Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De administrando imperio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1.1
Περὶ τῆς μαύρης Βουλγαρίας καὶ τῆς Χαζαρίας. Ὅτι καὶ ἡ μαύρη λεγομένη Βουλγαρία δύναται τοῖς Χαζάροις πολεμεῖν. 13 Περὶ τῶν πλησιαζόντων ἐθνῶν τοῖς Τούρκοις. Ὅτι τοῖς Τούρκοις τὰ τοιαῦτα ἔθνη παράκεινται· πρὸς μὲν τὸ δυτικώτερον μέρος αὐτῶν ἡ Φραγγία, πρὸς δὲ τὸ βορειότερον οἱ Πατζινακῖται, καὶ πρὸς τὸ μεσημβρινὸν μέρος ἡ μεγάλη Μοραβία, ἤτοι ἡ χώρα τοῦ Σφενδοπλόκου, ἥτις καὶ παντελῶς ἠφανίσθη παρὰ τῶν τοιούτων Τούρκων, καὶ παρ' αὐτῶν κατεσχέθη. Οἱ δὲ Χρωβάτοι πρὸς τὰ ὄρη τοῖς Τούρκοις παράκεινται. Ὅτι δύνανται καὶ οἱ Πατζινακῖται τοῖς Τούρκοις ἐπιτίθεσθαι καὶ μεγάλως πραιδεύειν καὶ παραβλάπτειν αὐτούς, καθὼς καὶ ἐν τῷ περὶ Πατζινακιτῶν κεφαλαίῳ προείρηται. Ἐπίστησον, υἱέ, διανοίας ὄμμα τῆς σῆς λόγοις ἐμοῖς, καὶ γνῶθι, ἅ σοι ἐντέλλομαι, καὶ ἕξεις ἐν καιρῷ ὡς ἐκ πατρικῶν θησαυρῶν προφέρειν πλοῦτον φρονήσεως καὶ ἐπιδείκνυσθαι χύμα συνέσεως. Ἴσθι οὖν, ὅτι τοῖς βορείοις ἅπασι γένεσι φύσις ὥσπερ καθέστηκεν τὸ ἐν χρήμασι λίχνον καὶ ἄπληστον καὶ μηδέποτε κορεννύμενον, ὅθεν πάντα ἐπιζητεῖ καὶ πάντων ἐφίεται, καὶ οὐκ ἔχει τὰς ἐπιθυμίας ὅρῳ περιγραφομένας, ἀλλ' ἀεὶ τοῦ πλείονος ἐπιθυμεῖ, καὶ ἀντὶ μικρᾶς ὠφελείας μεγάλα κέρδη προσπορίζεσθαι βούλεται. Διὸ δεῖ τὰς τούτων ἀκαίρους αἰτήσεις καὶ παρρησιαστικὰς ἀξιώσεις διὰ λόγων πιθανῶν καὶ φρονίμων καὶ συνετῶν ἀπολογιῶν ἀνατρέπειν καὶ ἀποκρούεσθαι, αἵτινες, ὅσον ἀπὸ τῆς πείρας ἡμεῖς καταλαβεῖν ἠδυνήθημεν, ὡς ἐν τύπῳ περιλαβεῖν, τοιαῦταί τινες ἔσονται. Εἰ ἀξιώσουσί ποτε καὶ αἰτήσονται εἴτε Χάζαροι, εἴτε Τοῦρκοι, εἴτε καὶ Ῥῶς, ἢ ἕτερόν τι ἔθνος τῶν βορείων καὶ Σκυθικῶν, οἷα πολλὰ συμβαίνει, ἐκ τῶν βασιλείων ἐσθήτων ἢ στεμμάτων ἢ στολῶν ἕνεκά τινος δουλείας καὶ ὑπουργίας αὐτῶν ἀποσταλῆναι αὐτοῖς, οὕτως χρή σε ἀπολογήσασθαι, ὅτι·" Αἱ τοιαῦται στολαὶ καὶ τὰ στέμματα, ἃ παρ' ὑμῶν καμελαύκια ὀνομάζεται, οὔτε παρὰ ἀνθρώπων κατεσκευάσθησαν, οὔτε ἐξ ἀνθρωπίνων τεχνῶν ἐπενοήθησαν ἢ ἐξηργάσθησαν, ἀλλ' ὡς ἀπὸ παλαιᾶς ἱστορίας ἐν ἀπορρήτοις λόγοις γεγραμμένον εὑρίσκομεν, ἡνίκα ὁ Θεὸς βασιλέα ἐποίησεν Κωνσταντῖνον ἐκεῖνον τὸν μέγαν, τὸν πρῶτον Χριστιανὸν βασιλεύσαντα, δι' ἀγγέλου αὐτῷ τὰς τοιαύτας στολὰς ἐξαπέστειλεν καὶ τὰ στέμματα, ἅπερ ὑμεῖς καμελαύκια λέγετε, καὶ διωρίσατο αὐτῷ θεῖναι ταῦτα ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ ἁγίᾳ ἐκκλησίᾳ, ἥτις ἐπ' ὀνόματι αὐτῆς τῆς ἐνυποστάτου σοφίας Θεοῦ Ἁγία Σοφία κατονομάζεται, καὶ μὴ καθ' ἑκάστην αὐτὰ ἀμφιέννυσθαι, ἀλλ' ὅτε δημοτελὴς καὶ μεγάλη τυγχάνῃ δεσποτικὴ ἑορτή. Διὸ δὴ Θεοῦ προστάγματι ταῦτα ἀπέθετο, ἅτινα καὶ ἄνωθεν τῆς ἁγίας τραπέζης ἐν τῷ θυσιαστηρίῳ τοῦ αὐτοῦ ναοῦ ἀποκρέμαται, καὶ εἰς κόσμον τῆς ἐκκλησίας καθέστηκεν. Τὰ δὲ λοιπὰ ἱμάτια καὶ σαγία βασιλικὰ τῆς ἱερᾶς ταύτης τραπέζης ἄνωθεν ἐπίκεινται ἐφαπλούμενα. Ἡνίκα δὲ καταλάβῃ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ ἑορτή, ἀναλαμβάνεται ἐκ τῶν τοιούτων στολῶν καὶ στεμμάτων τὰ πρὸς τὸν καιρὸν ἐπιτήδεια καὶ ἁρμόζοντα ὁ πατριάρχης, καὶ ἀποστέλλει πρὸς τὸν βασιλέα, καὶ ἀμφιέννυται αὐτὰ ἐκεῖνος, ὡς ὑπηρέτης Θεοῦ καὶ διάκονος, ἐν τῇ προελεύσει καὶ μόνον, καὶ πάλιν μετὰ τὴν χρείαν ἀντιστρέφει αὐτὰ πρὸς τὴν ἐκκλησίαν, καὶ ἀπόκεινται ἐν αὐτῇ. Ἀλλὰ καὶ κατάρα τοῦ ἁγίου καὶ μεγάλου βασιλέως Κωνσταντίνου ἐστὶν ἐν τῇ ἁγίᾳ ταύτῃ τραπέζῃ τῆς τοῦ Θεοῦ ἐκκλησίας ἐγγεγραμμένη, καθὼς αὐτῷ διὰ τοῦ ἀγγέλου ὁ Θεὸς διωρίσατο, ἵνα, ἐὰν βουληθῇ βασιλεὺς διά τινα χρείαν ἢ περίστασιν ἢ ἐπιθυμίαν ἄκαιρον ἐξ αὐτῶν ἐπᾶραι καὶ ἢ αὐτὸς καταχρήσασθαι ἢ ἑτέροις χαρίσασθαι, ὡς πολέμιος καὶ τῶν τοῦ Θεοῦ προσταγμάτων ἐχθρός, ἀναθεματίζεται καὶ τῆς ἐκκλησίας ἀποκηρύττεται· εἰ δὲ καὶ αὐτὸς ἕτερα ὅμοια καμεῖν βουληθῇ, ἵνα καὶ αὐτὰ ἡ τοῦ Θεοῦ ἐκκλησία ἀναλαμβάνηται, τῶν ἀρχιερέων πάντων εἰς ταῦτα παρρησιαζομένων καὶ τῆς συγκλήτου· καὶ μὴ ἔχειν ἐξουσίαν μήτε τὸν βασιλέα, μήτε τὸν πατριάρχην, μήτε ἕτερόν τινα τὰς τοιαύτας ἀναλαμβάνεσθαι στολὰς ἢ τὰ στέμματα ἀπὸ τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας. Καὶ φόβος μέγας ἐπήρτηται τοῖς βουλομένοις ἀνατρέπειν τι τῶν τοιούτων θεϊκῶν διατάξεων. Εἷς γάρ τις τῶν βασιλέων, Λέων ὀνόματι, ὃς καὶ ἀπὸ Χαζαρίας γυναῖκα ἠγάγετο, ἀβούλῳ τόλμῃ χρησάμενος ἓν τῶν τοιούτων ἀνελάβετο στεμμάτων, δεσποτικῆς μὴ παρούσης ἑορτῆς, καὶ δίχα γνώμης τοῦ πατριάρχου τοῦτο περιεβάλετο. Καὶ εὐθέως ἄνθρακα ἐπὶ τοῦ μετώπου ἐκβαλὼν καὶ ταῖς ἐκ τούτου ὀδύναις κατατρυχόμενος κακιγκάκως ἀπέρρηξεν τὸ ζῆν, καὶ πρὸ καιροῦ τὸν θάνατον ἐπεσπάσατο. Καὶ τοῦ τοιούτου συντόμως ἐκδικηθέντος τολμήματος, ἔκτοτε τύπος ἐγένετο, ὥστε ἐν τῷ μέλλειν στέφεσθαι τὸν βασιλέα πρότερον ὀμνύειν καὶ ἀσφαλίζεσθαι, ὅτι οὐδὲν ἐναντίον τῶν προστεταγμένων καὶ ἐκ παλαιοῦ φυλαττομένων τολμήσει ποιήσειν ἢ ἐννοήσασθαι καὶ οὕτως ὑπὸ τοῦ πατριάρχου στέφεσθαι καὶ τὰ ἁρμόζοντα τῇ καθεστώσῃ ἑορτῇ ἐπιτελεῖν τε καὶ διαπράττεσθαι." Ὡσαύτως χρή σε καὶ περὶ τοῦ ὑγροῦ πυρός, τοῦ διὰ τῶν σιφώνων ἐκφερομένου μεριμνᾶν τε καὶ μελετᾶν, ὡς εἴπερ ποτὲ τολμήσωσί τινες καὶ αὐτὸ ἐπιζητῆσαι, καθὼς καὶ παρ' ἡμῶν πολλάκις ἐζήτησαν, τοιούτοις αὐτοὺς ἔχεις ἀποκρούεσθαι καὶ ἀποπέμπεσθαι ῥήμασιν, ὅτι·" Καὶ αὐτὸ ἀπὸ τοῦ Θεοῦ δι' ἀγγέλου τῷ μεγάλῳ καὶ πρώτῳ βασιλεῖ Χριστιανῷ, ἁγίῳ Κωνσταντίνῳ ἐφανερώθη καὶ ἐδιδάχθη. Παραγγελίας δὲ μεγάλας καὶ περὶ τούτου παρὰ τοῦ αὐτοῦ ἀγγέλου ἐδέξατο, ὡς παρὰ πατέρων καὶ πάππων πιστωθέντες πληροφορούμεθα, ἵνα ἐν μόνοις τοῖς Χριστιανοῖς καὶ τῇ ὑπ' αὐτῶν βασιλευομένῃ πόλει κατασκευάζηται, ἀλλαχοῦ δὲ μηδαμῶς, μήτε εἰς ἕτερον ἔθνος τὸ οἱονδήποτε παραπέμπηται, μήτε διδάσκηται. Ὅθεν καὶ τοῖς μετ' αὐτὸν ὁ μέγας οὗτος βασιλεὺς ἐξασφαλιζόμενος περὶ τούτου ἐν τῇ ἁγίᾳ τραπέζῃ τῆς τοῦ Θεοῦ ἐκκλησίας ἀρὰς ἐγγραφῆναι πεποίηκεν, ἵνα ὁ ἐκ τοῦ τοιούτου πυρὸς εἰς ἕτερον ἔθνος δοῦναι τολμήσας μήτε Χριστιανὸς ὀνομάζεται, μήτε ἀξίας τινὸς ἢ ἀρχῆς ἀξιοῦται· ἀλλ' εἴ τινα καὶ ἔχων τύχῃ, καὶ ἀπὸ ταύτης ἐκβάληται καὶ εἰς αἰῶνας αἰώνων ἀναθεματίζηται καὶ παραδειγματίζηται, εἴτε βασιλεύς, εἴτε πατριάρχης, εἴτε τις ἄλλος ὁ οἱοσοῦν ἄνθρωπος, εἴτε ἄρχων, εἴτε ἀρχόμενος τυγχάνοι ὁ τὴν τοιαύτην ἐντολὴν παραβαίνειν πειρώμενος. Καὶ προετρέψατο πάντας τοὺς ζῆλον καὶ φόβον Θεοῦ ἔχοντας, ὡς κοινὸν ἐχθρὸν καὶ παραβάτην τῆς μεγάλης ταύτης ἐντολῆς, τὸν τοιοῦτον ἐπιχειροῦντα ποιεῖν ἀναιρεῖν σπουδάζειν, καὶ ἐχθίστῳ καὶ χαλεπῷ παραπέμπεσθαι θανάτῳ. Συνέβη δέ ποτε, τῆς κακίας ἀεὶ χώραν εὑρισκούσης, τινὰ τῶν ἡμετέρων στρατηγῶν δῶρα παρά τινων ἐθνικῶν πάμπολλα εἰληφότα μεταδοῦναι αὐτοῖς ἐκ τοῦ τοιούτου πυρός, καὶ μὴ ἀνεχομένου τοῦ Θεοῦ ἀνεκδίκητον καταλιπεῖν τὴν παράβασιν, ἐν τῷ μέλλειν αὐτὸν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ εἰσιέναι ἐκκλησίᾳ πῦρ ἐκ τοῦ οὐρανοῦ κατελθὸν τοῦτον κατέφαγε καὶ ἀνάλωσεν. Καὶ ἀπὸ τότε φόβος μέγας καὶ τρόμος ἐν ταῖς ἁπάντων ἐνετέθη ψυχαῖς, καὶ οὐκέτι οὐδεὶς τοῦ λοιποῦ, οὔτε βασιλεύς, οὔτε ἄρχων, οὔτε ἰδιώτης, οὔτε στρατηγός, οὔτε ὁ οἱοσοῦν ὅλως ἄνθρωπος κατετόλμησέ τι τοιοῦτον ἐνθυμηθῆναι, μήτι γε καὶ ἔργῳ ἐπιχειρῆσαι ποιῆσαι ἢ διαπράξασθαι." Ἀλλ' ἄγε δὴ μετάβηθι, καὶ πρὸς ἕτερον εἶδος αἰτήσεως παραλόγου καὶ ἀπρεποῦς εὐπρεπεῖς καὶ ἁρμόζοντας λόγους ἀναζήτει καὶ ἀναμάνθανε. Εἰ γάρ ποτε ἔθνος τι ἀπὸ τῶν ἀπίστων τούτων καὶ ἀτίμων βορείων γενῶν αἰτήσηται συμπενθεριάσαι μετὰ τοῦ βασιλέως Ῥωμαίων καὶ ἢ θυγατέρα αὐτοῦ εἰς νύμφην λαβεῖν ἢ ἐπιδοῦναι οἰκείαν θυγατέρα εἰς γυναῖκα χρηματίσαι βασιλέως ἢ βασιλέως υἱοῦ, χρή σε τοιούτοις ῥήμασι καὶ τὴν τοιαύτην αὐτῶν παράλογον ἀποκρούσασθαι αἴτησιν, λέγοντα, ὅτι·" Καὶ περὶ ταύτης τῆς ὑποθέσεως παραγγελία καὶ διάταξις φοβερὰ καὶ ἀπαραποίητος τοῦ μεγάλου καὶ ἁγίου Κωνσταντίνου ἐναπογέγραπται ἐν τῇ ἱερᾷ τραπέζῃ τῆς καθολικῆς τῶν Χριστιανῶν ἐκκλησίας τῆς Ἁγίας Σοφίας· τοῦ μηδέποτε βασιλέα Ῥωμαίων συμπενθεριάσαι μετὰ ἔθνους παρηλλαγμένοις καὶ ξένοις ἔθεσι χρωμένου τῆς Ῥωμαϊκῆς καταστάσεως, μάλιστα δὲ ἀλλοπίστου καὶ ἀβαπτίστου, εἰ μὴ μετὰ μόνων τῶν Φράγγων· τούτους γὰρ μόνους ὑπεξείλετο ὁ μέγας ἐκεῖνος ἀνήρ, Κωνσταντῖνος ὁ ἅγιος, ὅτι καὶ αὐτὸς τὴν γένεσιν ἀπὸ τῶν τοιούτων ἔσχε μερῶν, ὡς συγγενείας καὶ ἐπιμιξίας πολλῆς τυγχανούσης Φράγγοις τε καὶ Ῥωμαίοις. Καὶ διὰ τί μετὰ τούτων μόνων προετρέψατο συνιστᾶν γαμικὰ συναλ λάγια τοὺς βασιλεῖς Ῥωμαίων; Διὰ τὴν ἄνωθεν τῶν μερῶν ἐκείνων καὶ γενῶν περιφάνειαν καὶ εὐγένειαν. Μετ' ἄλλου δέ του οἱουδήποτε ἔθνους μὴ δυναμένους τοῦτο ποιεῖν, ἀλλ' ὁ τοῦτο ποιῆσαι τολμήσας ἵνα, ὡς παραβάτης πατρικῶν εἰσηγήσεων καὶ βασιλείων θεσμῶν, ἀλλότριος κρίνοιτο τῶν Χριστιανῶν καταλόγων καὶ τῷ ἀναθέματι παραδίδοιτο. Ὁ δὲ προμνημονευθεὶς Λέων ἐκεῖνος ὁ βασιλεύς, ὁ καὶ τὸ στέμμα, καθὼς ἀνωτέρω προείρηται, παρανόμως καὶ τολμηρῶς ἀπὸ τῆς ἐκκλησίας δίχα γνώμης τοῦ τότε πατριαρχοῦντος λαβὼν καὶ περιθέμενος καὶ τὴν δίκην συντόμως δοὺς ἀξίαν τῆς αὐτοῦ πονηρᾶς ἐγχειρήσεως, ἐτόλμησε καὶ τὴν τοιαύτην ἐντολὴν τοῦ ἁγίου βασιλέως ἐκείνου, ἥτις, ὡς ἤδη δεδήλωται, ἐν τῇ ἁγίᾳ τραπέζῃ ἀναγεγραμμένη καθέστηκεν, παρὰ φαῦλον θέσθαι καὶ ὡς μηδὲν λογίσασθαι, καὶ ὡς ἅπαξ ἔξω τοῦ θείου φόβου καὶ τῶν ἐντολῶν αὐτοῦ πεποίηκεν ἑαυτόν, συνεστήσατο καὶ μετὰ τοῦ χαγάνου Χαζαρίας γαμικὸν συναλλάγιον, καὶ τὴν θυγατέρα αὐτοῦ εἰς γυναῖκα ἐδέξατο, καὶ μέγα ἐκ τούτου ὄνειδος καὶ τῇ Ῥωμαίων ἀρχῇ καὶ ἑαυτῷ προσετρίψατο, ὡς τὰ προγονικὰ παραγγέλματα ἀκυρώσας καὶ παρ' οὐδὲν λογισάμενος· πλὴν οὐδὲ ὀρθόδοξος ἐκεῖνος Χριστιανὸς ἦν, ἀλλ' αἱρετικὸς καὶ εἰκονομάχος. Διὸ χάριν τῶν τοιούτων αὐτοῦ παρανόμων ἀσεβημάτων ἐν τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ διηνεκῶς ἀποκηρύττεται καὶ ἀναθεματίζεται, ὡς καὶ τῆς τοῦ Θεοῦ καὶ τῆς τοῦ ἁγίου καὶ μεγάλου βασιλέως Κωνσταντίνου διατάξεως παραβάτης καὶ ἀνατροπεύς. Πῶς γάρ ἐστιν τῶν ἐνδεχομένων Χριστιανοὺς μετὰ ἀπίστων γαμικὰς κοινωνίας ποιεῖν καὶ συμπενθεριάζειν, τοῦ κανόνος τοῦτο κωλύοντος καὶ τῆς ἐκκλησίας ἁπάσης ἀλλότριον αὐτὸ λογιζομένης καὶ ἔξω τῆς Χριστιανικῆς καταστάσεως; Ἢ τίς τῶν ἐγκρίτων καὶ εὐγενῶν καὶ σοφῶν βασιλέων Ῥωμαίων κατεδέξατο;" Εἰ δὲ ἀντείπωσιν·" Πῶς ὁ κύρις Ῥωμανὸς ὁ βασιλεὺς μετὰ Βουλγάρων συνεπενθερίασεν, καὶ τὴν ἰδίαν ἐκγόνην δέδωκεν τῷ κυρῷ Πέτρῳ τῷ Βουλγάρῳ;" δεῖ ἀπολογήσασθαι, ὅτι·" Ὁ κύρις Ῥωμανός, ὁ βασιλεύς, ἰδιώτης καὶ ἀγράμματος ἄνθρωπος ἦν, καὶ οὔτε τῶν ἄνωθεν ἐν βασιλείοις τεθραμμένων, οὔτε τῶν παρηκολουθηκότων ἐξ ἀρχῆς τοῖς Ῥωμαϊκοῖς ἐθισμοῖς, οὔτε ἀπὸ γένους βασιλείου καὶ εὐγενοῦς, καὶ διὰ τοῦτο αὐθαδέστερον καὶ ἐξουσιαστικώτερον τὰ πολλὰ κατεπράττετο, καὶ ἐν τούτῳ οὔτε τῇ ἐκκλησίᾳ ἀπαγορευούσῃ ὑπήκουσεν, οὔτε τῇ ἐντολῇ καὶ διαταγῇ τοῦ μεγάλου Κωνσταντίνου κατηκολούθησεν, ἀλλ' ἐκ γνώμης αὐθάδους καὶ αὐτοβούλου καὶ τῶν καλῶν ἀμαθοῦς καὶ μὴ βουλομένης ἕπεσθαι τῷ πρέποντι καὶ καλῷ, μηδὲ ταῖς πατροπαραδότοις στοιχεῖν διατάξεσιν τοῦτο ποιῆσαι τετόλμηκεν, ταύτην μόνην εὔλογον δηλονότι προβαλλόμενος πρόφασιν, τοσοῦτον πλῆθος αἰχμαλώτων Χριστιανῶν διὰ τῆς τοιαύτης πράξεως ἀναρρύεσθαι, καὶ τὸ Χριστιανοὺς εἶναι καὶ τοὺς Βουλγάρους καὶ ὁμοπίστους ἡμῶν, ἄλλως τε καὶ ὅτι οὐδὲ αὐτοκράτορος καὶ ἐνθέσμου βασιλέως θυγάτηρ ἡ ἐκδιδομένη ἐτύγχανεν, ἀλλὰ τρίτου καὶ ἐσχάτου καὶ ἔτι ὑποχειρίου καὶ μηδεμίαν ἐξουσίαν ἐν τοῖς τῆς ἀρχῆς μετέχοντος πράγμασι· καὶ οὐδὲν διέφερεν τὸ τοιοῦτον τοῦ καὶ ἄλλην τινὰ τῶν βασιλικῶν συγγενίδων, τῶν πορρωτέρω τε καὶ ἐγγὺς τῆς βασιλείας εὐγενείας τυγχανουσῶν, καὶ διά τινα κοινωφελῆ δουλείαν, καὶ τοῦ ἐσχάτου καὶ μηδὲν σχεδὸν ἐξουσιάζοντος. Ἐπεὶ ἔξω τοῦ κανόνος καὶ τῆς ἐκκλησιαστικῆς παραδόσεως καὶ τῆς τοῦ μεγάλου καὶ ἁγίου βασιλέως, Κωνσταντίνου διαταγῆς τε καὶ ἐντολῆς τοῦτο πεποίηκεν, πολλὰ καὶ ζῶν ὠνειδίσθη ὁ προρρηθεὶς κύρις Ῥωμανός, καὶ διεβλήθη καὶ ἐμισήθη παρά τε τῆς συγκλήτου βουλῆς καὶ τοῦ δήμου παντὸς καὶ τῆς ἐκκλησίας αὐτῆς, ὡς καὶ τὸ μῖσος ἀπὸ τοῦ τέλους γενέσθαι καταφανές, καὶ μετὰ θάνατον ὁμοίως ἐξουθενεῖται καὶ διαβάλλεται καὶ ὑπὸ καταγνώμην τίθεται καὶ οὗτος, ἀνάξιον πρᾶγμα καὶ ἀπρεπὲς εἰς τὴν εὐγενῆ πολιτείαν Ῥωμαίων καινοτομήσας." Ἕκαστον γὰρ ἔθνος διάφορα ἔχον ἔθη καὶ διαλλάττοντας νόμους τε καὶ θεσμοὺς ὀφείλει τὰ οἰκεῖα κρατύνειν καὶ ἀπὸ τοῦ αὐτοῦ ἔθνους τὰς πρὸς ἀνάκρασιν βίου κοινωνίας ποιεῖσθαι καὶ ἐνεργεῖν. Ὥσπερ γὰρ ἕκαστον ζῶον μετὰ τῶν ὁμογενῶν τὰς μίξεις ἐργάζεται, οὕτω καὶ ἕκαστον ἔθνος οὐκ ἐξ ἀλλοφύλων καὶ ἀλλογλώσσων, ἀλλ' ἐκ τῶν ὁμογενῶν τε καὶ ὁμοφώνων τὰ συνοικέσια τῶν γάμων ποιεῖσθαι καθέστηκεν δίκαιον. Ἐντεῦθεν γὰρ καὶ ἡ πρὸς ἀλλήλους ὁμοφροσύνη καὶ συνομιλία καὶ προσφιλὴς συνδιατριβὴ καὶ συμβίωσις περιγίνεσθαι πέφυκεν· τὰ δὲ ἀλλότρια ἔθη καὶ διαλλάττοντα νόμιμα ἀπεχθείας μᾶλλον καὶ προσκρούσεις καὶ μίση καὶ στάσεις εἴωθεν ἀπογεννᾶν, ἅπερ οὐ φιλίας καὶ κοινωνίας, ἀλλ' ἔχθρας καὶ διαστάσεις φιλεῖ ἀπεργάζεσθαι. Καὶ ὅτι μὴ δεῖ τὰ κακῶς παρά τινων ἐξ ἀμαθείας ἢ αὐθαδείας καταπραχθέντα τοὺς ἐννόμως ἄρχειν βουλομένους μιμεῖσθαί τε καὶ ζηλοῦν, ἀλλὰ τῶν ἐννόμως καὶ δικαίως βεβασιλευκότων τὰς ἀοιδίμους πράξεις ἔχειν, ὡς εἰκόνας ἀγαθὰς εἰς παράδειγμα προκειμένας μιμήσεως, καὶ κατ' ἐκείνας πειρᾶσθαι καὶ αὐτὸν ἀπευθύνειν πάντα τὰ παρ' αὐτοῦ ἐνεργούμενα, ἐπεὶ καὶ τὸ διὰ τὰς τοιαύτας αὐτοβούλους πράξεις αὐτοῦ ἐπελθὸν αὐτῷ τέλος, φημὶ δὴ τῷ κυρῷ Ῥωμανῷ, ἱκανόν ἐστιν πρὸς σωφρονισμὸν παράδειγμα τῷ βουλομένῳ τὰ κακῶς παρ' ἐκείνου πραχθέντα ζηλοῦν. Χρεὼν δὲ μετὰ τῶν ἄλλων καὶ ταῦτά σε γινώσκειν, υἱὲ πολυέραστε, ἅτε τῆς τούτων γνώσεως μεγάλα σοι συμβαλέσθαι δυναμένης καὶ θαυμαστότερον ἀποδεῖξαι. Τὰ δέ ἐστιν περὶ διαφορᾶς πάλιν ἑτέρων ἐθνῶν, γενεαλογίας τε αὐτῶν καὶ ἐθῶν καὶ βίου διαγωγῆς καὶ θέσεως καὶ κράσεως τῆς παρ' αὐτῶν κατοικουμένης γῆς καὶ περιηγήσεως αὐτῆς καὶ σταδιασμοῦ, καθὼς ἑξῆς πλατύτερον διηρμήνευται. 14 Περὶ τῆς γενεαλογίας τοῦ Μουχούμετ. Γενεαλογεῖται ὁ δυσσεβὴς καὶ ἀκάθαρτος Μουχούμετ, ὃν λέγουσιν οἱ Σαρακηνοὶ προφήτην αὐτῶν εἶναι, ἐκ φυλῆς γενικωτάτης Ἰσμαήλ, υἱοῦ Ἀβραάμ, καταγόμενος. Ζιναρὸς γάρ, ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος, πατὴρ αὐτῶν ἀναγορεύεται πάντων. Οὗτος οὖν γεννᾷ υἱοὺς δύο, Μούνδαρον καὶ Ῥαβίαν, ὁ δὲ Μούνδαρος τίκτει Κούσαρον καὶ Κάϊσον καὶ Θεμίμην καὶ Ἄσανδον καὶ ἄλλους τινὰς ἀνωνύμους, οἳ καὶ τὴν Μαδιανῖτιν ἔρημον κληρωσάμενοι, ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες. Εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων οὐκ ἐκ τῆς φυλῆς αὐτῶν, ἀλλὰ τοῦ Ἰεκτάν, οἱ λεγόμενοι Ὁμηρῖται, τουτέστιν Ἀμανῖται. Ἀναδείκνυται δὲ οὕτως. Ἀπόροὄντος αὐτοῦ τοῦ Μουχούμετ καὶ ὀρφανοῦ, ἔδοξεν αὐτῷ μισθωτεύσασθαι γυναικί τινι πλουσίᾳ καὶ συγγενεῖ αὐτοῦ, καλουμένῃ Χαδιγᾷ, πρὸς τὸ καμηλεύειν καὶ πραγματεύεσθαι ἐν Αἰγύπτῳ μετὰ τῶν ἀλλοφύλων καὶ ἐν Παλαιστίνῃ. Εἶτα κατὰ μικρὸν παρρησιασάμενος καὶ ὑπελθὼν τῇ γυναικὶ χήρᾳ οὔσῃ, λαμβάνει αὐτὴν εἰς γυναῖκα. Καὶ δὴ ἐπιχωριάζων ἐν Παλαιστίνῃ καὶ συναναστρεφόμενος Ἰουδαίοις τε καὶ Χριστιανοῖς, ἐθηρᾶτο λόγους καὶ γραφικὰς λύσεις τινάς. Ἔχων δὲ τὸ πάθος τῆς ἐπιληψίας, ἐλυπεῖτο σφόδρα ἡ γυνὴ αὐτοῦ, ὡς περιφανὴς καὶ πλουσία καὶ τῷ τοιούτῳ ἀνδρὶ συναφθεῖσα, οὐ μόνον ἀπόρῳ, ἀλλὰ καὶ ἐπιληπτικῷ, ἣν καὶ τροπωσάμενος φάσκων, ὅτι·" Φοβερὰν ὀπτασίαν ἀγγέλου θεωρῶ Γαβριὴλ ὀνόματι, καὶ μὴ ὑποφέρων αὐτοῦ τὴν θέαν ὀλιγωρῶ καὶ πίπτω", ἐπιστεύθη, συμψευδομαρτυροῦντος αὐτῷ Ἀρειανοῦ τινος μοναχοῦ ψευδωνύμου δι' αἰσχροκέρδειαν. Καὶ οὕτως ἡ γυνὴ πλανηθεῖσα καὶ ἄλλαις γυναιξὶν ὁμοφύλαις κηρύξασα προφήτην αὐτὸν εἶναι, προῆλθεν τὸ ψεῦδος τῆς ἀπάτης καὶ εἰς ἄνδρα φύλαρχον τοὔνομα Βουβάχαρ. Ἡ οὖν γυνὴ θανοῦσα καὶ τοῦτον διάδοχον καὶ κληρονόμον καταλείψασα τῶν ἑαυτῆς, ἐγένετο περιφανὴς καὶ ἄγαν ὑπερούσιος, καὶ κατέσχεν ἡ πονηρὰ πλάνη τε καὶ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Αἰθρίβου. Καὶ ἐδίδαξεν οὗτος ὁ παράφρων καὶ πεφενακισμένος τοὺς αὐτῷ πειθομένους, ὅτι ὁ φονεύων ἐχθρὸν ἢ ὑπὸ ἐχθροῦ φονευόμενος εἰς τὸν παράδεισον εἰσέρχεται καὶ ἄλλα, ὅσα φλυαρεῖ. Προσεύχονται δὲ καὶ εἰς τὸ τῆς Ἀφροδίτης ἄστρον, ὃ καλοῦσι Κουβάρ, καὶ ἀναφωνοῦσιν ἐν τῇ προσευχῇ αὐτῶν οὕτως·" Ἀλλὰ οὐὰ Κουβάρ", ὅ ἐστιν" ὁ θεὸς καὶ Ἀφροδίτη". Τὸν γὰρ θεὸν" Ἀλλά" προσονομάζουσι, τὸ δὲ" οὐά" ἀντὶ τοῦ" καί" συνδέσμου τιθέασιν, καὶ τὸ" Κουβάρ" καλοῦσι τὸ ἄστρον, καὶ λέγουσιν οὕτως·" Ἀλλὰ οὐὰ Κουβάρ." 15 Περὶ τοῦ γένους τῶν Φατεμιτῶν. Ἰστέον, ὅτι ἡ Φατὲμ θυγάτηρ ἦν τοῦ Μουχούμετ, καὶ ἀπ' ἐκείνης γεννῶνται οἱ Φατεμῖται. Οὐκ εἰσὶ δὲ οὗτοι ἐκ τοῦ Φατέμη ἀπὸ τῆς Λιβύης χώρας, ἀλλὰ κατοικοῦσι πρὸς τὰ βορειότερα μέρη τοῦ Μέκε, βαθύτερα τοῦ τάφου τοῦ Μουχούμετ. Εἰσὶ δὲ ἔθνος Ἀραβικόν, πρὸς πολέμους καὶ μάχας ἀκριβῶς ἐξησκημένον· μετὰ γὰρ τοῦ τοιούτου γένους ἐπολέμησεν ὁ Μουχούμετ, καὶ πολλὰς πόλεις καὶ χώρας ἐπόρθησεν καὶ καθυπέταξεν. Εἰσὶ γὰρ ἠνδρειωμένοι καὶ πολεμισταί, ὅτι εἰ εὑρεθῶσι μέχρι μιᾶς χιλιάδος εἰς φοσσᾶτον, τὸ τοιοῦτον φοσσᾶτον ἀήττητον καὶ ἀκαταμάχητον γίνεται. Οὐ καβαλλικεύουσι δὲ ἵππους, ἀλλὰ καμήλους, ἐν δὲ τῷ καιρῷ τοῦ πολέμου οὐκ ἐνδύονται θώρακας, οὔτε κλιβάνια, ἀλλὰ περιβόλαια ῥοδωτά, καὶ ἔχουσι δόρατα μακρὰ καὶ ἀσπίδας ἀνδρομήκεις καὶ τόξα ξύλινα παμμεγέθη, σχεδὸν μὴ δυνάμενα τείνεσθαι παρ' ὀλίγων ἀνδρῶν. 16 Ἐκ τοῦ κανόνος, οὗ ἐθεμάτισεν Στέφανος ὁ μαθηματικὸς περὶ τῆς τῶν Σαρακηνῶν ἐξόδου, ἐν ποίῳ χρόνῳ τῆς τοῦ κόσμου συστάσεως ἐγένετο, καὶ τίς ὁ τὰ σκῆπτρα τῆς βασιλείας Ῥωμαίων διέπων. Ἐξῆλθον οἱ Σαρακηνοὶ μηνὶ Σεπτεμβρίῳ τρίτῃ, ἰνδικτιῶνος δεκάτης, εἰς τὸ δωδέκατον ἔτος Ἡρακλείου, ἔτος ἀπὸ κτίσεως κόσμου ρλʹ. Τὸ δὲ θεμάτιν τῶν αὐτῶν Σαρακηνῶν ἐγένετο εἰς μῆνα Σεπτέμβριον τρίτην, ἡμέρᾳ πέμπτῃ. Εἰς τοὺς αὐτοὺς χρόνους πρῶτος ἀρχηγὸς τῶν Ἀράβων Μουάμεθ, ὃν οἱ Ἄραβες καλοῦσι Μουχούμετ, ὁ καὶ προφήτης αὐτῶν χρηματίσας, ἐκράτησε δὲ τῆς ἀρχῆς τῶν Ἀράβων ἔτη ἐννέα. 17 Ἐκ τοῦ Χρονικοῦ τοῦ μακαρίου Θεοφάνους. Τούτῳ τῷ ἔτει, ἤγουν ρλθʹ, ἀπεβίω Μουάμεθ, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης, προχειρισάμενος ἀντ' αὐτοῦ Ἀβουβάχαρον, τὸν καὶ Βουπάκτωρα, συγγενῆ αὐτοῦ. Οἱ δὲ πεπλανημένοι Ἑβραῖοι ἐν ἀρχῇ τῆς παρουσίας αὐτοῦ ἐνόμισαν εἶναι τοῦτον τὸν παρ' αὐτοῖς προσδοκώμενον Χριστόν, ὡς καί τινας τῶν προυχόντων αὐτῶν προσελθεῖν αὐτῷ, καὶ δέξασθαι τὴν αὐτοῦ θρησκείαν, καὶ καταλιπεῖν τὴν τοῦ θεόπτου Μωσέως. Θεωρήσαντες δὲ αὐτὸν ἐσθίοντα ἀπὸ καμήλου, ἔγνωσαν, ὅτι οὐκ ἔστιν, ὃν ἐνόμισαν. Ἐδίδασκον δὲ αὐτὸν ἀθέμιτα κατὰ τῶν Χριστιανῶν, καὶ διῆγον σὺν αὐτῷ. Οὗτοί εἰσιν οἱ διδάξαντες αὐτὸν παραδέχεσθαι μέρη τινὰ τοῦ νόμου, τήν τε περιτομὴν καὶ ἄλλα τινά, ἅπερ παραφυλάττονται οἱ Σαρακηνοί. Πρῶτος οὖν Ἀβουβάχαρ ἠκολούθησεν αὐτὸν καὶ προφήτην ἐκήρυξεν, διὸ καὶ διάδοχον αὐτὸν κατέλιπεν. Ἐκράτησεν δὲ ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Αἰθρίβου, πρώην μὲν ἐν κρυπτῷ ἔτη δέκα, τὸ δὲ ἔσχατον διὰ πολέμου ὁμοίως ἔτη δέκα, καὶ φανερῶς ἔτη ἐννέα. Ἐδίδαξεν δὲ τοὺς ἑαυτοῦ ὑπηκόους, ὅτι ὁ ἀποκτείνας ἐχθρὸν ἢ ἀπὸ ἐχθροῦ ἀποκτεννόμενος ἀκωλύτως εἰς τὸν παράδεισον εἰσέρχεται, τὸν δὲ παράδεισον σαρκικῆς βρώσεως καὶ πόσεως καὶ μίξεως γυναικῶν ἔλεγεν, ποταμὸν δὲ οἴνου καὶ μέλιτος καὶ γάλακτος καταρρεῖν, καὶ γυναικῶν τὴν ὅρασιν ἀσύγκριτον, οὐ τῶν παρόντων, ἀλλ' ἄλλων, καὶ τὴν μῖξιν πολυχρόνιον ἔφασκεν καὶ διαρκῆ τὴν ἡδονὴν καὶ ἄλλα τινὰ ἀσωτίας καὶ μωρίας ἔμπλεα, συμπαθεῖν τε ἀλλήλοις καὶ βοηθεῖν ἀδικουμένοις. 18 Δεύτερος ἀρχηγὸς τῶν Ἀράβων, Ἀβουβάχαρ, ἔτη τρία. Οὗτος ὁ Ἀβουβάχαρ πρῶτος λαμβάνει τὴν πόλιν Γάζαν καὶ πᾶσαν αὐτῆς τὴν περίχωρον. Τελευτᾷ δὲ ὁ αὐτὸς Ἀβουβάχαρ ἀμηρεύσας ἔτη τρία, καὶ παραλαμβάνει τὴν ἀρχὴν Οὔμαρ, καὶ κρατεῖ τῶν Ἀράβων ἔτη δώδεκα. 19 Τρίτος ἀρχηγὸς Ἀράβων, Οὔμαρ. Ὁ αὐτὸς οὖν Οὔμαρ ἐπεστράτευσε κατὰ τῆς Παλαιστίνης, καὶ παρακαθίσας ἐν αὐτῇ ἐπολιόρκησεν τὴν Ἱερουσαλὴμ διετῆ χρόνον, καὶ παρέλαβεν αὐτὴν δόλῳ. Σωφρόνιος γάρ, ὁ Ἱεροσολύμων ἐπίσκοπος, θείῳ κινούμενος ζήλῳ καὶ ἀγχινοίᾳ διαπρέπων, λόγον ἔλαβεν παρ' αὐτοῦ ὑπὲρ τῶν ἐκκλησιῶν τῆς πάσης Παλαιστίνης ἀσφαλέστατον, ὥστε ἀκαθαιρέτους μεῖναι τὰς ἐκκλησίας καὶ ἀπορθήτους. Τοῦτον ἰδὼν ὁ Σωφρόνιος ἔφη·" Ἐπ' ἀληθείας τοῦτό ἐστιν τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ." Οὗτος τὸν ναὸν ἐζήτησεν τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομών, πρὸς τὸ ποιῆσαι αὐτὸν προσκυνητήριον τῆς αὐτοῦ βλασφημίας. Καὶ ἔστι ἕως τῆς σήμερον. 20 Τέταρτος Ἀράβων ἀρχηγός, Οὐθμάν. Οὗτος λαμβάνει τὴν Ἀφρικὴν πολέμῳ, καὶ στοιχήσας φόρους μετὰ τῶν Ἄφρων ὑπέστρεψεν. Τούτου στρατηγὸς χρηματίζει Μαυίας, ὁ παραλύσας τὸν κολοσσὸν Ῥόδου καὶ πορθήσας Κύπρον τὴν νῆσον καὶ πάσας τὰς πόλεις αὐτῆς. Οὗτος παραλαμβάνει καὶ νῆσον τὴν Ἄραδον, καὶ τὴν πόλιν αὐτῆς ἐνέπρησεν, καὶ τὴν νῆσον ἀοίκητον κατέστησεν ἕως τοῦ νῦν. Οὗτος τὴν νῆσον Ῥόδον καταλαβὼν καθεῖλε τὸν ἐν αὐτῇ κολοσσὸν μετὰ χίλια τξʹ ἔτη τῆς αὐτοῦ ἱδρύσεως, ὃν Ἰουδαῖός τις ἔμπορος ὠνησάμενος Ἐδεσσηνός, ʹ καμήλους ἐφόρτωσεν αὐτοῦ τὸν χαλκόν. Οὗτος ὁ Μαυίας ἐπεστράτευσε καὶ κατὰ Κωνσταντινουπόλεως, καὶ ἐλυμήνατο τήν τε Ἔφεσον καὶ Ἁλικαρνασσὸν καὶ Σμύρνην καὶ τὰς λοιπὰς πόλεις Ἰωνίας, ὃς καὶ γέγονεν τῶν Ἀράβων ἀρχηγὸς πέμπτος μετὰ τὴν Οὐθμὰν τελευτὴν ἔτη εἴκοσι τέσσαρα. 21 Ἐκ τοῦ Χρονικοῦ Θεοφάνους· ἔτος ἀπὸ κτίσεως κόσμου ροαʹ. Ἰστέον, ὅτι πρὸς τῇ τελευτῇ Μαυίου, τῶν Ἀράβων ἀρχηγοῦ, εἰσῆλθον οἱ Μαρδαῗται εἰς τὸν Λίβανον, καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως, καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς· καὶ πολλοὶ δοῦλοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. Καὶ τοῦτο μαθὼν Μαυίας καὶ οἱ σύμβουλοι αὐτοῦ, ἐφοβήθησαν σφόδρα. Καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην. Ἐπὶ ταύτῃ τῇ προφάσει πέμπεται παρὰ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ ὀρθοδόξου, υἱοῦ τοῦ Πωγωνάτου, Ἰωάννης ὁ ἐπίκλην Πιτζηκαύδης. Τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, Μαυίας ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς, καὶ συνεφωνήθη πρὸς ἀμφοτέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ' ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρέχεσθαι τῷ τῶν Ῥωμαίων βασιλεῖ παρὰ τῶν Ἀγαρηνῶν χρυσίου χιλιάδας τρεῖς καὶ ἄνδρας αἰχμαλώτους ωʹ καὶ ἵππους εὐγενεῖς νʹ. Ἐπὶ τούτου διῃρέθη ἡ τῶν Ἀράβων ἀρχὴ εἰς μέρη δύο. Καὶ εἰς μὲν τὴν Αἰθρίβου ἐκράτησε τὴν ἀρχὴν ὁ Ἀλή, τὴν δὲ Αἴγυπτον καὶ Παλαιστίνην καὶ Δαμασκὸν ἐκράτει ὁ Μαυίας. Καὶ οἱ μὲν τὴν Αἴθριβον οἰκοῦντες μετὰ τῶν υἱῶν τοῦ Ἀλὴ ἐστράτευσαν κατὰ τοῦ Μαυίου. Ὁ δὲ Μαυίας ἀνθωπλίσατο κατ' αὐτῶν, καὶ συνῆψεν πόλεμον παρὰ τὸν ποταμὸν Εὐφράτην, καὶ ἡττήθη τὸ μέρος Ἀλή, καὶ παρέλαβεν ὁ Μαυίας τὴν Αἴθριβον καὶ πᾶσαν τὴν γῆν τῆς Συρίας. Ἐκράτησεν δὲ ἡ αὐτοῦ γενεὰ ἔτη πεʹ. Καὶ μετ' αὐτὸν ἐξῆλθον οἱ λεγόμενοι Μαυροφόροι ἀπὸ Περσίδος, οἱ κρατοῦντες ἕως τῆς σήμερον, καὶ ἐπολέμησαν τὴν γενεὰν τοῦ Μαυίου καὶ ἠφάνισαν αὐτήν. Ἔσφαξαν δὲ καὶ Μαρουάμ, τὴν κεφαλὴν αὐτῶν. Ὑπελείφθησαν δὲ ὀλίγοι τοῦ Μαυίου, καὶ ἐδιώχθησαν παρὰ τῶν Μαυροφόρων ἕως τῆς Ἀφρικῆς μετὰ καὶ ἑνὸς ἐκγόνου τοῦ Μαυίου. Ὁ δὲ αὐτὸς ἔκγονος τοῦ Μαυίου μετ' ὀλίγων τινῶν διεπέρασεν εἰς τὴν Ἱσπανίαν ἐν ταῖς ἡμέραις Ἰουστινιανοῦ τοῦ Ῥινοτμήτου, οὐχὶ δὲ τοῦ Πωγωνάτου. Τοῦτο δὲ παρὰ τοῖς ἡμετέροις ἱστορικοῖς οὐ γέγραπται. Ἀφ' οὗ γὰρ παρελήφθη ἡ μεγάλη Ῥώμη παρὰ τῶν Γότθων, ἤρξατο ἀκρωτηριάζεσθαι τὰ Ῥωμαϊκὰ πράγματα, καὶ οὐδεὶς τῶν ἱστορικῶν τῶν τῆς Ἱσπανίας μερῶν ἐποιήσατο μνείαν, οὔτε τῆς γενεᾶς τοῦ Μαυίου. Ἔχει δὲ τοῦ μακαρίου Θεοφάνους ἡ ἱστορία οὕτως. Ἀπεβίω οὖν ὁ Μαυίας, ὁ τῶν Σαρακηνῶν ἀρχηγός, γεγονὼς στρατηγὸς ἔτη κ ʹ, ἀμηρεύσας δὲ ἔτη
12.2.1
Καὶ ἐκράτησεν τῆς ἀρχῆς τῶν Ἀράβων Ἰζίδ, ὁ υἱὸς αὐτοῦ, ἔτη ʹ. Τούτου τελευτήσαντος, ἐταράχθησαν οἱ Ἄραβες τῆς Αἰθρίβου, καὶ διεγερθέντες κατέστησαν ἑαυτοῖς ἀρχηγὸν Ἀβδελᾶν, τὸν υἱὸν Ζουβέρ. Τοῦτο ἀκούσαντες οἱ τὴν Φοινίκην καὶ Παλαιστίνην καὶ Δαμασκὸν κατοικοῦντες Ἀγαρηνοί, ἔρχονται πρὸς Οὐσάν, ἀμηρᾶν Παλαιστίνης, καὶ προβάλλονται Μαρουάμ, καὶ ἱστῶσιν αὐτὸν ἀρχηγόν, καὶ κρατεῖ τῆς ἀρχῆς μῆνας θʹ. Τούτου δὲ τελευτήσαντος, Ἀβιμέλεχ, ὁ υἱὸς αὐτοῦ διαδέχεται τὴν ἀρχήν, καὶ κρατεῖ ἔτη κβʹ καὶ μῆνας ʹ. Καὶ χειροῦται τοὺς τυράννους, καὶ ἀποκτέννει τὸν Ἀβδελᾶν, υἱὸν Ζουβὲρ καὶ διάδοχον. Ἐν τούτοις τελευτᾷ Κωνσταντῖνος ὁ βασιλεύς, ὁ υἱὸς τοῦ Πωγωνάτου, κρατήσας τῆς Ῥωμαίων ἀρχῆς ἔτη ιζʹ· καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ Ἰουστινιανός, ὁ υἱὸς αὐτοῦ. Ἰστέον, ὅτι ὁ τῶν Ἀράβων ἀρχηγός, ὃς πέμπτος ἀπὸ τοῦ Μουάμεθ ἐκράτησεν τῆς ἀρχῆς τῶν Ἀράβων, οὐκ ἐκ τοῦ γένους ἦν τοῦ Μουάμεθ, ἀλλ' ἐξ ἑτέρας φυλῆς. Καὶ πρῶτον μὲν ἐχειροτονήθη στρατηγὸς καὶ ναύαρχος παρὰ Οὐθμάν, ἀρχηγοῦ τῶν Ἀράβων, καὶ ἀπεστάλη κατὰ τῆς Ῥωμαίων πολιτείας μετὰ χειρὸς ἰσχυρᾶς καὶ καταφράκτων νηῶν
12.3.1
Καὶ εἰσῆλθεν ἕως τῆς Ῥόδου, κἀκεῖθεν ἐξοπλισάμενος ἀνῆλθεν ἕως Κωνσταντινούπολιν, καὶ διατρίψας χρόνον ἱκανόν, λεηλατήσας τε τὰ ἔξω τοῦ Βυζαντίου, ὑπέστρεψεν ἄπρακτος. Ἐλθὼν δὲ ἐν τῇ Ῥόδῳ καθεῖλεν τὸν κολοσσὸν τὸν ἐν αὐτῇ ἱστάμενον. Ἄγαλμα δὲ ἦν τοῦ ἡλίου χαλκοῦν, κεχρυσωμένον ἀπὸ κεφαλῆς ἕως ποδῶν, ἔχον ὕψος πήχεις πʹ καὶ πλάτος ἀναλόγως τοῦ ὕψους, καθὼς μαρτυρεῖ τὸ ἐπίγραμμα τὸ πρὸς τὴν βάσιν τῶν ποδῶν αὐτοῦ γεγραμμένον, ἔχον οὕτως· Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα Λάχης ἐποίει πηχέων, ὁ Λίνδιος. Ἔλαβεν δὲ τὸν χαλκὸν αὐτοῦ καὶ διεπέρασεν αὐτὸν ἐν Συρίᾳ, καὶ ἔστησεν αὐτὸν εἰς ἀγορὰν παντὶ τῷ βουλομένῳ· ὠνήσατο δὲ αὐτὸν Ἑβραῖος Ἐδεσσηνός, ἐπιφορτώσας αὐτὸν ἀπὸ θαλάσσης καμήλους πʹ. Τελευτήσαντος οὖν τοῦ Οὐθμάν, διεδέξατο τὴν τῶν Ἀράβων ἀρχὴν αὐτὸς ὁ Μαυίας. Ἐκράτησεν δὲ τῆς ἁγίας πόλεως καὶ τῶν τῆς Παλαιστίνης μερῶν, τήν τε Δαμασκὸν καὶ Ἀντιόχειαν καὶ πάσας τὰς τῆς Αἰγύπτου πόλεις. Ὁ δὲ Ἀλήμ, ὃς ἦν γαμβρὸς τοῦ Μουάμεθ ἐπὶ θυγατρί, καλουμένῃ Φατιμέ, ἐκράτησεν τῆς Αἰθρίβου καὶ πάσης τῆς τραχείας Ἀραβίας. Ἐν ταύταις οὖν ταῖς ἡμέραις διηγέρθησαν πρὸς πόλεμον κατ' ἀλλήλων ὅ τε Ἀλὴμ καὶ ὁ Μαυίας ἐρίζοντες περὶ τῆς ἀρχῆς, τίς αὐτῶν κυριεύσει πάσης Συρίας. Συνήχθησαν δὲ παρὰ τὸν Εὐφράτην ποταμόν, καὶ συνάπτουσι πόλεμον ἰσχυρὸν μετ' ἀλλήλων. Τοῦ δὲ πολέμου κρατοῦντος, καὶ πολλῶν ἐξ ἀμφοτέρων πιπτόντων, ἔκραξαν τὰ πλήθη τῶν Ἀγαρηνῶν ἀμφοτέρων τῶν {δύο} μερῶν·" Τίνι τρόπῳ σφάζομεν καὶ σφαζόμεθα, καὶ ἀφανίζεται τὸ γένος ἡμῶν ἐκ τῆς τῶν ἀνθρώπων βιοτῆς; Ἀλλὰ χωρισθήτωσαν δύο γέροντες ἐξ ἀμφοτέρων τῶν μερῶν, καὶ ὃν ἂν προκρίνωσιν, ἐχέτω τὴν ἀρχήν." Ὁ δὲ Ἀλὴμ καὶ ὁ Μαυίας ἠρέσθησαν ἐπὶ τῷ λόγῳ αὐτῶν, καὶ ἐκβαλόντες ἐκ τῶν χειρῶν τοὺς ἑαυτῶν δακτυλίους, δεδώκασι τοῖς δυσὶ γέρουσιν, ὅπερ ἐστὶ σημεῖον τῆς ἀρχῆς τῶν Ἀγαρηνῶν, καὶ παρέσχον τὴν ἐξουσίαν αὐτῶν εἰς τὴν θέλησιν τῶν δύο γερόντων, τὸ πρᾶγμα ἔνορκον ποιησάμενοι καὶ τοῦτο στοιχήσαντες, ἵνα ὃν ἂν προκρίνωσιν οἱ γέροντες, ἐκεῖνος ἔσται κύριος καὶ ἀρχηγὸς πάντων τῶν Σαρακηνῶν. Καὶ εἰσελθόντων τῶν δύο γερόντων ἀναμέσον τῆς παρεμβολῆς τοῦ πολέμου τῶν δύο μερῶν καὶ σταθέντων ἐν τῷ μεταιχμίῳ τοῦ στρατοπέδου ἀντιπροσώπων, τοῦ μὲν Ἀλὴμ ὁ γέρων ὑπῆρχεν κατὰ τὸ τῶν Σαρακηνῶν ἔθνος εὐλαβής, οἵους ἐκεῖνοι λέγουσι καδῆς, τουτέστιν πιστοὺς καὶ ἡγιασμένους· ὁ δὲ τοῦ Μαυίου γέρων ἐν σχήματι μόνῳ ἦν εὐλαβής, τὰ δ' ἄλλα δολερὸς καὶ αὐθάδης καὶ πονηρίᾳ πάντας ὑπερβάλλων ἀνθρώπους. Εἶπεν δὲ ὁ τοῦ Μαυίου γέρων πρὸς τὸν γέροντα τοῦ Ἀλήμ, ὅτι·" Σὺ πρῶτος εἰπέ, ὅπερ βούλῃ, ὃς εἶ τε φρόνιμος καὶ εὐλαβὴς καὶ μακρὰ τοὺς ἐμοὺς χρόνους ὑπερβαλλόμενος." Καὶ ἀπεκρίθη ὁ γέρων τοῦ Ἀλὴμ τοῦτο, ὅτι·" Ἐξέβαλον τὸν Ἀλὴἐκ τῆς ἀρχῆς, ὡς ἐξήγαγον τὸν δακτύλιον αὐτοῦ ἐκ τῆς χειρὸς αὐτοῦ καὶ εἰσήγαγον εἰς τὸν ἐμὸν δάκτυλον· ἐκβάλω καὶ τὸν δακτύλιον τοῦ Ἀλὴμ ἐκ τοῦ δακτύλου μου, συνεκβαλὼν αὐτὸν καὶ τῆς ἀρχῆς αὐτοῦ." Καὶ ἀνταπεκρίθη ὁ τοῦ Μαυίου γέρων, ὡς ὅτι·" Εἰσήγαγον τὸν Μαυίαν εἰς τὴν ἀρχήν, ὥσπερ εἰσήγαγον τὸν δακτύλιον αὐτοῦ εἰς τὸν δάκτυλόν μου· εἰσαγάγω καὶ τὸν δακτύλιον τοῦ Μαυίου εἰς τὸν δάκτυλον αὐτοῦ." Καὶ τότε διεχωρίσθησαν ἀπ' ἀλλήλων. Παραλαμβάνει οὖν ὁ Μαυίας πᾶσαν τὴν ἐξουσίαν Συρίας, ἐπειδὴ ὀμωμόκεσαν ἀλλήλοις οἱ ἀμηραῖοι πάντες, ὡς·" Ὅ τι ἂν εἴπωσιν οἱ γέροντες, ἵνα ἑπώμεθα εἰς τοὺς λόγους αὐτῶν." Ὁ γοῦν Ἀλὴμ παραλαβὼν τὸν λαὸν αὐτοῦ, ἀπῆλθεν εἰς τὰ μέρη Αἰθρίβου μετὰ πάσης τῆς συγγενείας αὐτοῦ, κἀκεῖσε τελευτᾷ τὸν βίον. Μετὰ δὲ τὸν θάνατον τοῦ Ἀλὴμ λῆρον ἡγησάμενοι οἱ τούτου υἱοὶ τὴν τοῦ πατρὸς αὐτῶν βουλήν, ἐπανέστησαν κατὰ τοῦ Μαυίου, καὶ συνῆψαν πόλεμον ἰσχυρὸν μετὰ τοῦ Μαυίου, καὶ ἡττηθέντες ἔφυγον ἀπὸ προσώπου αὐτοῦ, καὶ ἀποστείλας Μαυίας ἀπέκτεινεν ἅπαντας. Καὶ ἔκτοτε ἦλθε πᾶσα ἡ ἀρχὴ τῶν Ἀράβων εἰς τὸν Μαυίαν. Ἰστέον δέ, ὅτι οὗτος ὁ Μαυίας ἔκγονος ἦν τοῦ Σοφιάμ. Ἔκγονος δὲ τοῦ Μαυίου ὑπῆρχεν ὁ Μάσαλμας, ὁ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύσας, οὗτινος καὶ δι' αἰτήσεως ἐκτίσθη τὸ τῶν Σαρακηνῶν μαγίσδιον ἐν τῷ βασιλικῷ πραιτωρίῳ. Οὐκ ἦν δὲ οὗτος ἀρχηγὸς τῶν Ἀράβων, ἀλλὰ Σουλεϊμὰν ὑπῆρχεν ἀρχηγὸς τῶν Σαρακηνῶν, ὁ δὲ Μάσαλμας ἐν τάξει στρατηγοῦ ἐχρημάτιζεν. Ἦλθεν δὲ Σουλεϊμὰν μετὰ τοῦ στόλου αὐτοῦ κατὰ Κωνσταντινουπόλεως, ὁ δὲ Μάσαλμας διὰ ξηρᾶς, καὶ διεπέρασεν ἐν Λαμψάκῳ ἐπὶ τὰ μέρη τῆς Θρᾴκης, ἄγων μεθ' ἑαυτοῦ στρατιώτας χιλιάδας πʹ. Καὶ διὰ τῆς τοῦ Θεοῦ προνοίας ὅ τε στόλος Σουλεϊμάν, τοῦ ἀρχηγοῦ τῶν Ἀράβων καὶ ὁ πεζὸς στρατὸς τοῦ Μάσαλμα ὑπέστρεψαν ἅπαντες μετ' αἰσχύνης, ἡττηθέντες καὶ καταπολεμηθέντες παρά τε τοῦ στόλου καὶ τῶν στρατιωτῶν τοῦ βασιλέως. Καὶ εἰρήνευσεν ἡ καθ' ἡμᾶς πολιτεία ἐπὶ μήκιστον χρόνον, στρατηγούσης καὶ περιεπούσης τῆς δεσποίνης ἡμῶν καὶ ἀειπαρθένου Μαρίας τῆς Θεοτόκου τήνδε τὴν πόλιν, ἧς καὶ τὴν ἄχραντον καὶ ἁγίαν εἰκόνα καὶ αὐτὸς ὁ Σουλεϊμὰν ᾐδέσθη καὶ ἐνετράπη καὶ τοῦ ἵππου κατέπεσεν.

Intertext edge

Open linked passage

Note