Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
The Rape of Helen
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/colluthus-of-lycopolis" aria-label="More works by Colluthus of Lycopolis"> —
⋯
More
Original / primary: Perseus Grc2
301
οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
302
οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
303
καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
304
ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
305
ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
306
δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
307
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
308
ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
309
τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
310
ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
311
καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
312
ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
313
πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
314
ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
315
ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
316
οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·
317
τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
318
νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
319
ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
320
ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
321
τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
322
ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
323
τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
324
αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
325
ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
326
κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
327
φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
328
Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
329
ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
330
πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
331
ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
332
παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
333
ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
334
ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
335
ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
336
ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
337
Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
338
τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
339
νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
340
οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
341
πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
342
ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
343
ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
344
ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
345
ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
346
ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
347
ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
348
τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
349
οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
350
ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
351
ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
352
ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
353
μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
354
πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
355
θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
356
ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
357
σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
358
ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
359
δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
360
σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
361
μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
362
νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
363
ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
364
νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
365
ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
366
ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
367
ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
368
ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
369
ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
370
πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
371
ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
372
μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
373
ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
374
χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
375
κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
376
ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
377
οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
378
τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
379
τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
380
ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
381
ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
382
ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
383
ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
384
εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
385
χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
386
ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
387
ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
388
μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
389
καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
390
Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.
391
πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δʼ ἔρριψε καλύπτρην
392
Κασσάνδρη νεόφοιτον ἀπʼ ἀκροπόληος ἰδοῦσα.
393
Τροίη δʼ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα
394
δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.

Intertext edge

Open linked passage

Note