Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Clement of Rome PG 01-02
Epistula i ad Corinthios
Cori 28.1
Choose a text More by Clement of Rome
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
28.1
Πάντων οὖν βλεπομένων καὶ ἀκουομένων φοβη θῶμεν αὐτὸν καὶ ἀπολίπωμεν φαύλων ἔργων μιαρὰς ἐπιθυμίας, ἵνα τῷ ἐλέει αὐτοῦ σκεπασθῶμεν ἀπὸ τῶν μελλόντων κριμάτων. Ποῦ γάρ τις ἡμῶν δύναται φυγεῖν ἀπὸ τῆς κραταιᾶς χειρὸς αὐτοῦ; ποῖος δὲ κόσμος δέξεταί τινα τῶν αὐτομολούντων ἀπ' αὐτοῦ; Λέγει γάρ που τὸ γραφεῖον· «Ποῦ ἀφήξω καὶ ποῦ κρυβήσομαι ἀπὸ τοῦ προσώπου σου; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν ἀπέλθω εἰς τὰ ἔσχατα τῆς γῆς, ἐκεῖ ἡ δεξιά σου· ἐὰν καταστρώσω εἰς τὰς ἀβύσσους, ἐκεῖ τὸ πνεῦμά σου.» Ποῖ οὖν τις ἀπέλθῃ ἢ ποῦ ἀποδράσῃ ἀπὸ τοῦ τὰ πάντα ἐμπεριέχοντος;

Intertext edge

Open linked passage

Note