Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De administrando imperio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Ἐκ τοῦ Χρονογράφου τοῦ μακαρίου Θεοφάνους περὶ τῶν αὐτῶν καὶ περὶ Μαυίου καὶ τῆς γενεᾶς αὐτοῦ, ὅπως διεπέρασεν ἐν Ἱσπανίᾳ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ὁ Ῥινότμητος. Αὕτη ἐστὶν ἀρχὴ τῆς βασιλείας αὐτοῦ, καὶ μετὰ ταῦτα ἐξεβλήθη ὑπὸ Λεοντίου, καὶ πάλιν ἀντεισῆλθεν ἐκβαλὼν τὸν Λεόντιον καὶ Ἀψίμαρον, καὶ ἀμφοτέρους αὐτοὺς ἐν τῇ ἱπποδρομίᾳ θριαμβεύσας καὶ ἀποκτείνας. Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς Ἰουστινιανὸν βεβαιῶσαι τὴν εἰρήνην οὕτως, ἵνα ὁ βασιλεὺς παύσῃ τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου καὶ διακωλύσῃ τὰς ἐπιδρομὰς αὐτῶν, καὶ Ἀβιμέλεχ δώσῃ τοῖς Ῥωμαίοις καθ' ἑκάστην νομίσματα χίλια καὶ ἵππον εὐγενῆ ἕνα καὶ Αἰθίοπα δοῦλον ἕνα, καὶ ἵνα ἔχωσι κοινὰ κατὰ τὸ ἶσον τοὺς φόρους τῆς Κύπρου καὶ Ἀρμενίας καὶ Ἰβηρίας. Καὶ ἔπεμψεν ὁ βασιλεὺς Παῦλον τὸν μαγιστριανὸν πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γέγονεν ἔγγραφος ἀσφάλεια μετὰ μαρτύρων. Καὶ φιλοτιμηθεὶς ὁ μαγιστριανὸς ὑπέστρεψεν. Καὶ πέμψας ὁ βασιλεὺς προσελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβʹ, τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας. Πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων εἰς τὰ ἄκρα πόλεις ἀπὸ Μομψουεστίας καὶ ἕως τετάρτης Ἀρμενίας ἀνίσχυροι καὶ ἀοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν, ὧν παρασταλέντων, πάνδεινα κακὰ πέπονθεν ἡ Ῥωμανία ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν. Τῷ δ' αὐτῷ ἔτει εἰσελθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν, ἐκεῖ ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκεον τεῖχος διαλύσας. Παρέλυσε δὲ καὶ τὴν μετὰ τῶν Βουλγάρων παγιωθεῖσαν εἰρήνην, διαταράξας τοὺς ὑπὸ τοῦ οἰκείου πατρὸς ἐνορδίνους γεγονότας τύπους. Ἔτι κρατοῦντος τοῦ Ἀβιμέλεχ, ἐπεστράτευσαν οἱ Ἄραβεςτῇ Ἀφρικῇ καὶ ταύτην παρέλαβον, καὶ ἐκ τοῦ οἰκείου στρατοῦ ταξατιῶνα ἐν αὐτῇ κατέστησαν. Λεόντιος δὲ ἦν τῷ τότε χρόνῳ ἐκβαλὼν Ἰουστινιανὸν τῆς Ῥωμαίων ἀρχῆς, καὶ ἐξορίσας αὐτὸν ἐν Χερσῶνι, τῆς βασιλείας ἐκράτησεν. Ἀψιμάρου δὲ τοῦ Τιβερίου τὸν Λεόντιον διαδεξαμένου τῆς βασιλείας καὶ τὰ τῶν Ῥωμαίων σκῆπτρα κρατήσαντος, τέθνηκεν Ἀβιμέλεχ, ὁ τῶν Ἀράβων ἀρχηγός, καὶ ἐκράτησεν Οὐαλίδ, ὁ υἱὸς αὐτοῦ, ἔτη ἐννέα. Τῷ δʹ αὐτῷ ἔτει πάλιν ὑπέστρεψεν Ἰουστινιανὸς εἰς τὴν βασιλείαν, καὶ ῥᾳθύμως καὶ ἀμελῶς ταύτην διακυβερνῶν, τῆς Ἀφρικῆς ἐπεκράτησαν ὁλοσχερῶς οἱ Ἀγαρηνοί. Τότε ὁ τοῦ Μαυίου ἔγγονος μετὰ ὀλιγοστοῦ τινος λαοῦ διεπέρασεν ἐν Ἱσπανίᾳ, καὶ ἐπισυνάξας πάντας τοὺς ἐκ τοῦ γένους αὐτοῦ, ἐκράτησεν τὴν Ἱσπανίαν μέχρι τῆς σήμερον, ὅθεν οἱ τὴν Ἱσπανίαν κατοικοῦντες Ἀγαρηνοὶ Μαυιᾶται κατονομάζονται. Τούτων ἀπόγονοι τυγχάνουσιν οἱ τὴν Κρήτην οἰκοῦντες Ἀγαρηνοί. Ὅτε γὰρ Μιχαὴλ ὁ Τραυλὸς τῆς τῶν Ῥωμαίων ἀρχῆςἐπεκράτησεν, καὶ ἡ τοῦ Θωμᾶ ἀνταρσία ἐγένετο μέχρι τριετοῦς χρόνου ἐπικρατήσασα, τότε τοῦ βασιλέως ἀσχολουμένου ἐπὶ τοῖς συμβεβηκόσι πράγμασιν, εὑρόντες διωρίαν οἱ τὴν Ἱσπανίαν οἰκοῦντες Ἀγαρηνοί, στόλον ἱκανὸν ἐξαρτύσαντες καὶ ἀρξάμενοι ἀπὸ τῶν τῆς Σικελίας μερῶν πάσας τὰς Κυκλάδας νήσους ἠρήμωσαν, καὶ ἐλθόντες ἐν Κρήτῃ καὶ ταύτην εὔκαιρον καὶ ἀνειμένην εὑρόντες, μηδενὸς ἀνταίροντος ἢ μαχομένου, ταύτην παρέλαβον, καὶ διακρατοῦσιν ἕως τὴν σήμερον. Τὸν δὲ Οὐαλὶδ διαδέχεται Σουλεϊμάν, καὶ κρατεῖ ἔτη τρία. Ἐπὶ τούτου ἐπεστράτευσε Μάσαλμας, ὁ στρατηγὸς Σουλεϊμάν, μετὰ στρατοῦ διὰ ξηρᾶς, Οὔμαρ δὲ διὰ θαλάττης, καὶ τῇ τοῦ Θεοῦ συνεργείᾳ ἄπρακτοι μετ' αἰσχύνης ὑπέστρεψαν. Τὸν δὲ Σουλεϊμὰν διαδέχεται Οὔμαρ, καὶ κρατεῖ τῆς τῶν Ἀράβων ἀρχῆς ἔτη δύο. Τὸν δὲ Οὔμαρ διαδέχεται Ἀζίδ, καὶ κρατεῖ τῆς ἀρχῆς ἐπὶ ἐνιαυτοὺς τέσσαρας. Τοῦτον δὲ διαδέχεται Ἰσάμ, καὶ κρατεῖ τῆς ἀρχῆς ἐπὶ ἔτη ιθʹ. Τούτου τελευτήσαντος, κρατεῖ τῆς ἀρχῆς Μαρουὰμ ἔτη ἕξ. Μαρουὰμ δὲ τελευτήσαντος, Ἀβδελᾶς τῆς τῶν Ἀράβων ἀρχῆς κύριος γίνεται, καὶ κρατεῖ ἔτη καʹ. Τούτου τελευτήσαντος, Μαδὶς ἀρχηγὸς Ἀράβων γίνεται, καὶ κρατεῖ τῆς ἀρχῆς ἔτη ἐννέα. Τούτου παρελθόντος, Ἀρὼν τῆς τῶν Ἀράβων ἀρχῆς κύριος γίνεται, καὶ κρατεῖ τῆς ἀρχῆς ἔτη κγʹ. Ἐν τούτῳ τῷ χρόνῳ, ἤγουν τῆς τῶν Ῥωμαίων ἀρχῆς*** Εἰρήνης καὶ Κωνσταντίνου, ἔτους ἀπὸ κτίσεως κόσμου σπηʹ. Τῷ δ' αὐτῷ ἔτει Ἀαρών, ὁ τῶν Ἀράβων ἀρχηγός, τέθνηκεν εἰς τὴν ἐνδοτέραν Περσίδα, τὴν καλουμένην Χωρασάν, καὶ διεδέξατο τὴν ἀρχὴν Μοάμεδ, ὁ υἱὸς αὐτοῦ, ἀφυὴς κατὰ πάντα καὶ ἀσυνάρτητος ὑπάρχων, πρὸς ὃν Ἀβδελᾶς, ὁ ἀδελφὸς αὐτοῦ, στασιάσας ἐκ τῆς αὐτῆς χώρας τοῦ Χωρασὰν ἅμα ταῖς πατρικαῖς δυνάμεσιν, ἐμφυλίου πολέμου γέγονεν αἴτιος. Κἀντεῦθεν οἱ κατὰ τὴν Συρίαν καὶ Αἴγυπτον καὶ Λιβύην εἰς διαφόρους κατατμηθέντες ἀρχὰς τά τε δημόσια πράγματα καὶ ἀλλήλους κατέστρεψαν, σφαγαῖς καὶ ἁρπαγαῖς καὶ παντοίαις ἀτοπίαις πρός τε ἑαυτοὺς καὶ τοὺς ὑπ' αὐτοὺς Χριστιανοὺς συγκεχυμένοι. Ἔνθα δὴ καὶ αἱ κατὰ τὴν ἁγίαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλιν ἐκκλησίαι ἠρήμωνται, τά τε μοναστήρια τῶν δύο μεγάλων λαυρῶν, τοῦ ἐν ἁγίοις Χαρίτωνος καὶ Κυριακοῦ καὶ τοῦ ἁγίου Σάβα, καὶ τὰ λοιπὰ κοινόβια τῶν ἁγίων Εὐθυμίου καὶ Θεοδοσίου. Ἐπεκράτησεν δὲ τῆς τοιαύτης ἀναρχίας ἡ κατ' ἀλλήλων καὶ ἡμῶν μιαιφονία ἔτη πέντε. Ἕως ὧδε ἐκανόνισεν τοὺς χρόνους τῶν Ἀράβων ὁ ἐν ἁγίοις Θεοφάνης, ὁ τὴν μονὴν συστήσας τοῦ καλουμένου μεγάλου Ἀγροῦ, μητρόθειος τυγχάνων τοῦ μεγάλου καὶ εὐσεβοῦς καὶ χριστιανικωτάτου βασιλέως Κωνσταντίνου, υἱοῦ Λέοντος, τοῦ σοφωτάτου καὶ ἀγαθοῦ βασιλέως, ἐγγόνου δὲ Βασιλείου, τοῦ ἐν μακαρίᾳ τῇ μνήμῃ τὰ σκῆπτρα τῆς τῶν Ῥωμαίων βασιλείας κρατήσαντος. 23 Περὶ Ἰβηρίας καὶ Ἱσπανίας. Ἰβηρίαι δύο· ἡ μὲν πρὸς ταῖς Ἡρακλείαις στήλαις, ἀπὸ Ἴβηροςποταμοῦ, οὗ μέμνηται Ἀπολλόδωρος ἐν τῇ Περὶ γῆς βʹ·" Ἐντὸς δὲ Πυρήνης Ἴβηρ τ' ἐστὶ μέγας ποταμὸς φερόμενος ἐνδοτέρω." Ταύτης δὲ πολλά φασιν ἔθνη διαιρεῖσθαι, καθάπερ† Ἡρόδοτος† ἐν τῇ ιʹ Τῇ καθ' Ἡρακλέα γέγραφεν ἱστορίᾳ οὕτως·" Τὸ δὲ Ἰβηρικὸν γένος τοῦτο, ὅπερ φημὶ οἰκεῖν τὰ παράλια τοῦ διάπλου, διώρισται ὀνόμασιν ἓν γένος ἐὸν κατὰ φῦλα· πρῶτον μὲν οἱ ἐπὶ τοῖς ἐσχάτοις οἰκοῦντες τὰ πρὸς δυσμέων Κύνητες ὀνομάζονται (ἀπ' ἐκείνων δὲ ἤδη πρὸς βορέαν ἰόντι Γλῆτες)· μετὰ δὲ Ταρτήσιοι· μετὰ δὲ Ἐλευσίνιοι· μετὰ δὲ Μαστινοί· μετὰ δὲ Κελκιανοί· ἔπειτα δὲ† ἡδιορόδανος†." Ἀρτεμίδωρος δὲ ἐν τῇ βʹ τῶν Γεωγραφουμένων οὕτως διαιρεῖσθαί φησιν·" Ἀπὸ δὲ τῶν Πυρηναίων ὀρῶν ἕως τῶν κατὰ Γάδειρα τόπων ἐνδοτέρω καὶ συνωνύμως Ἰβηρία τε καὶ Ἱσπανία καλεῖται. Διῄρηται δὲ ὑπὸ Ῥωμαίων εἰς δύοἐπαρχίας*** διατείνουσα ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἅπασα {καὶ} μέχρι τῆς Καινῆς Καρχηδόνος καὶ τῶν τοῦ Βαίτιος πηγῶν, τῆς δὲ δευτέρας ἐπαρχίας τὰ μέχρι Γαδείρων καὶ Λυσιτανίας." Λέγεται δὲ καὶ Ἰβηρίτης. Παρθένιος ἐν Λευκαδίαις·" Ἰβηρίτῃ πλεύσει ἐν αἰγιαλῷ." Ἡ δ' ἑτέραἸβηρία πρὸς Πέρσας ἐστίν. Τὸ ἔθνος Ἴβηρες, ὡς Πίερες, Βύζηρες. Διονύσιος·" Ἀγχοῦ στηλάων μεγαθύμων ἔθνος Ἰβήρων." Καὶ Ἀριστφάνης Τριφάλητι·" Μανθάνοντες τοὺς Ἴβηρας τοὺς Ἀριστάρχου πάλαι" καὶ" Τοὺς Ἴβηρας, οὓς χορηγεῖς μοι, βοηθῆσαι δρόμῳ." Καὶ Ἀρτεμίδωρος ἐν δευτέρῳ Γεωγραφουμένων·" Γραμματικῇ δὲ χρῶνται τῇ τῶν Ἰταλῶν οἱ παρὰ θάλατταν οἰκοῦντες τῶν Ἰβήρων." Καὶ ἀπὸ τῆς Ἴβηροςγενικῆς Ἰβηρὶς τὸ θηλυκόν." Ἑλληνίς, οὐκ Ἰβηρίς" Μένανδρος Ἀσπίδι Λέγεται καὶ Ἰβηρικός·"† Πρῶτος μὲν πρός τινος† Ἰβηρικὸς ἀρχομένοισι." Διῃρεῖτο δὲ ἡ Ἰβηρία εἰς δύο, νῦν δὲ εἰς τρεῖς, ὡς Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς·" Πρότερον μὲν οὖν ἡ Ἰβηρία εἰς δύο διῃρεῖτο ὑπὸ Ῥωμαίων, νυνὶ δὲ εἰς τρεῖς· Βαιτικὴν Σπανίαν καὶ Σπανίαν καὶ Ταρρακωνησίαν." Ἀπὸ τῆς γενικῆς Ἴβηρος εὐθεῖαν Ἀπολλώνιος, ὡς τῆςφύλακος ὁ φύλακος. Ἐν τοῖς Παρωνύμοις φησίν·" Ἀπὸ γενικῶν εὐθεῖαι παράγονται,† τὸ μὲν ὕδωρ† δύο συλλαβὰς ὁμοίως τῇ εὐθείᾳ κατὰ τὸν τόνον παροξυνόμενον, καὶ ἢ ἐν ἁπλῷ σχήματι ἢ ἐν συνθέτῳ. Ἁπλὸν μὲν οὖν μάρτυρ, μάρτυρος, ὁ μάρτυς, Χάροψ, Χάροπος, ὁ Χάροπος," Χαρόποιό τ' ἄνακτος", Τροίζην, Τροίζηνος, ὁ Τροίζηνος," υἱὸς Τροιζήνοιο", Ἴβηρ, Ἴβηρος, ὁ Ἴβηρος", ἀφ' οὗ παρὰ Κουαδράτῳ ἐν Ῥωμαϊκῆς χιλιάδος εʹ ἔστιν Ἰβήροισιν οὕτως·" Καί τοι Λίγυσί θ' ἅμα καὶ Ἰβήροισι πολεμέοντες." Τὸ αὐτὸ καὶ Ἅβρων ἐν Παρωνύμοις φησί. Καὶ" αὐτὸς Ἴβηρος τραγοπώγων" ἐν Μαλθακοῖς εἴρηται Κρατίνου. Λέγονται οἱ Ἴβηρες ὑδροποτεῖν, ὡς Ἀθήναιος ἐν Δειπνοσοφιστῶν βʹοὕτως·" Φύλαρχος μὲν ἐν τῇ ζʹ καὶ τοὺς Ἴβηράς φησι ὑδροποτεῖν πάντας, καίτοι πλουσιωτάτους πάντων ἀνθρώπων τυγχάνοντας (κέκτηνται γὰρ καὶ ἄργυρον καὶ χρυσὸν πλεῖστον), μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτάς τε φορεῖν πολυτελεστάτας." 24 Περὶ Ἱσπανίας. Πόθεν εἴρηται Ἱσπανία; Ἀπὸ Ἱσπάνου γίγαντος οὕτω καλομένου. Ἱσπανίαι δύο τῆς Ἰταλίας ἐπαρχίαι· ἡ μὲν μεγάλη, ἡ δὲ μικρά. Ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ Χρονικῶν·" Ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇἔξω Λουσιτανῶν πάλιν ἀποστάντων, ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπ' αὐτοὺς Κύιντος." Ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο·" Κύιντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις. Ἡσσώμενοςδὲ ὑπὸ Οὐιριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο." Ταύτην κεκλῆσθαί φησιν Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ·" Τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτἸβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότες, ἀλλ' ἀπὸ μέρους τῆς γῆς, ὅ ἐστιν πρὸς ποταμὸν Ἴβηρα, καὶ ἀπ' ἐκείνου ὀνομάζεται, τὴν πᾶσαν οὕτω καλοῦντες·" Ὕστερον δέ φασιν αὐτὴν μετακεκλῆσθαι Πανωνίαν. 25 Ἐκ τῆς ἱστορίας τοῦ ὁσίου Θεοφάνους τῆς Σιγριανῆς. Τούτῳ τῷ ἔτει Οὐαλεντινιανὸς οὐ μόνον Βρεττανίαν καὶ Γαλλίαν καὶ Ἱσπανίαν ἀνασώσασθαι οὐκ ἴσχυσεν, ἀλλὰ καὶ τὴν ἑσπέριον Λιβύην, τὴν τῶν Ἄφρων καλουμένην χώραν προσαπώλεσε τρόπῳ τοιῷδε. Δύο στρατηγοὶ ἦσαν, Ἀέτιος καὶ Βονιφάτιος, οὓς Θεοδόσιος κατὰ αἴτησιν Οὐαλεντινιανοῦ εἰς Ῥώμην ἀπέστειλεν. Βονιφάτιος δὲ τὴν ἀρχὴν τῆς ἑσπερίου Λιβύης λαβών, φθονήσας Ἀέτιος διαβολὴν ποιεῖται κατ' αὐτοῦ, ὡς ἀνταρσίαν μελετῶντος καὶ τῆς Λιβύης κρατῆσαι σπεύδοντος. Καὶ ταῦτα μὲν πρὸς Πλακιδίαν ἔλεγε, τὴν τοῦ Οὐαλεντινιανοῦ μητέρα. Γράφει δὲ καὶ Βονιφατίῳ, ὅτι·" Ἐὰν μεταπεμφθῇς, παραγενέσθαι μὴ θελήσῃς· διεβλήθης γάρ, καὶ δόλῳ σε οἱ βασιλεῖς βούλονται χειρώσασθαι." Ταῦτα δεξάμενος Βονιφάτιος καὶ ὡς γνησίῳ φίλῳ Ἀετίῳ πιστεύσας, μεταπεμφθεὶς οὐ παρεγένετο. Τότε οἱ βασιλεῖς ὡς εὐνοοῦντα τὸν Ἀέτιον ἀπεδέξαντο. Ἦσαν δὲ τῷ τότε Γότθοι καὶ ἔθνη πολλά τε καὶ μέγιστα μέχρι τοῦ Δανουβίου ἐν τοῖς ὑπερβορείοις τόποις κατῳκισμένα. Τούτων δὲ ἀξιολογώτερά εἰσι Γότθοι, Ἰσίγοτθοι, Γήπαιδες καὶ Οὐανδῆλοι, ἐν ὀνόμασι μόνον καὶ οὐδενὶ ἑτέρῳ διαλλάττοντες, μιᾷ διαλέκτῳ κεχρημένοι· πάντες δὲ τῆς Ἀρείου ὑπάρχουσι κακοπιστίας. Οὗτοι ἐπ' Ἀρκαδίου καὶ Ὁνωρίου τὸν Δανούβιν διαβάντες, ἐν τῇ τῶν Ῥωμαίωνγῇ κατῳκίσθησαν. Καὶ οἱ μὲν Γήπαιδες, ἐξ ὧν ὕστερον διῃρέθησαν Λογγίβαρδοι καὶ Ἄβαρεις, τὰ περὶ Σιγγιδῶνα καὶ Σέρμιον χωρία ᾤκησαν. Οἱ δὲ Ἰσίγοτθοι μετὰ Ἀλάριχον τὴν Ῥώμην πορθήσαντες, εἰς Γαλλίας ἐχώρησαν καὶ τῶν ἐκεῖ ἐκράτησαν. Γότθοι δὲ Παννονίαν ἔχοντες πρῶτον, ἔπειτα ιθʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ νέου, ἐπιτρέψαντος, τὰ τῆς Θρᾴκης χωρία ᾤκησαν, καὶ ἐπὶ νηʹ χρόνους ἐν τῇ Θρᾴκῃ διατρίψαντες, Θευδερίχου ἡγεμονεύοντος αὐτῶν πατρικίου καὶ ὑπάτου, Ζήνωνος αὐτοῖς ἐπιτρέψαντος, τῆς ἑσπερίου βασιλείας ἐκράτησαν. Οἱ δὲ Οὐανδῆλοι Ἀλανοὺς ἑταιρισάμενοι καὶ Γερμανούς, τοὺς νῦν καλουμένους Φράγγους, διαβάντες τὸν† Νῖνον† ποταμόν, ἡγούμενον ἔχοντες Γογίδισκλον, κατῴκησαν ἐν Ἱσπανίᾳ, πρώτῃ οὔσῃ χώρᾳ τῆς Εὐρώπης ἀπὸ τοῦ ἑσπερίου Ὠκεανοῦ. Βονιφάτιος δὲ φοβηθεὶς τοὺς τῶν Ῥωμαίων βασιλεῖς, περάσας ἀπὸ Λιβύης, εἰς Ἱσπανίαν πρὸς τοὺς Οὐανδήλους ἦλθεν, καὶ εὑρὼν τὸν μὲν Γογίδισκλον τελευτήσαντα, τοὺς δὲ ἐκείνου παῖδας, Γότθαρόν τε καὶ Γηζέριχον τὴν ἀρχὴν διέποντας, τούτους προτρεψάμενος τὴν ἑσπέριον Λιβύην εἰς τρία μέρη διελεῖν ὑπέσχετο, ἐφ' ᾧ ἕκαστον τοῦ τρίτου μέρους ἄρχειν σὺν αὐτῷ, κοινῇ δὲ ἀμύνεσθαι τὸν οἱονδήποτε πολέμιον. Ἐπὶ ταύταις ταῖς ὁμολογίαις Οὐανδῆλοι τὸν πορθμὸν διαβάντες, τὴν Λιβύην κατῴκησαν ἀπὸ τοῦ Ὠκεανοῦ μέχρι Τριπόλεως τῆς κατὰ Κυρήνην. Οἱ δὲ Ἰσίγοτθοι ἀναστάντες ἀπὸ Γαλλίας, ἐκράτησαν καὶ τὴν Ἱσπανίαν. Τινὲς δὲ τῆς συγκλήτου Ῥωμαίων, φίλοι Βονιφατίου, τὴν Ἀετίου ψευδοκατηγορίαν ἀνήγγειλαν τῇ Πλακιδίᾳ, ἐμφανῆ ποιήσαντες καὶ τὴν πρὸς Βονιφάτιον Ἀετίου ἐπιστολήν, τοῦ Βονιφατίου ταύτην αὐτοῖς ἀποστείλαντος. Ἡ δὲ Πλακιδία ἐκπλαγεῖσα τὸν μὲν Ἀέτιον οὐδὲν ἠδίκησεν, Βονιφατίῳ δὲ λόγον προτρεπτικὸν μεθ' ὅρκων ἀπέστειλεν. Τοῦ δὲ Γοτθαρίου τελευτήσαντος, Γηζέριχος τῶν Οὐανδήλων γέγονεν αὐτοκράτωρ. Βονιφάτιος δὲ τὸν λόγον δεξάμενος τῶν Οὐανδήλων κατεστράτευσεν, στρατοῦ μεγάλου ἐλθόντος αὐτῷ ἀπό τε Ῥώμης καὶ τοῦ Βυζαντίου, στρατηγοῦντος Ἄσπαρος. Πολέμου δὲ κροτηθέντος πρὸς Γηζέριχον, ἡττήθη ὁ τῶν Ῥωμαίων στρατός. Καὶ οὕτω Βονιφάτιος μετὰ Ἄσπαρος εἰς Ῥώμηνἐλθών, τὴν ὑποψίαν διέλυσεν, ἀποδείξας τὴν ἀλήθειαν. Ἡ δὲ Ἀφρικὴ ὑπὸ Οὐανδήλοις γέγονεν. Τότε καὶ Μαρκιανὸς στρατιώτης ὢν καὶ δουλεύων Ἄσπαρα ζῶν συνελήφθη ὑπὸ Γηζερίχου, ὁ μετὰ ταῦτα βασιλεύσας. Ἰστέον, ὅτι τρεῖς ἀμερμουμνεῖς εἰσιν ἐν ὅλῃ τῇ Συρίᾳ, ἤγουν ἐν τῇ τῶν Ἀράβων ἀρχῇ, ὧν ὁ μὲν πρῶτος καθέζεται ἐν τῷ Βαγδάδ, ἔστιν δὲ ἐκ τῆς τοῦ Μουάμεθ γενεᾶς, ἤτοι τοῦ Μουχούμετ· ὁ δὲ δεύτερος καθέζεται ἐν Ἀφρικῇ, καὶ ἔστι ἐκ τῆς τοῦ Ἀλὴμ γενεᾶς καὶ Φατιμέ, τῆς θυγατρὸς Μουάμεθ, ἤτοι τοῦ Μουχούμετ, ἐξ οὗ καὶ Φατεμῖται ὀνομάζονται· ὁ δὲ τρίτος καθέζεται ἐν Ἱσπανίᾳ, ἔστιν δὲ ἀπὸ τῆς γενεᾶς τοῦ Μαυίου. Ἰστέον, ὅτι κατ' ἀρχὰς ἐν τῷ κατακυριεῦσαι τοὺς Σαρακηνοὺς πάσης τῆς Συρίας ἐκαθέσθη ἀμερμουμνῆς εἰς τὸ Βαγδάδ. Ἐδέσποζεν δὲ πάσης τῆς Περσίας καὶ τῆς Ἀφρικῆς καὶ τῆς Αἰγύπτου καὶ τῆς εὐδαίμονος Ἀραβίας. Καὶ εἶχεν ἀμηραδίας μεγάλας, ἤτοι στρατηγίδας ταύτας· πρώτην ἀμηραδίαν τὴν Περσίαν, ἤγουν τὸ Χωρασάν, δευτέραν ἀμηραδίαν τὴν Ἀφρικήν, τρίτην ἀμηραδίαν τὴν Αἴγυπτον, τετάρτην ἀμηραδίαν τὴν Φιλιστίημ, ἤτοι τὸ Ῥάμβλε, πέμπτην ἀμηραδίαν τὴν Δαμασκόν, ἕκτην ἀμηραδίαν τὸ Χέμψ, ἤτοι τὸ Ἔμεσα, ἑβδόμην ἀμηραδίαν τὸ Χάλεπ, ὀγδόην ἀμηραδίαν τὴν Ἀντιόχειαν, ἐνάτην ἀμηραδίαν τὸ Χαράν, δεκάτην ἀμηραδίαν τὸ Ἔμετ, ἑνδεκάτην ἀμηραδίαν τὴν Ἐσιβή, δωδεκάτην ἀμηραδίαν τὸ Μούσελ, τρισκαιδεκάτην ἀμηραδίαν τὸ Τικρίτ. Τῆς δὲ Ἀφρικῆς ἀποσπασθείσης ἀπὸ τῆς τοῦ ἀμερμουμνῆ ἐν τῷ Βαγδὰδ ἐξουσίας καὶ ἰδιοκρατησάσης καὶ ἀμηρᾶν ἴδιον ἀναγορευσάσης, γέγονεν, καθὼς καὶ προϋπῆρχεν, πρώτη ἀμηραδία ἡ Περσία, δευτέρα ἡ Αἴγυπτος καὶ καθεξῆς αἱ λοιπαί, καθὼς προείρηται. Ἀρτίως δὲ πάλιν τοῦ ἀμερμουμνῆ τοῦ ἐν τῷ Βαγδὰδ ἀδυνατήσαντος, γέγονεν ἰδιόρρυθμος ὁ τῆς Περσίας ἀμηρᾶς, ἤγουν τοῦ Χωρασάν· καὶ ἀπεκάλεσεν ἑαυτὸν ἀμερμουμνῆν, φορῶν καὶ τὸ κουρὰν διὰ πινακιδίων εἰς τὸν τράχηλον αὐτοῦ δίκην μανιακίου. Λέγει δὲ ἑαυτὸν εἶναι ἐκ τῆς γενεᾶς τοῦ Ἀλήμ. Ὁ δὲ ἀμηρᾶς τῆς εὐδαίμονος Ἀραβίας ὑπῆρχεν ἀεὶ καὶπάντοτε ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀμηρᾶ Αἰγύπτου. Γέγονεν δὲ καὶ αὐτὸς ἰδιόρρυθμος, καὶ ἀπεκάλεσεν καὶ αὐτὸς ἑαυτὸν ἀμερμουμνῆν· λέγει δὲ καὶ αὐτὸς ἑαυτὸν εἶναι ἐκ τῆς τοῦ Ἀλὴμ γενεᾶς. 26 Ἡ γενεαλογία τοῦ περιβλέπτου ῥηγὸς Οὔγωνος. Ἰστέον, ὅτι ὁ ῥὴξ Ἰταλίας, ὁ μέγας Λωθάριος, ὁ πάππος τοῦ περιβλέπτου ῥηγὸς Οὔγωνος, ἀπὸ τῆς γενεᾶς τοῦ μεγάλου Καρούλου κατήγετο, περὶ οὗ πολὺς ἔπαινος, ἐγκώμιά τε καὶ διηγήματα καὶ περὶ πολέμους ἀνδραγαθήματα. Οὗτος οὖν ὁ Κάρουλος ἦν μονοκράτωρ πάντων τῶν ῥηγάτων, ἐβασίλευσε δὲ εἰς τὴν μεγάλην Φραγγίαν. Ἐν δὲ ταῖς ἡμέραις αὐτοῦ οὐδεὶς τῶν ὑπολοίπων ῥηγῶν ἐτόλμησε ῥῆγα ἑαυτὸν καλέσαι, ἀλλὰ πάντες ὑπῆρχον ὑπόσπονδοι αὐτοῦ, ὅστις χρήματα ἱκανὰ καὶ πλοῦτον ἄφθονον ἐν Παλαιστίνῃ ἀποστείλας, ἐδείματο μοναστήρια πάμπολλα. Ὁ τοίνυν Λωθάριος οὗτος ἀναλαβόμενος τὰ ἑαυτοῦ στρατεύματα, κατὰ Ῥώμης ἐκστρατεύσας, ἀπὸ πολέμου ταύτην ἐκράτησεν, καὶ ἐστέφθη παρὰ τοῦ τότε πάπα. Καὶ ἡνίκα ὑπέστρεφεν εἰς τὴν ἑαυτοῦ ἐξουσίαν, ἤγουν εἰς Πάπιαν, κατήντησεν εἰς τὸ κάστρον Πλαζέντα, τὸ ὂν ἀπὸ τριάκοντα μιλίων τῆς Παπίας. Κἀκεῖσε μὲν οὗτος τελευτᾷ, ἔτεκεν δὲ υἱόν, ὀνόματι Ἀδέλβερτον, ὃς ἔγημεν γυναῖκα τὴν μεγάλην Βέρταν, καὶ ἐξ αὐτῆς τὸν προρρηθέντα ῥῆγα, τὸν Οὔγωνα ἔτεκεν. Μετὰ δὲ τὸ τελευτῆσαι τὸν μέγαν Λωθάριον Λοδόϊκος, ὁ ἴδιος τοῦ Λοδοΐκου, ἀπὸ τῆς μεγάλης Φραγγίας ἐλθών, ἐκράτησεν τὴν Πάπιαν. Καὶ ἦν μὲν ἄστεπτος. Ὕστερον δὲ ἦλθεν εἰς Βερῶναν, εἰς τὸ κάστρον, τὸ ὂν ἀπὸ ρκʹ μιλίων τῆς Παπίας, καὶ ἐλθόντος αὐτοῦ ἐκεῖσε, ἐπανέστησαν αὐτῷ οἱ τοῦ αὐτοῦ κάστρου, καὶ κρατήσαντες ἐτύφλωσαν. Καὶ τότε ἐκράτησεν Βεριγγέριος, ὁ πάππος τοῦ νυνὶ Βεριγγέρη, καὶ εἰσελθὼν ἐν Ῥώμῃ ἐστέφθη. Καὶ μετὰ τοῦτο ἐδηλοποίησεν λαὸς πολὺς τῷ Ῥοδούλφῳ εἰς Βεργώνιαν ὄντι, λέγοντες, ὅτι·" Ἐλθὲ ἐνταῦθα, καὶ παραδίδομέν σοι τὸ ῥηγᾶτον καὶ ἀποκτενοῦμεν τὸν Βεριγγέριον." Ὁ δὲ ἦλθεν ἀπὸ Βεργώνιαν πρὸς τὰ μέρη τῆς Παπίας, καὶ ὁ μὲν ἥμισυς λαὸς ἦν μετὰ τοῦ Βεριγγέρη, ὁ δὲ λοιπὸς μετὰ τοῦ Ῥοδούλφου. Καὶ πολεμήσαντες, ἐνίκησεν ὁ Βεριγγέρης τὸν πρῶτον πόλεμον, καὶ πάλιν πολεμήσαντες, ἐνίκησεν ὁ Ῥοδοῦλφος. Καὶ ἔφυγεν ὁ λαὸς τοῦ Βεριγγέρη, καὶ μόνος καταλειφθεὶς ὁ Βεριγγέρης ἐποίησεν ἑαυτὸν ὡς τεθνεῶτα, καὶ ἔπεσεν μέσον τῶν τεθνεώτων, σκεπάσας αὑτὸν μετὰ τῆς δόρκας αὐτοῦ, τὸν δὲ πόδα αὐτοῦ εἶχεν ἔξω. Ἐλθὼν δὲ εἷς ἐκ τῶν στρατιωτῶν τοῦ Ῥοδούλφου, δέδωκεν αὐτῷ μετὰ μεναύλου εἰς τὸν πόδα, αὐτὸς δὲ τὸ σύνολον οὐκ ἐσαλεύθη· τοῦ δὲ μὴ σαλευθέντος, ἀφίησεν αὐτὸν ὡς δῆθεν νεκρὸν ὄντα. Ἠγνόει δὲ ὁ τοῦ Ῥοδούλφου λαός, ὅτι ὁ Βεριγγέρης ἐστίν. Καὶ παύσαντος τοῦ πολέμου, ἠγέρθη ὁ Βεριγγέρης καὶ ἦλθεν εἰς τὸ παλάτιον αὐτοῦ μόνος, καὶ πάλιν ἐκράτησεν τῆς βασιλείας, καὶ ἐπολέμησεν τὸν Ῥοδοῦλφον καὶ ἐνίκησεν αὐτόν. Μετὰ δὲ τοῦτο συνεβιβάσθησαν εἰς ἀλλήλους, καὶ ἐμερίσθησαν τὴν χώραν εἰς δύο· καὶ ὁ μὲν εἷς ἀνελάβετο τὸ ἓν μέρος τῆς χώρας, ὁ δὲ ἕτερος τὸ ἕτερον. Ἦν δὲ ὁ Ῥοδοῦλφος ὑπὸ τὴν βουλὴν καὶ ἐξουσίαν τοῦ Βεριγγέρη. Καὶ μετὰ τοῦτο ἦλθον ἀπὸ Βεργώνιαν τρεῖς μαρκήσιοι πρὸς Πάπιαν τοῦ ἐκδιῶξαι τοὺς κρατοῦντας καὶ κρατῆσαι αὐτοί· ἦσαν δὲ οὗτοι· Οὔγων ὁ Ταλιαφέρνου καὶ Βόζος καὶ Οὔγων, ὁ ἀδελφὸς τοῦ Βόζου, ὁ προρρηθεὶς εὐγενέστατος ῥήξ. Ἦλθεν δὲ μετὰ λαοῦ ἱκανοῦ. Καὶ μαθὼν ὁ Βεριγγέρης ἡτοιμάσθη, καὶ ἀπῆλθεν εἰς συνάντησιν αὐτοῦ πρὸς πόλεμον, καὶ παρακαθίσας ἐστενοχώρησεν αὐτοὺς ἀπὸ λιμοῦ, καὶ ὥρισεν τὸν λαὸν αὐτοῦ τοῦ μὴ φονεύειν τινά, ἀλλ' ὅπου ἂν κρατήσωσί τινα ἐξ αὐτῶν, κόπτωσιν τὴν ῥῖνα αὐτοῦ καὶ τὰ δύο ὠτία καὶ ἀπολύωσιν, ὃ δὴ καὶ ἐποίουν. Θεασάμενοι οὖν τοῦτο αἱ προρρηθεῖσαι τρεῖς κεφαλαί, ἄραντες ἀνυπόδετοι τὰ θεῖα εὐαγγέλια εἰς τὰς χεῖρας αὐτῶν, ἦλθον πρὸς τὸν Βεριγγέρην, αἰτούμενοι συγχώρησιν καὶ ὀμνύοντες τοῦ μηκέτι ἐλθεῖν ἐνθάδε μέχρι τέλους ζωῆς αὐτοῦ, καὶ τότε εἴασεν αὐτοὺς ἀπελθεῖν εἰς τὴν ἰδίαν χώραν. Ὕστερον δὲ τοῦ Βεριγγέρη ἀπελθόντος εἰς Βερῶναν, ἀπέκτεινεν αὐτὸν Φαλεμβέρτος, ὁ σύντεκνος αὐτοῦ, καὶ τότε ἐκράτησεν ὅλον τὸ ῥηγᾶτον ὁ Ῥοδοῦλφος. Καὶ μετὰ τοῦτο ἐμήνυσεν ὁ λαὸς τῆς χώρας ὅλης εἰς Βεργώνιαν τῷ Οὔγωνι, τῷ προρρηθέντι ῥηγί, λέγοντες, ὅτι·" Ἐλθέ, καὶ παραδίδομέν σοι τὴν χώραν." Καὶ ἐλθόντος αὐτοῦ, ἐπῆρεν αὐτὸν ὁ λαός, καὶ ἀπήγαγον εἰς τὸ παλάτιον, καὶ ἀπεκατέστησεν αὐτὸν ῥῆγα. Τὸν δὲ Ῥοδοῦλφον εἶπον, ὅτι·" Ἄπελθε μετὰ τοῦ πλούτου σου, θέλῃς, εἰς τὴν χώραν σου, θέλῃς, ἀλλαχοῦ." Ὁ δὲ ἀπῆλθεν εἰς Βεργώνιαν, εἰς τὴν χώραν αὐτοῦ, καὶ κατεῖχεν ἐκεῖσε λαὸν ἱκανόν. Καὶ τελευτήσαντος αὐτοῦ, ἀπῆλθεν Οὔγων, ὁ προρρηθεὶς ῥήξ, εἰς Βεργώνιαν, καὶ τὴν γυναῖκα τοῦ Ῥοδούλφου, ἥτις καὶ Βέρτα ὠνομάζετο, ἔλαβεν εἰς γυναῖκα. Τὴν δὲ θυγατέρα αὐτῆς, ὀνόματι Ἀδέλεσαν, δέδωκεν Λωθαρίῳ, τῷ υἱῷ αὐτοῦ, τῷ νυνὶ ὄντι Ἰταλίας ῥηγί. Ἡ δὲ ἀνελθοῦσα ἐν Κωνσταντινουπόλει καὶ συναφθεῖσα Ῥωμανῷ τῷ πορφυρογεννήτῳ, υἱῷ Κωνσταντίνου, τοῦ φιλοχρίστου δεσπότου, ἤτοι ἡ θυγάτηρ τοῦ αὐτοῦ περιβλέπτου ῥηγὸς Οὔγωνος, ἣ ὠνομάζετο Βέρτα κατὰ τὸ ὄνομα τῆς μάμμης αὐτῆς, ἤγουν τῆς μεγάλης Βέρτας, ἥτις μετὰ θάνατον τοῦ Ἀδελβέρτου, ἀνδρὸς αὐτῆς, ἐβασίλευσεν ἔτη***, μετωνομάσθη δὲ Εὐδοκία κατὰ τὸ ὄνομα τῆς τε μάμμης καὶ ἀδελφῆς Κωνσταντίνου, τοῦ φιλοχρίστου δεσπότου. 27 Περὶ τοῦ θέματος Λαγουβαρδίας καὶ τῶν ἐν αὐτῇ πριγκιπάτων καὶ ἀρχοντιῶν. Ἰστέον, ὅτι ἐν τοῖς παλαιοῖς χρόνοις κατεκρατεῖτο ἡ πᾶσα ἐξουσία Ἰταλίας, ἥ τε Νεάπολις καὶ Κάπυα καὶ ἡ Βενεβενδός, τό τε Σαλερινὸν καὶ ἡ Ἀμάλφη καὶ Γαϊτὴ καὶ πᾶσα ἡ Λαγουβαρδία παρὰ τῶν Ῥωμαίων, δηλονότι βασιλευομένης τῆς Ῥώμης. Μετὰ δὲ τὸ ἀνελθεῖν τὸ βασίλειον ἐν Κωνσταντινουπόλει διεμερίσθησαν ταῦτα πάντα εἰς ἀρχὰς δύο, ἐξ οὗ καὶ παρὰ τοῦ βασιλεύοντος ἐν Κωνσταντινουπόλει ἀπεστέλλοντο πατρίκιοι δύο· καὶ ὁ μὲν εἷς πατρίκιος ἐκράτει τὴν Σικελίαν καὶ τὴν Καλαβρίαν καὶ τὴν Νεάπολιν καὶ Ἀμάλφην, ὁ δὲ ἕτερος πατρίκιος ἐκαθέζετο εἰς Βενεβενδόν, καὶ ἐκράτει τὴν Πάπιαν καὶ τὴν Κάπυαν καὶ τὰ λοιπὰ πάντα. Καὶ ἐτέλουν κατ' ἔτος τῷ βασιλεῖ τὰ νενομισμένα τῷ δημοσίῳ. Αὗται δὲ πᾶσαι αἱ προρρηθεῖσαι χῶραι κατῳκοῦντο παρὰ τῶν Ῥωμαίων. Ἐν δὲ τοῖς καιροῖς Εἰρήνης τῆς βασιλίδος ἀποσταλεὶς ὁ πατρίκιος Ναρσῆς ἐκράτει τὴν Βενεβενδὸν καὶ τὴν Πάπιαν· καὶ Ζαχαρίας, ὁ πάπας Ἀθηναῖος, ἐκράτει τὴν Ῥώμην. Συνέβη δὲ πολέμους γενέσθαι εἰς τὰ τῆς Παπίας μέρη, καὶ ἐξωδίασεν ὁ πατρίκιος Ναρσῆς εἰς τὸν στρατὸν τὰ εἰσκομιζόμενα πάκτα τῷ δημοσίῳ, καὶ οὐκ ἀπεστάλη ἡ κατὰ τύπον εἰσκομιδὴ παρ' αὐτοῦ. Ὁ δὲ Ναρσῆς ἀντεμήνυσεν, ὅτι·" Ἀπὸ τῶν αὐτόθι μᾶλλον ἐλπίζω ἀποσταλῆναί μοι χρήματα, ἐπειδὴ πᾶσαν τὴν ἀπὸ τῶν ὧδε εἰσκομιζομένην εἰσκομιδὴν εἰς τοὺς ἀνακύψαντας πολέμους κατηνάλωσα, καὶ μᾶλλον ὑμεῖς ἀπὸ τῶν ὧδε ἐπιζητεῖτε εἰσκομιδάς." Ταῦτα ἀκούσασα ἡ βασίλισσα Εἰρήνη καὶ ὀργισθεῖσα, ἀπέστειλεν αὐτῷ ἄτρακτον καὶ ἠλακάτην, γράψασα πρὸς αὐτόν, ὅτι·" Λάβε ταῦτα, ἃ καὶ ἁρμόζει σοι· νήθειν σε γὰρ μᾶλλον ἐκρίναμεν δίκαιον, ἢ μετὰ ὅπλων ὡς ἄνδρα διεκδικεῖν καὶ διευθύνειν καὶ ὑπερπολεμεῖν Ῥωμαίων." Ταῦτα ἀκούσας ὁ πατρίκιος Ναρσῆς ἀντέγραψε πρὸς τὴν βασιλίδα, ὅτι·" Ἐπεὶ οὕτως παρ' ὑμῖν ἐνομίσθην νήθειν καὶ κλώθειν, καθάπερ γυνή, κλῶσαι ἔχω νήματα μετὰ τῆς ἀτράκτου καὶ ἠλακάτης, ἵνα, μέχρις ἂν ζῶσιν οἱ Ῥωμαῖοι, μὴ δυνηθῶσιν ἐξυφᾶναι ταῦτα." Οἱ δὲ Λαγούβαρδοι τῷ τότε καιρῷ κατῴκουν εἰς Παννονίαν, ἔνθα ἀρτίως οἰκοῦσιν οἱ Τοῦρκοι. Καὶ ἀποστείλας ὁ πατρίκιος Ναρσῆς πρὸς αὐτοὺς ὀπώρας παντοίας, ἐδηλοποίησεν αὐτοῖς, ὅτι·" Δεῦτε ἐνταῦθα καὶ θεάσασθε γῆν ῥέουσαν κατὰ τὸ εἰρημένον μέλι καὶ γάλα, ἧς, ὡς οἶμαι, ὁ Θεὸς κρείττονα οὐκ ἔχει· καὶ εἰ ἔστιν ὑμῖν ἀρεστόν, κατοικήσατε ἐν αὐτῇ, ὅπως εἰς αἰῶνας αἰώνων μακαρίζητέ με". Ταῦτα δὲ ἀκούσαντες οἱ Λαγούβαρδοι καὶ πεισθέντες, ἀναλαβόμενοι τὰς φαμιλίας αὐτῶν, ἦλθον εἰς Βενεβενδόν. Οἱ δὲ τοῦ κάστρου Βενεβενδοῦ οὐκ εἴασαν αὐτοὺς ἔνδον τοῦ κάστρου εἰσελθεῖν, ᾤκησαν δὲ ἔξωθεν τοῦ κάστρου πλησίον τοῦ τείχους εἰς τὸν ποταμόν, οἰκοδομήσαντες ἐκεῖσε κάστρον μικρόν, ἐξ οὗ καὶ ὀνομάζεται Τζιβιτανόβα, τουτέστιν νεόκαστρον, ὃ καὶ μέχρι τῆς σήμερον συνίσταται. Εἰσήρχοντο δὲ καὶ ἔνδοθεν τοῦ κάστρου καὶ ἐν τῇ ἐκκλησίᾳ, καὶ διὰ μηχανῆς κυριεύσαντες τοὺς οἰκήτορας τοῦ κάστρου Βενεβενδοῦ, ἀνεῖλον πάντας καὶ κατέσχον τὸ κάστρον. Ἔσωθεν γὰρ τῶν ῥάβδων αὐτῶν σπαθία βαστάζοντες καὶ ἐν τῇ ἐκκλησίᾳ ὑπότροπον ποιήσαντες ἐπὶ τὸ αὐτὸ μάχην, πάντας, ὡς εἴρηται, ἀπέκτειναν. Καὶ ἔκτοτε ἐκστρατεύσαν τες πᾶσαν τὴν γῆν ἐκείνην ὑπέταξαν τοῦ τε θέματος Λαγουβαρδίας καὶ Καλαβρίας καὶ ἕως Παπίας ἄνευ τῆς Ὑδρεντοῦ καὶ Καλλιπόλεως καὶ τοῦ Ῥουσιάνου καὶ τῆς Νεαπόλεως καὶ τῆς Γαϊτῆς καὶ Συρεντοῦ καὶ Ἀμάλφης. Πρῶτον δὲ κάστρον ὑπῆρχεν ἀρχαῖον καὶ μέγα ἡ Κάπυα, δεύτερον ἡ Νεάπολις, τρίτον ἡ Βενεβενδός, τέταρτον ἡ Γαϊτή, πέμπτον ἡ Ἀμάλφη. Τὸ δὲ Σαλερινὸν ᾠκίσθη ἐπὶ τοῦ Σικάρδου, ὅτε διεμέρισαν οἱ Λαγούβαρδοι τὰ πριγκιπᾶτα. Εἰσὶ δὲ μέχρι τῆς σήμερον, ἥτις ἐστὶν ἰνδικτιὼν ζʹ, ἔτη ἀπὸ κτίσεως κόσμου υνζʹ, ἀφ' οὗ ἐμερίσθη ἡ Λαγουβαρδία, ἔτη σʹ. Ὑπῆρχον δὲ ἀδελφοὶ δύο, ὁ Σίκων καὶ ὁ Σίκαρδος. Καὶ ὁ μὲν Σίκων ἐκράτησε τὴν Βενεβενδὸν καὶ τὰ μέρη τῆς Βάρεως καὶ τῆς Σιπενδοῦ, ὁ δὲ Σίκαρδος τὸ Σαλερινὸν καὶ τὴν Κάπυαν καὶ τὰ μέρη τῆς Καλαβρίας. Ἡ δὲ Νεάπολις ἦν ἀρχαῖον πραιτώριον τῶν κατερχομένων πατρικίων, καὶ ὁ κρατῶν τὴν Νεάπολιν κατεῖχεν καὶ τὴν Σικελίαν, καὶ ἡνίκα κατέλαβεν ὁ πατρίκιος ἐν Νεαπόλει, ἀπήρχετο ὁ δοὺξ Νεαπόλεως ἐν Σικελίᾳ. Ἡ δὲ Κάπυα ἦν πόλις ὑπερμεγέθης, καὶ ἑάλω ὑπὸ τῶν Οὐανδήλων, ἤτοι τῶν Ἀφρικῶν, καὶ κατέλυσαν αὐτήν. Ἐρημοκάστρου δὲ οὔσης, ᾤκουν ἐν αὐτῇ οἱ Λαγούβαρδοι. Καὶ πάλιν τῶν Ἀφρικῶν ἐπερχομένων κατ' αὐτῶν, ᾠκοδόμησεν ὁ ἐπίσκοπος Λανδοῦλφος κάστρον εἰς τὴν γέφυραν τοῦ ποταμοῦ, καὶ ἐπωνόμασεν αὐτὸ Κάπυαν νέαν, τὴν καὶ νῦν οὖσαν. Ἀφ' οὗ δὲ ἐκτίσθη ἡ αὐτὴ Κάπυα, εἰσὶν ἔτη ογʹ. Ἡ δὲ Νεάπολις καὶ ἡ Ἀμάλφη καὶ ἡ Συρεντὸς ὑπῆρχον ἀεὶ ὑπὸ τὸν βασιλέα Ῥωμαίων. Ἰστέον, ὅτι μαστρομίλης ἑρμηνεύεται τῇ Ῥωμαίων διαλέκτῳ" κατεπάνω τοῦ στρατοῦ". Ἰστέον, ὅτι πρὸ τοῦ περᾶσαι τοὺς Βενετίκους καὶ οἰκῆσαι εἰς τὰ νησία, εἰς ἃ νῦν οἰκοῦσιν, ἐκαλοῦντο Ἑνετικοί, καὶ κατῴκουν εἰς τὴν ξηρὰν εἰς αὐτὰ τὰ κάστρα· κάστρον Κόγκορδα, κάστρον Ἰουστινιάνα, κάστρον τοῦ Νούνου καὶ ἕτερα πλεῖστα κάστρα. Ἰστέον, ὅτι περασάντων τῶν νῦν καλουμένων Βενετίκων, πρῶτον δὲ Ἑνετικῶν, ἔκτισαν ἐν πρώτοις κάστρον ὀχυρόν, ἐν ᾧ καὶ σήμερον καθέζεται ὁ δοὺξ Βενετίας, ἔχον κυκλόθεν θάλασσαν ὡσεὶ μιλίων ἕξ, εἰς ἣν καὶ εἰσέρχονται ποταμοὶ κζʹ. Ὑπάρχουσι δὲ καὶ νῆσοι κατὰ ἀνατολὰς τοῦ αὐτοῦ κάστρου. Ἔκτισαν δὲ καὶ ἐν ταῖς αὐταῖς νήσοις οἱ νῦν Βενέτικοι καλούμενοι κάστρα· κάστρον Κογράδον, ἐν ᾧ καὶ μητρό πολις ἔστιν μεγάλη καὶ πολλὰ λείψανα ἁγίων ἐν ταύτῃ ἀπόκεινται· κάστρον Ῥιβαλενσῆς, κάστρον Λουλιανόν, κάστρον Ἄψανον, κάστρον Ῥωματινά, κάστρον Λικεντζία, κάστρον Πίνεται, ὅπερ λέγεται Στρόβιλος, κάστρον Βινίολα, κάστρον Βόες, ἐν ᾧ ὑπάρχει ναὸς τοῦ ἁγίου ἀποστόλου Πέτρου, κάστρον Ἠλιτούαλβα, κάστρον Λιτουμαγκέρσης, κάστρον Βρόνιον, κάστρον Μαδαῦκον, κάστρον Ἡβόλα, κάστρον Πριστῆναι, κάστρον Κλουγία, κάστρον Βροῦνδον, κάστρον Φοσαῶν, κάστρον Λαυριτῶν. Ἰστέον, ὅτι εἰσὶ καὶ ἕτεραι νῆσοι ἐν τῇ αὐτῇ χώρᾳ Βενετίας. Ἰστέον, ὅτι καὶ ἐν τῇ στερεᾷ εἰς τὸ μέρος τῆς Ἰταλίας ὑπάρχουσι κάστρα τῶν Βενετίκων, ἅτινά εἰσιν ταῦτα· κάστρον Κάπρε, κάστρον Νεόκαστρον, κάστρον Φινές, κάστρον Αἴκυλον, κάστρον Ἀειμάνας, ἐμπόριον μέγα τὸ Τορτζελῶν, κάστρον Μουράν, κάστρον Ῥίβαλτον, ὃ ἑρμηνεύεται" τόπος ὑψηλότατος", ἐν ᾧ καθέζεται ὁ δοὺξ Βενετίας, κάστρον Καβερτζέντζης. Ἰστέον, ὅτι καὶ ἐμπόρια εἰσὶ καὶ καστέλλια.

Intertext edge

Open linked passage

Note