ᾽ ἐλέλιξεν ἐνόπλιον: ἔτρεμε δ᾽ Ὄσσης
1.138
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
1.139
ἐσχατιαὶ Πίνδοιο, φόβωι δ᾽ ὠρχήσατο πᾶσα
1.140
Θεσσαλίη: τοῖος γὰρ ἀπ᾽ ἀσπίδος ἔβραμεν ἦχος.
1.141
ὡς δ᾽ ὁπότ᾽ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
1.142
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
1.143
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
1.144
θερμάστραι τε βρέμουσιν ὑφ᾽ Ἡφαίστοιο πυράγρης
1.145
ἔργα θ᾽ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
1.146
καὶ τρίποδες πίπτοντες ἐπ᾽ ἀλλήλοις ἰαχεῦσι:
1.147
τῆμος ἔγεντ᾽ ἄραβος σάκεος τόσος εὐκύκλοιο:
1.148
Πηνειὸς δ᾽ οὐκ αὖτις ἐχάζετο, μίμνε δ᾽ ὁμοίως
1.149
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δ᾽ ἐστήσατο δίνας,
1.150
εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο' σώιζεο χαίρων,
1.151
σώιζεο: μὴ σύ γ᾽ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
1.152
ἀντ᾽ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετ᾽ ἀμοιβή᾽.
1.153
ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
1.154
εἰναλίας: αἳ δ᾽ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
1.155
οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
1.156
οὐδ᾽ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
1.157
Ἶρις ἐπεὶ πάσηισιν ἐφ᾽ ὑψηλοῖο Μίμαντος
1.158
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν: αἳ δ᾽ ὑπ᾽ ὀμοκλῆς
1.159
πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.
1.160
ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
1.161
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
1.162
ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε' μὴ σύ γε μῆτερ
1.163
τῆι με τέκοις. οὔτ᾽ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
1.164
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη:
1.165
ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
1.166
ἐστί, Σαωτήρων ὕπατον γένος: ὧι ὑπὸ μίτρην
1.167
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
1.168
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
1.169
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
1.170
ἠέλιον φορέουσιν: ὃ δ᾽ εἴσεται ἤθεα πατρός.
1.171
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
1.172
ὕστερον, ὁππότ᾽ ἂν οἳ μὲν ἐφ᾽ Ἑλλήνεσσι μάχαιραν
1.173
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
1.174
ὀψίγονοι Τιτῆνες ἀφ᾽ ἑσπέρου ἐσχατόωντος
1.175
ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι
1.176
τείρεσιν, ἡνίκα πλεῖστα κατ᾽ ἠέρα βουκολέονται,
1.177
φρούρια καὶ...
1.178
καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι...
1.179
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
1.180
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
1.181
ἀλλ᾽ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται† φάλαγγες
1.182
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
1.183
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
1.184
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
1.185
στήσονται: τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δ᾽ ἐπὶ Νείλωι
1.186
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
1.187
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
1.188
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
1.189
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
1.190
ὕστερον ἤματα πάντα: σὺ δὲ ξυμβάλλεο μῆτερ:
1.191
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
1.192
πλαζομένη πελάγεσσι: πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
1.193
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
1.194
ἔνθα νότος, ἔνθ᾽ εὖρος, ὅπη φορέηισι θάλασσα.
1.195
τῆι με φέροις: κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.'
1.196
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι:
1.197
Ἀστερίη φιλόμολπε, σὺ δ᾽ Εὐβοίηθε κατήιεις,
1.198
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
1.199
ἀλλ᾽ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος:
1.200
. . .
1.201
... φλεξας ἐπεὶ περικαίεο πυρί,
1.202
τλήμον᾽ ὑπ᾽ ὠδίνεσσι βαρυνομένην ὁρόωσα:
1.203
' Ἥρη τοῦτό με ῥέξον ὅ τοι φίλον: οὐ γάρ ἀπειλὰς
1.204
ὑμετέρας ἐφύλαξα: πέρα, πέρα εἰς ἐμὲ Λητοῖ᾽.
1.205
ἔννεπες: ἣ δ᾽ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
1.206
ἕζετο δ᾽ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
1.207
γαῖα τότ᾽ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
1.208
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος:
1.209
λύσατο δὲ ζώνην, ἀπὸ δ᾽ ἐκλίθη ἔμπαλιν ὤμοις
1.210
φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
1.211
τειρομένη: νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
1.212
εἶπε δ᾽ ἀλυσθμαίνουσα' τί μητέρα κοῦρε βαρύνεις;
1.213
αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
1.214
γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπου᾽.
1.215
νύμφα Διὸς βαρύθυμε, σὺ δ᾽ οὐκ ἄρ᾽ ἔμελλες ἄπυστος
1.216
δὴν ἔμεναι: τοίη σε προσέδραμεν ἀγγελιῶτις,
1.217
εἶπε δ᾽ ἔτ᾽ ἀσθμαίνουσα, φόβωι δ᾽ ἀνεμίσγετο μῦθος,
1.218
' Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
1.219
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
1.220
γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
1.221
θηλυτέρην, σὺ δ᾽ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.
1.222
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
1.223
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδ᾽ ἐδέχοντο:
1.224
Ἀστερίη δ᾽ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
1.225
Ἀστερίη, πόντοιο κακὸν σάρον: οἶσθα καὶ αὐτή.
1.226
ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
1.227
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆι᾽.
1.228
ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
1.229
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
1.230
ἵζει θηρήτειρα παρ᾽ ἴχνεσιν, οὔατα δ᾽ αὐτῆς
1.231
ὀρθὰ μάλ᾽, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν:
1.232
τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
1.233
κείνη δ᾽ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
1.234
οὐδ᾽ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
1.235
ἀλλ᾽ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
1.236
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
1.237
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
1.238
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
1.239
δεσπότις. ἣ δ᾽ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
1.240
' οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
1.241
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ᾽ ὅθι δειλαί
1.242
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ᾽ ὅθι φῶκαι
1.243
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
1.244
Ἀστερίηι δ᾽ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
1.245
ἀμπλακίης, οὐδ᾽ ἔστιν ὅπως ἀποθύμια ῥέξω:
1.246
τόσσα δέω: μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ:
1.247
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ᾽ ἐμεῖο
1.248
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ᾽ ἀνθείλετο πόντον᾽.
1.249
ἣ μὲν ἔφη: κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
1.250
Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
1.251
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
1.252
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν:
1.253
ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
1.254
ὕστερον, ὁσσάκι κύκνοι ἐπ᾽ ὠδίνεσσιν ἄεισαν.
1.255
ὄγδοον οὐκέτ᾽ ἄεισαν, ὃ δ᾽ ἔκθορεν, αἳ δ᾽ ἐπὶ μακρὸν
1.256
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
1.257
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ᾽ αἰθήρ
1.258
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
1.259
οὐδ᾽ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
1.260
χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
1.261
χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
1.262
χρύσειον δ᾽ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
1.263
χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
1.264
αὐτὴ δὲ χρυσέοιο ἀπ᾽ οὔδεος εἵλεο παῖδα,
1.265
ἐν δ᾽ ἐβάλευ κόλποισιν, ἔπος δ᾽ ἐφθέγξαο τοῖον
1.266
‘ ὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
1.267
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι:
1.268
αὕτη ἐγὼ τοιήδε: δυσήροτος, ἀλλ᾽ ἀπ᾽ ἐμεῖο
1.269
Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
1.270
γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,
1.271
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
1.272
οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,
1.273
ὡς ἐγὼ Ἀπόλλωνι: καὶ ἔσσομαι οὐκέτι πλαγκτή.’
1.274
ὧδε σὺ μὲν κατέλεξας: ὃ δὲ γλυκὺν ἔσπασε μαζόν.
1.275
τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου
1.276
κλήζηι, Ἀπόλλωνος κουροτρόφος: οὐδέ σ᾽ Ἐνυώ
1.277
οὐδ᾽ Ἀίδης οὐδ᾽ ἵπποι ἐπιστείβουσιν Ἄρηος:
1.278
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί
1.279
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
1.280
αἵ τε πρὸς ἠοίην αἵ θ᾽ ἕσπερον αἵ τ᾽ ἀνὰ μέσσην
1.281
κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
1.282
οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.
1.283
οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
1.284
ἀσταχύων φορέουσιν: ἃ Δωδώνηθι Πελασγοί
1.285
τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,
1.286
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος:
1.287
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης
1.288
ἔρχονται: κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
1.289
εἰς ἀγαθὸν πεδίον Ληλάντιον: οὐδ᾽ ἔτι μακρός
1.290
ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
1.291
πρῶταί τοι τάδ᾽ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
1.292
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
1.293
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότ᾽ ἄριστοι
1.294
ἠιθέων: οὐδ᾽ οἵ γε παλιμπετὲς οἴκαδ᾽ ἵκοντο,
1.295
εὔμοιροι δ᾽ ἐγένοντο, καὶ ἀκλέες οὔποτ᾽ ἐκεῖνοι.
1.296
ἦ τοι Δηλιάδες μέν, ὅτ᾽ εὐήχης ὑμέναιος
1.297
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
1.298
παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
1.299
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
1.300
Ἀστερίη θυόεσσα, σὲ μὲν περί τ᾽ ἀμφί τε νῆσοι
1.301
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο:
1.302
οὔτε σιωπηλὴν οὔτ᾽ ἄψοφον οὖλος ἐθείραις
1.303
ἕσπερος, ἀλλ᾽ αἰεί σε καταβλέπει ἀμφιβόητον.
1.304
οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
1.305
ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν:
1.306
αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.
1.307
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
1.308
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς
1.309
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
1.310
οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
1.311
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου
1.312
πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
1.313
κύκλιον ὠρχήσαντο, χοροῦ δ᾽ ἡγήσατο Θησεύς.
1.314
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι
1.315
Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
1.316
Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
1.317
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;
1.318
οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
1.319
χρειὼ δ᾽ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
1.320
ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
1.321
πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι
1.322
ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
1.323
χεῖρας ἀποστρέψαντας: ἃ Δηλιὰς εὕρετο νύμφη
1.324
παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
1.325
ἱστίη ὦ νήσων εὐέστιε χαῖρε μὲν αὐτή,
1.326
χαίροι δ᾽ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσαο Λητώ.

Intertext edge

Open linked passage

Note