On Meter
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callimachus" aria-label="More works by Callimachus">
—
⋯
Original / primary: Textus receptus
1.1
τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκες
1.2
' Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε᾽.
1.3
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
1.4
μηδ᾽ ἀπὸ τῶ τέγεος μηδ᾽ ὑψόθεν αὐγάσσησθε
1.5
μὴ παῖς μηδὲ γυνὰ μηδ᾽ ἃ κατεχεύατο χαίταν,
1.6
μηδ᾽ ὅκ᾽ ἀφ᾽ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
1.7
ἕσπερος ἐκ νεφέων ἐσκέψατο( πανίκα νεῖται;),
1.8
ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
1.9
ἁρπαγίμας ὅκ᾽ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
1.10
πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστ᾽ ἐπὶ δυθμάς,
1.11
ἔστ᾽ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
1.12
οὐ πίες οὐδ᾽ ἄρ᾽ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα.
1.13
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
1.14
τοσσάκι δ᾽ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
1.15
τρὶς δ᾽ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί
1.16
αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα.
1.17
μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ:
1.18
κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε:
1.19
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
1.20
ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι,
1.21
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν:
1.22
κάλλιον, ὡς( ἵνα καί τις ὑπερβασίας ἀλέηται)
1.23
π... ἰδέσθαι
1.24
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον,
1.25
τεῖ δ᾽ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί
1.26
δένδρεσιν ἀμφιλαφές: διά κεν μόλις ἦνθεν ὀιστός:
1.27
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
1.28
ἐν δὲ καλὰ γλυκύμαλα: τὸ δ᾽ ὥστ᾽ ἀλέκτρινον ὕδωρ
1.29
ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ᾽ ἐπεμαίνετο χώρωι
1.30
ὅσσον Ἐλευσῖνι, Τριόπαι θ᾽ ὅσον ὁκκόσον Ἔνναι.
1.31
ἀλλ᾽ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
1.32
τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά:
1.33
σεύατ᾽ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι,
1.34
πάντας δ᾽ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι,
1.35
ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας
1.36
ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
1.37
ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
1.38
τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο,
1.39
ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
1.40
ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει,
1.41
εἶπε δὲ χωσαμένα' τίς μοι καλὰ δένδρεα κόπτει;᾽
1.42
αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν
1.43
δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί
1.44
στέμματα καὶ μάκωνα, κατωμαδίαν δ᾽ ἔχε κλαῖδα.
1.45
φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα
1.46
' τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
1.47
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
1.48
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι
1.49
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεισ᾽.
1.50
τὰν δ᾽ ἄρ᾽ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν
1.51
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
1.52
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα,
1.53
' χάζευ᾽ ἔφα' μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ.
1.54
ταῦτα δ᾽ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας
1.55
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.'
1.56
εἷπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
1.57
Δαμάτηρ δ᾽ ἄφατόν τι κοτέσσατο, εἴσατο δ᾽ ἁ θεύς:
1.58
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ᾽ Ὀλύμπω.
1.59
οἳ μὲν ἄρ᾽ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
1.60
ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες.
1.61
ἃ δ᾽ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο
1.62
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ᾽ ἀπαμείψατ᾽ ἄνακτα
1.63
' ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας
1.64
ποιησεῖς: θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.'
1.65
ἃ μὲν τόσσ᾽ εἰποῖσ᾽ Ἐρυσίχθονι τεῦχε πονηρά.
1.66
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν
1.67
αἴθωνα κρατερόν, μεγάλαι δ᾽ ἐστρεύγετο νούσωι.
1.68
σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις.
1.69
εἴκατι δαῖτα πένοντο, δυώδεκα δ᾽ οἶνον ἄφυσσον:
1.70
τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει:
1.71
† καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος.
1.72
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
1.73
αἰδόμενοι γονέες, προχανὰ δ᾽ εὑρίσκετο πᾶσα.
1.74
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ᾽ ἄεθλα
1.75
Ὀρμενίδαι καλέοντες: ἀπ᾽ ὦν ἀρνήσατο μάτηρ
1.76
' οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε
1.77
τέλθος ἀπαιτησῶν ἑκατὸν βόασ᾽. ἦνθε Πολυξώ,
1.78
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
1.79
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
1.80
τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα
1.81
' νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ᾽ ἤλασε κάπρος
1.82
Πίνδον ἀν᾽ εὐάγκειαν, δ δ᾽ ἐννέα φάεα κεῖται᾽.
1.83
δειλαία φιλότεκνε, τί δ᾽ οὐκ ἐψεύσαο, μᾶτερ;
1.84
δαίνυεν εἰλαπίναν τις:' ἐν ἀλλοτρίοις Ἐρυσίχθων᾽.
1.85
ἄγετό τις νύμφαν:' Ἐρυσίχθονα δίσκος ἔτυψεν,'
1.86
ἢ' ἔπεσ᾽ ἐξ ἵππων᾽, ἢ' ἐν Ὄθρυϊ ποίμνι᾽ ἀμιθρεῖ᾽.
1.87
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
1.88
ἤσθιε μυρία πάντα: κακὰ δ᾽ ἐξάλλετο γαστήρ
1.89
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ᾽ ἐς βυθὸν οἷα θαλάσσας
1.90
ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα.
1.91
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών,
1.92
καὶ τούτων† ἔτι μεῖζον ἐτάκετο μέσφ᾽ ἐπὶ νευράς:
1.93
δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
1.94
κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δ᾽ ἔστενον αἱ δύ᾽ ἀδελφαί
1.95
χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι.
1.96
καὶ δ᾽ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
1.97
τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων:
1.98
' ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
1.99
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
1.100
τοῦτο τὸ δείλαιον γένετο βρέφος: αἴθε γὰρ αὐτόν
1.101
βλητὸν ὑπ᾽ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν:
1.102
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
1.103
ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός
1.104
βόσκε λαβών: ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
1.105
χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη
1.106
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.'
1.107
ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
1.108
καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ,
1.109
καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
1.110
καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά.
1.111
μέσφ᾽ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
1.112
μῶνοι ἄρ᾽ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
1.113
ἀλλ᾽ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες,
1.114
καὶ τόχ᾽ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο
1.115
αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός.
1.116
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
1.117
εἴη μηδ᾽ ὁμότοιχος: ἐμοὶ κακογείτονες ἐχθροί.
1.118
ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι
1.119
Δ̔ άματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε᾽.
1.120
χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι
1.121
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
1.122
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
1.123
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ᾽ εἰς ἄλλο φυλαξεῖ.
1.124
ὡς δ᾽ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
1.125
ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί.
1.126
ὡς δ᾽ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
1.127
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
1.128
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
1.129
τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν,
1.130
αἵτινες ἑξήκοντα κατώτεραι: αἱ δὲ βαρεῖαι
1.131
χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει,
1.132
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ: ταῖσι δὲ Δηώ
1.133
δωσεῖ πάντ᾽ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται.
1.134
χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θ᾽ ὁμονοίαι
1.135
ἔν τ᾽ εὐηπελίαι, φέρε δ᾽ ἀγρόθι νόστιμα πάντα:
1.136
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν,
1.137
φέρβε καὶ εἰράναν, ἵν᾽ ὃς ἄροσε τῆνος ἀμάσηι.
1.138
ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων.