Shymnzeus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cleanthes" aria-label="More works by Cleanthes">
—
⋯
Original / primary: Textus receptus
1.1
Κύδιστ’ ἀθανάτων, πολυώνυμε παγκρατὲς αἰεί, Ζεῦ φύσεως ἀρχηγέ, νόμου μετὰ πάντα κυβερνῶν, χαῖρε· σὲ γὰρ καὶ πᾶσι θέμις θνητοῖσι προσαυδᾶν. Ἐκ σοῦ γὰρ γενόμεσθα, θεοῦ μίμημα λαχόντεςμοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτ’ ἐπὶ γαῖαν· τῷ σε καθυμνήσω, καὶ σὸν κράτος αἰὲν ἀείσω. Σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖανπείθεται ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶνἀμφήκη πυρόεντ’ αἰειζώοντα κεραυνόν· τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντ’ ἔργα βέβηκεν, ᾧ σὺ κατευθύνεις κοινὸν λόγον, ὃς διὰ πάντωνφοιτᾷ μιγνύμενος μεγάλῳ μικροῖς τε φάεσσιν....[ ὡς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός.] Οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον, οὔτε κατ’ αἰθέριον θεῖον πόλον, οὔτ’ ἐνὶ πόντῳ, πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέραισιν ἀνοίαις. Ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι, καὶ κοσμεῖν τἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. Ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, ὥσθ’ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσιν, δύσμοροι, οἵ τ’ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντεςοὔτ’ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν, ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν· αὐτοὶ δ’ αὖθ’ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπ’ ἄλλο, οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, οἳ δ’ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳἄλλοι δ’ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα...... ἐπ’ ἄλλοτε δ’ ἄλλα φέρονται, σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι. Ἀλλὰ Ζεῦ πάνδωρε κελαινεφὲς ἀργικέραυνε, ἀνθρώπους ῥύου‹ μὲν› ἀπειροσύνης ἀπὸ λυγρῆς, ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαιγνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς, ὄφρ’ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ, ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικεθνητὸν ἐόντ’, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζονοὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν.