The Rape of Helen
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/colluthus-of-lycopolis" aria-label="More works by Colluthus of Lycopolis">
—
⋯
Original / primary: Perseus Grc2
101
φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
102
ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
103
ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
104
κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
105
ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου
106
νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
107
νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
108
καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
109
ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
110
ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
111
τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
112
ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·
113
πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
114
καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·
115
ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων
116
Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·
117
οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
118
μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
119
Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
120
ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
121
κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
122
ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
123
τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
124
δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·
125
καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
126
μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
127
τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς·
128
γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας
129
δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·
130
δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
131
φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
132
τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
133
ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
134
δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
135
χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
136
καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
137
χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
138
τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
139
δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
140
καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
141
ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
142
φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
143
δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
144
μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
145
πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
146
ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.
147
τοῖα δʼ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·
148
εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
149
πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
150
ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;
151
κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
152
οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
153
ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
154
τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
155
ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
156
κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
157
χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
158
στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
159
τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
160
δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν
161
ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
162
ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
163
ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
164
ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
165
ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
166
νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
167
οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
168
ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
169
φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
170
χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
171
Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
172
εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
173
ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
174
φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
175
ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
176
σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
177
οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
178
οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
179
οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
180
οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,
181
ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
182
ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
183
πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
184
οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
185
καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
186
ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
187
ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
188
τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
189
κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
190
τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
191
ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
192
Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
193
ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
194
Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
195
ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
196
ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
197
ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
198
ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
199
νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
200
αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,