Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Us
CallinusUs 1 · textus-receptusMore by Callinus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/callinus" aria-label="More works by Callinus"> —
⋯
More
Original / primary: Textus receptus
1.1
μέχρις τέο κατάκεισθε; κότ' ἄλκιμον ἕξετε θυμόν, ὦ νέοι; οὐδ' αἰδεῖσθ' ἀμφιπερικτίοναςὧδε λίην μεθιέντες; ἐν εἰρήνηι δὲ δοκεῖτε ἧσθαι, ἀτὰρ πόλεμος γαῖαν ἅπασαν ἔχει 5......... καί τις ἀποθνήσκων ὕστατ' ἀκοντισάτω. τιμῆέν τε γάρ ἐστι καὶ ἀγλαὸν ἀνδρὶ μάχεσθαι γῆς πέρι καὶ παίδων κουριδίης τ' ἀλόχουδυσμενέσιν· θάνατος δὲ τότ' ἔσσεται, ὁππότε κεν δὴ Μοῖραι ἐπικλώσωσ'. ἀλλά τις ἰθὺς ἴτω 10 ἔγχος ἀνασχόμενος καὶ ὑπ' ἀσπίδος ἄλκιμον ἦτορ ἔλσας, τὸ πρῶτον μειγνυμένου πολέμου. οὐ γάρ κως θάνατόν γε φυγεῖν εἱμαρμένον ἐστὶν ἄνδρ', οὐδ' εἰ προγόνων ἦι γένος ἀθανάτων. πολλάκι δηϊοτῆτα φυγὼν καὶ δοῦπον ἀκόντων 15 ἔρχεται, ἐν δ' οἴκωι μοῖρα κίχεν θανάτου, ἀλλ' ὁ μὲν οὐκ ἔμπης δήμωι φίλος οὐδὲ ποθεινός· τὸν δ' ὀλίγος στενάχει καὶ μέγας ἤν τι πάθηι· λαῶι γὰρ σύμπαντι πόθος κρατερόφρονος ἀνδρὸς θνήσκοντος, ζώων δ' ἄξιος ἡμιθέων· 20 ὥσπερ γάρ μιν πύργον ἐν ὀφθαλμοῖσιν ὁρῶσιν· ἔρδει γὰρ πολλὼν ἄξια μοῦνος ἐών.
1.3.5
νῦν δ' ἐπὶ Κιμμερίων στρατὸς ἔρχεται ὀβριμοεργῶν,

Intertext edge

Open linked passage

Note