De administrando imperio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1.1
Περὶ τοῦ ἔθνους τῶν Καβάρων. Ἰστέον, ὅτι οἱ λεγόμενοι Κάβαροι ἀπὸ τῆς τῶν Χαζάρων γενεᾶς ὑπῆρχον. Καὶ δὴ συμβάν τινα παρὰ αὐτῶν ἀποστασίαν γενέσθαι πρὸς τὴν ἀρχὴν αὐτῶν, καὶ πολέμου ἐμφυλίου καθιστάντος, ἡ πρώτη ἀρχὴ αὐτῶν ὑπερίσχυσεν, καὶ οἱ μὲν ἐξ αὐτῶν ἀπεσφάγησαν, οἱ δὲ ἐξέφυγον, καὶ ἦλθαν καὶ κατεσκήνωσαν μετὰ τῶν Τούρκων εἰς τὴν τῶν Πατζινακιτῶν γῆν, καὶ ἀλλήλοις συνεφιλιώθησαν, καὶ Κάβαροί τινες ὠνομάσθησαν. Ὅθεν καὶ τὴν τῶν Χαζάρων γλῶσσαν αὐτοῖς τοῖς Τούρκοις ἐδίδαξαν, καὶ μέχρι τοῦ νῦν τὴν αὐτὴν διάλεκτον ἔχουσιν· ἔχουσιν δὲ καὶ τὴν τῶν Τούρκων ἑτέραν γλῶσσαν. Διὰ δὲ τὸ εἰς τοὺς πολέμους ἰσχυροτέρους καὶ ἀνδρειοτέρους δείκνυσθαι τῶν ὀκτὼ γενεῶν καὶ προεξάρχειν τοῦ πολέμου προεκρίθησαν πρῶται γενεαί. Εἷς δέ ἐστιν ἄρχων ἐν αὐτοῖς, ἤγουν ἐν ταῖς τρισὶ γενεαῖς τῶν Καβάρων, ὅστις καὶ μέχρι τὴν σήμερον ἔστιν.