Cassius Dio Cocceianus
Historia Romana
Roma 46.17.2
Choose a text
More by Cassius Dio Cocceianus
—
Perseus Grc2
46.17.1
46.17.1
ὅτι τοίνυν καὶ ταῦτα καὶ τἆλλα πάντα ὀρθῶς καὶ κατὰ τὴν γνώμην ὅτι μάλιστα τὴν τοῦ Καίσαρος ἐγένετο, δηλοῖ τὰ ἔργα· ἥ τε γὰρ στάσις οὐ περαιτέρω προεχώρησε, καὶ ὁ Ἀντώνιος οὐχ ὅσον οὐ δίκην ἐπʼ αὐτοῖς ἔδωκεν ἀλλὰ καὶ ὕπατος
46.17.2
46.17.2
μετὰ ταῦτα ἀπεδείχθη. καί μοι καὶ ταύτην αὐτοῦ τὴν ἀρχὴν θεάσασθε ὡς διέθετο· εὑρήσετε γὰρ αὐτήν, ἂν τἀκριβὲς σκοπῆτε, πάνυ πολλοῦ ἀξίαν τῇ
46.17.2
1
46.17.2
πόλει γεγενημένην. ὅπερ που καὶ αὐτὸς εἰδὼς οὐκ ἤνεγκε τὸν φθόνον, ἀλλʼ ἐτόλμησεν ἐπὶ τούτοις αὐτὸν διαβαλεῖν ἃ καὶ αὐτὸς ἂν
46.17.3
46.17.3
πεποιηκέναι εὔξατο. καὶ διὰ τοῦτό γε καὶ τὴν γύμνωσιν αὐτοῦ τήν τε ἀλοιφὴν τούς τε μύθους τοὺς παλαιοὺς ἐκείνους ἐπεσήγαγεν, οὐχ ὅτι τι προσέδει νῦν αὐτῶν,
46.17.3
1
46.17.3
ἀλλʼ ἵνα τήν τε περιτέχνησιν
46.17.3
2
46.17.3
αὐτοῦ καὶ τὴν κατόρθωσιν τοῖς ἔξωθεν
46.17.4
46.17.4
ψόφοις συσκιάσῃ. ὅστις,
46.17.4
1
46.17.4
ὦ γῆ καὶ θεοί (μεῖζον γὰρ σοῦ βοήσομαι καὶ δικαιότερον αὐτοὺς ἐπικαλέσομαἰ, τυραννουμένην ἤδη τῷ ἔργῳ τὴν πόλιν ἰδὼν τῷ πάντα μὲν τὰ στρατόπεδα ἀκούειν
46.17.4
τοῦ Καίσαρος, πάντα δὲ αὐτῷ τὸν δῆμον μετὰ
46.17.5
46.17.5
τῆς βουλῆς εἴκειν, οὕτως ὥστε τά τε ἄλλα καὶ δικτάτορα αὐτὸν διὰ βίου εἶναι τῇ τε σκευῇ τῇ τῶν βασιλέων χρῆσθαι ψηφίσασθαι, καὶ ἐξήλεγξε σοφώτατα καὶ ἐπέσχεν ἀσφαλέστατα, ὥστε καὶ αἰδεσθέντα καὶ φοβηθέντα μήτε τὸ ὄνομα τὸ τοῦ βασιλέως μήτε τὸ διάδημα, ἃ καὶ ἀκόντων ἡμῶν αὐτὸς ἑαυτῷ δώσειν ἔμελλε,
46.17.6
46.17.6
λαβεῖν. ἄλλος μὲν γὰρ ἄν
46.17.6
1
46.17.6
τις ὑπό τε ἐκείνου ταῦτʼ ἔφη ποιῆσαι κεκελεῦσθαι, καὶ τήν τε ἀνάγκην ἂν προυτείνατο καὶ συγγνώμης ἐπʼ αὐτῇ ἔτυχε, πῶς γὰρ οὔ, τοιαῦτά τε ἡμῶν τότε
46.17.6
2
46.17.6
ἐψηφισμένων καὶ τοσοῦτο τῶν στρατιωτῶν δεδυνημένων;
46.17.7
46.17.7
Ἀντώνιος δέ, ἅτε καὶ τῆς διανοίας τῆς τοῦ Καίσαρος διαπεφυκὼς
46.17.7
1
46.17.7
καὶ πάντα ἀκριβῶς ὅσα παρεσκευάζετο συννοῶν, φρονιμώτατα αὐτὸν καὶ ἀπέτρεψεν
46.17.7
2
46.17.7
ἀπʼ αὐτῶν καὶ ἀπέσπευσε.
46.17.8
46.17.8
τεκμήριον δὲ ὅτι οὐδὲν ἔτι τὸ παράπαν ὡς καὶ δυναστεύων ἔπραξε, καὶ προσέτι καὶ κοινῶς καὶ ἀφυλάκτως πᾶσιν ἡμῖν συνῆν· ἀφʼ οὗπερ καὶ τὰ μάλιστα ἠδυνήθη παθεῖν ἃ ἔπαθε.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).