De administrando imperio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Διήγησις, πῶς κατῳκίσθη ἡ νῦν καλουμένη Βενετία. Ἰστέον, ὅτι ἡ Βενετία τὸ μὲν παλαιὸν ἦν τόπος ἔρημός τις ἀοίκητος καὶ βαλτώδης. Οἱ δὲ νῦν καλούμενοι Βενέτικοι ὑπῆρχον Φράγγοι ἀπὸ Ἀκουϊλεγίας καὶ ἀπὸ τῶν ἑτέρων τόπων τῆς Φραγγίας, καὶ κατῴκουν εἰς τὴν ξηρὰν ἄντικρυ τῆς Βενετίας. Τοῦ δὲ Ἀττίλα, τοῦ βασιλέως τῶν Ἀβάρων, ἐλθόντος καὶ πάσας τὰς Φραγγίας καταληϊσαμένου καὶ ἀφανίσαντος, ἤρξαντο φεύγειν μὲν πάντες οἱ Φράγγοι ἀπὸ Ἀκουϊλεγίας καὶ ἀπὸ τῶν ἑτέρων τῆς Φραγγίας κάστρων, ἔρχεσθαι δὲ πρὸς τὰς ἀοικήτους νήσους τῆς Βενετίας καὶ ποιεῖν ἐκεῖσε καλύβια διὰ τὸν τοῦ βασιλέως Ἀττίλα φόβον. Αὐτοῦ οὖν τοῦ βασιλέως Ἀττίλα ληϊσαμένου πᾶσαν τὴν χώραν τῆς ξηρᾶς καὶ μέχρι Ῥώμης καὶ Καλαβρίας ἐλθόντος καὶ τὴν Βενετίαν μακρόθεν καταλιπόντος, ἄδειαν εὑρόντες οἱ προσπεφευγότες ἐν ταῖς νήσοις τῆς Βενετίας καὶ οἷον τὴν δειλίαν ἀποσεισάμενοι, ἅπαντες ἐβουλεύσαντο τοῦ κατοικῆσαι ἐκεῖσε, ὅπερ καὶ ἐποίησαν, κατοικήσαντες ἐκεῖσε μέχρι τῆς σήμερον. Μετὰ δὲ τὸ ἀναχωρῆσαι τὸν Ἀττίλαν, μετὰ χρόνους πολλοὺς παρεγένετο πάλιν Πιπῖνος ὁ ῥήξ, ὃς ἦρχε τότε τῆς τε Παπίας καὶ ἑτέρων ῥηγάτων. Εἶχεν γὰρ οὗτος ὁ Πιπῖνος ἀδελφοὺς τρεῖς, οἵτινες ἦρχον πασῶν τῶν Φραγγιῶν καὶ Σκλαβηνιῶν. Τοῦ δὲ ῥηγὸς Πιπίνου ἐλθόντος κατὰ τῶν Βενετίκων μετὰ δυνάμεως καὶ λαοῦ πολλοῦ, παρεκάθισεν διὰ τῆς ξηρᾶς ἐκεῖθεν τοῦ περάματος τῶν νήσων τῆς Βενετίας εἰς τόπον λεγόμενον Ἀειβόλας. Οἱ οὖν Βενέτικοι ἰδόντες τὸν ῥῆγα Πιπῖνον μετὰ τῆς ἑαυτοῦ δυνάμεως κατ' αὐτῶν ἐπερχόμενον καὶ μέλλοντα μετὰ τῶν ἵππων ἀποπλεῦσαι πρὸς τὴν νῆσον τοῦ Μαδαμαύκου (ἔστιν γὰρ αὕτη ἡ νῆσος πλησίον τῆς ξηρᾶς), βαλόντες κερατάρια, ἅπαν τὸ πέραμα ἐναπέφραξαν. Εἰς ἀμηχανίαν οὖν ἐλθὼν ὁ τοῦ ῥηγὸς Πιπίνου λαὸς (οὐδὲ γὰρ ἦν δυνατὸν αὐτοὺς ἀλλαχοῦ περᾶσαι), παρεκάθισαν αὐτοῖς διὰ τῆς ξηρᾶς μῆνας ἕξ, πολεμοῦντες καθ' ἑκάστην ἡμέραν μετ' αὐτῶν. Καὶ οἱ μὲν Βενέτικοι εἰσήρχοντο εἰς τὰ πλοῖα αὐτῶν, καὶ ἵσταντο ὄπισθεν τῶν παρ' αὐτῶν ῥιφέντων κεραταρίων, ὁ δὲ ῥὴξ Πιπῖνος ἵστατο μετὰ τοῦ λαοῦ αὐτοῦ ἐν τῷ αἰγιαλῷ. Καὶ οἱ μὲν Βενέτικοι μετὰ τοξείας καὶ ῥιπταρίων ἐπολέμουν, μὴ ἐῶντες αὐτοὺς πρὸς τὴν νῆσον διαπερᾶσαι. Ἀπορήσας οὖν ὁ ῥὴξ Πιπῖνος, εἶπεν πρὸς τοὺς Βενετίκους, ὅτι·" Ὑπὸ τὴν ἐμὴν χεῖρα καὶ πρόνοιαν γίνεσθε, ἐπειδὴ ἀπὸ τῆς ἐμῆς χώρας καὶ ἐξουσίας ἐστέ". Οἱ δὲ Βενέτικοι ἀντέλεγον αὐτῷ, ὅτι·" Ἡμεῖς δοῦλοι θέλομεν εἶναι τοῦ βασιλέως Ῥωμαίων καὶ οὐχὶ σοῦ." Ἐπὶ πολὺ δὲ βιασθέντες οἱ Βενέτικοι ἀπὸ τῆς γεγονυίας ὀχλήσεως πρὸς αὐτούς, ἐποιήσαντο εἰρηνικὰς σπονδὰς πρὸς τὸν ῥῆγα Πιπῖνον τοῦ παρέχειν αὐτῷ πλεῖστα πάκτα. Ἔκτοτε δὲ καθ' ἕκαστον χρόνον ἠλαττοῦτο τὸ πάκτον, ὅπερ καὶ μέχρι τῆς σήμερον διασώζεται. Τελοῦσι γὰρ οἱ Βενέτικοι τῷ κατέχοντι τὸ ῥηγᾶτον Ἰταλίας, ἤτοι Παπίας, διβάρια ἀσήμιν λίτρας λ ʹ καθ' ἕκαστον χρόνον. Καὶ τούτῳ τῷ τρόπῳ ἔπαυσεν ὁ μεταξὺ Φράγγων καὶ Βενετίκων πόλεμος. Ὅτε δὲ ἤρξατο ἀποφεύγειν ὁ λαὸς πρὸς Βενετίαν καὶ ἀποσυνάγεσθαι, ὥστε πολλοὺς γίνεσθαι, ἀνηγόρευσαν ἑαυτοὺς δοῦκα τὸν εὐγενείᾳ τῶν ἄλλων διαφέροντα. Ἐγεγόνει δὲ ὁ πρῶτος δοὺξ ἐν αὐτοῖς, πρὶν ἢ ἐλθεῖν κατ' αὐτῶν ὁ ῥὴξ Πιπῖνος. Ἦν δὲ τῷ τότε καιρῷ τὸ δουκᾶτον εἰς τόπον λεγόμενον Τζιβιτάνουβα, ὅπερ ἑρμηνεύεται" νεόκαστρον". Διὰ δὲ τὸ εἶναι τὸ προειρημένον νησίον πλησίον τῆς ξηρᾶς κοινῇ βουλῇ μετέθηκαν τὸ δουκᾶτον εἰς ἕτερον νησίον, ἐν ᾧ καὶ νῦν ἔστιν σήμερον, διὰ τὸ εἶναι μήκοθεν τῆς ξηρᾶς, ὅσον βλέπει τις ἄνδρα ἵππῳ ἐφεζόμενον. 29 Περὶ τῆς Δελματίας καὶ τῶν ἐν αὐτῇ παρακειμένων ἐθνῶν. Ὅτι Διοκλητιανὸς ὁ βασιλεὺς πάνυ τῆς χώρας Δελματίας ἠράσθη, διὸ καὶ ἀπὸ τῆς Ῥώμης λαὸν ἀγαγὼν μετὰ τὰς φαμιλίας αὐτῶν, ἐν τῇ αὐτῇ τῆς Δελματίας χώρᾳ τούτους κατεσκήνωσεν, οἳ καὶ Ῥωμᾶνοι προσηγορεύθησαν διὰ τὸ ἀπὸ Ῥώμης μετοικισθῆναι, καὶ ταύτην μέχρι τῆς σήμερον τὴν ἐπωνυμίαν ἐναποφέρονται. Οὗτος οὖν ὁ βασιλεὺς Διοκλητιανὸς καὶ τὸ τοῦ Ἀσπαλάθου κάστρον ᾠκοδόμησεν, καὶ ἐν αὐτῷ παλάτια ἐδείματο λόγου καὶ γραφῆς ἁπάσης ἐπέκεινα, ὧν καὶ μέχρι τῆς σήμερον τῆς παλαιᾶς εὐδαιμονίας λείψανα φέρονται, κἂν ὁ πολὺς χρόνος αὐτὰ κατηνάλωσεν. Ἀλλὰ καὶ τὸ κάστρον Διόκλεια, τὸ νῦν παρὰ τῶν Διοκλητιανῶν κατεχόμενον, ὁ αὐτὸς βασιλεὺς Διοκλητιανὸς ᾠκοδόμησεν, ὅθεν καὶ τὴν ἐπωνυμίαν" Διοκλητιανοί" καλεῖσθαι οἱ τῆς χώρας ἐκείνης ἐναπειλήφασιν. Ἡ δὲ καὶ τῶν αὐτῶν Ῥωμάνων διακράτησις ἦν μέχρι τοῦ Δανούβεως ποταμοῦ, οἳ καί ποτε θελήσαντες τὸν ποταμὸν διαπερᾶσαι καὶ καταμαθεῖν, τίνες κατοικοῦσιν ἐκεῖθεν τοῦ ποταμοῦ, διαπεράσαντες εὗρον ἔθνη Σκλαβήνικα ἄοπλα ὄντα, ἅτινα καὶ Ἄβαροι ἐκαλοῦντο. Καὶ οὔτε οὗτοι ἤλπιζον ἐκεῖθεν τοῦ ποταμοῦ κατοικεῖν τινας, οὔτε ἐκεῖνοι ἔνθεν τοῦ ποταμοῦ. Διὰ οὖν τὸ ἀόπλους εὑρεῖν αὐτοὺς τοὺς Ἀβάρους οἱ Ῥωμᾶνοι καὶ πρὸς πόλεμον ἀπαρασκευάστους καταπολεμήσαντες, ἀνελάβοντο πραῖδαν καὶ αἰχμαλωσίαν καὶ ἀνεχώρησαν. Καὶ ἔκτοτε ποιήσαντες ἀλλάγια δύο οἱ Ῥωμᾶνοι ἀπὸ πάσχα ἕως πάσχα τὸν λαὸν αὐτῶν ἐνήλλασσον, ὥστε τῷ μεγάλῳ καὶ ἁγίῳ σαββάτῳ ἀλλήλοις συναντᾶν, τοὺς μὲν ἀποστρεφομένους ἀπὸ τοῦ παραμονίμου, τοὺς δὲ εἰς τὴν τοιαύτην δουλείαν ἀπερχομένους. Καὶ γὰρ πλησίον τῆς θαλάσσης ὑπὸ τὸ αὐτὸ κάστρον κάστρον ἔστιν, τὸ ἐπιλεγόμενον Σαλῶνα, μέγεθος ἔχον τὸ ἥμισυ Κωνσταντινουπόλεως, ἐν ᾧ πάντες οἱ Ῥωμᾶνοι συνήγοντο καὶ καθωπλίζοντο καὶ προσαπεκίνουν ἐκ τῶν ἐκεῖσε, καὶ πρὸς τὴν κλεισοῦραν ἀπήρχοντο, τὴν ἀπὸ τοῦ αὐτοῦ κάστρου ὑπάρχουσαν μίλια τέσσαρα, ἥτις καὶ μέχρι τοῦ νῦν καλεῖται Κλεῖσα διὰ τὸ συγκλείειν τοὺς διερχομένους ἐκεῖθεν. Καὶ ἐκ τῶν ἐκεῖσε ἀπήρχοντο πρὸς τὸν ποταμόν. Τὸ οὖν τοιοῦτον ἀλλάγιον ἐπὶ πολλοὺς χρόνους γινόμενον, οἱ ἐκεῖθεν τοῦ ποταμοῦ Σκλάβοι, οἱ καὶ Ἄβαροι καλούμενοι, καθ' ἑαυτοὺς ἐσκόπησαν λέγοντες, ὅτι·" Οὗτοι οἱ Ῥωμᾶνοι, ἐπεὶ ἐπέρασαν καὶ εὗρον πραῖδαν, ἀπὸ τοῦ νῦν καθ' ἡμῶν οὐ μὴ παύσονται διαπερῶντες, καὶ διὰ τοῦτο μηχανησόμεθα κατ' αὐτῶν." Οὕτως οὖν οἱ Σκλάβοι, οἱ καὶ Ἄβαροι, βουλευσάμενοι, καὶ διαπερασάντων ποτὲ τῶν Ῥωμάνων, ποιήσαντες οὗτοι ἐγκρύμματα καὶ πολεμήσαντες, ἐνίκησαν αὐτούς. Καὶ ἀναλαβόμενοι τά τε ὅπλα αὐτῶν καὶ τὰ φλάμμουλα καὶ τὰ λοιπὰ πολεμικὰ σημεῖα, διαπεράσαντες οἱ προειρημένοι Σκλάβοι τὸν ποταμόν, ἦλθον εἰς τὴν κλεισοῦραν, οὓς καὶ ἰδόντες οἱ ἐκεῖσε ὄντες Ῥωμᾶνοι, θεασάμενοι δὲ τὰ φλάμμουλα καὶ τὴν ἐξόπλισιν τῶν ὁμοφύλων αὐτῶν, τοὺς αὐτῶν ὁμοφύλους εἶναι νομίσαντες, ἡνίκα κατέλαβον οἱ Σκλάβοι οἱ προρρηθέντες εἰς τὴν κλεισοῦραν, παρεχώρησαν αὐτοῖς διελθεῖν. Διελθόντων δέ, εὐθὺς τοὺς Ῥωμάνους οὗτοι ἐξήλασαν, καὶ τὴν Σαλῶνα, τὸ προειρημένον κάστρον ἐκράτησαν. Καὶ κατοικήσαντες ἐκεῖσε, ἔκτοτε κατὰ μικρὸν ἀρξάμενοι πραιδεύειν τοὺς Ῥωμάνους, τοὺς εἰς τοὺς κάμπους καὶ εἰς ὑψηλότερα μέρη κατοικοῦντας, ἠφάνισαν καὶ τοὺς τόπους αὐτῶν κατεκράτησαν. Οἱ δὲ λοιποὶ Ῥωμᾶνοι εἰς τὰ τῆς παραλίας κάστρα διεσώθησαν, καὶ μέχρι τοῦ νῦν κρατοῦσιν αὐτά, ἅτινά εἰσιν τὰ Δεκάτερα, τὸ Ῥαούσιν, τὸ Ἀσπάλαθον, τὸ Τετραγγούριν, τὰ Διάδωρα, ἡ Ἄρβη, ἡ Βέκλα καὶ τὰ Ὄψαρα, ὧντινων καὶ οἰκήτορες μέχρι τοῦ νῦν Ῥωμᾶνοικαλοῦνται. Ὅτι ἀπὸ τῆς βασιλείας Ἡρακλείου, τοῦ βασιλέως Ῥωμαίων, καθ' ὃν μέλλει τρόπον ῥηθήσεσθαι ἐν τῇ περὶ τῶν Χρωβάτων καὶ Σέρβλων συγγραφῇ, πᾶσα ἡ Δελματία καὶ τὰ περὶ αὐτὴν ἔθνη, οἷον Χρωβάτοι, Σέρβλοι, Ζαχλοῦμοι, Τερβουνιῶται, Καναλῖται, Διοκλητιανοὶ καὶ Ἀρεντανοί, οἱ καὶ Παγανοὶ προσαγορευόμενοι,***. Τῆς δὲ τῶν Ῥωμαίων βασιλείας διὰ τὴν τῶν τότε κρατούντων νωθρότητα καὶ ἀφέλειαν εἰς τὸ μηδὲν παράπαν μικροῦ δεῖν ἐναπονευσάσης, καὶ μάλιστα δὲ ἐπὶ Μιχαὴλ τοῦ ἐξ Ἀμορίου, τοῦ Τραυλοῦ, οἱ τὰ τῆς Δελματίας κάστρα οἰκοῦντες γεγόνασιν αὐτοκέφαλοι, μήτε τῷ βασιλεῖ Ῥωμαίων, μήτε ἑτέρῳ τινὶ ὑποκείμενοι, ἀλλὰ καὶ τὰ ἐκεῖσε ἔθνη, οἵ τε Χρωβάτοι καὶ Σέρβλοι καὶ Ζαχλοῦμοι καὶ Τερβουνιῶται τε καὶ Καναλῖται καὶ Διοκλητιανοὶ καὶ οἱ Παγανοί, τῆς τῶν Ῥωμαίων βασιλείας ἀφηνιάσαντες γεγόνασιν ἰδιόρρυθμοι καὶ αὐτοκέφαλοι, τινὶ μὴ ὑποκείμενοι. Ἄρχοντας δέ, ὥς φασι, ταῦτα τὰ ἔθνη μὴ ἔχειν, πλὴν ζουπάνους γέροντας, καθὼς καὶ αἱ λοιπαὶ Σκλαβηνίαι ἔχουσι τύπον. Ἀλλὰ καὶ οἱ πλείονες τῶν τοιούτων Σκλάβων οὐδὲ ἐβαπτίζοντο, ἀλλὰ μέχρι πολλοῦ ἔμενον ἀβάπτιστοι. Ἐπὶ δὲ Βασιλείου, τοῦ φιλοχρίστου βασιλέως, ἀπέστειλαν ἀποκρισιαρίους, ἐξαιτούμενοι καὶ παρακαλοῦντες αὐτὸν τοὺς ἐξ αὐτῶν ἀβαπτίστους βαπτισθῆναι καὶ εἶναι, ὡς τὸ ἐξ ἀρχῆς, ὑποτεταγμένους τῇ βασιλείᾳ τῶν Ῥωμαίων, ὧντινων εἰσακούσας ὁ μακάριος ἐκεῖνος καὶ ἀοίδιμος βασιλεύς, ἐξαπέστειλεν βασιλικὸν μετὰ καὶ ἱερέων, καὶ ἐβάπτισεν αὐτοὺς πάντας τοὺς τῶν προρρηθέντων ἐθνῶν ἀβαπτίστους τυγχάνοντας, καὶ μετὰ τὸ βαπτίσαι αὐτοὺς τότε προεβάλετο εἰς αὐτοὺς ἄρχοντας, οὓς ἐκεῖνοι ἤθελον καὶ προέκριναν, ἀπὸ τῆς γενεᾶς, ἧς ἐκεῖνοι ἠγάπων καὶ ἔστεργον. Καὶ ἔκτοτε μέχρι τοῦ νῦν ἐκ τῶν αὐτῶν γενεῶν γίνονται ἄρχοντες εἰς αὐτούς, καὶ οὐκ ἐξ ἑτέρας. Οἱ δὲ Παγανοί, οἱ καὶ τῇ Ῥωμαίων διαλέκτῳ Ἀρεντανοὶ καλούμενοι, εἰς δυσβάτους τόπους καὶ κρημνώδεις κατελείφθησαν ἀβάπτιστοι. Καὶ γὰρ Παγανοὶ κατὰ τὴν τῶν Σκλάβων γλῶσσαν" ἀβάπτιστοι" ἑρμηνεύεται. Μετὰ δὲ τοῦτο καὶ αὐτοὶ ἀποστείλαντες εἰς τὸν αὐτὸν ἀοίδιμον βασιλέα, ἐξῃτήσαντο βαπτισθῆναι καὶ αὐτοί, καὶ ἀποστείλας ἐβάπτισεν καὶ αὐτούς. Ἐπεὶ δέ, ὡς προέφημεν, ὅτι διὰ τὴν τῶν κρατούντων νωθρότητα καὶ ἀφέλειαν εἰς κατόπιν τὰ τῶν Ῥωμαίων ἦλθον πράγματα, καὶ οἱ τὰ τῆς Δελματίας κάστρα οἰκοῦντες γεγόνασιν αὐτοκέφαλοι, μήτε τῷ βασιλεῖ Ῥωμαίων, μήτε ἄλλῳ τινὶ ὑποκείμενοι. Μετὰ δὲ χρόνον τινὰ ἐπὶ τῆς βασιλείας Βασιλείου, τοῦ ἀοιδίμου καὶ ἀειμνήστου βασιλέως, ἐλθόντων Σαρακηνῶν ἀπὸ Ἀφρικῆς, τοῦ τε Σολδανοῦ καὶ τοῦ Σάβα καὶ τοῦ Καλφοῦς, μετὰ καραβίων λ ʹ, κατέλαβον ἐν Δελματίᾳ, καὶ ἐπόρθησαν τὸ κάστρον τὰ Βούτοβα καὶ τὸ κάστρον τὴν Ῥῶσσαν καὶ τὸ κάστρον τὰ Δεκάτερα, τὸ κάτω. Καὶ ἦλθον καὶ εἰς τὸ κάστρον Ῥαουσίου, καὶ παρεκάθισαν αὐτῷ μῆνας δεκαπέντε. Τότε βιασθέντες οἱ Ῥαουσαῖοι ἐδηλοποίησαν Βασιλείῳ, τῷ ἀειμνήστῳ βασιλεῖ Ῥωμαίων, λέγοντες αὐτῷ οὕτως·" Ἐλέησον ἡμᾶς, καὶ μὴ ἐάσῃς ἀπολέσθαι παρὰ τῶν ἀρνητῶν τοῦ Χριστοῦ." Ὁ δὲ βασιλεὺς σπλαγχνισθεὶς ἀπέστειλεν τὸν πατρίκιον Νικήτα, δρουγγάριον τοῦ πλωΐμου, οὗ τὸ ἐπίκλην Ὠορύφας, μετὰ χελανδίων ἑκατόν. Οἱ δὲ Σαρακηνοὶ μαθόντες τὴν μετὰ τοῦ στόλου ἄφιξιν τοῦ πατρικίου δρουγγα ρίου τοῦ πλωΐμου, ἔφυγον καταλιπόντες τὸ κάστρον Ῥαουσίου, καὶ ἀντεπέρασαν ἐν Λαγουβαρδίᾳ, καὶ πολιορκήσαντες τὸ κάστρον Βάρεως, τοῦτο ἐπόρθησαν. Τότε ὁ Σολδανὸς κτίσας ἐκεῖσε παλάτια, κατεκράτησεν τὴν πᾶσαν Λαγουβαρδίαν μέχρι Ῥώμης ἔτη τεσσαράκοντα. Ὁ οὖν βασιλεὺς διὰ τὴν αἰτίαν ταύτην ἀπέστειλεν πρός τε τὸν Λοδόϊχον, τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπα Ῥώμης, ἵνα συνεπαμύνηται τῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι στρατῷ. Οἱ δὲ ὑπείξαντες τῇ τοῦ βασιλέως αἰτήσει, ὅ τε ῥὴξ καὶ ὁ πάπας, ἦλθον ἀμφότεροι μετὰ δυνάμεως πολλῆς, καὶ ἑνωθέντες τῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι στρατῷ ἅμα τῷ Χρωβάτῳ καὶ Σέρβλῳ καὶ Ζαχλούμῳ καὶ Τερβουνιώταις καὶ Καναλίταις καὶ Ῥαουσαίοις μετὰ πάντων τῶν ἀπὸ τῆς Δελματίας κάστρων (οὗτοι γὰρ πάντες βασιλικῇ κελεύσει παρῆσαν), καὶ περασάντων ἐν Λαγουβαρδίᾳ, παρεκάθισαν τὸ κάστρον Βάρεως καὶ ἐπόρθησαν αὐτό. Ἰστέον, ὅτι τοὺς Χρωβάτους καὶ τοὺς λοιποὺς Σκλαβάρχοντας οἱ τοῦ κάστρου Ῥαουσίου οἰκήτορες μετὰ τῶν ἰδίων αὐτῶν καραβίων διεπέρασαν ἐν Λαγουβαρδίᾳ. Καὶ τὸ μὲν κάστρον Βάρεως καὶ τὴν χώραν καὶ τὴν αἰχμαλωσίαν πᾶσαν ἀνελάβετο ὁ βασιλεὺς τῶν Ῥωμαίων, τὸν δὲ Σολδανὸν καὶ τοὺς λοιποὺς Σαρακηνοὺς ἀνελάβετο Λοδόϊχος, ὁ ῥὴξ Φραγγίας, καὶ ἀπήγαγεν αὐτοὺς ἐν τῷ κάστρῳ Καπύης καὶ ἐν τῷ κάστρῳ Βενεβενδοῦ. Καὶ οὐδεὶς αὐτὸν εἶδεν γελῶντα. Εἶπεν δὲ ὁ ῥήξ, ὅτι·" Εἴ τίς μοι τὸν Σολδανὸν μετὰ ἀληθείας ἀναγγείλῃ ἢ ὑποδείξῃ γελῶντα, δώσω αὐτῷ χρήματα πολλά." Καὶ μετὰ τοῦτο εἶδέν τις αὐτὸν γελῶντα, καὶ τῷ ῥηγὶ Λοδοΐχῳ ἀπήγγειλεν. Ὁ δὲ προσκαλεσάμενος τὸν Σολδανὸν ἠρώτησεν αὐτόν, ποίῳ τρόπῳ ἐγέλασεν. Ὁ δὲ εἶπεν·" Ἅμαξαν εἶδον καὶ τοὺς ἐν αὐτῇ τροχοὺς κυλιομένους, καὶ τούτου χάριν ἐγέλασα, ὅτι καὶ ἐγώ ποτε κεφαλὴ ἐγενόμην, καὶ ἀρτίως εἰμὶ ὑποκάτω πάντων, καὶ πάλιν δύναται ὁ Θεὸς ὑψῶσαί με." Καὶ ἀπὸ τότε προσεκαλεῖτο αὐτὸν ὁ Λοδόϊχος εἰς τὴν τράπεζαν αὐτοῦ, καὶ συνήσθιεν αὐτῷ. Οἱ δὲ ἄρχοντες τῆς Καπύης καὶ Βενεβενδοῦ ἤρχοντο πρὸς τὸν Σολδανὸν ἐρωτῶντες αὐτὸν περὶ ἰατρειῶν καὶ θεραπείας ἀλόγων καὶ λοιπῶν ὑποθέσεων, ὡς γέροντα καὶ πεπειραμένον. Ὁ δὲ Σολδανὸς πανοῦργος ὢν καὶ σκολιὸς εἶπεν πρὸς αὐτούς, ὅτι·" Πρᾶγμα θέλω εἰπεῖν πρὸς ὑμᾶς, καὶ δέδοικα τοῦ μὴ παρ' ὑμῶν κατάδηλον γενέσθαι πρὸς τὸν ῥῆγα, καὶ ἀπολέσω τὴν ἐμαυτοῦ ζωήν." Οἱ δὲ ὤμοσαν αὐτῷ, καὶ θαρρήσας εἶπεν πρὸς αὐτούς, ὅτι·" Ὁ ῥὴξ ἐξορίσαι θέλει πάντας ὑμᾶς ἐν τῇ μεγάλῃ Φραγγίᾳ, καὶ ἐὰν ἀπιστῆτε, ἐκδέξασθε μικρόν, κἀγὼ πληροφορῶ ὑμᾶς." Καὶ ἀπελθὼν εἶπεν πρὸς τὸν Λοδόϊχον, ὅτι·" Οἱ ἄρχοντες τοῦ τόπου τούτου κακοί εἰσιν, καὶ σὺ οὐ δύνασαι κυριεῦσαι τὴν χώραν ταύτην, ἐὰν μὴ ἀφανίσῃς τοὺς δυνατούς, τοὺς ἀντιπίπτοντάς σε· ἀλλὰ δέσμευσον τοὺς πρώτους τοῦ κάστρου, καὶ ἀπόστειλον αὐτοὺς εἰς τὴν χώραν σου, καὶ τότε, ὡς θέλεις, οἱ λοιποὶ ὑποταγήσονταί σοι." Καὶ ὅτε παρέπεισεν αὐτόν, ἵνα πληρώσῃ τὴν βουλὴν αὐτοῦ, καὶ ὥρισεν γενέσθαι ἁλύσεις σιδηρᾶς εἰς τὸ ἐξορίσαι αὐτούς, ἀπῆλθεν ὁ Σολδανὸς καὶ εἶπεν πρὸς τοὺς ἄρχοντας, ὅτι·" Ἀκμὴν οὐ πιστεύετε, ὅτι ὁ ῥὴξ ἐξορίστους ὑμᾶς ποιεῖ, καὶ παντελῶς ἐξ ἀνθρώπων γίνεται τὸ μνημόσυνον ὑμῶν; Ὅμως εἰ θέλετε τελείως πληροφορηθῆναι, ἀπελθόντες θεάσασθε, τί ἄρα ἐργάζονται πάντες οἱ χαλκεῖς τῇ προστάξει τοῦ ῥηγός. Καὶ εἰ οὐχ εὕρητε αὐτοὺς ἐργαζομένους τὰς ἁλύσεις καὶ τὰ δεσμά, γινώσκετε, ὅτι πάντα τὰ παρ' ἐμοῦ λαλούμενα ὑμῖν ἐστιν ψευδῆ· εἰ δὲ ἀληθεύω, φροντίσατε τὴν σωτηρίαν ὑμῶν καὶ ἐμὲ εὐεργετήσατε, τὸν τὰ χρηστὰ καὶ σωτήρια ὑμῖν βουλευσάμενον." Οἱ δὲ ἄρχοντες πεισθέντες τῷ τοῦ Σολδανοῦ λόγῳ, θεασάμενοι δὲ καὶ τὰς ἁλύσεις καὶ τὰ δεσμά, τελείαν πληροφορίαν ἔλαβον, καὶ ἔκτοτε ἐμελέτων τὴν ἀπώλειαν τοῦ ῥηγὸς Λοδοΐχου. Ὁ δὲ ῥὴξ ταῦτα πάντα ἀγνοῶν ἐξῆλθε πρὸς τὸ κυνηγῆσαι. Ὑποστρέψαντος δέ, οἱ τούτου ἄρχοντες ἐκράτησαν τὸ κάστρον, μὴ ἐάσαντες αὐτὸν εἰσελθεῖν. Ὁ δὲ ῥὴξ Λοδόϊχος τὴν τῶν ἀρχόντων ἔνστασιν θεασάμενος, εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψεν. Οἱ δὲ ἄρχοντες εἶπον πρὸς τὸν Σολδανόν·" Τί ἄρα θέλεις ἡμᾶς ποιῆσαί σοι περὶ τῆς γενομένης εἰς ἡμᾶς παρὰ σοῦ σωτηρίας;" Ὁ δὲ ᾐτήσατο ἐν τῇ ἰδίᾳ χώρᾳ ἀπολῦσαι αὐτόν, καὶ τούτου γενομένου, ἀπῆλθεν ἐν Ἀφρικῇ εἰς τὴν ἰδίαν αὐτοῦ χώραν. Μὴ ἐπιλαθόμενος δὲ τῆς ἀρχαίας αὐτοῦ κακίας ἐστρατοπέδευσεν, καὶ ἦλθεν μετὰ δυνάμεως ἐν Καπύῃ καὶ ἐν Βενεβενδῷ πρὸς τὸ πολιορκῆσαι καὶ ὑποτάξαι αὐτούς. Οἱ δὲ τὰ τοιαῦτα κάστρα κρατοῦντες ἀπέστειλαν πρέσβεις πρὸς τὸν ῥῆγα Λοδόϊχον ἐν Φραγγίᾳ, ἵνα ἐλθὼν συνεπαμύνηται αὐτοῖς κατὰ τοῦ Σολδανοῦ καὶ τῶν Ἀφρικῶν. Ὁ δὲ ῥὴξ Λοδόϊχος ταῦτα μαθὼν καί, ὅνπερ ἐποίησεν τρόπον ὁ Σολδανός, πείσας καὶ τοὺς ἄρχοντας, ὅτι·" Δεσμίους μέλλει ὑμᾶς ὁ ῥὴξ ἐν Φραγγίᾳ ἐξορίσαι", ἀντεδήλωσεν αὐτοῖς, ὅτι·" Καὶ ἅπερ ἐποίησα πρότερον εἰς ὑμᾶς, μεταμέλημαι, ὅτι ἔσωσα ὑμᾶς ἀπὸ τῶν ἐχθρῶν ὑμῶν, καὶ ἀνταπεδώκατέ μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ καθὼς ἐδιώχθην παρ' ὑμῶν, ἀρτίως χαίρω ἐπὶ τῇ ἀπωλείᾳ ὑμῶν." Τότε ἀπορήσαντες ἀπὸ τοῦ ῥηγὸς Λοδοΐχου, ἀπέστειλαν πρέσβεις πρὸς τὸν βασιλέα Ῥωμαίων τοῦ δοῦναι αὐτοῖς βοήθειαν καὶ λυτρώσασθαι τοῦ τοιούτου κινδύνου. Ὁ δὲ βασιλεὺς ὑπέσχετο βοηθῆσαι αὐτοῖς. Τοῦ δὲ ἀποκρισιαρίου ἀπὸ τῆς πόλεως ὑποστρέψαντος καὶ ἀγαθὰς ἀγγελίας τοῖς πέμψασιν αὐτὸν ἀποκομίζοντος περὶ τῆς τοῦ βασιλέως συμμαχίας, μήπω τούτου ἀποσωθέντος ἐν τῷ κάστρῳ, ἐκρατήθη παρὰ τῶν βιγλῶν τοῦ Σολδανοῦ. Προεγνώκει γὰρ ὁ Σολδανὸς τὴν γεγονυίαν ἀποστολὴν πρὸς ἱκεσίαν τοῦ βασιλέως Ῥωμαίων, καὶ ἐπύκτευσεν τοῦ τὸν ἀποκρισιάριον αὐτῶν κρατῆσαι, ὅπερ καὶ γέγονεν. Κρατηθέντος δὲ αὐτοῦ, ἔμαθεν τὴν ἀποτελεσθεῖσαν παρ' αὐτοῦ δουλείαν, καὶ ὅτι δι' ὀλίγων ἡμερῶν καταλαμβάνει ἡ τοῦ βασιλέως Ῥωμαίων βοήθεια. Ὁ δὲ Σολδανὸς εἶπεν τῷ αὐτῷ ἀποκρισιαρίῳ, ὅτι·" Εἰ ποιήσεις, ὅπερ σοι εἴπω, ἐλευθερίας καὶ δωρεῶν μεγίστων ἀξιωθήσῃ· εἰ δὲ μή, πονηρῷ θανάτῳ τὴν ζωὴν ἀπολέσεις." Τοῦ δὲ ὑποσχομένου ἐκπληρῶσαι τὰ κελευόμενα αὐτῷ, εἶπεν ὁ Σολδανὸς πρὸς αὐτόν, ὅτι·" Κελεύω στῆναί σε πλησίον τοῦ τείχους καὶ προσκαλέσασθαι τοὺς ἀποστείλαντάς σε καὶ εἰπεῖν πρὸς αὐτούς·" Ἐγὼ μὲν τὴν δουλείαν, ἣν ὤφειλον ποιῆσαι, πεποίηκα, καὶ τὸν βασιλέα Ῥωμαίων περὶ ὑμῶν ἐδυσώπησα· πλὴν οὖν γινώσκετε, ὅτι εἰς κενὸν ἐγένετο ἡ ὁδός μου, καὶ ὁ βασιλεὺς πάμφαυλον ἔθετο τὴν παρ' ὑμῶν γεγονυίαν ἱκεσίαν, καὶ ἀπὸ τοῦ βασιλέως μὴ ἐλπίζετε βοήθειαν"." Τοῦ δὲ ὑποσχομένου ταῦτα μετὰ χαρᾶς ἐκπληρῶσαι, ἤγαγον αὐτὸν πλησίον τοῦ κάστρου, καὶ ἐν οὐδενὶ θέμενος τὰ παρὰ τοῦ Σολδανοῦ ῥηθέντα πάντα, μήτε τὰς ἀπειλὰς αὐτοῦ φοβηθείς, μήτε ταῖς ὑποσχέσεσιν αὐτοῦ πεισθείς, ἀλλὰ τὸν τοῦ Θεοῦ φόβον ἐν τῇ καρδίᾳ αὐτοῦ θέμενος, διελογίσατο ἐν ἑαυτῷ, ὅτι·" Συμφέρον ἐστὶν ἐμὲ μόνον ἀποθανεῖν καὶ μὴ τοσαύτας ψυχὰς διὰ λόγου παγιδεῦσαι καὶ προδοῦναι εἰς θάνατον." Καὶ δὴ πλησίον τοῦ τείχους αὐτοῦ γενομένου καὶ πάντας τοὺς ἄρχοντας προσκαλεσαμένου, εἶπεν πρὸς τοὺς ἐξουσιάζοντας τοῦ τοιούτου κάστρου·" Ἐγὼ μέν, κύριοί μου, τὴν διακονίαν μου ἐξεπλήρωσα, καὶ τὰ παρὰ τοῦ βασιλέως Ῥωμαίων δηλωθέντα ὑμῖν ἀπαγγελῶ, πλὴν ὁρκίζω ὑμᾶς εἰς τὸν υἱὸν τοῦ Θεοῦ καὶ εἰς τὴν σωτηρίαν παντὸς τοῦ κάστρου καὶ αὐτῶν τῶν ψυχῶν ὑμῶν, ἵνα ἀντὶ ἐμοῦ εὐεργετή σητε τὰ τέκνα μου καὶ τὴν ἐλπίζουσαν ἀπολαβεῖν με σύμβιόν μου· ὡς γὰρ ποιήσητε μετὰ αὐτῶν, παρὰ τοῦ δικαίου καὶ μισθαποδότου ἀγαθοῦ Θεοῦ, μέλλοντος κρῖναι ζῶντας καὶ νεκρούς, τὸν μισθὸν ἀπολήψεσθε." Καὶ ταῦτα εἰπὼν παρεθάρρυνεν αὐτοὺς λέγων·" Ἐγὼ μὲν ἀπὸ τοῦ Σολδανοῦ ἀπολοῦμαι καὶ περὶ τὴν ζωὴν κινδυνεύω, ὑμεῖς δὲ στῆτε ἑδραῖοι καὶ μὴ δειλανδρήσητε, ἀλλ' ὑπομείνατε μικρόν, καὶ εἰς ὀλίγον ἡμερῶν φθάζει ἡ ἀποσταλεῖσα ὑμῖν σωτηρία παρὰ τοῦ βασιλέως Ῥωμαίων". Ταῦτα δὲ αὐτοῦ εἰπόντος, οἱ κατέχοντες αὐτὸν οἰκεῖοι τοῦ Σολδανοῦ παρὰ προσδοκίαν τὰ παρ' αὐτοῦ λαληθέντα ἀκούσαντες, ἔβρυξαν ἐπ' αὐτὸν τοὺς ὀδόντας, καὶ εἷς τοῦ ἑτέρου προέτρεχον, τίς ἄρα τῆς σφαγῆς αὐτοῦ γέγονεν αὐτουργός. Τοῦ δὲ παρ' αὐτῶν ἀναιρεθέντος, πτοηθεὶς ὁ Σολδανὸς τὴν τοῦ βασιλέως κατερχομένην δυναστείαν, ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν. Καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ οἱ τῆς Καπύης καὶ οἱ τῆς Βενεβενδοῦ εἰσὶν ὑπὸ τὴν ἐξουσίαν τῶν Ῥωμαίων εἰς τελείαν δούλωσιν καὶ ὑποταγὴν διὰ τὴν εἰς αὐτοὺς γενομένην μεγάλην ταύτην εὐεργεσίαν. Ὅτι τὸ κάστρον τοῦ Ῥαουσίου οὐ καλεῖται Ῥαούσι τῇ Ῥωμαίωδιαλέκτῳ, ἀλλ' ἐπεὶ ἐπάνω τῶν κρημνῶν ἵσταται, λέγεται ῥωμαϊστὶ" ὁ κρημνὸς λαῦ"· ἐκλήθησαν δὲ ἐκ τούτου Λαυσαῖοι, ἤγουν" οἱ καθεζόμενοι εἰς τὸν κρημνόν". Ἡ δὲ κοινὴ συνήθεια, ἡ πολλάκις μεταφθείρουσα τὰ ὀνόματα τῇ ἐναλλαγῇ τῶν γραμμάτων, μεταβαλοῦσα τὴν κλῆσιν Ῥαουσαίους τούτους ἐκάλεσεν. Οἱ δὲ αὐτοὶ Ῥαουσαῖοι τὸ παλαιὸν ἐκράτουν τὸ κάστρον τὸ ἐπιλεγόμενον Πίταυρα, καὶ ἐπειδή, ἡνίκα τὰ λοιπὰ ἐκρατήθησαν κάστρα παρὰ τῶν Σκλάβων τῶν ὄντων ἐν τῷ θέματι, ἐκρατήθη καὶ τὸ τοιοῦτον κάστρον, καὶ οἱ μὲν ἐσφάγησαν, οἱ δὲ ᾐχμαλωτίσθησαν, οἱ δὲ δυνηθέντες ἐκφυγεῖν καὶ διασωθῆναι εἰς τοὺς ὑποκρήμνους τόπους κατῴκησαν, ἐν ᾧ ἐστιν ἀρτίως τὸ κάστρον, οἰκοδομήσαντες αὐτὸ πρότερον μικρόν, καὶ πάλιν μετὰ ταῦτα μεῖζον, καὶ μετὰ τοῦτο πάλιν τὸ τεῖχος αὐτοῦ αὐξήσαντες μέχρι† δʹ ἔχειν† τὸ κάστρον διὰ τὸ πλατύνεσθαι αὐτοὺς κατ' ὀλίγον καὶ πληθύνεσθαι. Ἐκ δὲ τῶν μετοικησάντων εἰς τὸ Ῥαούσιον εἰσὶν οὗτοι· Γρηγόριος, Ἀρσάφιος, Βικτωρῖνος, Βιτάλιος, Βαλεντῖνος, ὁ ἀρχιδιάκων, Βαλεντῖνος, ὁ πατὴρ τοῦ πρωτοσπαθαρίου Στεφάνου. Ἀφ' οὗ δὲ ἀπὸ Σαλῶνα μετῴκησαν εἰς τὸ Ῥαούσιον, εἰσὶν ἔτη φʹ μέχρι τῆς σήμερον, ἥτις ἰνδικτιὼν ζʹ ἔτους υνζʹ. Ἐν δὲ τῷ αὐτῷ κάστρῳ κεῖται ὁ ἅγιος Παγκράτιος ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου, τῷ ὄντι μέσον τοῦ αὐτοῦ κάστρου. Ὅτι τοῦ Ἀσπαλάθου κάστρον, ὅπερ" παλάτιον μικρόν" ἑρμηνεύεται, ὁ βασιλεὺς Διοκλητιανὸς τοῦτο ἔκτισεν· εἶχεν δὲ αὐτὸ ὡς ἴδιον οἶκον, καὶ αὐλὴν οἰκοδομήσας ἔνδοθεν καὶ παλάτια, ἐξ ὧν τὰ πλείονα κατελύθησαν. Σώζεται δὲ μέχρι τοῦ νῦν ὀλίγα, ἐξ ὧν ἐστιν τὸ ἐπισκοπεῖον τοῦ κάστρου καὶ ὁ ναὸς τοῦ ἁγίου Δόμνου, ἐν ᾧ κατάκειται ὁ αὐτὸς ἅγιος Δόμνος, ὅπερ ἦν κοιτὼν τοῦ αὐτοῦ βασιλέως Διοκλητιανοῦ. Ὑποκάτω δὲ αὐτοῦ ὑπάρχουσιν εἰληματικαὶ καμάραι, αἵτινες ὑπῆρχον φυλακαί, ἐν αἷς τοὺς παρ' αὐτοῦ βασανιζομένους ἁγίους ἐναπέκλειεν ἀπηνῶς. Ἀπόκειται δὲ ἐν αὐτῷ τῷ κάστρῳ καὶ ὁ ἅγιος Ἀναστάσιος. Ὅτι τὸ τεῖχος τοῦ τοιούτου κάστρου οὔτε ἀπὸ βησσάλων ἐστὶν ἐκτισμένον, οὔτε ἀπὸ ἐγχορήγου, ἀλλ' ἀπὸ λίθων τετραπεδίκων, ἐχόντων εἰς μῆκος ἀνὰ ὀργυιᾶς μιᾶς, πολλάκις καὶ ἀνὰ δύο, καὶ τὸ πλάτος ἀνὰ ὀργυιᾶς μιᾶς, οἵτινές εἰσιν συνηρμοσμένοι καὶ συνδεδεμένοι εἰς ἀλλήλους μετὰ σιδήρων ἐν μολύβδῳ ἐγχυλιασμένων. Ἵστανται δὲ εἰς τὸ τοιοῦτον κάστρον καὶ κίονες πυκνοί, ἔχοντες ἐπάνω κοσμήτας, ἐν οἷς ἔμελλεν ὁ αὐτὸς βασιλεὺς Διοκλητιανὸς εἰληματικὰς ἐγεῖραι καμάρας, καὶ σκεπάσαι τὸ κάστρον ὅλον, καὶ ποιῆσαι τὰ παλάτια αὐτοῦ καὶ πάντα τὰ οἰκήματα τοῦ κάστρου ἐπάνω τῶν εἰλημάτων ἐκείνων διώροφα καὶ τριώροφα, ὥστε καὶ ὀλίγον ἐκ τοῦ αὐτοῦ κάστρου ἐσκέπασεν. Τοῦ δὲ τοιούτου κάστρου τὸ τεῖχος οὔτε περίπατον ἔχει, οὔτε προμαχῶνας, ἀλλὰ τοίχους μόνους ὑψηλοὺς καὶ τοξικὰς φωταγωγούς. Ὅτι τὸ κάστρον τὸ Τετραγγούριν νησίον ἐστὶν μικρὸν ἐν τῇ θαλάσσῃ, ἔχον καὶ τράχηλον ἕως τῆς γῆς στενώτατον δίκην γεφυρίου, ἐν ᾧ διέρχονται οἱ κατοικοῦντες εἰς τὸ αὐτὸ κάστρον. Τετραγγούριν δὲ καλεῖται διὰ τὸ εἶναι αὐτὸ μικρὸν δίκην ἀγγουρίου. Ἐν δὲ τῷ αὐτῷ κάστρῳ ἀπόκειται ὁ ἅγιος μάρτυς Λαυρέντιος, ὁ ἀρχιδιάκων. Ὅτι τὸ κάστρον τῶν Δεκατέρων ἑρμηνεύεται τῇ Ῥωμαίων διαλέκτῳ" ἐστενωμένον καὶ πεπνιγμένον", διότι εἰσέρχεται ἡ θάλασσα ὥσπερ γλῶσσα ἐστενωμένη μέχρι τῶν ιεʹ ἢ καὶ κʹ μιλίων, καὶ εἰς τὸ τῆς θαλάσσης συμπλήρωμά ἐστιν τὸ κάστρον. Ἔχει δὲ τὸ τοιοῦτον κάστρον κύκλῳ αὐτοῦ ὄρη ὑψηλά, ὥστε μόνῳ τῷ καλοκαιρίῳ βλέπειν τὸν ἥλιον διὰ τὸ μεσουρανεῖν, τῷ δὲ χειμῶνι οὐδαμῶς. Ἐν δὲ τῷ αὐτῷ κάστρῳ κεῖται ὁ ἅγιος Τρύφων ἀκέραιος πᾶσαν νόσον ἰώμενος, μάλιστα τοὺς ὑπὸ πνευμάτων ἀκαθάρτων τυραννουμένους· ὁ δὲ ναὸς αὐτοῦ ἐστιν εἰληματικός. Ὅτι τὸ κάστρον τῶν Διαδώρων καλεῖται τῇ Ῥωμαίων διαλέκτῳ" ἰὰμ ἔρα", ὅπερ ἑρμηνεύεται" ἀπάρτι ἦτον"· δηλονότι ὅτε ἡ Ῥώμη ἐκτίσθη, προεκτισμένον ἦν τὸ τοιοῦτον κάστρον· ἔστιν δὲ τὸ κάστρον μέγα. Ἡ δὲ κοινὴ συνήθεια καλεῖ αὐτὸ Διάδωρα. Ἐν δὲ τῷ αὐτῷ κάστρῳ κεῖται ἐν σαρκὶ ἡ ἁγία Ἀναστασία, ἡ παρθένος, θυγάτηρ γεγονυῖα Εὐσταθίου τοῦ κατὰ τὸν καιρὸν ἐκεῖνον βασιλεύσαντος, καὶ ὁ ἅγιος Χρυσόγονος μοναχὸς καὶ μάρτυς καὶ ἡ ἁγία ἅλυσις αὐτοῦ. Ὁ δὲ ναὸς τῆς ἁγίας Ἀναστασίας ἐστὶν δρομικός, ὅμοιος τῷ τῶν Χαλκοπρατείων ναῷ, μετὰ κιόνων πρασίνων καὶ λευκῶν, ὅλος εἰκονισμένος ἐξ ὑλογραφίας ἀρχαίας· ὁ δὲ πάτος αὐτοῦ ἐστιν ἀπὸ συγκοπῆς θαυμαστῆς. Ἔστιν δὲ καὶ ἕτερος ναὸς πλησίον αὐτοῦ εἰληματικός, ἡ Ἁγία Τριάς, καὶ ἐπάνω τοῦ ναοῦ αὐτοῦ πάλιν ἕτερος ναὸς δίκην κατηχουμένων, καὶ αὐτὸς εἰληματικός, εἰς ὃν καὶ ἀνέρχονται διὰ κοχλίου. Ὅτι εἰσὶν νησία ὑπὸ τὴν ἐπικράτειαν τῆς Δελματίας μέχρι Βενεβενδοῦ πυκνὰ καὶ πάμπολλα, ὥστε μηδέποτε φοβεῖσθαι ἐκεῖσε κλύδωνα τὰ πλοῖα. Ἐξ αὐτῶν τῶν νησίων ἐστὶν τὸ κάστρον ἡ Βέκλα, καὶ εἰς ἕτερον νησίον ἡ Ἄρβη, καὶ εἰς ἕτερον νησίον τὰ Ὄψαρα, καὶ εἰς ἕτερον νησίον τὸ Λουμβρικάτον, ἅτινα κατοικοῦνται μέχρι τοῦ νῦν. Τὰ δὲ λοιπά εἰσιν ἀοίκητα, ἔχοντα ἐρημόκαστρα, ὧν τὰ ὀνόματά εἰσιν οὕτως· Καταυτρεβενώ, Πιζούχ, Σελβώ, Σκερδά, Ἀλωήπ, Σκηρδάκισσα, Πυρότιμα, Μελετᾶ, Ἐστιουνὴζ καὶ ἕτερα πάμπολλα, ὧν τὰ ὀνόματα οὐ νοοῦνται. Τὰ δὲ λοιπὰ κάστρα, τὰ ὄντα εἰς τὴν ξηρὰν τοῦ θέματος καὶ κρατηθέντα παρὰ τῶν εἰρημένων Σκλάβων, ἀοίκητα καὶ ἔρημα ἵστανται, μηδενὸς κατοικοῦντος ἐν αὐτοῖς. 30 Διήγησις περὶ τοῦ θέματος Δελματίας. Εἰ πᾶσιν ἡ γνῶσις καλόν, καὶ ἡμεῖς ἄρα τῶν πραγμάτων τὴν γνῶσιν καταλαμβάνοντες οὐ πόρρω τούτου γινόμεθα. Ὅθεν καὶ πᾶσι φανερὰν ποιοῦμεν τῶν μεθ' ἡμᾶς πῇ μὲν τούτων τὴν δήλωσιν, πῇ δὲ ἑτέρων ἀξιολόγων τινῶν, ἵνα καὶ διπλοῦν ἐπακολουθῇ τὸ καλόν. Τοῖς οὖν καὶ τῆς Δελματίας τὴν παράληψιν ζητοῦσιν, ὅπως ἐλήφθη παρὰ τῶν Σκλαβικῶν ἐθνῶν, ἐντεῦθεν ἔστιν μαθεῖν, ἀλλὰ πρότερον τὴν θέσιν αὐτῆς διηγητέον. Ἐκ παλαιοῦ τοίνυν ἡ Δελματία τὴν ἀρχὴν μὲν εἶχεν ἀπὸ τῶν συνόρων Δυρραχίου, ἤγουν ἀπὸ Ἀντιβάρεως, καὶ παρετείνετο μὲν μέχρι τῶν τῆς Ἰστρίας ὀρῶν, ἐπλατύνετο δὲ μέχρι τοῦ Δανουβίου ποταμοῦ. Ἦν δὲ ἅπασα ἡ τοιαύτη περίχωρος ὑπὸ τὴν Ῥωμαίων ἀρχήν, καὶ ἐνδοξότερον τῶν ἄλλων ἑσπερίων θεμάτων τὸ τοιοῦτον θέμα ἐτύγχανε, πλὴν παρελήφθη παρὰ τῶν Σκλαβικῶν ἐθνῶν τρόπῳ τοιῷδε. Κάστρον ἐστὶν πλησίον Ἀσπαλάθου, ὃ Σαλῶνα λέγεται, ἔργον Διοκλητιανοῦ τοῦ βασιλέως, ἀλλ' ἡ μὲν Ἀσπάλαθος καὶ αὐτὴ παρὰ Διοκλητιανοῦ ἐκτίσθη, καὶ τὰ αὐτοῦ βασιλικὰ ἐκεῖσε ἐτύγχανον, εἰς δὲ Σαλῶνα κατῴκουν οἵ τε μεγιστᾶνες αὐτοῦ καὶ τῶν ὄχλων ἱκανοί. Ὑπῆρχε δὲ τὸ τοιοῦτον κάστρον κεφαλὴ πάσης τῆς Δελματίας. Ἠθροίζοντο οὖν ἀνὰ πᾶν ἔτος ἐκ τῶν λοιπῶν κάστρων Δελματίας στρατιῶται ἔφιπποι, καὶ ἀπεστέλλοντο ἀπὸ Σαλῶνος μέχρι τῶν χιλίων, καὶ ἐφύλαττον εἰς τὸν Δανούβιν ποταμὸν ἕνεκεν τῶν Ἀβάρων. Οἱ γὰρ Ἄβαρεις ἐκεῖθεν τοῦ Δανουβίου ποταμοῦ τὰς διατριβὰς ἐποιοῦντο, ἔνθα ἀρτίως εἰσὶν οἱ Τοῦρκοι νομάδα βίον ζῶντες. Ἀπερχόμενοι δὲ οἱ Δελματίας κατ' ἔτος ἔβλεπον πολλάκις ἐκεῖθεν τοῦ ποταμοῦ τά τε κτήνη καὶ τοὺς ἀνθρώπους. Ἔδοξεν οὖν αὐτοῖς κατά τινα χρόνον διαπερᾶσαι καὶ ἐρευνῆσαι, τίνες εἰσὶν οἱ ἐκεῖσε τὴν δίαιταν ἔχοντες. Περάσαντες οὖν εὗρον τὰς γυναῖκας τῶν Ἀβάρων καὶ τὰ παιδία μόνα, τοὺς ἄνδρας δὲ καὶ τὴν ἀκμάζουσαν ἡλικίαν ἐν ταξιδίῳ. Ἄφνω οὖν ἐπιπέσαντες ᾐχμαλώτευσαν αὐτούς, καὶ ὑπέστρεψαν ἀταλαιπώρως, ἀποκομίσαντες τὴν τοιαύτην πραῖδαν εἰς Σαλῶνα. Ὡς οὖν ὑπέστρεψαν οἱ Ἄβαρεις ἐκ τοῦ ταξιδίου καὶ τὸ γενόμενον, ἀφ' ὧν ἔπαθον, ἔμαθον, ἐταράχθησαν μέν, ἠγνόουν δέ, ὁπόθεν αὐτοῖς ἡ τοιαύτη πληγὴ προσεγένετο. Ἔδοξεν οὖν παραφυλάξαι αὐτοῖς τὸν καιρὸν καὶ μαθεῖν τὸ πᾶν ἐξ αὐτοῦ. Ἐπεὶ οὖν κατὰ τὸ σύνηθες αὖθις οἱ ταξεῶται ἀπεστάλησαν ἀπὸ Σαλῶνος, ἦσαν δὲ οὐκ ἐκεῖνοι, ἀλλ' ἕτεροι, ταὐτὰ ἐκείνοις καὶ οὗτοι κατὰ βουλὰς ἔθεντο. Διεπέρασαν οὖν κατ' αὐτῶν, ἐντυχόντες δὲ αὐτοῖς συνηγμένοις ὁμοῦ, οὐχ, ὡς τὸ πρότερον, ἐσκορπισμένοις, οὐ μόνον οὐδὲν οὐκ ἐποίησαν, ἀλλὰ καὶ τὰ πάντων δεινότατα ἔπαθον. Οἱ μὲν γὰρ αὐτῶν ἐσφάγησαν, οἱ δὲ λοιποὶ ἐχειρώθησαν ζῶντες, καὶ οὐδεὶς ἐκείνων τῶν χειρῶν ἐξέφυγεν. Ἐξετάσαντες δὲ αὐτούς, τίνες τε καὶ ὅθεν εἰσίν, καὶ ἀναμαθόντες, ὅτι ἐξ αὐτῶν ἔπαθον τὴν εἰρημένην πληγήν, ἔτι δὲ καὶ περὶ τῆς ποιότητος τοῦ τόπου αὐτῶν ἐρευνήσαντες, καὶ ὅσον ἐξ ἀκοῆς ἀρεσθέντες, ἐκράτησαν τοὺς ζῶντας δεσμίους, καὶ ἐνεδύσαντο τὰ ἱμάτια αὐτῶν, καθὰ ἐκεῖνοι, καὶ δὴ τοὺς ἵππους ἀναβάντες, λαβόντες ἐπὶ χεῖρας τά τε φλάμμουλα καὶ τὰ λοιπὰ σημεῖα, ἃ ἐπεφέροντο μετ' αὐτῶν, ἀπῆραν πάντες φοσσατικῶς καὶ κατὰ τῆς Σαλῶνος ὥρμησαν. Ὡς οὖν καὶ τὸν καιρὸν ἔμαθον ζητήσαντες, καθ' ὃν οἱ ταξεῶται ἐκ τοῦ Δανουβίου ὑπέστρεφον (ἦν δὲ τὸ μέγα καὶ ἅγιον σάββατον), ἦλθον καὶ κατὰ τὴν αὐτὴν ἡμέραν. Καὶ τὸ μὲν πλῆθος, ὅτε δήπου πλησίον ἐγένοντο, τοῦ φοσσάτου ἀπεκρύβη, μέχρι δὲ τῶν χιλίων, οἵτινες τούς τε ἵππους καὶ τὰς στολὰς εἰς ἀπάτην ἐκέκτηντο τῶν Δελματινῶν, ἐξήλασαν. Ἀναγνωρίσαντες δὲ οἱ τοῦ κάστρου τά τε σημεῖα καὶ τὴν ἀμφίασιν αὐτῶν, ἀλλὰ καὶ τὴν ἡμέραν, ὡς ἔθους ὄντος αὐτοῖς τοῦ ὑποστρέφειν ἐν αὐτῇ, ἤνοιξαν τὰς πόρτας, καὶ ὑπεδέξαντο αὐτοὺς μετὰ περιχαρείας. Ἐκεῖνοι δὲ ἅμα τῷ εἰσελθεῖν τάς τε πόρτας ἐκράτησαν, καὶ δήλην διὰ σημείου τὴν πρᾶξιν τῷ φοσσάτῳ πεποιηκότες, συνεισδραμεῖν καὶ συνεισελθεῖν παρεσκεύασαν. Κατέσφαξαν οὖν πάντας τοὺς τῆς πόλεως, καὶ ἔκτοτε κατεκράτησαν πᾶσαν τὴν χώραν Δελματίας, καὶ κατεσκήνωσαν ἐν αὐτῇ. Μόνα δὲ τὰ πρὸς θάλασσαν πολίχνια οὐ συνέδωκαν αὐτοῖς, ἀλλὰ κατείχοντο παρὰ τῶν Ῥωμαίων διὰ τὸ εἶναι τὸν πόρον τῆς ζωῆς αὐτῶν ἐκ τῆς θαλάσσης. Ἰδόντες οὖν οἱ Ἄβαρεις καλλίστην οὖσαν τὴν τοιαύτην γῆν, κατεσκήνωσαν ἐν αὐτῇ. Οἱ δὲ Χρωβάτοι κατῴκουν τηνικαῦτα ἐκεῖθεν Βαγιβαρείας, ἔνθα εἰσὶν ἀρτίως οἱ Βελοχρωβάτοι. Μία δὲ γενεὰ διαχωρισθεῖσα ἐξ αὐτῶν, ἤγουν ἀδελφοὶ πέντε, ὅ τε Κλουκᾶς καὶ ὁ Λόβελος καὶ ὁ Κοσέντζης καὶ ὁ Μουχλὼ καὶ ὁ Χρωβάτος καὶ ἀδελφαὶ δύο, ἡ Τουγὰ καὶ ἡ Βουγά, μετὰ τοῦ λαοῦ αὐτῶν ἦλθον εἰς Δελματίαν, καὶ εὗρον τοὺς Ἄβαρεις κατέχοντας τὴν τοιαύτην γῆν. Ἐπί τινας οὖν χρόνους πολεμοῦντες ἀλλήλους, ὑπερίσχυσαν οἱ Χρωβάτοι, καὶ τοὺς μὲν τῶν Ἀβάρων κατέσφαξαν, τοὺς δὲ λοιποὺς ὑποταγῆναι κατηνάγκασαν. Ἔκτοτε οὖν κατεκρατήθη ἡ τοιαύτη χώρα παρὰ τῶν Χρωβάτων, καὶ εἰσὶν ἀκμὴν ἐν Χρωβατίᾳ ἐκ {τοὺς} τῶν Ἀβάρων, καὶ γινώσκονται Ἄβαρεις ὄντες. Οἱ δὲ λοιποὶ Χρωβάτοι ἔμειναν πρὸς Φραγγίαν, καὶ λέγονται ἀρτίως Βελοχρωβάτοι, ἤγουν ἄσπροι Χρωβάτοι, ἔχοντες ἴδιον ἄρχοντα· ὑπόκεινται δὲ Ὤτῳ, τῷ μεγάλῳ ῥηγὶ Φραγγίας, τῆς καὶ Σαξίας, καὶ ἀβάπτιστοι τυγχάνουσιν, συμπενθερίας μετὰ τοὺς Τούρκους καὶ ἀγάπας ἔχοντες. Ἀπὸ δὲ τῶν Χρωβάτων, τῶν ἐλθόντων ἐν Δελματίᾳ, διεχωρίσθη μέρος τι, καὶ ἐκράτησεν τὸ Ἰλλυρικὸν καὶ τὴν Παννονίαν· εἶχον δὲ καὶ αὐτοὶ ἄρχοντα αὐτεξούσιον, διαπεμπόμενον καὶ μόνον πρὸς τὸν ἄρχοντα Χρωβατίας κατὰ φιλίαν. Μέχρι δὲ χρόνων τινῶν ὑπετάσσοντο καὶ οἱ ἐν Λελματίᾳ ὄντες Χρωβάτοι τοῖς Φράγ γοις, καθὼς καὶ πρότερον ἐν τῇ χώρᾳ αὐτῶν· τοσοῦτον δὲ ἐσκληρύνοντο οἱ Φράγγοι πρὸς αὐτούς, ὅτι τὰ ὑπομάσθια τῶν Χρωβάτων φονεύοντες προσέρριπτον αὐτὰ σκύλαξιν. Μὴ δυνάμενοι δὲ οἱ Χρωβάτοι ταῦτα παρὰ τῶν Φράγγων ὑφίστασθαι, διέστησαν ἀπ' αὐτῶν, φονεύσαντες καὶ οὓς εἶχον ἄρχοντας ἐξ αὐτῶν. Ὅθεν ἐστράτευσαν κατ' αὐτῶν ἀπὸ Φραγγίας φοσσᾶτον μέγα, καὶ ἐπὶ ἑπτὰ χρόνους πολεμήσαντες ἀλλήλοις, ὀψὲ καὶ μόγις ὑπερίσχυσαν οἱ Χρωβάτοι, καὶ ἀνεῖλον τοὺς Φράγγους πάντας καὶ τὸν ἄρχοντα αὐτῶν Κοτζίλιν καλούμενον. Ἔκτοτε δὲ μείναντες αὐτοδέσποτοι καὶ αὐτόνομοι, ἐξῃτήσαντο τὸ ἅγιον βάπτισμα παρὰ τοῦ Ῥώμης, καὶ ἀπεστάλησαν ἐπίσκοποι, καὶ ἐβάπτισαν αὐτοὺς ἐπὶ Πορίνου, τοῦ ἄρχοντος αὐτῶν. Διεμερίσθη οὖν ἡ χώρα αὐτῶν εἰς ζουπανίας ιαʹ, ἤγουν ἡ Χλεβίανα, ἡ Τζένζηνα, τὰ Ἤμοτα, ἡ Πλέβα, ἡ Πεσέντα, ἡ Παραθαλασσία, ἡ Βρεβέρη, ἡ Νόνα, ἡ Τνήνα, ἡ Σίδραγα, ἡ Νίνα· καὶ ὁ βοάνος αὐτῶν κρατεῖ τὴν Κρίβασαν, τὴν Λίτζαν καὶ τὴν Γουτζησκά. Καὶ ἡ μὲν εἰρημένη Χρωβατία, ἀλλὰ καὶ αἱ λοιπαὶ Σκλαβηνίαι διάκεινται οὕτως· ἡ δὲ Διόκλεια πλησιάζει πρὸς τὰ καστέλλια τοῦ Δυρραχίου, ἤγουν πρὸς τὸν Ἐλισσὸν καὶ πρὸς τὸ Ἑλκύνιον καὶ τὴνἈντίβαριν, καὶ ἔρχεται μέχρι τῶν Δεκατέρων, πρὸς τὰ ὀρεινὰ δὲ πλησιάζει τῇ Σερβλίᾳ. Ἀπὸ δὲ τοῦ κάστρου τῶν Δεκατέρων ἄρχεται ἡ ἀρχοντία Τερβουνίας, καὶ παρεκτείνεται μέχρι τοῦ Ῥαουσίου, πρὸς δὲ τὰ ὀρεινὰ αὐτῆς πλησιάζει τῇ Σερβλίᾳ. Ἀπὸ δὲ τοῦ Ῥαουσίου ἄρχεται ἡ ἀρχοντία τῶν Ζαχλούμων, καὶ παρεκτείνεται μέχρι τοῦ Ὀροντίου ποταμοῦ, καὶ πρὸς μὲν τὴν παραθαλασσίαν πλησιάζει τοῖς Παγανοῖς, πρὸς δὲ τὰ ὀρεινὰ εἰς ἄρκτον μὲν πλησιάζει τοῖς Χρωβάτοις, εἰς κεφαλὴν δὲ τῇ Σερβλίᾳ. Ἀπὸ δὲ τοῦ Ὀροντίου ποταμοῦ ἄρχεται ἡ Παγανία, καὶπαρεκτείνεται μέχρι τοῦ ποταμοῦ τῆς Ζεντίνας, τρεῖς ἔχουσα ζουπανίας, τὴν Ῥάστωτζαν καὶ τὸν Μοκρὸν καὶ τοῦ Δαλέν. Καὶ αἱ μὲν δύο ζουπανίαι, ἤγουν ἡ Ῥάστωτζα καὶ ἡ τοῦ Μοκροῦ, πρόσκεινται τῇ θαλάσσῃ, αἵτινες καὶ σαγήνας ἔχουσιν· ἡ δὲ τοῦ Δαλενοῦ μήκοθέν ἐστιν τῆς θαλάσσης, καὶ ἐκ τῆς ἐργασίας ζῶσι τῆς γῆς. Πλησιάζουσιν δὲ αὐτοῖς νῆσοι τέσσαρες, τὰ Μέλετα, τὰ Κούρκουρα, ἡ Βράτζα καὶ ὁ Φάρος, κάλλισται καὶ εὐφορώταται, ἐρημόκαστρα ἔχουσαι καὶ ἐλαιῶνας πολλούς· οἰκοῦσι δὲ ἐν αὐταῖς, καὶ ἔχουσι τὰ κτήνη αὐτῶν, καὶ ἐξ αὐτῶν ζῶσιν. Ἀπὸ δὲ τῆς Ζεντίνας τοῦ ποταμοῦ ἄρχεται ἡ χώρα Χρωβατίας, καὶ παρεκτείνεται πρὸς μὲν τὴν παραθαλασσίαν μέχρι τῶν συνόρων Ἰστρίας, ἤγουν τοῦ κάστρου Ἀλβούνου, πρὸς δὲ τὰ ὀρεινὰ καὶ ὑπέρκειται μέχρι τινὸς τῷ θέματι Ἰστρίας, πλησιάζει δὲ πρὸς τὴν Τζέντινα καὶ τὴν Χλέβενα τῇ χώρᾳ Σερβλίας. Ἡ γὰρ χώρα Σερβλίας εἰς κεφαλὴν μέν ἐστιν πασῶν τῶν λοιπῶν χωρῶν, πρὸς ἄρκτον δὲ πλησιάζει τῇ Χρωβατίᾳ, πρὸς μεσημβρίαν δὲ τῇ Βουλγαρίᾳ. Ἀφ' οὗ δὲ κατεσκήνωσαν οἱ εἰρημένοι Σκλάβοι, κατεκράτησαν πᾶσαν τὴν περίχωρον Δελματίας· ἠργάζοντο δὲ τὰ κάστρα τῶν Ῥωμάνων τὰς νήσους, καὶ ἔζουν ἐξ αὐτῶν· ὑπὸ δὲ τῶν Παγανῶν καθ' ἑκάστην ἐπαιχμαλωτιζόμενοι καὶ ἀφανιζόμενοι κατέλιπον τὰς τοιαύτας νήσους, βουλόμενοι εἰς τὴν ἤπειρον ἐργάζεσθαι. Ἐκωλύοντο δὲ παρὰ τῶν Χρωβάτων· οὔπω γὰρ ἐτέλουν αὐτοὺς φόρους, ἀλλὰ πάντα, ἅπερ ἀρτίως παρέχουσι τοῖς Σκλάβοις, τῷ στρατηγῷ ταῦτα παρεῖχον. Ἀδυνάτως δὲ ἔχοντες τοῦ ζῆν προσῆλθον Βασιλείῳ, τῷ ἀοιδίμῳ βασιλεῖ, ἀναδιδάξαντες τὰ εἰρημένα πάντα. Ὁ οὖν ἀοίδιμος ἐκεῖνος βασιλεὺς Βασίλειος προετρέψατο πάντα τὰ διδόμενα τῷ στρατηγῷ δίδοσθαι παρ' αὐτῶν τοῖς Σκλάβοις καὶ εἰρηνικῶς ζῆν μετ' αὐτῶν καὶ βραχύ τι δίδοσθαι τῷ στρατηγῷ, ἵνα μόνον δείκνυται ἡ πρὸς τοὺς βασιλεῖς τῶν Ῥωμαίων καὶ πρὸς τὸν στρατηγὸν αὐτῶν ὑποταγὴ καὶ δούλωσις. Καὶ ἔκτοτε ἐγένοντο πάντα τὰ τοιαῦτα κάστρα ὑπόφορα τῶν Σκλάβων, καὶ τελοῦσιν αὐτοῖς πάκτα, τὸ μὲν κάστρον ἡ Ἀσπάλαθος νομίσματα σʹ, τὸ κάστρον τὸ Τετραγγούριν νομίσματα ρʹ, τὸ κάστρον τὰ Διάδωρα νομίσματα ριʹ, τὸ κάστρον τὰ Ὄψαρα νομίσματα ρʹ, τὸ κάστρον ἡ Ἄρβη νομίσματα ρʹ, τὸ κάστρον ἡ Βέκλα νομίσματα ρʹ, ὡς ὁμοῦ νομίσματα ψιʹ ἐκτὸς οἴνου καὶ ἑτέρων διαφόρων εἰδῶν· ταῦτα γὰρ πλείονά εἰσιν ὑπὲρ τὰ νομίσματα. Τὸ δὲ κάστρον τὸ Ῥαούσιον μέσον τῶν δύο χωρῶν πρόσκειται, τῶν τε Ζαχλούμων καὶ τῆς Τερβουνίας· ἔχουσι δὲ καὶ τοὺς ἀμπελῶνας αὐτῶν εἰς ἀμφοτέρας τὰς χώρας, καὶ τελοῦσι πρὸς μὲν τὸν ἄρχοντα τῶν Ζαχλούμων νομίσματα λ ʹ, πρὸς δὲ τὸν ἄρχοντα Τερβουνίας νομίσματα λ ʹ. 31 Περὶ τῶν Χρωβάτων καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι οἱ Χρωβάτοι, οἱ εἰς τὰ τῆς Δελματίας νῦν κατοικοῦντες μέρη, ἀπὸ τῶν ἀβαπτίστων Χρωβάτων, τῶν καὶ ἄσπρων ἐπονομαζομένων, κατάγονται, οἵτινες Τουρκίας μὲν ἐκεῖθεν, Φραγγίας δὲ πλησίον κατοικοῦσι, καὶ συνοροῦσι Σκλάβοις, τοῖς ἀβαπτίστοις Σέρβλοις. Τὸ δὲ Χρωβάτοι τῇ τῶν Σκλάβων διαλέκτῳ ἑρμηνεύεται, τουτέστιν" οἱ πολλὴν χώραν κατέχοντες". Οἱ δὲ αὐτοὶ Χρωβάτοι εἰς τὸν βασιλέα τῶν Ῥωμαίων, Ἡράκλειον πρόσφυγες παρεγένοντο πρὸ τοῦ τοὺς Σέρβλους προσφυγεῖν εἰς τὸν αὐτὸν βασιλέα, Ἡράκλειον κατὰ τὸν καιρόν, ὃν οἱ Ἄβαρεις πολεμήσαντες, ἀπ' ἐκεῖσε τοὺς Ῥωμάνους ἐναπεδίωξαν, οὓς ὁ βασιλεὺς Διοκλητιανὸς ἀπὸ Ῥώμης ἀγαγὼν ἐκεῖσε κατεσκήνωσεν, διὸ καὶ Ῥωμᾶνοι ἐκλήθησαν διὰ τὸ ἀπὸ Ῥώμης μετοίκους αὐτοὺς γενέσθαι ἐν ταῖς τοιαύταις χώραις, ἤγουν τῆς νῦν καλουμένης Χρωβατίας καὶ Σερβλίας. Παρὰ δὲ τῶν Ἀβάρων ἐκδιωχθέντες οἱ αὐτοὶ Ῥωμᾶνοι ἐνταῖς ἡμέραις τοῦ αὐτοῦ βασιλέως Ῥωμαίων, Ἡρακλείου, αἱ τούτων ἔρημοι καθεστήκασιν χῶραι. Προστάξει οὖν τοῦ βασιλέως Ἡρακλείου οἱ αὐτοὶ Χρωβάτοι καταπολεμήσαντες καὶ ἀπὸ τῶν ἐκεῖσε τοὺς Ἀβάρους ἐκδιώξαντες, Ἡρακλείου τοῦ βασιλέως κελεύσει ἐν τῇ αὐτῇ τῶν Ἀβάρων χώρᾳ, εἰς ἣν νῦν οἰκοῦσιν, κατεσκήνωσαν. Εἶχον δὲ οἱ αὐτοὶ Χρωβάτοι τῷ τότε καιρῷ ἄρχοντα τὸν πατέρα τοῦ Ποργᾶ. Ὁ δὲ βασιλεὺς Ἡράκλειος ἀποστείλας καὶ ἀπὸ Ῥώμης ἀγαγὼν ἱερεῖς καὶ ἐξ αὐτῶν ποιήσας ἀρχιεπίσκοπον καὶ ἐπίσκοπον καὶ πρεσβυτέρους καὶ διακόνους, τοὺς Χρωβάτους ἐβάπτισεν· εἶχον δὲ τῷ τότε καιρῷ οἱ τοιοῦτοι Χρωβάτοι ἄρχοντα τὸν Ποργᾶ. Ὅτι ἡ τοιαύτη χώρα, εἰς ἣν οἱ Χρωβάτοι κατεσκηνώθησαν, ἐξ ἀρχῆς ὑπὸ τὴν ἐξουσίαν ἦν τοῦ βασιλέως τῶν Ῥωμαίων, ἐξ οὗ καὶ παλάτια καὶ ἱπποδρόμια τοῦ βασιλέως Διοκλητιανοῦ ἐν τῇ τῶν αὐτῶν Χρωβάτων χώρᾳ μέχρι τῆς νῦν περισώζονται εἰς τὸ κάστρον Σαλώνας πλησίον τοῦ κάστρου Ἀσπαλάθου. Ὅτι οὗτοι οἱ βαπτισμένοι Χρωβάτοι ἔξωθεν τῆς ἰδίας αὐτῶν χώρας πολεμεῖν ἀλλοτρίας οὐ βούλονται· χρησμὸν γάρ τινα καὶ ὁρισμὸν ἔλαβον παρὰ τοῦ πάπα Ῥώμης, τοῦ ἐπὶ Ἡρακλείου, τοῦ βασιλέως Ῥωμαίων, ἀποστείλαντος ἱερεῖς καὶ τούτους βαπτίσαντος. Καὶ γὰρ οὗτοι οἱ Χρωβάτοι μετὰ τὸ αὐτοὺς βαπτισθῆναι συνθήκας καὶ ἰδιόχειρα ἐποιήσαντο καὶ πρὸς τὸν ἅγιον Πέτρον, τὸν ἀπόστολον ὅρκους βεβαίους καὶ ἀσφαλεῖς, ἵνα μηδέποτε εἰς ἀλλοτρίαν χώραν ἀπέλθωσιν καὶ πολεμήσωσιν, ἀλλὰ μᾶλλον εἰρηνεύειν μετὰ πάντων τῶν βουλομένων, λαβόντες καὶ παρὰ τοῦ αὐτοῦ πάπα Ῥώμης εὐχὴν τοιάνδε, ὡς εἴ τινες ἄλλοι ἐθνικοὶ κατὰ τῆς τῶν αὐτῶν Χρωβάτων χώρας ἐπέλθωσιν καὶ πόλεμον ἐπενέγκωσιν, ἵνα τῶν Χρωβάτων ὁ Θεὸς προπολεμεῖ καὶ προΐσταται, καὶ νίκας αὐτοῖς Πέτρος ὁ τοῦ Χριστοῦ μαθητὴς προξενεῖ. Μετὰ δὲ χρόνους πολλοὺς ἐν ταῖς ἡμέραις Τερπημέρη τοῦ ἄρχοντος, τοῦ πατρὸς τοῦ ἄρχοντος Κρασημέρη, ἐλθὼν ἀπὸ Φραγγίας, τῆς μεταξὺ Χρωβατίας καὶ Βενετίας, ἀνήρ τις τῶν πάνυ μὲν εὐλαβῶν, Μαρτῖνος ὀνόματι, σχῆμα δὲ κοσμικὸν περιβεβλημένος, ὃν καὶ λέγουσιν οἱ αὐτοὶ Χρωβάτοι θαύ ματα ἱκανὰ ποιῆσαι· ἀσθενὴς δὲ ὢν ὁ τοιοῦτος εὐλαβὴς ἀνὴρ καὶ τοὺς πόδας ἠκρωτηριασμένος, ὥστε ὑπὸ τεσσάρων βαστάζεσθαι καὶ περιφέρεσθαι, ὅπου δ' ἂν καὶ βούλεται, τὴν τοιαύτην τοῦ ἁγιωτάτου πάπα ἐντολὴν τοῖς αὐτοῖς Χρωβάτοις διατηρεῖν μέχρι τέλους ζωῆς αὐτῶν ἐπεθέσπισεν, ἐπευξάμενος δὲ καὶ αὐτὸς αὐτοῖς τὴν ὁμοίαν τοῦ πάπα εὐχήν. Διὰ τοῦτο οὔτε αἱ σαγῆναι τῶν τοιούτων Χρωβάτων, οὔτε αἱ κονδοῦραι οὐδέποτε κατά τινος πρὸς πόλεμον ἀπέρχονται, εἰ μὴ ἄρα τις κατ' αὐτῶν ἐπέλθοι. Πλὴν διὰ τῶν τοιούτων πλοίων ἀπέρχονται οἱ βουλόμενοι τῶν Χρωβάτων διοικεῖν ἐμπόρια, ἀπὸ κάστρον εἰς κάστρον περιερχόμενοι τήν τε Παγανίαν καὶ τὸν κόλπον τῆς Δελματίας καὶ μέχρι Βενετίας. Ὅτι ὁ ἄρχων Χρωβατίας ἐξ ἀρχῆς, ἤγουν ἀπὸ τῆς βασιλείας Ἡρακλείου τοῦ βασιλέως, δουλικῶς ἐστιν ὑποτεταγμένος τῷ βασιλεῖ Ῥωμαίων, καὶ οὐδέποτε τῷ ἄρχοντι Βουλγαρίας καθυπετάγη. Ἀλλ' οὐδὲ Βούλγαρος ἀπῆλθεν πρὸς πόλεμον κατὰ τῶν Χρωβάτων, εἰ μὴ Μιχαήλ, ὁ ἄρχων Βουλγαρίας, ὁ Βορίσης, ἀπελθὼν καὶ πολεμήσας αὐτοῖς καὶ μηδὲν ἀνύσαι δυνηθεὶς εἰρήνευσε μετ' αὐτῶν, ξενιάσας τοὺς Χρωβάτους καὶ ξενιασθεὶς παρὰ τῶν Χρωβάτων. Ἀλλ' οὐδὲ πώποτε οἱ Χρωβάτοι οὗτοι τοῖς Βουλγάροις πάκτον δεδώκασιν, εἰ μὴ πολλάκις ἀμφότεροι ξένιά τινα πρὸς ἀλλήλους παρέσχον φιλοφρονήσεως ἕνεκα. Ὅτι ἐν τῇ βαπτισμένῃ Χρωβατίᾳ εἰσὶν κάστρα οἰκούμενα· ἡ Νῶνα, τὸ Βελέγραδον, τὸ Βελίτζιν, τὸ Σκόρδονα, τὸ Χλεβένα, τὸ Στόλπον, τὸ Τενήν, τὸ Κόρι, τὸ Κλαβώκα. Ὅτι ἡ βαπτισμένη Χρωβατία ἐκβάλλει καβαλλαρικὸν ἕως τῶν ξʹ χιλιάδων, πεζικὸν δὲ ἕως χιλιάδων ρʹ καὶ σαγήνας μέχρι τῶν πʹ καὶ κονδούρας μέχρι τῶν ρʹ. Καὶ αἱ μὲν σαγῆναι ἔχουσιν ἀνὰ ἀνδρῶν μʹ, αἱ δὲ κονδοῦραι ἀνὰ ἀνδρῶν κʹ, αἱ δὲ μικρότεραι κονδοῦραι ἀνὰ ἀνδρῶν ιʹ. Ὅτι τὴν πολλὴν ταύτην δύναμιν καὶ τὸ τοῦ λαοῦ πλῆθος εἶχεν ἡ Χρωβατία μέχρι τοῦ ἄρχοντος Κρασημέρη. Κἀκείνου μὲν τελευτήσαντος, τοῦ δὲ υἱοῦ αὐτοῦ, Μιροσθλάβου ἄρξαντος ἔτη τέσσαρα καὶ ὑπὸ τοῦ Πριβουνία βοεάνου ἀναιρεθέντος, καὶ διχονοιῶν καὶ πολλῶν διχοστασιῶν εἰς τὴν χώραν γενομένων, ἠλάττωται καὶ τὸ καβαλλαρικὸν καὶ τὸ πεζικὸν καὶ αἱ σαγῆναι καὶ αἱ κονδοῦραι τῆς ἐξουσίας τῶν Χρωβάτων. Ἀρτίως δὲ ἔχει σαγήνας λʹ, κονδούρας μεγάλας καὶ μικρὰς*** καὶ καβαλλαρικὸν*** καὶ πεζικὸν***. Ὅτι ἡ μεγάλη Χρωβατία, ἡ καὶ ἄσπρη ἐπονομαζομένη, ἀβάπτιστος τυγχάνει μέχρι τῆς σήμερον, καθὼς καὶ οἱ πλησιάζοντες αὐτὴν Σέρβλοι. Ὀλιγώτερον δὲ καβαλλαρικὸν ἐκβάλλουσιν, ὁμοίως καὶ πεζικὸν παρὰ τὴν βαπτισμένην Χρωβατίαν, ὡς συνεχέστερον πραιδευόμενοι παρά τε τῶν Φράγγων καὶ Τούρκων καὶ Πατζινακιτῶν. Ἀλλ' οὐδὲ σαγήνας κέκτηνται, οὔτε κονδούρας, οὔτε ἐμπορευτικὰ πλοῖα, ὡς μήκοθεν οὔσης τῆς θαλάσσης· ἀπὸ γὰρ τῶν ἐκεῖσε μέχρι τῆς θαλάσσης ὁδός ἐστιν ἡμερῶν λʹ. Ἡ δὲ θάλασσα, εἰς ἣν διὰ τῶν λʹ ἡμερῶν κατέρχονται, ἐστὶν ἡ λεγομένη σκοτεινή. 32 Περὶ τῶν Σέρβλων καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ἰστέον, ὅτι οἱ Σέρβλοι ἀπὸ τῶν ἀβαπτίστων Σέρβλων, τῶν καὶ ἄσπρων ἐπονομαζομένων, κατάγονται, τῶν τῆς Τουρκίας ἐκεῖθεν κατοικούντων εἰς τὸν παρ' αὐτοῖς Βοΐκι τόπον ἐπονομαζόμενον, ἐν οἷς πλησιάζει καὶ ἡ Φραγγία, ὁμοίως καὶ ἡ μεγάλη Χρωβατία, ἡ ἀβάπτιστος, ἡ καὶ ἄσπρη προσαγορευομένη· ἐκεῖσε τοίνυν καὶ οὗτοι οἱ Σέρβλοι τὸ ἀπ' ἀρχῆς κατῴκουν. Δύο δὲ ἀδελφῶν τὴν ἀρχὴν τῆς Σερβλίας ἐκ τοῦ πατρὸς διαδεξαμένων, ὁ εἷς αὐτῶν τὸ τοῦ λαοῦ ἀναλαβόμενος ἥμισυ, εἰς Ἡράκλειον, τὸν βασιλέα Ῥωμαίων, προσέφυγεν, ὃν καὶ προσδεξάμενος ὁ αὐτὸς Ἡράκλειος βασιλεύς, παρέσχεν τόπον εἰς κατασκήνωσιν ἐν τῷ θέματι Θεσσαλονίκης τὰ Σέρβλια, ἃ ἔκτοτε τὴν τοιαύτην προσηγορίαν ἀπείληφεν. Σέρβλοι δὲ τῇ τῶν Ῥωμαίων διαλέκτῳ" δοῦλοι" προσαγορεύονται, ὅθεν καὶ" σέρβυλα" ἡ κοινὴ συνήθεια τὰ δουλικά φησιν ὑποδήματα, καὶ" τζερβουλιανοὺς" τοὺς τὰ εὐτελῆ καὶ πενιχρὰ ὑποδήματα φοροῦντας. Ταύτην δὲ τὴν ἐπωνυμίαν ἔσχον οἱ Σέρβλοι διὰ τὸ δοῦλοι γενέσθαι τοῦ βασιλέως Ῥωμαίων. Μετὰ δὲ χρόνον τινὰ ἔδοξεν τοὺς αὐτοὺς Σέρβλους εἰς τὰ ἴδια ἀπελθεῖν, καὶ τούτους ἀπέστειλεν ὁ βασιλεύς. Ὅτε δὲ διεπέρασαν τὸν Δανούβιν ποταμόν, μετάμελοι γενόμενοι ἐμήνυσαν Ἡρακλείῳ τῷ βασιλεῖ διὰ τοῦ στρατηγοῦ, τοῦ τότε τὸ Βελέγραδον κρατοῦντος, δοῦναι αὐτοῖς ἑτέραν γῆν εἰς κατασκήνωσιν. Καὶ ἐπειδὴ ἡ νῦν Σερβλία καὶ Παγανία καὶ ἡ ὀνομασθεῖσα Ζαχλούμων χώρα καὶ Τερβουνία καὶ ἡ τῶν Καναλιτῶν ὑπὸ τὴν ἐξουσίαν τοῦ βασιλέως Ῥωμαίων ὑπῆρχον, ἐγένοντο δὲ αἱ τοιαῦται χῶραι ἔρημοι παρὰ τῶν Ἀβάρων (ἀπὸ τῶν ἐκεῖσε γὰρ Ῥωμάνους τοὺς νῦν Δελματίαν καὶ τὸ Δυρράχιον οἰκοῦντας ἀπέλασαν), {καὶ} κατεσκήνωσεν ὁ βασιλεὺς τοὺς αὐτοὺς Σέρβλους ἐν ταῖς τοιαύταις χώραις, καὶ ἦσαν τῷ βασιλεῖ Ῥωμαίων ὑποτασσόμενοι, οὓς ὁ βασιλεὺς πρεσβύτας ἀπὸ Ῥώμης ἀγαγὼν ἐβάπτισεν, καὶ διδάξας αὐτοὺς τὰ τῆς εὐσεβείας τελεῖν καλῶς, αὐτοῖς τὴν τῶν Χριστιανῶν πίστιν ἐξέθετο. Ἐπεὶ δὲ ἡ Βουλγαρία ὑπὸ τὴν ἐξουσίαν ἦν τῶν Ῥωμαίων,*** αὐτοῦ οὖν τοῦ ἄρχοντος τοῦ Σέρβλου, τοῦ εἰς τὸν βασιλέα προσφυγόντος, τελευτήσαντος, κατὰ διαδοχὴν ἦρξεν ὁ υἱὸς αὐτοῦ, καὶ πάλιν ὁ ἔγγων, καὶ οὕτως ἐκ τῆς γενεᾶς αὐτοῦ οἱ καθεξῆς ἄρχοντες. Μετὰ δὲ χρόνους τινὰς ἐγεννήθη ἐξ αὐτῶν ὁ Βοϊσέσθλαβος, καὶ ἐξ αὐτοῦ ὁ Ῥοδόσθλαβος, καὶ ἀπ' ἐκείνου ὁ Προσηγόης, καὶ ἐξ ἐκείνου ὁ Βλαστίμηρος, καὶ μέχρις αὐτοῦ τοῦ Βλαστιμήρου μετὰ τῶν Σέρβλων εἰρηνικῶς διετέλουν οἱ Βούλγαροι, ὡς γείτονες καὶ συνορῖται ἀγαπῶντες ἀλλήλους, ἔχοντες δὲ δούλωσιν καὶ ὑποταγὴν εἰς τοὺς βασιλεῖς τῶν Ῥωμαίων καὶ εὐεργετούμενοι παρ' αὐτῶν. Ἐπὶ δὲ τῆς ἀρχῆς τοῦ αὐτοῦ Βλαστιμήρου ἦλθεν μετὰ πολέμου Πρεσιάμ, ὁ ἄρχων Βουλγαρίας, κατὰ τῶν Σέρβλων θέλων αὐτοὺς ὑποτάξαι, ἀλλ' ἐπὶ τριετίαν πολεμήσας, οὐ μόνον οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ λαὸν αὐτοῦ πλεῖστον ἀπώλεσεν. Μετὰ δὲ θάνατον Βλαστιμήρου τοῦ ἄρχοντος διεδέξαντο τὴν ἀρχὴν τῆς Σερβλίας οἱ τρεῖς υἱοὶ αὐτοῦ, ὁ Μουντιμῆρος καὶ ὁ Στροΐμηρος καὶ ὁ Γοΐνικος, μερισάμενοι τὴν χώραν. Ἐπὶ τούτων παρεγένετο ὁ τῆς Βουλγαρίας ἄρχων, Μιχαὴλ ὁ Βορίσης, θέλων διεκδικῆσαι τὴν ἧτταν Πρεσιάμ, τοῦ πατρὸς αὐτοῦ, καὶ πολεμήσας, εἰς τοσοῦτον αὐτὸν ἐπτόησαν οἱ Σέρβλοι, ὥστε καὶ τὸν υἱὸν αὐτοῦ, Βλαδίμηρον ἐκράτησαν δέσμιον μετὰ καὶ βοϊλάδων δώδεκα μεγάλων. Τότε δὴ τῇ τοῦ υἱοῦ θλίψει καὶ μὴ θέλων ὁ Βορίσης εἰρήνευσε μετὰ τῶν Σέρβλων. Μέλλων δὲ ὑποστρέφειν ἐν Βουλγαρίᾳ καὶ φοβηθείς, μήποτε ἐνεδρεύσωσιν αὐτὸν οἱ Σέρβλοι καθ' ὁδόν, ἐπεζήτησεν εἰς διάσωσιν αὐτοῦ τὰ τοῦ ἄρχοντος Μουντιμήρου παιδία, τὸν Βόρενα καὶ τὸν Στέφανον, οἳ καὶ διέσωσαν αὐτὸν ἀβλαβῆ μέχρι τῶν συνόρων, ἕως τῆς Ῥάσης. Καὶ ὑπὲρ τῆς τοιαύτης χάριτος δέδωκεν αὐτοῖς Μιχαὴλ ὁ Βορίσης δωρεὰς μεγάλας, καὶ ἐκεῖνοι ἀντέδωκαν αὐτῷ χάριν ξενίων ψυχάρια δύο, φαλκώνια δύο, σκυλία δύο καὶ γούνας ὀγδοήκοντα, ὅπερ λέγουσιν οἱ Βούλγαροι εἶναι πάκτον. Μετὰ μικρὸν δὲ ἐγένοντο κατ' ἀλλήλων οἱ αὐτοὶ τρεῖς ἀδελφοί, οἱ ἄρχοντες Σερβλίας, καὶ γενάμενος ἐπικρατέστερος ὁ εἷς αὐτῶν, ὁ Μουντιμῆρος, καὶ θέλων μόνος τὴν ἀρχὴν ἐπέχειν, κρατήσας παρέδωκεν τοὺς δύο ἐν Βουλγαρίᾳ, μόνον τὸ παιδίον τοῦ ἑνὸς ἀδελφοῦ, Γοϊνίκου, Πέτρον ὀνόματι, παρ' ἑαυτῷ κρατήσας καὶ ἐπιμελούμενος, ὅστις καὶ φυγὼν ἦλθεν ἐν Χρωβατίᾳ, περὶ οὗ μετ' ὀλίγον ῥηθήσεται. Ὁ δὲ προρρηθεὶς ἀδελφὸς ἐν Βουλγαρίᾳ, Στροΐμηρος εἶχεν υἱὸν τὸν Κλονίμηρον, ᾧ καὶ γυναῖκα παρέσχεν ὁ Βορίσης Βουλγάραν. Ἐξ αὐτοῦ γεννᾶται ἐν Βουλγαρίᾳ ὁ Τζεέσθλαβος. Ὁ δὲ Μουντιμῆρος, ὁ τοὺς δύο ἀδελφοὺς διώξας καὶ τὴν ἀρχὴν δεξάμενος, γεννᾷ υἱοὺς τρεῖς, τὸν Πριβέσθλαβον καὶ τὸν Βράνον καὶ τὸν Στέφανον, καὶ μετὰ τὸν αὐτοῦ θάνατον διαδέχεται αὐτὸν ὁ πρῶτος υἱός, ὁ Πριβέσθλαβος. Μετὰ οὖν χρόνον ἕνα ἐξελθὼν ἀπὸ Χρωβατίας ὁ προειρημένος Πέτρος, ὁ υἱὸς τοῦ Γοϊνίκου, διώκει ἀπὸ τῆς ἀρχῆς τὸν ἐξάδελφον αὐτοῦ, Πριβέσθλαβον μετὰ τῶν δύο ἀδελφῶν, κἀκεῖνος τὴν ἀρχὴν διαδέχεται, ἐκεῖνοι δὲ φυγόντες εἰσέρχονται ἐν Χρωβατίᾳ. Μετὰ δὲ χρόνους τρεῖς ἐλθὼν ὁ Βράνος πρὸς τὸ πολεμῆσαι τὸν Πέτρον καὶ ἡττηθεὶς καὶ κρατηθεὶς παρ' αὐτοῦ ἐτυφλώθη. Μετὰ δὲ χρόνους δύο φυγὼν καὶ ὁ Κλονίμηρος ἀπὸ Βουλγαρίαν, ὁ πατὴρ τοῦ Τζεεσθλάβου, καταλαμβάνει καὶ αὐτὸς καὶ εἰσέρχεται εἰς ἓν τῶν κάστρων Σερβλίας, τὴν Δοστινίκαν, μετὰ λαοῦ πρὸς τὸ παραλαβεῖν τὴν ἀρχήν. Τοῦτον οὖν πολεμήσας ὁ Πέτρος ἀπέκτεινεν, καὶ ἐκράτησεν ἕτερα ἔτη κʹ, ἄρξας ἐπὶ τῆς βασιλείας Λέοντος, τοῦ μακαριωτάτου καὶ ἁγίου βασιλέως, ἔχων ὑποταγὴν καὶ δούλωσιν πρὸς αὐτόν. Εἰρήνευσεν δὲ καὶ μετὰ Συμεών, τοῦ ἄρχοντος Βουλγαρίας, ὥστε καὶ σύντεκνον αὐτὸν ἐποίησεν. Μετὰ δὲ τὸν καιρόν, ὃν αὐτὸς ὁ κύρις Λέων ἐβασίλευσεν, παρεγένετο ὁ τότε εἰς τὸ Δυρράχιον στρατηγῶν, ὁ πρωτοσπαθάριος Λέων ὁ Ῥαβδοῦχος, ὁ μετὰ τοῦτο μάγιστρος τιμηθεὶς καὶ λογοθέτης τοῦ δρόμου, εἰς Παγανίαν, τὴν τότε παρὰ τοῦ ἄρχοντος Σερβλίας διακρατουμένην, πρὸς τὸ βουλευθῆναι καὶ συντυχεῖν τῷ αὐτῷ ἄρχοντι Πέτρῳ περί τινος δουλείας καὶ ὑποθέσεως. Ζηλοτυπήσας δὲ πρὸς τοῦτο Μιχαήλ, ὁ ἄρχων τῶν Ζαχλούμων, ἐμήνυσεν Συμεών, τῷ Βουλγάρων ἄρχοντι, ὅτι ὁ βασιλεὺς Ῥωμαίων δεξιοῦται διὰ δώρων τὸν ἄρχοντα Πέτρον πρὸς τὸ συνεπαρεῖν τοὺς Τούρκους καὶ ἐπελθεῖν κατὰ Βουλγαρίας. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον καὶ πόλεμος εἰς Ἀχελὼν μεταξὺ τῶν Ῥωμαίων καὶ τῶν Βουλγάρων. Ἐμμανὴς οὖνἐν τούτῳ γενόμενος Συμεὼν κατὰ τοῦ ἄρχοντος Σερβλίας, Πέτρου, ἀπέστειλε τὸν Σιγρίτζη Θεόδωρον καὶ τὸν Μαρμαὴν ἐκεῖνον μετὰ φοσσάτου, ἔχοντας καὶ ἀρχοντόπουλον Παῦλον, τὸν υἱὸν Βράνου, ὃν ὁ Πέτρος, ὁ ἄρχων Σερβλίας ἐτύφλωσεν. Δόλῳ οὖν ἐπελθόντες οἱ Βούλγαροι πρὸς τὸν ἄρχοντα Σερβλίας καὶ συντεκνίαν μετ' αὐτοῦ ποιησάμενοι καὶ ὅρκῳ βεβαιώσαντες μὴ παθεῖν τι παρ' αὐτῶν ἐναντίον, ἠπάτησαν αὐτὸν ἐξελθεῖν πρὸς αὐτούς, ὃν καὶ πάραυτα δεσμήσαντες εἰσήγαγον ἐν Βουλγαρίᾳ, καὶ ἀποθνήσκει ἐν φυλακῇ. Εἰσῆλθεν δὲ ἀντ' αὐτοῦ Παῦλος, ὁ υἱὸς Βράνου, καὶ ἐκράτησεν ἔτη τρία. Ὁ δὲ βασιλεύς, ὁ κύρις Ῥωμανὸς ἔχων ἀρχοντόπουλον ἐν τῇ πόλει Ζαχαρίαν, τὸν υἱὸν Πριβεσθλάβου, τοῦ ἄρχοντος Σερβλίας, ἀπέστειλε πρὸς τὸ γενέσθαι ἄρχοντα ἐν Σερβλίᾳ, ἀλλὰ ἀπελθὼν καὶ πολεμήσας, ἡττήθη παρὰ τοῦ Παύλου· κρατήσας γὰρ αὐτὸν παρέδωκεν τοῖς Βουλγάροις, καὶ ἐκρατεῖτο δέσμιος. Εἶτα μετὰ χρόνους τρεῖς, τοῦ Παύλου ἐναντιωθέντος τοῖς Βουλγάροις, ἀπέστειλεν τὸν Ζαχαρίαν, τὸν πρότερον παρὰ τοῦ κυροῦ Ῥωμανοῦ τοῦ βασιλέως ἀποσταλέντα, καὶ διώξας τὸν Παῦλον, ἐκράτησεν αὐτὸς τὴν ἀρχὴν τῶν Σέρβλων, ὅστις πάραυτα τῶν εὐεργεσιῶν τοῦ βασιλέως Ῥωμαίων ἐπιμνησθείς, ἐγένετο κατὰ τῶν Βουλγάρων, μηδ' ὅλως θελήσας ὑποταγῆναι αὐτοῖς, ἀλλ' ὑπὸ τοῦ βασιλέως μᾶλλον Ῥωμαίων δεσπόζεσθαι. Ὥστε καὶ τοῦ Συμεὼν φοσσᾶτον κατ' αὐτοῦ ἀποστείλαντος διὰ τοῦ Μαρμαὴμ καὶ τοῦ Σιγρίτζη {καὶ} Θεοδώρου, ὧν καὶ τὰς κεφαλὰς καὶ ἄρματα ἐκ τοῦ πολέμου ἀπέστειλε πρὸς τὸν βασιλέα Ῥωμαίων ἐπινίκια (ἔτι γὰρ μεταξὺ Ῥωμαίων καὶ τῶν Βουλγάρων μάχη ἦν), οὐδέποτε δὲ ἐπαύσατο, καθὼς καὶ οἱ πρὸ αὐτοῦ ἄρχοντες, ἀποστέλλων πρὸς τοὺς βασιλεῖς Ῥωμαίων, καὶ ὑποτασσόμενος καὶ δουλεύων αὐτοῖς. Πάλιν δὲ ἀπέστειλεν ἕτερον φοσσᾶτον ὁ Συμεὼν διὰ τοῦ Κνήνου καὶ τοῦ Ἡμνήκου καὶ τοῦ Ἠτζβόκλια κατὰ τοῦ ἄρχοντος Ζαχαρίου, συναποστείλας μετ' αὐτῶν καὶ Τζεέσθλαβον. Τότε ὁ μὲν Ζαχαρίας φοβηθεὶς φεύγει ἐν Χρωβατίᾳ, οἱ δὲ Βούλγαροι μηνύσαντες τοῖς ζουπάνοις ἐλθεῖν πρὸς αὐτοὺς καὶ παραλαβεῖν ἄρχοντα τὸν Τζεέσθλαβον καὶ δι' ὅρκου τούτους ἀπατήσαντες καὶ ἐξαγαγόντες μέχρι {τῷ} τοῦ πρώτου χωρίου καὶ πάραυτα δεσμήσαντες αὐτούς, εἰσῆλθον ἐν Σερβλίᾳ καὶ συνεπῆραν τὸν ἅπαντα λαὸν ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ εἰσήγαγον ἕως Βουλγαρίας, τινὲς δὲ ἀποδράσαντες εἰσῆλθον καὶ ἐν Χρωβατίᾳ, καὶ ἔμεινεν ἡ χώρα ἔρημος. Κατὰ τὸν καιρὸν οὖν ἐκεῖνον εἰσῆλθον οἱ αὐτοὶ Βούλγαροι εἰς Χρωβατίαν μετὰ τοῦ Ἀλογοβότουρ τοῦ πολεμῆσαι, καὶ ἐσφάγησαν πάντες ἐκεῖσε παρὰ τῶν Χρωβάτων. Μετὰ δὲ χρόνους ἑπτὰ ἀπὸ τῶν Βουλγάρων φυγὼν ὁ Τζεέσθλαβος μετὰ καὶ ἑτέρων τεσσάρων, ἀπὸ Περσθλάβου εἰσῆλθεν ἐν Σερβλίᾳ, οὐχ εὗρεν δὲ εἰς τὴν χώραν, εἰ μὴ πεντήκοντα μόνους ἄνδρας μήτε γυναῖκας ἔχοντας, μήτε παιδία, ἀλλὰ κυνηγοῦντας, καὶ διατρεφομένους. Μετὰ τούτων κρατήσας τὴν χώραν, ἐμήνυσεν πρὸς τὸν βασιλέα Ῥωμαίων, τὴν ἐξ αὐτοῦ ἀντίληψιν καὶ βοήθειαν ἐπιζητῶν, ὑπισχνούμενος, δουλεύειν καὶ ὑπείκειν τῇ προστάξει αὐτοῦ, καθὼς καὶ οἱ πρὸς αὐτοῦ ἄρχοντες. Καὶ ἔκτοτε οὐ διέλιπεν ὁ τῶν Ῥωμαίων βασιλεὺς εὐεργετῶν αὐτόν, ὥστε καὶ οἱ εἰς Χρωβατίαν καὶ Βουλγαρίαν καὶ ἐν ταῖς λοιπαῖς χώραις διάγοντες Σέρβλοι, οὓς ὁ Συμεὼν διεσκόρπισεν, τοῦτο ἀκούσαντες συνήχθησαν εἰς αὐτόν. Ἀλλὰ καὶ ἐν τῇ πόλει πολλοὶ ἀπὸ Βουλγαρίας φυγόντες εἰσῆλθον, οὓς καὶ ἐνδύσας καὶ εὐεργετήσας ὁ βασιλεὺς τῶν Ῥωμαίων, ἀπέστειλε πρὸς τὸν Τζεέσθλαβον. Καὶ ἀπὸ τῶν πλουσίων δωρεῶν τοῦ βασιλέως τῶν Ῥωμαίων συστησάμενος καὶ ἐνοικίσας τὴν χώραν, ὡς τὸ πρότερον, ἐστὶν ὑποτεταγμένος δουλοπρεπῶς τῷ βασιλεῖ Ῥωμαίων, καὶ διὰ τῆς τοῦ βασιλέως συνδρομῆς καὶ τῶν πολλῶν αὐτοῦ εὐεργεσιῶν τὴν τοιαύτην χώραν συστήσας καὶ ἄρχων ἐν αὐτῇ βεβαιωθείς. Ὅτι ὁ ἄρχων Σερβλίας ἐξ ἀρχῆς, ἤγουν ἀπὸ τῆς βασιλείας Ἡρακλείου τοῦ βασιλέως, δουλικῶς ἐστιν ὑποτεταγμένος τῷ Ῥωμαίων βασιλεῖ, καὶ οὐδέποτε τῷ ἄρχοντι Βουλγαρίας καθυπετάγη. Ὅτι ἐν τῇ βαπτισμένῃ Σερβλίᾳ εἰσὶν κάστρα οἰκούμενα· τὸ Δεστινίκον, τὸ Τζερναβουσκέη, τὸ Μεγυρέτους, τὸ Δρεσνεήκ, τὸ Λεσνήκ, τὸ Σαληνὲς καὶ εἰς τὸ χωρίον Βόσονα τὸ Κάτερα καὶ τὸ Δεσνήκ. 33 Περὶ τῶν Ζαχλούμων καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι ἡ τῶν Ζαχλούμων χώρα παρὰ τῶν Ῥωμαίων πρότερον ἐκρατεῖτο, Ῥωμάνων δή φημι, οὓς ἀπὸ Ῥώμης Διοκλητιανὸς ὁ βασιλεὺς μετῴκισεν, καθὼς καὶ εἰς τὴν τῶν Χρωβάτων ἱστορίαν εἴρηται περὶ αὐτῶν. Ὑπὸ τῷ βασιλεῖ δὲ Ῥωμαίων ἡ τῶν Ζαχλούμων αὕτη χώρα ὑπῆρχεν, ἀλλὰ παρὰ τῶν Ἀβάρων αἰχμαλωτισθεῖσα ἥ τε χώρα καὶ ὁ ταύτης λαὸς τὸ παράπαν ἠρήμωται. Οἱ δὲ νῦν οἰκοῦντες ἐκεῖσε Ζαχλοῦμοι Σέρβλοι τυγχάνουσιν ἐξ ἐκείνου τοῦ ἄρχοντος, τοῦ εἰς τὸν βασιλέα Ἡράκλειον προσφυγόντος. Ζαχλοῦμοι δὲ ὠνομάσθησαν ἀπὸ ὄρους οὕτω καλουμένου Χλούμου, καὶ ἄλλως δὲ παρὰ τῇ τῶν Σκλάβων διαλέκτῳ ἑρμηνεύεται τὸ Ζαχλοῦμοι ἤγουν" ὀπίσω τοῦ βουνοῦ", ἐπειδὴ ἐν τῷ τοιούτῳ χωρίῳ βουνός ἐστιν μέγας, ἔχων ἄνωθεν αὐτοῦ δύο κάστρα, τὸ Βόνα καὶ τὸ Χλούμ, ὄπισθεν δὲ τοῦ τοιούτου βουνοῦ διέρχεται ποταμὸς καλούμενος Βόνα, ὃ ἑρμηνεύεται" καλόν". Ὅτι ἡ γενεὰ τοῦ ἀνθυπάτου καὶ πατρικίου Μιχαήλ, τοῦ υἱοῦ τοῦ Βουσεβούτζη, τοῦ ἄρχοντος τῶν Ζαχλούμων, ἦλθεν ἀπὸ τῶν κατοι κούντων ἀβαπτίστων εἰς τὸν ποταμὸν Βίσλας, τοὺς ἐπονομαζομένους Λιτζίκη, καὶ ᾤκησεν εἰς τὸν ποταμόν, τὸν ἐπονομαζόμενον Ζαχλοῦμα. Ὅτι ἐν τῷ χωρίῳ τῶν Ζαχλούμων εἰσὶν κάστρα οἰκούμενα· τὸ Σταγνόν, τὸ Μοκρισκίκ, τὸ Ἰοσλή, τὸ Γαλουμαήνικ. τὸ Δοβρισκίκ. 34 Περὶ τῶν Τερβουνιωτῶν καὶ τῶν Καναλιτῶν καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι ἡ τῶν Τερβουνιωτῶν καὶ τῶν Καναλιτῶν χώρα μία ὑπάρχει. Ἀπὸ δὲ τῶν ἀβαπτίστων Σέρβλων οἱ ἐκεῖσε οἰκοῦντες κατάγονται, ἐξ ἐκείνου τοῦ ἄρχοντος τοῦ εἰς τὸν βασιλέα Ἡράκλειον προσφυγόντος ἀπὸ τῆς ἀβαπτίστου Σερβλίας, μέχρι τοῦ ἄρχοντος Σερβλίας τοῦ Βλαστιμήρου. Οὗτος οὖν ὁ ἄρχων Βλαστίμηρος τῇ ἰδίᾳ θυγατρὶ δέδωκεν ἄνδρα Κραΐναν, τὸν υἱὸν Βελάη, τοῦ ζουπάνου Τερβουνίας. Θέλων δὲ οὗτος τὸν ἴδιον γαμβρὸν δοξάσαι, ὠνόμασεν αὐτὸν ἄρχοντα, ποιήσας αὐτὸν αὐτεξούσιον. Ἐξ ἐκείνου δὲ ὁ Φαλιμέρης ἐγεννήθη, καὶ ἀπ' ἐκείνου ὁ Τζουζήμερις. Ἦσαν δὲ οἱ τῆς Τερβουνίας ἄρχοντες ἀεὶ ὑπὸ τὸν λόγον τοῦ ἄρχοντος Σερβλίας. Τερβουνία δὲ τῇ τῶν Σκλάβων διαλέκτῳ ἑρμηνεύεται" ἰσχυρὸς τόπος"· ἡ γὰρ τοιαύτη χώρα ὀχυρώματα ἔχει πολλά. Ὅτι ἐστὶν καὶ ἑτέρα χώρα ὑπὸ ταύτην τὴν χώραν Τερβουνίας, Καναλὴ προσαγορευομένη. Τὸ δὲ Καναλὴ ἑρμηνεύεται τῇ τῶν Σκλάβων διαλέκτῳ" ἁμαξία", ἐπειδὴ διὰ τὸ εἶναι τὸν τόπον ἐπίπεδον πάσας αὐτῶν τὰς δουλείας διὰ ἁμαξῶν ἐκτελοῦσιν. Ὅτι ἐν τῷ χωρίῳ Τερβουνίας καὶ τοῦ Καναλὴ εἰσὶ κάστρα οἰκούμενα· ἡ Τερβουνία, τὸ Ὀρμός, τὰ Ῥίσενα, τὸ Λουκάβεται, τὸ Ζετλήβη. 35 Περὶ τῶν Διοκλητιανῶν καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι ἡ Διοκλείας χώρα καὶ αὐτὴ πρότερον παρὰ τῶν Ῥωμάνων ἐκρατεῖτο, οὓς ἀπὸ Ῥώμης μετῴκισεν ὁ βασιλεὺς Διοκλητιανός, καθὼς καὶ εἰς τὴν περὶ τῶν Χρωβάτων ἱστορίαν εἴρηται, ὑπὸ δὲ τὸν βασιλέα Ῥωμαίων ὑπῆρχεν. Παρὰ δὲ τῶν Ἀβάρων καὶ αὐτὴ ἡ χώρα αἰχμαλωτισθεῖσα ἠρήμωται, καὶ πάλιν ἐπὶ Ἡρακλείου, τοῦ βασιλέως ἐνῳκίσθη, καθὼς καὶ ἡ Χρωβατία καὶ ἡ Σερβλία καὶ ἡ τῶν Ζαχλούμων καὶ ἡ Τερβουνία καὶ τοῦ Καναλή. Διόκλεια δὲ ὀνομάζεται ἀπὸ τοῦ ἐν τῇ τοιαύτῃ χώρᾳ κάστρου, οὗπερ ἔκτισεν ὁ βασιλεὺς Διοκλητιανός, νυνὶ δέ ἐστιν ἐρημόκαστρον μέχρι τοῦ νῦν ὀνομαζόμενον Διόκλεια. Ὅτι ἐν τῇ χώρᾳ Διοκλείας εἰσὶ μεγάλα κάστρα οἰκούμενα· τὸ Γράδεται, τὸ Νουγράδε, τὸ Λοντοδόκλα. 36 Περὶ τῶν Παγανῶν, τῶν καὶ Ἀρεντανῶν καλουμένων, καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι ἡ χώρα, εἰς ἣν νῦν οἰκοῦσιν οἱ Παγανοί, καὶ αὐτὴ πρότερον παρὰ τῶν Ῥωμάνων ἐκρατεῖτο, οὓς ἀπὸ Ῥώμης ὁ βασιλεὺς Διοκλητιανὸς μετοικίσας ἐν Δελματίᾳ ἐνῴκισεν. Οἱ δὲ αὐτοὶ Παγανοὶ ἀπὸ τῶν ἀβαπτίστων Σέρβλων κατάγονται ἐξ ἐκείνου τοῦ ἄρχοντος, τοῦ εἰς τὸν βασιλέα Ἡράκλειον προσφυγόντος. Παρὰ δὲ τῶν Ἀβάρων καὶ αὐτὴ ἡ χώρα αἰχμαλωτισθεῖσα ἠρήμωται, καὶ πάλιν ἐπὶ Ἡρακλείου τοῦ βασιλέως ἐνῳκίσθη. Παγανοὶ δὲ καλοῦνται διὰ τὸ μὴ καταδέξασθαι αὐτοὺς τῷ τότε καιρῷ βαπτισθῆναι, ὅτε καὶ πάντες οἱ Σέρβλοι ἐβαπτίσθησαν. Καὶ γὰρ Παγανοὶ τῇ τῶν Σκλάβων διαλέκτῳ" ἀβάπτιστοι" ἑρμηνεύονται, τῇ τῶν Ῥωμαίων δὲ διαλέκτῳ ἡ χώρα αὐτῶν Ἄρεντα καλεῖται, ἐξ οὗ κἀκεῖνοι παρὰ τῶν αὐτῶν Ῥωμαίων Ἀρεντανοὶ καλοῦνται. Ὅτι ἐν Παγανίᾳ εἰσὶν κάστρα οἰκούμενα· τὸ Μόκρον, τὸ Βερούλλια, τὸ Ὄστρωκ καὶ ἡ Σλαβίνετζα. Κρατοῦσιν δὲ καὶ ταύτας τὰς νήσους· νῆσος μεγάλη ἡ Κούρκρα, ἤτοι τὸ Κίκερ, ἐν ᾗ ἔστιν καὶ κάστρον· νῆσος ἑτέρα μεγάλη τὰ Μέλετα, ἤτοι τὸ Μαλοζεάται, ἣν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ ἅγιος Λουκᾶς μέμνηται Μελίτην ταύτην προσαγορεύων, ἐν ᾗ καὶ ἔχις τὸν ἅγιον Παῦλον ἀπὸ τοῦ δακτύλου προσήψατο, ἣν καὶ τῷ πυρὶ ὁ ἅγιος Παῦλος κατέφλεξεν· νῆσος ἑτέρα μεγάλη τὸ Φάρα· νῆσος ἑτέρα μεγάλη ὁ Βράτζης. Εἰσὶ δὲ καὶ ἕτεραι νῆσοι, αἱ μὴ κρατούμεναι παρὰ τῶν αὐτῶν Παγανῶν· νῆσος τὰ Χώαρα, νῆσος Ἴης, νῆσος τὸ Λάστοβον. 37 Περὶ τοῦ ἔθνους τῶν Πατζινακιτῶν. Ἰστέον, ὅτι οἱ Πατζινακῖται τὸ ἀπ' ἀρχῆς εἰς τὸν ποταμὸν Ἀτὴλ τὴν αὐτῶν εἶχον κατοίκησιν, ὁμοίως δὲ καὶ εἰς τὸν ποταμὸν Γεήχ, ἔχοντες τούς τε Χαζάρους συνοροῦντας καὶ τοὺς ἐπονομαζομένους Οὔζους. Πρὸ ἐτῶν δὲ πεντήκοντα οἱ λεγόμενοι Οὖζοι μετὰ τῶν Χαζάρων ὁμονοήσαντες καὶ πόλεμον συμβαλόντες πρὸς τοὺς Πατζινακίτας, ὑπερίσχυσαν, καὶ ἀπὸ τῆς ἰδίας χώρας αὐτοὺς ἐξεδίωξαν, καὶ κατέσχον αὐτὴν μέχρι τῆς σήμερον οἱ λεγόμενοι Οὖζοι. Οἱ δὲ Πατζινακῖται φυγόντες περιήρχοντο, ἀναψηλαφῶντες τόπον εἰς τὴν αὐτῶν κατασκήνωσιν, καταλαβόντες δὲ τὴν σήμερον παρ' αὐτῶν διακρατουμένην γῆν καὶ εὑρόντες τοὺς Τούρκους οἰκοῦντας ἐν αὐτῇ, πολέμου τρόπῳ τούτους νικήσαντες καὶ ἐκβαλόντες αὐτοὺς ἐξεδίωξαν, καὶ κατεσκήνωσαν ἐν αὐτῇ, καὶ δεσπόζουσιν τὴν τοιαύτην χώραν, ὡς εἴρηται, μέχρι τὴν σήμερον ἔτη πεντήκοντα πέντε. Ἰστέον, ὅτι πᾶσα ἡ Πατζινακία εἰς θέματα ὀκτὼ διαιρεῖται, ἔχουσα καὶ μεγάλους ἄρχοντας τοσούτους. Τὰ δὲ θέματά εἰσιν ταῦτα· ὄνομα τοῦ πρώτου θέματος Ἠρτήμ, τοῦ δευτέρου Τζούρ, τοῦ τρίτου Γύλα, τοῦ τετάρτου Κουλπέη, τοῦ πέμπτου Χαραβόη, τοῦ ἕκτου Ταλμάτ, τοῦ ἑβδόμου Χοπόν, τοῦ ὀγδόου Τζοπόν. Κατὰ δὲ τὸν καιρόν, ὃν ἀπὸ τῆς ἰδίας χώρας οἱ Πατζινακῖται ἐξεδιώχθησαν, εἶχον ἄρχοντας εἰς μὲν τὸ θέμα Ἠρτὴμ τὸν Βάϊτζαν, εἰς δὲ τὸ Τζοὺρ τὸν Κούελ, εἰς δὲ τὸ Γύλα τὸν Κουρκοῦται, εἰς δὲ τὸ Κουλπέη τὸν Ἰπαόν, εἰς δὲ τὸ Χαραβόη τὸν Καϊδούμ, εἰς δὲ τὸ θέμα Ταλμὰτ τὸν Κώσταν, εἰς δὲ τὸ Χοπὸν τὸν Γιαζή, εἰς δὲ τὸ θέμα Τζοπὸν τὸν Βατᾶν. Μετὰ δὲ θάνατον αὐτῶν διεδέξαντο τὰς ἀρχὰς οἱ τούτων ἐξάδελφοι. Νόμος γὰρ ἐν αὐτοῖς καὶ τύπος ἐκράτησεν παλαιὸς μὴ ἔχειν ἐξουσίαν πρὸς παῖδας ἢ ἀδελφοὺς αὐτῶν μεταπέμπειν τὰ ἀξιώματα, ἀλλ' ἀρκεῖσθαι μόνον τοῖς κεκτημένοις τὸ καὶ μέχρι ζωῆς ἄρχειν αὐτούς, μετὰ δὲ θάνατον προχειρίζεσθαι ἢ ἐξάδελφον αὐτῶν ἢ ἐξαδέλφων παῖδας πρὸς τὸ μὴ καθόλου εἰς ἓν μέρος τῆς γενεᾶς διατρέχειν τὸ ἀξίωμα, ἀλλὰ καὶ {εἰς} τοὺς ἐκ πλαγίου καὶ κληρονομεῖν καὶ ἀπεκδέχεσθαι τὴν τιμήν· ἀπὸ ξένης δὲ γενεᾶς οὐχ ὑπεισέρχεταί τις καὶ γίνεται ἄρχων. Τὰ δὲ ὀκτὼ θέματα διαιροῦνται εἰς τεσσαράκοντα μέρη, καὶ ἔχουσι καὶ ἐλάττονας ἄρχοντας. Ἰστέον, ὅτι αἱ τέσσαρες τῶν Πατζινακιτῶν γενεαί, ἤγουν τὸ θέμα Κουαρτζιτζοὺρ καὶ τὸ θέμα Συρουκαλπέη καὶ τὸ θέμα Βοροταλμὰτ καὶ τὸ θέμα Βουλατζοπόν, κεῖνται πέραν τοῦ Δανάπρεως ποταμοῦ πρὸς τὰ ἀνατολικώτερα καὶ βορειότερα μέρη, ἐναποβλέποντα πρός τε Οὐζίαν καὶ Χαζαρίαν καὶ Ἀλανίαν καὶ τὴν Χερσῶνα καὶ τὰ λοιπὰ κλίματα. Αἱ δὲ ἄλλαι τέσσαρες γενεαὶ κεῖνται ἔνθεν τοῦ Δανάπρεως ποταμοῦ πρὸς τὰ δυτικώτερα καὶ ἀρκτικώτερα μέρη, τουτέστιν τὸ θέμα Γιαζιχοπὸν πλησιάζει τῇ Βουλγαρίᾳ, τὸ δὲ θέμα τοῦ κάτω Γύλα πλησιάζει τῇ Τουρκίᾳ, τὸ δὲ θέμα τοῦ Χαραβόη πλησιάζει τῇ Ῥωσίᾳ, τὸ δὲ θέμα Ἰαβδιερτὶμ πλησιάζει τοῖς ὑποφόροις χωρίοις χώρας τῆς Ῥωσίας, τοῖς τε Οὐλτίνοις καὶ Δερβλενίνοις καὶ Λενζενίνοις καὶ τοῖς λοιποῖς Σκλάβοις. Ἀπῴκισται δὲ ἡ Πατζινακία ἐκ μὲν Οὐζίας καὶ Χαζαρίας ὁδὸν ἡμερῶν πέντε, ἐκ δὲ Ἀλανίας ὁδὸν ἡμερῶν ἕξ, ἀπὸ δὲ Μορδίας ὁδὸν ἡμερῶν δέκα, ἀπὸ δὲ Ῥωσίας ὁδὸν ἡμέρας μιᾶς, ἀπὸ δὲ Τουρκίας ὁδὸν ἡμερῶν τεσσάρων, ἀπὸ δὲ Βουλγαρίας ὁδὸν ἡμέρας τὸ ἥμισυ, καὶ εἰς Χερσῶνα μέν ἐστιν ἔγγιστα, εἰς δὲ τὴν Βόσπορον πλησιέστερον. Ἰστέον, ὅτι κατὰ τὸν καιρόν, ὃν οἱ Πατζινακῖται ἀπὸ τῆς ἰδίας χώρας ἐξεδιώχθησαν, θελήσει τινὲς ἐξ αὐτῶν καὶ οἰκείᾳ γνώμῃ ἐναπέμειναν ἐκεῖσε, καὶ τοῖς λεγομένοις Οὔζοις συνῴκησαν, καὶ μέχρι τοῦ νῦν εἰσιν ἐν αὐτοῖς, ἔχοντες τοιαῦτα γνωρίσματα, ὥστε διαχωρίζεσθαι αὐτοὺς καὶ νοεῖσθαι, τίνες τε ἦσαν, καὶ πῶς αὐτοὺς ἀποσπασθῆναι τῶν ἰδίων συνέβη· τὰ γὰρ ἱμάτια αὐτῶν εἰσιν κόντουρα μέχρι γονάτων καὶ τὰ μανίκια ἀπὸ τῶν βραχιόνων ἀποκεκομμένα, ὡς δῆθεν ἐκ τούτου δεικνύντες, ὅτι ἀπὸ τῶν ἰδίων καὶ ὁμοφύλων ἀπεκόπησαν. Ἰστέον, ὅτι ἔνθεν τοῦ Δανάστρεως ποταμοῦ πρὸς τὸ ἀποβλέπον μέρος τὴν Βουλγαρίαν εἰς τὰ περάματα τοῦ αὐτοῦ ποταμοῦ εἰσὶν ἐρημόκαστρα· κάστρον πρῶτον τὸ ὀνομασθὲν παρὰ τῶν Πατζινακιτῶν Ἄσπρον διὰ τὸ τοὺς λίθους αὐτοῦ φαίνεσθαι καταλεύκους, κάστρον δεύτερον τὸ Τουγγάται, κάστρον τρίτον τὸ Κρακνακάται, κάστρον τέταρτον τὸ Σαλμακάται, κάστρον πέμπτον τὸ Σακακάται, κάστρον ἕκτον τὸ Γιαιουκάται. Ἐν αὐτοῖς δὲ τοῖς τῶν παλαιοκάστρων κτίσμασιν εὑρίσκονται καὶ ἐκκλησιῶν γνωρίσματά τινα καὶ σταυροὶ λαξευτοὶ εἰς λίθους πωρίνους, ὅθεν καί τινες παράδοσιν ἔχουσιν, ὡς Ῥωμαῖοί ποτε τὰς κατοικίας εἶχον ἐκεῖσε. Ἰστέον, ὅτι καὶ Κάγγαρ ὀνομάζονται οἱ Πατζινακῖται, ἀλλ' οὐχὶ πάντες, πλὴν ὁ τῶν τριῶν θεμάτων λαός, τοῦ Ἰαβδιηρτὶ καὶ τοῦ Κουαρτζιτζοὺρ καὶ τοῦ Χαβουξιγγυλά, ὡς ἀνδρειότεροι καὶ εὐγενέστεροι τῶν λοιπῶν· τοῦτο γὰρ δηλοῖ ἡ τοῦ Κάγγαρ προσηγορία. 38 Περὶ τῆς γενεαλογίας τοῦ ἔθνους τῶν Τούρκων, καὶ ὅθεν κατάγονται. Ὅτι τὸ τῶν Τούρκων ἔθνος πλησίον τῆς Χαζαρίας τὸ παλαιὸν τὴν κατοίκησιν ἔσχεν εἰς τὸν τόπον τὸν ἐπονομαζόμενον Λεβεδία ἀπὸ τῆς τοῦ πρώτου βοεβόδου αὐτῶν ἐπωνυμίας, ὅστις βοέβοδος τὸ μὲν τῆς κλήσεως ὄνομα Λεβεδίας προσηγορεύετο, τὸ δὲ τῆς ἀξίας, ὡς καὶ οἱ λοιποὶ μετ' αὐτόν, βοέβοδος ἐκαλεῖτο. Ἐν τούτῳ οὖν τῷ τόπῳ, τῷ προρρηθέντι Λεβεδίᾳ, ποταμός ἐστιν ῥέων Χιδμάς, ὁ καὶ Χιγγιλοὺς ἐπονομαζόμενος. Οὐκ ἐλέγοντο δὲ τῷ τότε χρόνῳ Τοῦρκοι, ἀλλὰ Σάβαρτοι ἄσφαλοι ἔκ τινος αἰτίας ἐπωνομάζοντο. Καὶ οἱ μὲν Τοῦρκοι γενεαὶ ὑπῆρχον ἑπτά, ἄρχοντα δὲ εἰς αὐτοὺς εἴτε ἴδιον, εἴτε ἀλλότριόν ποτε οὐκ ἐκτήσαντο, ἀλλ' ὑπῆρχον ἐν αὐτοῖς βοέβοδοί τινες, ὧν πρῶτος βοέβοδος ἦν ὁ προρρηθεὶς Λεβεδίας. Συνῴκησαν δὲ μετὰ τῶν Χαζάρων ἐνιαυτοὺς τρεῖς, συμμαχοῦντες τοῖς Χαζάροις ἐν πᾶσι τοῖς αὐτῶν πολέμοις. Ὁ δὲ χαγάνος ἄρχων Χαζαρίας διὰ τὴν αὐτῶν ἀνδρείαν καὶ συμμαχίαν τῷ πρώτῳ βοεβόδῳ τῶν Τούρκων, Λεβεδίᾳ ἐπονομαζομένῳ, γυναῖκα δέδωκεν πρὸς γάμον Χαζάραν εὐγενῆ διὰ τὸ τῆς ἀνδρείας αὐτοῦ περίφημον καὶ τὸ τοῦ γένους περιφανές, ὅπως ἐξ αὐτοῦ τεκνώσῃ· ὁ δὲ Λεβεδίας ἐκεῖνος ἔκ τινος τύχης μετὰ τῆς αὐτῆς Χαζάρας οὐκ ἐπαιδοποίησεν. Οἱ δὲ Πατζινακῖται, οἱ πρότερον Κάγγαρ ἐπονομαζόμενοι (τοῦτο γὰρ τὸ Κάγγαρ ὄνομα ἐπ' εὐγενείᾳ καὶ ἀνδρείᾳ ἐλέγετο παρ' αὐτοῖς), πρὸς Χαζάρους οὖν οὗτοι κινήσαντες πόλεμον καὶ ἡττηθέντες, τὴν οἰκείαν γῆν καταλεῖψαι καὶ τὴν τῶν Τούρκων κατοικῆσαι κατηναγκάσθησαν. Ἀναμεταξὺ δὲ τῶν Τούρκων συναφθέντος πολέμου καὶ τῶν Πατζινακιτῶν, τῶν τηνικαῦτα Κάγγαρ ἐπονομαζομένων, τὸ τῶν Τούρκων φοσσᾶτον ἡττήθη καὶ εἰς δύο διῃρέθη μέρη. Καὶ τὸ μὲν ἓν μέρος πρὸς ἀνατολὴν εἰς τὸ τῆς Περσίδος μέρος κατῴκησεν, οἳ καὶ μέχρι τοῦ νῦν κατὰ τὴν τῶν Τούρκων ἀρχαίαν ἐπωνυμίαν καλοῦνται Σάβαρτοι ἄσφαλοι, τὸ δὲ ἕτερον μέρος εἰς τὸ δυτικὸν κατῴκησε μέρος ἅμα καὶ τῷ βοεβόδῳ αὐτῶν καὶ ἀρχηγῷ, Λεβεδίᾳ, εἰς τόπους τοὺς ἐπονομαζομένους Ἀτελκούζου, ἐν οἷς τόποις τὰ νῦν τὸ τῶν Πατζινακιτῶν ἔθνος κατοικεῖ. Ὀλίγου δὲ χρόνου διαδραμόντος, ὁ χαγάνος ἐκεῖνος ἄρχων Χαζαρίας τοῖς Τούρκοις ἐμήνυσεν τοῦ πρὸς αὐτὸν ἀποσταλῆναι Λεβεδία, τὸν πρῶτον αὐτῶν βοέβοδον. Ὁ Λεβεδίας τοίνυν πρὸς τὸν χαγάνον Χαζαρίας ἐναφικόμενος ἀνηρώτα τὴν αἰτίαν, δι' ἣν ἐλθεῖν πρὸς αὐτὸν αὐτὸν μετεπέμψατο. Ὁ δὲ χαγάνος εἶπεν πρὸς αὐτόν, ὅτι·" Διὰ τοῦτό σε προσεκαλεσάμεθα, ἵνα, ἐπειδὴ εὐγενὴς καὶ φρόνιμος καὶ ἠνδρειωμένος ὑπάρχεις καὶ πρῶτος τῶν Τούρκων, ἄρχοντά σε τοῦ ἔθνους σου προβαλώμεθα, καὶ ἵνα ὑπείκῃς τῷ λόγῳ καὶ τῇ προστάξει ἡμῶν." Ὁ δὲ ἀποκριθεὶς πρὸς τὸν χαγάνον ἀντέφησεν, ὅτι·" Τὴν περὶ ἐμέ σου σχέσιν τε καὶ προαίρεσιν μεγάλως ἐναποδέχομαι, καὶ τὴν εὐχαριστίαν ὁμολογῶ σοι προσήκουσαν, ἐπεὶ δὲ ἀδυνάτως ἔχω πρὸς τὴν τοιαύτην ἀρχήν, ὑπακοῦσαι οὐ δύναμαι, ἀλλὰ μᾶλλον ἔστιν ἕτερος ἀπ' ἐμοῦ βοέβοδος, λεγόμενος Ἀλμούτζης καὶ υἱὸν κεκτημένος ὀνόματι Ἀρπαδήν· ἐκ τούτων μᾶλλον εἴτε ἐκεῖνος ὁ Ἀλμούτζης, εἴτε ὁ υἱὸς αὐτοῦ Ἀρπαδὴς ἵνα γένηται ἄρχων, καὶ ἔστιν ὑπὸ τὸν λόγον ὑμῶν". Ἐν τούτῳ οὖν τῷ λόγῳ ἀρεσθεὶς ὁ χαγάνος ἐκεῖνος δέδωκεν ἀνθρώπους αὐτοῦ μετ' αὐτοῦ καὶ εἰς τοὺς Τούρκους ἀπέστειλεν, οἳ καὶ συλλαλήσαντες περὶ τούτου μετὰ τῶν Τούρκων, μᾶλλον οἱ Τοῦρκοι τὸν Ἀρπαδὴ γενέσθαι προέκριναν ἄρχοντα, ἤπερ Ἀλμούτζη, τὸν ἑαυτοῦ πατέρα, ὡς ἀξιολογώτερον ὄντα καὶ περισπούδαστον ἔν τε φρονήσει καὶ βουλῇ καὶ ἀνδρείᾳ καὶ ἱκανὸν πρὸς τὴν τοιαύτην ἀρχήν, ὃν καὶ ἄρχοντα κατὰ τὸ τῶν Χαζάρων ἔθος καὶ ζάκανον πεποιήκασι, σηκώσαντες αὐτὸν εἰς σκουτάριον. Πρὸ δὲ τοῦ Ἀρπαδῆ τούτου ἄρχοντα ἕτερον οἱ Τοῦρκοι οὐκ ἐκτήσαντο πώποτε, ἐξ οὗ καὶ μέχρι τῆς σήμερον ἐκ τῆς τούτου γενεᾶς ἄρχων Τουρκίας καθίσταται. Μετὰ δέ τινας χρόνους τοῖς Τούρκοις ἐπιπεσόντες οἱ Πατζινακῖται, κατεδίωξαν αὐτοὺς μετὰ τοῦ ἄρχοντος αὐτῶν Ἀρπαδῆ. Οἱ οὖν Τοῦρκοι τραπέντες καὶ πρὸς κατοίκησιν γῆν ἐπιζητοῦντες, ἐλθόντες ἀπεδίωξαν οὗτοι τοὺς τὴν μεγάλην Μοραβίαν οἰκοῦντας, καὶ εἰς τὴν γῆν αὐτῶν κατεσκήνωσαν, εἰς ἣν νῦν οἱ Τοῦρκοι μέχρι τῆς σήμερον κατοικοῦσιν. Καὶ ἔκτοτε πόλεμον οἱ Τοῦρκοι παρὰ τῶν Πατζινακιτῶν οὐκ ἐδέξαντο. Εἰς δὲ τὸ κατασκηνῶσαν τὸ προρρηθὲν ἔθνος τῶν Τούρκων πρὸς ἀνατολὴν εἰς τὰ τῆς Περσίδος μέρη μέχρι τοῦ νῦν πραγματευτὰς ἀποστέλλουσιν οὗτοι οἱ πρὸς τὸ δυτικὸν μέρος οἰκοῦν τες προρρηθέντες Τοῦρκοι, καὶ βλέπουσιν αὐτούς, καὶ ἀποκρίσεις παρὰ αὐτῶν πρὸς αὐτοὺς πολλάκις ἀποκομίζουσιν. Ὅτι ὁ τῶν Πατζινακιτῶν τόπος, ἐν ᾧ τῷ τότε καιρῷ κατῴκησαν οἱ Τοῦρκοι, καλεῖται κατὰ τὴν ἐπωνυμίαν τῶν ἐκεῖσε ὄντων ποταμῶν. Οἱ δὲ ποταμοί εἰσιν οὗτοι· ποταμὸς πρῶτος ὁ καλούμενος Βαρούχ, ποταμὸς δεύτερος ὁ καλούμενος Κουβοῦ, ποταμὸς τρίτος ὁ καλούμενος Τροῦλλος, ποταμὸς τέταρτος ὁ καλούμενος Βροῦτος, ποταμὸς πέμπτος ὁ καλούμενος Σέρετος.