Exhortation to Endurance or To the Newly Baptized (Fragment 44)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/clement-of-alexandria" aria-label="More works by Clement of Alexandria">
—
⋯
Original / primary: Perseus Grc2
1.p1
1.p1
1
1.p1
Ἡσυχίαν μὲν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἔργοις, ὡσαύτως δὲ ἐν γλώττῃ καὶ βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ· οὕτως γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχώδης γενόμενος ἀσθενὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν καὶ σκοτεινὸν ὁρῶν
1.p1
2
1.p1
οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπιζέοντος θυμοῦ, ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν, ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος. τὸν γὰρ νοῦν δεῖ τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐπὶ ἡσύχου θρόνου
1.p1
3
1.p1
καθήμενον ἀφορῶντα πρὸς θεόν. μηδὲν ὀξυχολίας ἀνάπλεος ἔσο περὶ ὀργάς, μηδὲ νωθρὸς
1.p1
4
1.p1
ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμῇ καὶ θειῶδές τι
1.p1
καὶ ἱερὸν τὸ σχῆμα φαίνηται. φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχενοῦν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον.