Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cassius Dio Cocceianus
Historia Romana
Roma 48.32.2
Choose a text More by Cassius Dio Cocceianus
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
48.32.1
48.32.1
κἀν τούτῳ τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους, καίπερ ἐπʼ ἐξόδῳ ἤδη τοῦ ἔτους ὄντος, παύσαντες ἄλλους
48.32.1
1
48.32.1
ἀντικατέστησαν, βραχὺ φροντίσαντες
48.32.2
48.32.2
εἰ καὶ ἐπʼ ὀλίγας ἡμέρας ἄρξουσι. καὶ εἷς γε τῶν τότε ὑπατευσάντων Λούκιος Κορνήλιος Βάλβος ἐγένετο, Γαδειρεύς τε ὢν καὶ πλούτῳ καὶ μεγαλονοίᾳ τοσοῦτον
48.32.2
1
48.32.2
τοὺς καθʼ ἑαυτὸν ἀνθρώπους ὑπερενεγκὼν ὥστε καὶ δωρεὰν τοῖς Ῥωμαίοις ἀνὰ πέντε καὶ εἴκοσι δραχμὰς τελευτῶν
48.32.3
48.32.3
καταλιπεῖν. τοῦτό τε οὖν ἐποίησαν, καὶ ἐν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ ἀγορανόμου τινὸς ἀποθανόντος ἕτερον ἐς τὰς λοιπὰς ὥρας ἀνθείλοντο. κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ τό τε ὕδωρ τὸ Ἰούλιον
48.32.4
48.32.4
ὠνομασμένον ἐς τὴν πόλιν ἐπωχετεύθη, καὶ ἡ πανήγυρις ἡ ἐπὶ τῷ πολέμῳ τῷ πρὸς τοὺς σφαγέας εὐχθεῖσα ὑπὸ
48.32.4
1
48.32.4
τῶν ὑπάτων ἐποιήθη. τά τε τοῖς ἑπτὰ ἀνδράσιν ὠνομασμένοις προσήκοντα οἱ ποντίφικες, ἐπειδὴ μηδεὶς ἐκείνων παρῆν, ἐπετέλεσαν· καὶ τοῦτο καὶ ἄλλοτε πολλάκις ἐγένετο.

Intertext edge

Open linked passage

Note