Clement of Alexandria
Stromata
Stromata 6.2.21
Choose a text
More by Clement of Alexandria
—
Perseus Grc2
6.2.4
Πρὸ δὲ τῆς εἰς τὸ προκείμενον ἐγχειρήσεως ἐν προοιμίου εἴδει προσαποδοτέον τῷ πέρατι τοῦ πέμπτου Στρωματέως τὰ ἐνδέοντα. Ἐπεὶ γὰρ παρεστήσαμεν τὸ συμβολικὸν εἶδος ἀρχαῖον εἶναι, κεχρῆσθαι δὲ αὐτῷ οὐ μόνον τοὺς προφήτας τοὺς παρ’ ἡμῖν, ἀλλὰ καὶ τῶν Ἑλλήνων τῶν παλαιῶν τοὺς πλείονας καὶ τῶν ἄλλων τῶν κατὰ τὰ ἔθνη βαρβάρων οὐκ ὀλίγους, ἐχρῆν δὲ καὶ τὰ μυστήρια ἐπελθεῖν τῶν τελουμένων· ταῦτα μὲν ὑπερτίθεμαι διασαφήσων, ὁπηνίκα ἂν τὰ περὶ ἀρχῶν τοῖς Ἕλλησιν εἰρημένα ἐπιόντες διελέγχωμεν· τῆσδε γὰρ ἔχεσθαι τῆς θεωρίας ἐπιδείξομεν καὶ τὰ μυστήρια· παραστήσαντες δὲ τὴν ἔμφασιν τῆς Ἑλληνικῆς διανοίας ἐκ τῆς διὰ τῶν γραφῶν εἰς ἡμᾶς δεδομένης ἀληθείας περιαυγασθεῖσαν, καθ’ ὃ σημαινόμενον διήκειν εἰς αὐτοὺς τὴν κλοπὴν τῆς ἀληθείας ἐκδεχόμενοι, εἰ μὴ ἐπαχθὲς εἰπεῖν, ἀπεδείξαμεν, φέρε μάρτυρας τῆς κλοπῆς αὐτοὺς καθ’ ἑαυτῶν παραστήσωμεν τοὺς Ἕλληνας· οἱ γὰρ τὰ οἰκεῖα οὕτως ἄντικρυς παρ’ ἀλλήλων ὑφαιρούμενοι βεβαιοῦσι μὲν τὸ κλέπται εἶναι, σφετερίζεσθαι δ’ ὅμως καὶ ἄκοντες τὴν παρ’ ἡμῶν ἀλήθειαν εἰς τοὺς ὁμοφύλους λάθρᾳ διαδείκνυνται. οἱ γὰρ μηδὲ ἑαυτῶν, σχολῇ γε τῶν ἡμετέρων ἀφέξονται.
6.2.5
καὶ τὰ μὲν κατὰ φιλοσοφίαν σιωπήσομαι δόγματα, αὐτῶν ὁμολογούντων ἐγγράφως τῶν τὰς αἱρέσεις διανεμομένων, ὡς μὴ ἀχάριστοι ἐλεγχθεῖεν, παρὰ Σωκράτους εἰληφέναι τὰ κυριώτατα τῶν δογμάτων. ὀλίγοις δὲ τῶν καθωμιλημένων καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκίμων ἀνδρῶν χρησάμενος μαρτυρίοις, τὸ κλεπτικὸν διελέγξας εἶδος αὐτῶν, ἀδιαφόρως τοῖς χρόνοις καταχρώμενος, ἐπὶ τὰ ἑξῆς τρέψομαι. Ὀρφέως τοίνυν ποιήσαντος· ὣς οὐ κύντερον ἦν καὶ ῥίγιον ἄλλο γυναικός, Ὅμηρος ἄντικρυς λέγει· ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός. Γράψαντός τε Μουσαίου· ὡς αἰεὶ τέχνη μέγ’ ἀμείνων ἰσχύος ἐστίν, Ὅμηρος λέγει· μήτι τοι δρυτόμος περιγίνεται ἠὲ βίηφι. Πάλιν τοῦ Μουσαίου ποιήσαντος· ὡς δ’ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίῃσιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴν καὶ φῦλον ἑλίσσει, Ὅμηρος μεταγράφει· φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει, ἣ δ’ ἀπολήγει. Πάλιν δ’ αὖ Ὁμήρου εἰπόντος· οὐχ ὁσίη κταμένοισιν ἐπ’ ἀνδράσιν εὐχετάασθαι, Ἀρχίλοχός τε καὶ Κρατῖνος γράφουσιν, ὃ μέν· οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ’ ἀνδράσιν, Κρατῖνος δὲ ἐν τοῖς Λάκωσι· φοβερὸν ἀνθρώποις τόδ’ αὖ, κταμένοις ἐπ’ αἰζηοῖσιν καυχᾶσθαι μέγα.
6.2.6
6.2.6
Αὖθίς τε ὁ Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων· ἀασάμην, οὐδ’ αὐτὸς ἀναίνομαι· ἀντί νυ πολλῶν, ὧδέ πως γράφει· ἤμβλακον, καί πού τινα ἄλλον ἥδ’ ἄτη κιχήσατο· καθάπερ ἀμέλει κἀκεῖνο τὸ ἔπος· ξυνὸς ἐνυάλιος, καί τε κτανέοντα κατέκτα, μεταποιῶν αὐτὸς ὧδέ πως ἐξήνεγκεν· † ἔρξω· ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποιςιν Ἄρης. ἔτι κἀκεῖνο μεταφράζων· νίκης ἀνθρώποισιν θεῶν ἐν † πείρᾳ κεῖται, διὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι· καὶ νέους θάρρυνε, νίκης δὲ ἐν θεοῖσι πείρατα.
6.2.7
Πάλιν Ὁμήρου εἰπόντος· ἀνιπτόποδες, χαμαιεῦναι, Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· ἐν ἀστρώτῳ πέδῳ εὕδουσιν, πηγαῖς δ’ οὐχ ὑγραίνουσιν πόδας. Ἀρχιλόχου τε ὁμοίως εἰρηκότος· ἀλλ’ ἄλλος ἄλλῳ κραδίην ἰαίνεται, παρὰ τὸ Ὁμηρικόν· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις, Εὐριπίδης ἐν τῷ Οἰνεῖ φησιν· ἀλλὰ ἄλλος ἄλλοις μᾶλλον ἥδεται τρόποις. Ἀκήκοα δὲ Αἰσχύλου μὲν λέγοντος· οἴκοι μένειν χρὴ τὸν καλῶς εὐδαίμονα — καὶ τὸν κακῶς πράσσοντα καὶ τοῦτον μένειν, Εὐριπίδου δὲ τὰ ὅμοια ἐπὶ τῆς σκηνῆς βοῶντος· μακάριος ὅστις εὐτυχῶν οἴκοι μένει, ἀλλὰ καὶ Μενάνδρου ὧδέ πως κωμῳδοῦντος· οἴκοι μένειν χρὴ καὶ μένειν ἐλεύθερον, ἢ μηκέτ’ εἶναι τὸν καλῶς εὐδαίμονα.
6.2.8
Πάλιν Θεόγνιδος μὲν λέγοντος· οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος, Εὐριπίδης πεποίηκεν· πένητα φεύγοντα φεύγει πᾶς τις ἐκποδὼν φίλος. Ἐπιχάρμου τε εἰπόντος· ὦ θύγατερ, αἰαῖ τύχας· συνοικεῖς ὦν νέῳ γ’ ἔσσα παλαιτέρα, καὶ ἐπάγοντος· ὃ μὲν γὰρ ἄλλην δῆτα λαμβάνει νεάνιδα, ἃ δ’ ἄλλον δ’ ἄλλῃ δῆτα μαστεύει τινά, Εὐριπίδης γράφει· κακὸν γυναῖκα πρὸς νέον ζεῦξαι νέαν·? ὃ μὲν γὰρ ἄλλης λέκτρον ἱμείρει λαβεῖν, ἣ δ’ ἐνδεὴς τοῦδ’ οὖσα βουλεύει κακά. Ἔτι Εὐριπίδου μὲν ἐν τῇ Μηδείᾳ εἰπόντος· κακοῦ γὰρ ἀνδρὸς δῶρα ὄνησιν οὐκ ἔχει, Σοφοκλῆς ἐν τῷ Αἴαντι τῷ μαστιγοφόρῳ ἐκεῖνό φησι τὸ ἰαμβεῖον· ἐχθρῶν δ’ ἄδωρα δῶρα καὶ οὐκ ὀνήσιμα. Σόλωνος δὲ ποιήσαντος· τίκτει γὰρ κόρος ὕβριν, ὅταν πολὺς ὄλβος ἕπηται. ἄντικρυς ὁ Θέογνις γράφει· τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται. ὅθεν καὶ ὁ Θουκυδίδης ἐν ταῖς ἱστορίαις εἰώθασιν δὲ οἱ πολλοὶ τῶν ἀνθρώπων φησίν, οἷς ἂν μάλιστα καὶ δἰ ἐλαχίστου ἀπροσδόκητος εὐπραγία ἔλθῃ, εἰς ὕβριν τρέπεσθαι. καὶ Φίλιστος ὁμοίως τὰ αὐτὰ μιμεῖται ὧδε λέγων· τὰ δὲ πολλὰ κατὰ λόγον τοῖς ἀνθρώποις εὐτυχοῦντα ἀσφαλέστερα ἢ παρὰ δόξαν· καὶ κακοπραγίαν · εἰώθασι γὰρ μάλιστα οἱ παρὰ δόξαν ἀπροσδοκήτως εὖ πράσσοντες εἰς ὕβριν τρέπεσθαι.
6.2.9
Πάλιν Εὐριπίδου ποιήσαντος· ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες, Κριτίας γράφει· ἄρχομαι δέ τοι ἀπὸ γενετῆς ἀνθρώπου· πῶς ἂν βέλτιστος τὸ σῶμα γένοιτο καὶ ἰσχυρότατος; εἰ ὁ φυτεύων γυμνάζοιτο καὶ ἐσθίοι ἐρρωμένως καὶ ταλαιπωροίη τὸ σῶμα καὶ ἡ μήτηρ τοῦ παιδίου τοῦ μέλλοντος ἔσεσθαι ἰσχύοι τὸ σῶμα καὶ γυμνάζοιτο. Αὖθίς τε Ὁμήρου ἐπὶ τῆς ἡφαιστοτεύκτου ἀσπίδος εἰπόντος· ἐν μὲν γαῖαν ἔτευξ̓, ἐν δ’ οὐρανόν, ἐν δὲ θάλασσαν· ἐν δ’ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο. Φερεκύδης ὁ Σύριος λέγει· Ζᾶς ποιεῖ φᾶρος μέγα τε καὶ καλὸν καὶ ἐν αὐτῷ ποικίλλει γῆν καὶ Ὠγηνὸν καὶ τὰ Ὠγηνοῦ δώματα. Ὁμήρου τε εἰπόντος· αἰδώς, ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν, Εὐριπίδης ἐν Ἐρεχθεῖ γράφει· αἰδοῦς δὲ καὐτὸς δυσκρίτως ἔχω πέρι· καὶ δεῖ γὰρ αὐτῆς κἄστιν αὖ κακὸν μέγα.
6.2.10
6.2.10
Λάβοις δ’ ἂν ἐκ παραλλήλου τῆς κλοπῆς τὰ χωρία κἀκ τῶν συνακμασάντων καὶ ἀνταγωνισαμένων σφίσι τὰ τοιαῦτα, Εὐριπίδου μὲν ἐκ τοῦ Ὀρέστου· ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, Σοφοκλέους δ’ ἐκ τῆς Ἐριφύλης· ἄπελθε· κινεῖς ὕπνον ἰητρὸν νόσου, καὶ Εὐριπίδου μὲν ἐξ Ἀντιγόνης· ὀνόματι μεμπτὸν τὸ νόθον, ἡ φύσις δ’ ἴση, Σοφοκλέους δὲ ἐξ Ἀλεαδῶν· ἅπαν τὸ χρηστὸν τὴν ἴσην ἔχει φύσιν, πάλιν Εὐριπίδου μὲν ἐκ Τημένου· τῷ γὰρ πονοῦντι καὶ θεὸς συλλαμβάνει, Σοφοκλέους δὲ ἐν Μίνῳ· οὐκ ἔστι τοῖς μὴ δρῶσι σύμμαχος τύχη, ναὶ μὴν Εὐριπίσου μὲν ἐξ Ἀλεξάνδρου· χρόνος δὲ δείξει σʼ· ᾧ τεκμηρίῳ μαθὼν ἢ χρηστὸν ὄντα γνώσομαί σε ἤτοι κακόν, Σοφοκλέους δὲ ἐξ Ἱππόνου· πρὸς ταῦτα κρύπτε μηδέν, ὡς ὁ πάνθ’ ὁρῶν καὶ πάντ’ ἀκούων πάντ’ ἀναπτύσσει χρόνος.
6.2.11
Ἀλλὰ κἀκεῖνα ὁμοίως ἐπιδράμωμεν. Εὐμήλου γὰρ ποιήσαντος· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι, Σόλων τῆς ἐλεγείας ὧδε ἄρχεται· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα. Πάλιν αὖ τὸ Ὁμηρικὸν παραφράζων Εὐριπίδης· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις ἠδὲ τοκῆες; τοῖσδε χρῆται τοῖς ἰαμβείοις ἐν τῷ Αἰγεῖ· ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας θ’ ὅρος; τίς ἔσθ’ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός; Τί δ’; οὐ Θεόγνιδος εἰπόντος· οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτῷ χρῆται ἐπισταμένως, οὐ κακὸν ἀλλ’ ἀγαθόν, Πανὐαςςις γράφει· ὡς οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον, πινόμενος κατὰ μέτρον, ὑπέρμετρος δὲ χερείων.
6.2.12
Ἀλλὰ καὶ Ἡσιόδου λέγοντος· σοὶ δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται, Εὐριπίδης ποιεῖ· ἀντὶ πυρὸς δὲ γὰρ ἄλλο πῦρ μεῖζον καὶ δυσμαχώτερον βλάστον γυναῖκες. Πρὸς τούτοις Ὁμήρου λέγοντος· γαστέρα δ’ οὔ πως ἔστιν ἀποπλῆσαι μεμαυῖαν, οὐλομένην, ἣ πολλὰ κάκ’ ἀνθρώποισι δίδωσιν, Εὐριπίδης ποιεῖ· νικᾷ δὲ χρεία μ’ ἡ κακῶς τε ὀλουμένη γαστήρ, ἀφ’ πάντα γίνεται κακά. Ἔτι Καλλίᾳ τῷ κωμικῷ γράφοντι· μετὰ μαινομένων φασὶν χρῆναι μαίνεσθαι πάντας ὁμοίως, Μένανδρος ἐν Πωλουμένοις παρισάζεται λέγων· οὐ πανταχοῦ τὸ φρόνιμον ἁρμόττει παρόν· καὶ συμμανῆναι δ’ ἔνια δεῖ. Ἀντιμάχου τε τοῦ Τηίου εἰπόντος· ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται, Ἀγίας ἐποίησεν· δῶρα γὰρ ἀνθρώπων νοῦν ἤπαφεν ἠδὲ καὶ ἔργα.
6.2.13
Ἡσιόδου δὲ εἰπόντος· οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ ἄμεινον τῆς ἀγαθῆς· τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, Σιμωνίδης εἶπεν· γυναικὸς δ’ οὐδὲν χρῆμα ἀνὴρ ληίζεται ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς. Πάλιν Ἐπιχάρμου εἰπόντος· ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον οὕτως διανοοῦ. Εὐριπίδης γράφει· τί δήποτε ὄλβῳ μὲν μὴ σαφεῖ βεβηκότες οὐ ζῶμεν ὡς ἥδιστα μὴ λυπούμενοι; Ὁμοίως τοῦ κωμικοῦ Διφίλου εἰπόντος· εὐμετάβολός ἐστιν ἀνθρώπων βίος, Ποσείδιππος· οὐδεὶς ἄλυπος τὸν βίον διήγαγεν ἄνθρωπος ὢν οὐδὲ μέχρι τοῦ τέλους πάλιν ἔμεινεν ἀτυχῶν. καὶ κατάλληλά σοί φησιν ὁ Πλάτων γράφων περὶ ἀνθρώπου εὐμεταβόλου ζῴου. Αὖθις Εὐριπίδου εἰπόντος· ὦ πολύμοχθος βιοτὴ θνητοῖς, ὡς ἐπὶ παντὶ σφαλερὰ κεῖσαι, καὶ τὰ μὲν αὔξεις, τὰ δὲ ἀποφθινύθεις, καὶ οὐκ ἔστιν ὅρος κείμενος οὐδεὶς εἰς ὅντινα χρὴ τελέσαι θνητοῖς, πλὴν ὅταν ἔλθῃ κρυερὰ Διόθεν θανάτου πεμφθεῖσα τελευτή, Δίφιλος γράφει· οὐκ ἔστι βίος ὃς οὐχὶ κέκτηται κακά, λύπας, μερίμνας, ἁρπαγάς, στρέβλας, νόσους. τούτων ὁ θάνατος καθάπερ ἰατρὸς φανεὶς ἀνέπαυσεν τοὺς ἔχοντας ἀναπαύσας ὕπνῳ.
6.2.14
Ἔτι τοῦ Εὐριπίδου εἰπόντος· πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί, ὁ τραγικὸς ὁμοίως Θεοδέκτης γράφει· τὸ μὴ βεβαίους τὰς βροτῶν εἶναι τύχας. Βακχυλίδου τε εἰρηκότος· παύροισι δὲ θνητῶν τὸν ἅπαντα χρόνον δαίμων ἔδωκεν πράσσοντας ἐν καιρῷ πολιοκρόταφον γῆρας ἱκνεῖσθαι, πρὶν ἐγκῦρσαι δύᾳ, Μοσχίων ὁ κωμικὸς γράφει· κεῖνος δ’ ἁπάντων ἐστὶ μακαριώτατος. ὃς διὰ τέλους ζῶν ὁμαλὸν ἤσκησεν βίον. Εὕροις δ’ ἂν καὶ Θεόγνιδος εἰπόντος· οὔτοι χρήσιμόν ἐστι νέα γυνὴ ἀνδρὶ γέροντι· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, Ἀριστοφάνη τὸν κωμικὸν γράφοντα· αἰσχρὸν νέᾳ γυναικὶ πρεσβύτης ἀνήρ. Ἀνακρέοντος γὰρ ποιήσαντος· Ἔρωτα γὰρ τὸν ἁβρὸν μέλπομαι βρύοντα μίτραις πολυανθέμοις ἀείδειν· ὅδε καὶ θεῶν δυνάστης, ὅδε καὶ βροτοὺς δαμάζει, Εὐριπίδης γράφει· Ἔρως γὰρ ἄνδρας οὐ μόνους ἐπέρχεται οὐδ’ αὖ γυναῖκας, ἀλλὰ καὶ θεῶν ἄνω ψυχὰς ταράσσει κἀπὶ πόντον ἔρχεται.
6.2.15
6.2.15
Ἀλλ’ ἵνα μὴ ἐπὶ πλέον προΐῃ ὁ λόγος φιλοτιμουμένων ἡμῶν τὸ εὐεπίφορον εἰς κλοπὴν τῶν Ἑλλήνων κατὰ τοὺς λόγους τε καὶ τὰ δόγματα ἐπιδεικνύναι, φέρε ἄντικρυς μαρτυροῦντα ἡμῖν Ἱππίαν τὸν σοφιστὴν τὸν Ἠλεῖον, ὃς εἰς τὸν αὐτὸν περὶ τοῦ προκειμένου μοι σκέμματος ἥκει λόγον, παραστησώμεθα ὧδέ πως λέγοντα· τούτων ἴσως εἴρηται τὰ μὲν Ὀρφεῖ, τὰ δὲ Μουσαίῳ, κατὰ βραχὺ ἄλλῳ ἀλλαχοῦ τὰ δὲ Ἡσιόδῳ, τὰ δὲ Ὁμήρῳ, τὰ δὲ τοῖς ἄλλοις τῶν ποιητῶν. τὰ δὲ ἐν συγγραφαῖς τὰ μὲν Ἕλλησι, τὰ δὲ βαρβάροις· ἐγὼ δὲ ἐκ πάντων τούτων τὰ μάλιστα καὶ ὁμόφυλα συνθεὶς τοῦτον καινὸν καὶ πολυειδῆ τὸν λόγον ποιήσομαι.
6.2.16
Ὡς δὲ μὴ ἄμοιρον τήν τε φιλοσοφίαν τήν τε ἱστορίαν, ἀλλὰ μηδὲ τὴν ῥητορικὴν τοῦ ὁμοίου ἐλέγχου περιίδωμεν, καὶ τούτων ὀλίγα παραθέσθαι εὔλογον. Ἀλκμαίωνος γὰρ τοῦ Κροτωνιάτου λέγοντος ἐχθρὸν ἄνδρα ῥᾷον φυλάξασθαι ἢ φίλον ὁ μὲν Σοφοκλῆς ἐποίησεν ἐν τῇ Ἀντιγόνῃ· τί γὰρ γένοιτ’ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; Ξενοφῶν δὲ εἴρηκεν· οὐκ ἂν ἐχθροὺς ἄλλως πως βλάψειεν ἄν τις ἢ φίλος δοκῶν εἶναι. Καὶ μὴν ἐν Τηλέφῳ εἰπόντος Εὐριπίδου· Ἕλληνες ὄντες βαρβάροις δουλεύσομεν; Θρασύμαχος ἐν τῷ ὑπὲρ Λαρισαίων λέγει· Ἀρχελάῳ δουλεύσομεν Ἕλληνες ὄντες βαρβάρῳ;
6.2.17
Ὀρφέως δὲ ποιήσαντος· ἔστιν ὕδωρ ψυχῇ, θάνατος δ’ ὑδάτεςςιν ἀμοιβή, ἐκ δὲ ὕδατος μὲν γαῖα, τὸ δ’ ἐκ γαίας πάλιν ὕδωρ· ἐκ τοῦ δὴ ψυχὴ ὅλον αἰθέρα ἀλλάσσουσα· Ἡράκλειτος ἐκ τούτων συνιστάμενος τοὺς λόγους ὧδέ πως γράφει· ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή. Ναὶ μὴν Ἀθάμαντος τοῦ Πυθαγορείου εἰπόντος ὧδε ἀγέννατος παντὸς ἀρχὰ καὶ ῥιζώματα τέσσαρα τυγχάνοντι, πῦρ, ὕδωρ, ἀήρ, γῆ· ἐκ τούτων γὰρ αἱ γενέσεις τῶν γινομένων ὁ Ἀκραγαντῖνος ἐποίησεν Ἐμπεδοκλῆς· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· πῦρ καὶ ὕδωρ καὶ γαῖαν ἰδ’ αἰθέρος ἄπλετον ὕψος· ἐκ γὰρ τῶν ὅσα τ’ ἦν ὅσα τ’ ἔσσεται ὅσσα τ’ ἔασιν. Καὶ Πλάτωνος μὲν λέγοντος διὰ τοῦτο καὶ οἱ θεοὶ τῶν ἀνθρωπείων ἐπιστήμονες, οὕς ἂν διὰ πλείστου ποιῶνται, θᾶττον ἀπαλλάττουσι τοῦ ζῆν Μένανδρος πεποίηκεν· ὃν οἱ θεοὶ φιλοῦσιν, ἀποθνῄσκει νέος.
6.2.18
Εὐριπίδου δὲ ἐν μὲν τῷ Οἰνομάῳ γράφοντος· τεκμαιρόμεσθα τοῖς παροῦσι τὰ ἀφανῆ, ἐν δὲ τῷ Φοίνικι· τὰ ἀφανῆ τεκμηρίοισιν εἰκότως ἁλίσκεται, Ὑπερείδης λέγει· ἃ δ’ ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν. Ἰσοκράτους τε αὖ εἰπόντος δεῖ δὲ τὰ μέλλοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι Ἀνδοκίδης οὐκ ὀκνεῖ λέγειν· χρὴ γὰρ τεκμηρίοις χρῆσθαι τοὶς πρότερον γενομένοις περὶ τῶν μελλόντων ἔσεσθαι. Ἔτι Θεόγνιδος ποιήσαντος· χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἄνσχετος ἄτη, Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ· εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεςςι λέληθεν ψυδρὸς ἐών, δόλιον δ’ ἐν φρεσὶν ἦτορ ἔχει, τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσι, καὶ γνῶναι πάντων τοῦτ’ ἀνιαρότερον, Εὐριπίδης μὲν γὰρ γράφει· ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ἦν, τεκμήρια ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δὲ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; Ὑπερείδης δὲ καὶ αὐτὸς λέγει· χαρακτὴρ οὐδεὶς ἔπεστιν ἐπὶ τοῦ προσώπου τῆς διανοίας τοῖς ἀνθρώποις.
6.2.19
Πάλιν Στασίνου ποιήσαντος· νήπιος ὃς πατέρα κτείνων παῖδας καταλείπει, Ξενοφῶν λέγει· ὁμοίως γάρ μοι νῦν φαίνομαι πεποιηκέναι, ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσαιτο. Σοφοκλέους τε ἐν Ἀντιγόνῃ ποιήσαντος· μητρός τε ἐν Ἅιδου καὶ πατρὸς τετευχότων, οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἄν βλάστοι ποτέ, Ἡρόδοτος λέγει· μητρὸς καὶ πατρὸς οὐκ ἔτ’ ὄντων, ἀδελφὸν ἄλλον οὐχ ἕξω. Πρὸς τούτοις Θεοπόμπου ποιήσαντος· δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ, καὶ πρό γε τούτου Σοφοκλέους ἐν τῷ Πηλεῖ· Πηλέα τὸν Αἰάκειον οἰκουρὸς μόνη γερονταγωγῶ καὶ ἀναπαιδεύω πάλιν· πάλιν γὰρ αὖθις παῖς ὁ γηράσκων ἀνήρ, Ἀντιφῶν ὁ ῥήτωρ λέγει· γηροτροφία γὰρ προσέοικεν παιδοτροφίᾳ, ἀλλὰ καὶ ὁ φιλόσοφος Πλάτων· ἄρ’, ὡς ἔοικεν, ὁ γέρων δὶς παῖς γένοιτ’ ἄν.
6.2.20
Ναὶ μὴν Θουκυδίδου λέγοντος Μαραθῶνί τε μόνοι προκινδυνεῦσαι Δημοσθένης εἶπεν· μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας. Οὐδὲ ἐκεῖνα παραπέμψομαι· Κρατίνου ἐν Πυτίνῃ εἰπόντος· τὴν μὲν παρασκευὴν ἴσως γινώσκετε, Ἀνδοκίδης ὁ ῥήτωρ λέγει· τὴν μὲν παρασκευήν, ὦ ἄνδρες δικασταί, καὶ τὴν προθυμίαν τῶν ἐχθρῶν τῶν ἐμῶν σχεδόν τι πάντες εἴσεσθε. ὁμοίως καὶ Νικίας ἐν τῷ πρὸς Λυσίαν ὑπὲρ παρακαταθήκης τὴν μὲν παρασκευὴν καὶ τὴν προθυμίαν τῶν ἀντιδίκων ὁρᾶτε, ὦ ἄνδρες δικασταί, φησίν, καὶ μετὰ τοῦτον Αἰσχίνης λέγει· τὴν μὲν παρασκευὴν ὁρᾶτε, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν παράταξιν. Πάλιν Δημοσθένους εἰπόντος ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ περὶ τουτονὶ τὸν ἀγῶνα καὶ παραγγελία γέγονεν, σχεδὸν οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι Φιλῖνος τε ὁμοίως· ὅση μέν, ὦ ἄνδρες δικασταί, σπουδὴ καὶ παράταξις γεγένηται περὶ τὸν ἀγῶνα τουτονί, οὐδ’ ἕνα ὑμῶν ἀγνοεῖν ἡγοῦμαι.
6.2.21
Ἰσοκράτους πάλιν εἰρηκότος ὥσπερ τῶν χρημάτων, ἀλλ’ οὐκ ἐκείνου συγγενὴς οὖσα Λυσίας ἐν τοῖς Ὀρφανικοῖς λέγει· καὶ φανερὸς γέγονεν οὐ τῶν σωμάτων συγγενὴς ὤν, ἀλλὰ τῶν χρημάτων. Ἐπεὶ καὶ Ὁμήρου ποιήσαντος· ὦ πέπον, εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντες αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ’ ἀθανάτω τε ἔσσεσθ’, οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτε κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· νῦν δ’, ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ’ ὑπαλύξαι, ἴομεν, εἴ κέ τῳ εὖχος ὀρέξομεν, ἠέ τις ἡμῖν, Θεόπομπος γράφει· εἰ μὲν γὰρ ἦν τὸν κίνδυνον τὸν παρόντα διαφυγόντας ἀδεῶς διάγειν τὸν ἐπίλοιπον χρόνον, οὐκ ἂν ἦν θαυμαστὸν φιλοψυχεῖν, νῦν δὲ τοσαῦται κῆρες τῷ βίῳ παραπεφύκασιν ὥστε τὸν ἐν ταῖς μάχαις θάνατον αἱρετώτερον εἶναι δοκεῖν. Τί δ’; οὐχὶ καὶ Χίλωνος τοῦ σοφιστοῦ ἀποφθεγξαμένου ἐγγύα, πάρα δ’ ἄτα Ἐπίχαρμος τὴν αὐτὴν γνώμην ἑτέρῳ ὀνόματι προηνέγκατο εἰπών· ἐγγύας ἄτα ʼστι θυγάτηρ, ἐγγύα δὲ ζαμίας.
6.2.22
Ἀλλὰ καὶ τοῦ ἰατροῦ Ἱπποκράτους ἐπιβλέπειν οὖν δεῖ καὶ ὥρην καὶ χώρην καὶ ἡλικίην καὶ νόσους γράφοντος Εὐριπίδης ἐν ἑξαμέτρῳ τινὶ ῥήσει φησίν· ὃς οἶδ’ ἰατρεύειν καλῶς, πρὸς τὰς διαίτας τῶν ἐνοικούντων πόλιν τὴν γῆν τ’ ἰδόντα τὰς νόσους σκοπεῖν χρεών. Ὁμήρου πάλιν ποιήσαντος· μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, ὅ τε Ἀρχῖνος λέγει· πᾶσι μὲν ἀνθρώποις ὀφείλεται ἀποθανεῖν ἢ πρότερον ἢ εἰς ὕστερον, ὅ τε Δημοσθένης· πᾶσι μὲν γὰρ ἀνθρώποις τέλος τοῦ βίου θάνατος, κἂν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας τηρῇ.
6.2.23
Ἡροδότου τε αὖ ἐν τῷ περὶ Γλαύκου τοῦ Σπαρτιάτου λόγῳ φήσαντος τὴν Πυθίαν εἰπεῖν τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον γενέσθαι, Ἀριστοφάνης ἔφη· δύναται γὰρ ἴσον τῷ δρᾶν τὸ νοεῖν, καὶ πρὸ τούτου ὁ Ἐλεάτης Παρμενίσης· τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι. Ἢ οὐχὶ καὶ Πλάτωνος εἰπόντος ἡμεῖς δὲ τοῦτο λέξοιμεν ἂν ἴσως οὐκ ἀτόπως, ὅτι ἀρχὴ μὲν ἔρωτος ὅρασις, μειοῖ δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια, Φιλήμων ὁ κωμικὸς γράφει· ὁρῶσι πάντες πρῶτον, εἶτ’ ἐθαύμασαν, ἔπειτ’ ἐπεθεώρησαν, εἷτ’ ἐς ἐλπίδα ἐνέπεσον· οὕτω γίνεται ἐκ τούτων ἔρως. Ἀλλὰ καὶ Δημοσθένους εἰπόντος πᾶσι γὰρ ἡμῖν ὁ θάνατος ὀφείλεται καὶ τὰ ἑξῆς, ὁ Φανοκλῆς ἐν Ἔρωσιν ἢ Καλοῖς γράφει· ἀλλὰ τὸ Μοιράων νῆμ’ ἄλλυτον, οὐδέ ποτ’ ἔστιν ἐκφυγέειν, ὁπόσοι γῆν ἐπιφερβόμεθα.
6.2.24
Εὕροις δ’ ἂν καὶ Πλάτωνος εἰπόντος παντὸς γὰρ φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὁρμηθεῖσα πρὸς ἀρετήν, τῆς ἑαυτοῦ φύσεως κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσφορον Ἔφορον τὸν ἱστορικὸν γράφοντα· ἀλλὰ καὶ τῶν ἀγρίων φυτῶν οὐθὲν ἡμεροῦσθαι πέφυκεν, ὅταν παραλλάξωσιν τὴν νεωτέραν ἡλικίαν. Κἀκεῖνο τὸ Ἐμπεδοκλέους· ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τ’ οἰωνός τε καὶ εἰν ἁλὶ ἔλλοπος ἰχθύς, Εὐριπίδης ἐν Χρυσίππῳ μεταγράφει· θνῄσκει δὲ οὐδὲν τῶν γινομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἐπέδειξεν. Πλάτωνός τε ἐν Πολιτείᾳ εἰπόντος κοινὰς εἶναι τὰς γυναῖκας Εὐριπίδης ἐν Πρωτεσιλάῳ γράφει· κοινὸν γὰρ εἶναι χρῆν γυναικεῖον λέχος. Ἀλλ’ Εὐριπίδου γράφοντος· ἐπεὶ τά γ’ ἀρκοῦντα ἱκανὰ τοῖς γε σώφροσιν, Ἐπίκουρος ἄντικρύς φησι· πλουσιώτατον αὐτάρκεια πάντων. Αὖθίς τε Ἀριστοφάνους γράφοντος· βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν, χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς, ὁ Ἐπίκουρος λέγει· δικαιοσύνης καρπὸς μέγιστος ἀταραξία.
6.2.25
6.2.25
Αἱ μὲν οὖν ἰδέαι τῆς κατὰ διάνοιαν Ἑλληνικῆς κλοπῆς εἰς ὑπόδειγμα ἐναργὲς τῷ διορᾶν δυναμένῳ τοιαίδε οὖσαι ἅλις ἔστωσαν. ἤδη δὲ οὐ τὰς διανοίας μόνον καὶ λέξεις ὑφελόμενοι καὶ παραφράσαντες ἐφωράθησαν, ὡς ἐδείχθη, ἀλλὰ γὰρ καὶ τὰ φώρια ἄντικρυς ὁλόκληρα ἔχοντες διελεγχθήσονται· αὐτοτελῶς γὰρ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν, καθάπερ Εὐγάμμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον καὶ Πείσανδρος ὁ Καμιρεὺς Πεισίνου τοῦ Λινδίου τὴν Ἡράκλειαν, Πανύαςςίς τε ὁ Ἁλικαρνασσεὺς παρὰ Κρεωφύλου τοῦ Σαμίου τὴν Οἰχαλίας ἅλωσιν.
6.2.26
Εὕροις δ’ ἂν καὶ Ὅμηρον τὸν μέγαν ποιητὴν ἐκεῖνα τὰ ἔπη· οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης καὶ τὰ ἑξῆς κατὰ λέξιν μετενηνοχότα παρ’ Ὀρφέως ἐκ τοῦ Διονύσου ἀφανισμοῦ. Ἔν τε τῇ Θεογονίᾳ ἐπὶ τοῦ Κρόνου Ὀρφεῖ πεποίηται· κεῖτ’ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος ᾕρει πανδαμάτωρ, ταῦτα δὲ Ὅμηρος ἐπὶ τοῦ Κύκλωπος μετέθηκεν. Ἡσίοδός τε ἐπὶ τοῦ Μελάμποδος ποιεῖ· ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔδειμαν ἀθάνατοι, δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές. καὶ τὰ ἑξῆς παρὰ Μουσαίου λαβὼν τοῦ ποιητοῦ κατὰ λέξιν. Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν ταῖς πρώταις Θεσμοφοριαζούσαις τὰ ἐκ τῶν Κρατίνου Ἐμπιπραμένων μετήνεγκεν ἔπη. Πλάτων δὲ ὁ κωμικὸς καὶ Ἀριστοφάνης ἐν τῷ Δαιδάλῳ τὰ ἀλλήλων ὑφαιροῦνται. τὸν μέντοι Κώκαλον τὸν ποιηθέντα Ἀραρότι τῷ Ἀριστοφάνους υἱεῖ Φιλήμων ὁ κωμικὸς ὑπαλλάξας ἐν Ὑποβολιμαίῳ ἐκωμῴδησεν. τὰ δὲ Ἡσιόδου μετήλλαξαν εἰς πεζὸν λόγον καὶ ὡς ἴδια ἐξήνεγκαν Εὔμηλός τε καὶ Ἀκουσίλαος οἱ ἱστοριογράφοι. Μελησαγόρου γὰρ ἔκλεψεν Γοργίας ὁ Λεοντῖνος καὶ Εὔδημος ὁ Νάξιος οἱ ἱστορικοὶ καὶ ἐπὶ τούτοις ὁ Προκοννήσιος Βίων, ὃς καὶ τὰ Κάδμου τοῦ παλαιοῦ μετέγραψεν κεφαλαιούμενος, Ἀμφίλοχός τε καὶ Ἀριστοκλῆς καὶ Λεάνδριος καὶ Ἀναξιμένης καὶ Ἑλλάνικος καὶ Ἑκαταῖος καὶ Ἀνδροτίων καὶ Φιλόχορος Διευχίδας τε ὁ Μεγαρικὸς τὴν ἀρχὴν τοῦ λόγου ἐκ τῆς Ἑλλανίκου Δευκαλιωνείας μετέβαλεν.
6.2.27
σιωπῶ δὲ Ἡράκλειτον τὸν Ἐφέσιον, ὃς παρ’ Ὀρφέως τὰ πλεῖστα εἴληφεν. παρὰ Πυθαγόρου δὲ καὶ τὴν ψυχὴν ἀθάνατον εἶναι Πλάτων ἔσπακεν, ὃ δὲ παρ’ Αἰγυπτίων. πολλοί τε τῶν ἀπὸ Πλάτωνος συγγραφὰς πεποίηνται, καθ’ ἃς ἀποδεικνύουσι τούς τε Στωικούς, ὡς ἐν ἀρχῇ εἰρήκαμεν, τόν τε Ἀριστοτέλη τὰ πλεῖστα καὶ κυριώτατα τῶν δογμάτων παρὰ Πλάτωνος εἰληφέναι. ἀλλὰ καὶ Ἐπίκουρος παρὰ Δημοκρίτου τὰ προηγούμενα ἐσκευώρηται δόγματα. Ταυτὶ μὲν οὖν ταύτῃ· ἐπιλείψει γάρ με ὁ βίος, εἰ καθ’ ἕκαστον ἐπεξιέναι αἱροίμην τὴν Ἑλληνικὴν διελέγχων φίλαυτον κλοπήν, καὶ ὡς σφετερίζονται τὴν εὕρεσιν τῶν παρ’ αὐτοῖς καλλίστων δογμάτων, ἣν παρ’ ἡμῶν εἰλήφασιν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).