Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chariton
Calirrohe
Calirrohe 2.7.4
Choose a text More by Chariton
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Textus receptus
2.7.1
Αἱ μὲν οὖν γυναῖκες ἀπῄεσαν, τὸ δὲ φίλημα καθάπερ ἰὸς εἰς τὰ σπλάγχνα Διονυσίου κατεδύετο καὶ οὔτε ὁρᾷν ἔτι οὔτε ἀκούειν ἐδύνατο, πανταχόθεν δὲ ἦν ἐκπεπολιορκημένος, οὐδεμίαν εὑρίσκων θεραπείαν τοῦ ἔρωτος: οὔτε διὰ δώρων, ἑώρα γὰρ τῆς γυναικὸς τὸ μεγαλόφρον: οὔτε δἰ ἀπειλῆς ἢ βίας, πεπεισμένος ὅτι θάνατον αἱρήσεται θᾶττον ἢ βιασθήσεται. Μίαν οὖν βοήθειαν ὑπελάμβανεν τὴν Πλαγγόνα καὶ μεταπεμψάμενος αὐτὴν‘ τὰ μὲν πρῶτά σοι’ φησὶν‘ ἐστρατήγηται, καὶ χάριν ἔχω τοῦ φιλήματος:
2.7.2
ἐκεῖνο δέ με σέσωκεν ἢ ἀπολώλεκε. Σκόπει οὖν πῶς γυνὴ γυναικὸς περιγένῃ, σύμμαχον ἔχουσα κἀμέ. Γίνωσκε δὲ ἐλευθερίαν σοι προκειμένην τὸ ἆθλον καὶ ὃ πέπεισμαί σοι πολὺ ἥδιον εἶναι τῆς ἐλευθερίας, τὸ ζῆν Διονύσιον.’ Κελευσθεῖσα δὲ ἡ Πλαγγὼν πᾶσαν πεῖραν καὶ τέχνην προσέφερεν: ἀλλ̓ ἡ Καλλιρρόη πανταχόθεν ἀήττητος ἦν καὶ ἔμενε Χαιρέᾳ μόνῳ πιστή.
2.7.3
Κατεστρατηγήθη δ̓ ὑπὸ τῆς τύχης, πρὸς ἣν μόνην οὐδὲν ἰσχύει λογισμὸς ἀνθρώπου: φιλόνεικος γὰρ ἡ δαίμων, καὶ οὐδὲν ἀνέλπιστον παῤ αὐτῇ. Καὶ τότ̓ οὖν πρᾶγμα παράδοξον, μᾶλλον δὲ ἄπιστον κατώρθωκεν: ἄξιον δὲ ἀκοῦσαι τὸν τρόπον.
2.7.4
Ἐπεβούλευσεν ἡ τύχη τῇ σωφροσύνῃ τῆς γυναικός: ἐρωτικὴν γὰρ ποιησάμενοι τὴν πρώτην σύνοδον τοῦ γάμου Χαιρέας καὶ Καλλιρρόη, παραπλησίαν ἔσχον ὁρμὴν πρὸς τὴν ἀπόλαυσιν ἀλλήλων, ἰσόρροπος δὲ ἐπιθυμία τὴν συνουσίαν ἐποίησεν οὐκ ἀργήν.
2.7.5
Ὀλίγον οὖν πρὸ τοῦ πτώματος ἡ γυνὴ συνέλαβεν. Ἀλλὰ διὰ τοὺς κινδύνους καὶ τὴν ταλαιπωρίαν τὴν ὕστερον οὐ ταχέως συνῆκεν ἐγκύμων᾿ γενομένη: τρίτου δὲ μηνὸς ἀρχομένου, προύκοπτεν ἡ γαστήρ: ἐν δὲ τῷ λουτρῷ συνῆκεν ἡ Πλαγγών, ὡς ἂν ἤδη πεῖραν ἔχουσα τῶν γυναικείων.
2.7.6
Εὐθὺς μὲν οὖν ἐσίγησε διὰ τὸ πλῆθος τῶν θεραπαινίδων: περὶ δὲ τὴν ἑσπέραν σχολῆς γενομένης, παρακαθίσασα ἐπὶ τῆς κλίνης‘ ἴσθι’ φησίν,‘ ὦ τέκνον, ὅτι ἐγκύμων ὑπάρχεις.’ Ἀνέκλαυσεν ἡ Καλλιρρόη καὶ ὀλολύζουσα καὶ τίλλουσα τὴν κεφαλὴν‘ ἔτι καὶ τοῦτό μου’ φησὶ‘ ταῖς συμφοραῖς, ὦ Τύχη, προστέθεικας, ἵνα καὶ τέκω
2.7.7
δοῦλον.’ Τύπτουσα δὲ τὴν γαστέρα εἶπεν‘ ἄθλιον πρὸ τοῦ γεννηθῆναι γέγονας: ἐν τάφῳ καὶ χερσὶ λῃστῶν παρεδόθης. Εἰς ποῖον παρέρχῃ βίον; ἐπὶ ποίαις ἐλπίσι μέλλω σε κυοφορεῖν, ὀρφανὲ καὶ ἄπολι καὶ δοῦλε; Πρὸ τῆς γενέσεως πειράθητι θανάτου.’ Κατέσχε δὲ αὐτῆς τὰς χεῖρας ἡ Πλαγγών, ἐπαγγειλαμένη τῆς ὑστεραίας εὐκολωτέραν αὐτῇ ἔκτρωσιν παρασκευάσειν.

Intertext edge

Open linked passage

Note