Vita Oppiani
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-manassis" aria-label="More works by Constantinus Manassis">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Vita Oppiani Κωνσταντίνου τοῦ Μανασσῆ γένος̓ Οππιανοῦ διὰ στίχων πολιτικῶν ἐμμέτρων.̓ Οππιανὸς ὁ ποιητὴς Κίλιξ μὲν η ν τὸ γένος ἐκ λαμτροτάτης πόλεως Ναζάρβου καλουμένης, τρισευδαιμόνων γεγονὼς περιφανῶν γονέων,̓ Αγησιλάου μὲν πατρὸς μητρὸς δὲ Ζηνοδότης, σοφίας ο ντος τοῦ πατρὸς ε μπλεω καὶ παιδείας τῆς μείζονος καὶ μάλιστα καὶ τῆς ὑψηλοτέρας. η κμαζε δ' ου ν ἐν τοῖς καιροῖς τοῦ κράτορος Σεβήρου, Σεβήρου τοῦ γεννήσαντος τὸν Μάρκον̓ Αντωνῖνον. ου περ ἐπιδημήσαντος τοῖς τῶν Κιλίκων ο ροις ε θος γὰρ η ν ἐπικρατοῦν τότε τοὺς μοναρχοῦντας, ἁπάσας περιέρχεσθαι τὰς ὑπ' αὐτοὺς συχνάκις, ι ν' ἀνορθοῖντο παρ' αὐτῶν, α ν ὑποσκάζωσί τι, καὶ συρρυέντος εἰς ταὐτὸ γένους παντὸς Κιλίκων πρὸς τὴν ἐκείνου προπομπήν, καὶ πάντων ὑπαντώντων, ὁ μέγας̓ Αγησίλαος ἐλέλειπτο καὶ μόνος· βίβλοις καὶ γὰρ ἐσχόλαζε νύκτωρ καὶ μεθ' ἡμέραν θηρώμενος τὰ κάλλιστα πάντων τῶν μαθημάτων, καὶ σκυλακεύων τὸν υἱὸν ἐς τὰς ὁμοίας θήρας. θυμοῦται τοίνυν ὁ κρατῶν, μετάπεμπτον ποιεῖται τὸν τῆς σοφίας ἐραστήνυ βριν καὶ γὰρ ἡγεῖτο τὸ μὴ καὶ τοῦτον προπομπὸν ἐκείνου καθεστάναι, καὶ τίθησιν ἐξόριστον εἰς τὴν Μελίτην νῆσον, η ν ἀμφικλύζει πέλαγος εὐρυχανδὲς̓ Αδρίου. ε νθα συνὼν̓ Οππιανὸς αὐτῷ τριακοντούτης τὴν τῶν ἰχθύων ε γραψεν α γραν τὴν ἐναλίαν, τὴν τῶν θηρίων μετ' αὐτήν, ει τα τὴν τῶν ὀρνέων σὺν α λλοις πλείοσι, λεπταῖς καὶ βραχυτμήτοις βίβλοις, ω νπερ κατεκαυχήσατο χρόνος ὁ πανδαμάτωρ, τούτων τῶν δύο τέλεον φεισάμενος καὶ μόνων τῶν εἰς τὰ κυνηγέσια καὶ πρὸς τὴν ἐναλίαν. ἐπεὶ δ' εἰς̔ Ρώμην ἀναχθείς, τὴν πρεσβυτέραν̔ Ρώμην, τῷ βασιλεῖ συνήντετὁ Ρωμαίων̓ Αντωνίνῳ ὁ γὰρ Σεβῆρος ῳ χετο γῆθεν λιπὼν τὸν βίον, καὶ βίβλους ἐνεχείρισεν αὐτῷ τὰς πονηθείσας, τοσαύτην τὴν ἀγάπησιν ε σχε πρὸς βασιλέως, ὡς κελευσθῆναι ζήτησιν τὴν πρὸς θυμῶν ἐκφῆναι, ὁ δὲ ζητεῖ τὴν τοῦ πατρὸς καταγωγὴν ἐκ νήσου, κατευστοχεῖ τοῦ θελητοῦ, λαμβάνει τὸν γενέτην, ἀπαριθμεῖται καὶ χρυσὸς αὐτῷ πρὸς βασιλέως, ἑνὸς στατῆρος ω νιον ε να τιθέντος στίχον. καὶ ταῦτα μὲν ἐνταῦθά μοι στήτω τοῦ πρόσω δρόμου· τὰ γὰρ πολλὰ παρίημι μῆκος ἐκφεύγων λόγου, ο τι τεθναίη σὺν πατρὶ στραφεὶς ἐν τῇ Ναζάρβῳ, λοιμώδους νόσου καὶ φθορᾶς τὴν πόλιν βοσκηθείσης, ο τι θανόντος α γαλμα πολυτελὲς ὁ δῆμος ε στησαν ἐπιγράψαντες ε παινον ἐλεγείοις, ο τι τυγχάνει προσφυῶς πᾶνυ τοι γνωματεύων, τὰ πράγματα δ' ὑπόψια δείκνυσι παραβάλλων, καὶ τελευταῖον ὡς πολὺ τὸ λεῖον ἐν τοῖς λόγοις, ο τοῦ σαφοῦς σκευαστικὸν οι ά περ α νθος ε χει, ἠδ' οι δε τὴν πυκνότητα τὴν τῶν ἐνθυμημάτων, ο δυσχερὲς τοῖς ῥήτορσι καὶ παντελῶς ἐργῶδες.