Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Exhortation to Endurance or To the Newly Baptized (Fragment 44)
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/clement-of-alexandria" aria-label="More works by Clement of Alexandria"> —
⋯
More
Original / primary: Perseus Grc2
6.p6
6.p6
Ταῦτα εἰδὼς καὶ πρὸς νόσους ἰσχυρὰν κατασκεύαζε τὴν ψυχήν, εὐθάρσησον ὥσπερ τις ἀνὴρ ἐν σταδίοις ἄριστος ἀτρέπτῳ τῇ δυνάμει τοὺς πόνους ὑφίστασθαι. μηδὲ ὑπὸ λύπης πάνυ πιέζου τὴν ψυχήν, εἴτε νόσος ἐπικειμένη βαρύνει εἴτε ἄλλο τι συμπίπτει δυσχερές, ἀλλὰ γενναίως ἀνθίστα τοῖς πόνοις τὸ νόημα, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασι ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾴδιον ἀνθρώποις εὑρεῖν. ἐλέει δὲ κακουμένους,
6.p6
1
6.p6
καὶ τὴν παρὰ τοῦ θεοῦ βοήθειαν ἐπ’ ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις
6.p6
2
6.p6
ἐπικουρίαν παρέξει, τὴν αὑτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντες ἐπὶ θεὸν ἀνίωσιν καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται ἀγαθὰ τοῖς ἰδίοις ἀποκαθιστῶν.

Intertext edge

Open linked passage

Note