De administrando imperio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
40.1.1
Περὶ τῶν γενεῶν τῶν Καβάρων καὶ τῶν Τούρκων. Πρώτη ἡ παρὰ τῶν Χαζάρων ἀποσπασθεῖσα αὕτη ἡ προρρηθεῖσα τῶν Καβάρων γενεά, δευτέρα τοῦ Νέκη, τρίτη τοῦ Μεγέρη, τετάρτη τοῦ Κουρτουγερμάτου, πέμπτη τοῦ Ταριάνου, ἕκτη Γενάχ, ἑβδόμη Καρῆ, ὀγδόη Κασῆ. Καὶ οὕτως ἀλλήλοις συναφθέντες, μετὰ τῶν Τούρκων οἱ Κάβαροι εἰς τὴν τῶν Πατζινακιτῶν κατῴκησαν γῆν. Μετὰ δὲ ταῦτα παρὰ Λέοντος, τοῦ φιλοχρίστου καὶ ἀοιδίμου βασιλέως, προσκληθέντες διεπέρασαν, καὶ τὸν Συμεὼν πολεμήσαντες κατὰ κράτος αὐτὸν ἥττησαν, καὶ ἐξελάσαντες μέχρι τῆς Πρεσθλάβου διῆλθον, ἀποκλείσαντες αὐτὸν εἰς τὸ κάστρον τὸ λεγόμενον Μουνδράγα, καὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν. Τῷ δὲ τότε καιρῷ τὸν Λιούντικα, τὸν υἱὸν τοῦ Ἀρπαδῆ εἶχον ἄρχοντα. Μετὰ δὲ τὸ πάλιν τὸν Συμεὼν μετὰ τοῦ βασιλέως τῶν Ῥωμαίων εἰρηνεῦσαι καὶ λαβεῖν ἄδειαν διεπέμψατο πρὸς τοὺς Πατζινακίτας, καὶ μετὰ αὐτῶν ὡμοφώνησεν τοῦ καταπολεμῆσαι καὶ ἀφανίσαι τοὺς Τούρκους. Καὶ ὅτε οἱ Τοῦρκοι πρὸς ταξίδιον ἀπῆλθον, οἱ Πατζινακῖται μετὰ Συμεὼν ἦλθον κατὰ τῶν Τούρκων, καὶ τὰς αὐτῶν φαμιλίας παντελῶς ἐξηφάνισαν, καὶ τοὺς εἰς φύλαξιν τῆς χώρας αὐτῶν Τούρκους ἀπ' ἐκεῖσε κακιγκάκως ἀπεδίωξαν. Οἱ δὲ Τοῦρκοι ὑποστρέψαντες καὶ τὴν χώραν αὐτῶν οὕτως εὑρόντες ἔρημον καὶ κατηφανισμένην, κατεσκήνωσαν εἰς τὴν γῆν, εἰς ἣν καὶ σήμερον κατοικοῦσιν, τὴν ἐπονομαζομένην κατὰ τὴν ἀνωτέρω, ὡς εἴρηται, τῶν ποταμῶν ἐπωνυμίαν. Ὁ δὲ τόπος, ἐν ᾧ πρότερον οἱ Τοῦρκοι ὑπῆρχον, ὀνομάζεται κατὰ τὴν ἐπωνυμίαν τοῦ ἐκεῖσε διερχομένου ποταμοῦ Ἐτὲλ καὶ Κουζοῦ, ἐν ᾧ ἀρτίως οἱ Πατζινακῖται κατοικοῦσιν. Οἱ δὲ Τοῦρκοι παρὰ τῶν Πατζινακιτῶν διωχθέντες ἦλθον καὶ κατεσκήνωσαν εἰς τὴν γῆν, εἰς ἣν νῦν οἰκοῦσιν. Ἐν αὐτῷ δὲ τῷ τόπῳ παλαιά τινα ἔστιν γνωρίσματα· καὶ πρῶτον μέν ἐστιν ἡ τοῦ βασιλέως Τραϊανοῦ γέφυρα κατὰ τὴν τῆς Τουρκίας ἀρχήν, ἔπειτα καὶ ἡ Βελέγραδα ἀπὸ τριῶν ἡμερῶν τῆς αὐτῆς γεφύρας, ἐν ᾗ καὶ ὁ πύργος ἐστὶν τοῦ ἁγίου καὶ μεγάλου Κωνσταντίνου, τοῦ βασιλέως, καὶ πάλιν κατὰ τὴν τοῦ ποταμοῦ ἀναδρομήν ἐστιν τὸ Σέρμιον ἐκεῖνο λεγόμενον, ἀπὸ τῆς Βελεγράδας ὁδὸν ἔχον ἡμερῶν δύο, καὶ ἀπὸ τῶν ἐκεῖσε ἡ μεγάλη Μοραβία, ἡ ἀβάπτιστος, ἣν καὶ ἐξήλειψαν οἱ Τοῦρκοι, ἧς ἦρχε τὸ πρότερον ὁ Σφενδοπλόκος. Ταῦτα μὲν τὰ κατὰ τὸν Ἴστρον ποταμὸν γνωρίσματά τε καὶ ἐπωνυμίαι, τὰ δὲ ἀνώτερα τούτων, ἐν ᾧ ἐστιν ἡ πᾶσα τῆς Τουρκίας κατασκήνωσις, ἀρτίως ἐπονομάζουσιν κατὰ τὰς {τοῦ} τῶν ἐκεῖσε ῥεόντων ποταμῶν ἐπωνυμίας. Οἱ δὲ ποταμοί εἰσιν οὗτοι· ποταμὸς πρῶτος ὁ Τιμήσης, ποταμὸς δεύτερος ὁ Τούτης, ποταμὸς τρίτος ὁ Μορήσης, ποταμὸς τέταρτος ὁ Κρίσος, καὶ πάλιν ἕτερος ποταμὸς ἡ Τίτζα. Πλησιάζουσι δὲ τοῖς Τούρκοις πρὸς μὲν τὸ ἀνατολικὸν μέρος οἱ Βούλγαροι, ἐν ᾧ καὶ διαχωρίζει αὐτοὺς ὁ Ἴστρος, ὁ καὶ Δανούβιος λεγόμενος ποταμός, πρὸς δὲ τὸ βόρειον οἱ Πατζινακῖται, πρὸς δὲ τὸ δυτικώτερον οἱ Φράγγοι, πρὸς δὲ τὸ μεσημβρινὸν οἱ Χρωβάτοι. Αἱ δὲ ὀκτὼ γενεαὶ τῶν Τούρκων αὗται πρὸς τοὺς οἰκείους ἄρχοντας οὐχ ὑπείκουσιν, ἀλλ' ὁμόνοιαν ἔχουσιν εἰς τοὺς ποταμούς, εἰς οἷον μέρος προβάλλει πόλεμος, συναγωνίζεσθαι μετὰ πάσης φροντίδος τε καὶ σπουδῆς. Ἔχουσι δὲ κεφαλὴν πρώτην τὸν ἄρχοντα ἀπὸ τῆς γενεᾶς τοῦ Ἀρπαδῆ κατὰ ἀκολουθίαν καὶ δύο ἑτέρους, τόν τε γυλᾶν καὶ τὸν καρχᾶν, οἵτινες ἔχουσι τάξιν κριτοῦ· ἔχει δὲ ἑκάστη γενεὰ ἄρχοντα. Ἰστέον, ὅτι ὁ γυλᾶς καὶ ὁ καρχᾶς οὐκ εἰσὶ κύρια ὀνόματα, ἀλλὰ ἀξιώματα. Ἰστέον, ὅτι ὁ Ἀρπαδής, ὁ μέγας Τουρκίας ἄρχων, ἐποίησεν τέσσαρας υἱούς· πρῶτον τὸν Ταρκατζοῦν, δεύτερον τὸν Ἰέλεχ, τρίτον τὸν Ἰουτοτζᾶν, τέταρτον τὸν Ζαλτᾶν. Ἰστέον, ὅτι ὁ πρῶτος υἱὸς τοῦ Ἀρπαδῆ, ὁ Ταρκατζοῦς ἐποίησεν υἱὸν τὸν Τεβέλη, ὁ δὲ δεύτερος υἱός, ὁ Ἰέλεχ ἐποίησεν υἱὸν τὸν Ἐζέλεχ, ὁ δὲ τρίτος υἱός, ὁ Ἰουτοτζᾶς ἐποίησεν υἱὸν τὸν Φαλίτζιν, τὸν νυνὶ ἄρχοντα, ὁ δὲ τέταρτος υἱός, ὁ Ζαλτᾶς ἐποίησεν υἱὸν τὸν Ταξίν. Ἰστέον, ὅτι πάντες οἱ υἱοὶ τοῦ Ἀρπαδῆ ἐτελεύτησαν, οἱ δὲ ἔγγονοι αὐτοῦ, ὅ τε Φαλῆς καὶ ὁ Τασῆς καὶ ὁ ἐξάδελφος αὐτῶν, ὁ Ταξίς, ζῶσιν. Ἰστέον, ὅτι ἐτελεύτησεν ὁ Τεβέλης, καὶ ἔστιν ὁ υἱὸς αὐτοῦ ὁ Τερματζοῦς, ὁ ἀρτίως ἀνελθὼν φίλος μετὰ τοῦ Βουλτζοῦ, τοῦ τρίτου ἄρχοντος καὶ καρχᾶ Τουρκίας. Ἰστέον, ὅτι ὁ Βουλτζοῦς, ὁ καρχᾶς ἐστιν ὁ υἱὸς τοῦ Καλῆ, τοῦ καρχᾶ, καὶ ὅτι τὸ μὲν Καλῆ ἐστιν ὄνομα κύριον, τὸ δὲ καρχᾶς ἐστιν ἀξίωμα, ὥσπερ καὶ τὸ γυλᾶς, ὅ ἐστιν μεῖζον τοῦ καρχᾶ. 41 Περὶ τῆς χώρας τῆς Μοραβίας. Ἰστέον, ὅτι ὁ Μοραβίας ἄρχων, ὁ Σφενδοπλόκος, ἀνδρεῖος καὶ φοβερὸς εἰς τὰ πλησιάζοντα αὐτῷ ἔθνη γέγονεν. Ἔσχε δὲ ὁ αὐτὸς Σφενδοπλόκος τρεῖς υἱούς, καὶ τελευτῶν διεῖλεν εἰς τρία μέρη τὴν ἑαυτοῦ χώραν, καὶ τοῖς τρισὶν υἱοῖς αὐτοῦ ἀνὰ μιᾶς μερίδος κατέλιπεν, τὸν πρῶτον καταλείψας ἄρχοντα μέγαν, τοὺς δὲ ἑτέρους δύο τοῦ εἶναι ὑπὸ τὸν λόγον τοῦ πρώτου υἱοῦ. Παρῄνεσεν δὲ αὐτοὺς τοῦ μὴ εἰς διάστασιν καὶ κατ' ἀλλήλων γενέσθαι, παράδειγμα αὐτοῖς τοιοῦτον ὑποδείξας· ῥάβδους γὰρ τρεῖς ἐνεγκὼν καὶ συνδήσας, δέδωκεν τῷ πρώτῳ υἱῷ τοῦ ταύτας κλάσαι, τοῦ δὲ μὴ ἰσχύσαντος, πάλιν δέδωκεν τῷ δευτέρῳ, ὡσαύτως καὶ τῷ τρίτῳ, καὶ εἶθ' οὕτως διαιρῶν τὰς τρεῖς ῥάβδους δέδωκεν τοῖς τρισὶ πρὸς μίαν· οἱ δὲ λαβόντες καὶ κελευσθέντες ταύτας κλάσαι, εὐθέως αὐτὰς κατέκλασαν. Καὶ διὰ τοιούτου ὑποδείγματος παρῄνεσεν αὐτοὺς εἰπών, ὡς ὅτι·" Εἰ μὲν διαμένετε ἐν ὁμοψυχίᾳ καὶ ἀγάπῃ ἀδιαίρετοι, ἀκαταγώνιστοι παρὰ τῶν ἐναντίων καὶ ἀνάλωτοι γενήσεσθε· εἰ δὲ ἐν ὑμῖν γένηται ἔρις καὶ φιλονικία, καὶ διαχωρισθῆτε εἰς τρεῖς ἀρχάς, μὴ ὑποκείμενοι τῷ πρώτῳ ἀδελφῷ, καὶ ὑπ' ἀλλήλων ἀφανισθήσεσθε, καὶ ὑπὸ τῶν πλησιαζόντων ὑμῖν ἐχθρῶν παντελῶς ἐξολοθρευθήσεσθε." Μετὰ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ Σφενδοπλόκου ἕνα χρόνον ἐν εἰρήνῃ διατελέσαντες, ἔριδος καὶ στάσεως ἐν ἑαυτοῖς ἐμπεσούσης, καὶ πρὸς ἀλλήλους ἐμφύλιον πόλεμον ποιήσαντες, ἐλθόντες οἱ Τοῦρκοι τούτους παντελῶς ἐξωλόθρευσαν, καὶ ἐκράτησαν τὴν ἑαυτῶν χώραν, εἰς ἣν καὶ ἀρτίως οἰκοῦσιν. Καὶ οἱ ὑπολειφθέντες τοῦ λαοῦ διεσκορπίσθησαν, προσφυγόντες εἰς τὰ παρακείμενα ἔθνη, εἴς τε τοὺς Βουλγάρους καὶ Τούρκους καὶ Χρωβάτους καὶ εἰς τὰ λοιπὰ ἔθνη. 42 Γεωγραφία ἀπὸ Θεσσαλονίκης μέχρι τοῦ Δανούβεως ποταμοῦ καὶ τοῦ κάστρου Βελεγράδας, Τουρκίας τε καὶ Πατζινακίας μέχρι τοῦ Χαζαρικοῦ κάστρου Σάρκελ καὶ τῆς Ῥωσίας καὶ μέχρι τῶν Νεκροπύλων, τῶν ὄντων εἰς τὴν τοῦ Πόντου θάλασσαν πλησίον τοῦ Δανάπρεως ποταμοῦ, καὶ Χερσῶνος ὁμοῦ καὶ Βοσπόρου, ἐν οἷς τὰ κάστρα τῶν κλιμάτων εἰσίν, εἶτα μέχρι λίμνης Μαιώτιδος, τῆς καὶ θαλάσσης διὰ τὸ μέγεθος ἐπονομαζομένης, καὶ μέχρι τοῦ κάστρου Ταμάταρχα λεγομένου, πρὸς τούτοις δὲ καὶ Ζιχίας καὶ Παπαγίας καὶ Κασαχίας καὶ Ἀλανίας καὶ Ἀβασγίας καὶ μέχρι τοῦ κάστρου Σωτηριουπόλεως. Ἰστέον, ὅτι ἀπὸ Θεσσαλονίκης μέχρι τοῦ ποταμοῦ Δανούβεως, ἐν ᾧ τὸ κάστρον ἐστὶν τὸ Βελέγραδα ἐπονομαζόμενον, ἔστιν ὁδὸς ἡμερῶν ὀκτώ, εἰ καὶ μὴ διὰ τάχους τις, ἀλλὰ μετὰ ἀναπαύσεως πορεύεται. Καὶ κατοικοῦσιν μὲν οἱ Τοῦρκοι πέραθεν τοῦ Δανούβεως ποταμοῦ εἰς τὴν τῆς Μοραβίας γῆν, ἀλλὰ καὶ ἔνθεν μέσον τοῦ Δανούβεως καὶ τοῦ Σάβα ποταμοῦ. Ἀπὸ δὲ κάτωθεν τῶν μερῶν Δανούβεως ποταμοῦ τῆς Δίστρας ἀντίπερα ἡ Πατζινακία παρέρχεται, καὶ κατακρατεῖ ἡ κατοικία αὐτῶν μέχρι τοῦ Σάρκελ, τοῦ τῶν Χαζάρων κάστρου, ἐν ᾧ ταξεῶται καθέζονται τριακόσιοι, κατὰ χρόνον ἐναλλασσόμενοι. Ἑρμηνεύεται δὲ παρὰ αὐτοῖς τὸ Σάρκελ" ἄσπρον ὁσπίτιον", ὅπερ ἐκτίσθη παρὰ σπαθαροκανδιδάτου Πετρωνᾶ, τοῦ ἐπονομαζομένου Καματηροῦ, τὸν βασιλέα Θεόφιλον πρὸς τὸ κτισθῆναι αὐτοῖς τὸ κάστρον τοῦτο τῶν Χαζάρων αἰτησαμένων. Ὁ γὰρ χαγάνος ἐκεῖνος καὶ ὁ πὲχ Χαζαρίας εἰς τὸν αὐτὸν βασιλέα Θεόφιλον πρέσβεις ἐναποστείλαντες, κτισθῆναι αὐτοῖς τὸ κάστρον τὸ Σάρκελ ᾐτήσαντο, οἷς ὁ βασιλεύς, τῇ τούτων αἰτήσει πεισθείς, τὸν προρρηθέντα σπαθαροκανδιδᾶτον Πετρωνᾶ μετὰ χελανδίων βασιλικῶν πλωΐμων ἀπέστειλεν καὶ χελάνδια τοῦ κατεπάνω Παφλαγονίας. Καὶ δὴ ὁ αὐτὸς Πετρωνᾶς τὴν Χερσῶνα καταλαβὼν τὰ μὲν χελάνδια ἔλιπεν ἐν Χερσῶνι, τὸν δὲ λαὸν εἰσαγαγὼν εἰς καματερὰ καράβια, ἀπῆλθεν ἐν τῷ τόπῳ τοῦ Τανάϊδος ποταμοῦ, ἐν ᾧ καὶ τὸ κάστρον ἔμελλεν κτίσαι. Καὶ ἐπειδὴ ὁ τόπος λίθους οὐκ εἶχεν πρὸς κτίσιν τοῦ κάστρου ἐπιτηδείους, καμίνιά τινα ποιησάμενος καὶ βήσσαλον ἐν αὐτοῖς ἐγκαύσας, μετ' αὐτῶν τὴν τοῦ κάστρου κτίσιν ἐποιήσατο, ἐκ μικρῶν τινων τῶν ἐκ τοῦ ποταμοῦ κοχλιδίων ἄσβεστον ἐργασάμενος. Οὗτος οὖν ὁ προρρηθεὶς σπαθαροκανδιδᾶτος Πετρωνᾶς μετὰ τὸ κτίσαι τὸ κάστρον τὸ Σάρκελ πρὸς τὸν βασιλέα Θεόφιλον εἰσελθών, εἶπεν αὐτῷ, ὅτι·" Εἰ θέλῃς ὅλως τὸ τῆς Χερσῶνος κάστρον καὶ τοὺς ἐν αὐτῇ τόπους κυρίως ἐξουσιάσαι καὶ τούτους μὴ τῆς σῆς ἐκτὸς γενέσθαι χειρός, προβάλλου στρατηγὸν ἴδιον, καὶ μὴ τοῖς ἐκείνων καταπιστεύσῃς πρωτεύουσί τε καὶ ἄρχουσι." Μέχρι γὰρ Θεοφίλου τοῦ βασιλέως οὐκ ἦν στρατηγὸς ἀπὸ τῶν ἐντεῦθεν ἀποστελλόμενος, ἀλλ' ἦν ὁ τὰ πάντα διοικῶν ὁ λεγόμενος πρωτεύων μετὰ καὶ τῶν ἐπονομαζομένων πατέρων τῆς πόλεως. Τοῦ οὖν βασιλέως Θεοφίλου πρὸς ταῦτα βουλευσαμένου τὸν ὁ δεῖνα ἐξαποστεῖλαι στρατηγὸν ἢ τὸν ὁ δεῖνα, ὕστερον ἀποσταλῆναι προέκρινεν τὸν προρρηθέντα σπαθαροκανδιδᾶτον Πετρωνᾶν ὡς† ἔμπειρα† τοῦ τόπου γεγονότα καὶ τῶν πραγμάτων οὐκ ἀνεπιστήμονα, ὃν καὶ πρωτοσπαθάριον τιμήσας, προεβάλετο στρατηγόν, καὶ εἰς Χερσῶνα ἐξαπέστειλεν, ὁρίσας τὸν τότε πρωτεύοντα καὶ πάντας ὑπείκειν αὐτῷ, ἐξ οὗ καὶ μέχρι τὴν σήμερον ἐπεκράτησεν ἀπὸ τῶν ἐντεῦθεν εἰς Χερσῶνα προβάλλεσθαι στρατηγούς. Ἀλλ' αὕτη μὲν ἡ τοῦ Σάρκελ τοῦ κάστρου κτίσις καθέστηκεν. Ἀπὸ δὲ τοῦ Δανούβεως ποταμοῦ μέχρι τοῦ προρρηθέντος κάστρου, τοῦ Σάρκελ ὁδός ἐστιν ἡμερῶν ξʹ. Μέσον δὲ τῆς τοιαύτης γῆς ποταμοὶ μέν εἰσιν πολλοί· δύο δὲ μέγιστοι ἐξ αὐτῶν ὅ τε Δάναστρις καὶ ὁ Δάναπρις. Εἰσὶ δὲ ἕτεροι ποταμοί, ὅ τε λεγόμενος Συγγοὺλ καὶ ὁ Ὑβὺλ καὶ ὁ Ἀλματαὶ καὶ ὁ Κοῦφις καὶ ὁ Βογοῦ καὶ ἕτεροι πολλοί. Εἰς δὲ τὰ ὑψηλότερα τοῦ Δανάπρεως ποταμοῦ μέρη κατοικοῦσιν οἱ Ῥῶς, δι' οὗ ποταμοῦ ἀποπλέοντες, πρὸς Ῥωμαίους ποιοῦνται τὴν ἄφιξιν. Ἡ δὲ Πατζινακία πᾶσαν τὴν γῆν μέχρι τῆς τε Ῥωσίας καὶ Βοσπόρου κατακρατεῖ καὶ μέχρι Χερσῶνος καὶ ἕως τὸ Σαράτ, Βουρὰτ καὶ τῶν λʹ μερῶν. Τὸ δὲ τῆς παραλίας τῆς θαλάσσης ἀπὸ τοῦ Δανούβεως ποταμοῦ διάστημα μέχρι τοῦ Δανάστρεως ποταμοῦ εἰσιν μίλια ρκʹ. Ἀπὸ δὲ τοῦ Δανάστρεως ποταμοῦ μέχρι τοῦ ποταμοῦ Δανάπρεώς εἰσιν μίλια πʹ, ὁ χρυσὸς λεγόμενος αἰγιαλός. Ἀπὸ δὲ τὸ στόμιον ποταμοῦ τοῦ Δανάπρεώς εἰσι τὰ Ἀδαρά, κἀκεῖσε κόλπος ἐστὶν μέγας, ὁ λεγόμενος τὰ Νεκρόπυλα, ἐν ᾧ τις διελθεῖν ἀδυνατεῖ παντελῶς. Καὶ ἀπὸ μὲν τοῦ Δανάπρεως ποταμοῦ μέχρι Χερσῶνός εἰσιν μίλια τʹ, ἐν τῷ μέσον δὲ λίμναι καὶ λιμένες εἰσίν, ἐν οἷς οἱ Χερσωνῖται τὸ ἅλας ἐργάζονται. Ἀπὸ δὲ Χερσῶνος μέχρι Βοσπόρου εἰσὶν τὰ κάστρα τῶν κλιμάτων, τὸ δὲ διάστημα μίλια τʹ. Καὶ ἀπὸ Βοσπόρου τὸ τῆς Μαιώτιδος λίμνης στόμιόν ἐστιν, ἥτις καὶ θάλασσα διὰ τὸ μέγεθος παρὰ πάντων ὀνομάζεται. Εἰς δὲ τὴν αὐτὴν Μαιώτιδα θάλασσαν εἰσρέουσιν ποταμοὶ πολλοὶ καὶ μεγάλοι· πρὸς μὲν τὸ ἀρκτῷον αὐτῆς μέρος ὁ Δάναπρις ποταμός, ἐξ οὗ καὶ οἱ Ῥῶς διέρχονται πρός τε τὴν μαύρην Βουλγαρίαν καὶ Χαζαρίαν καὶ Συρίαν. Ὁ δὲ αὐτὸς κόλπος τῆς Μαιώτιδος ἔρχεται ἀντικρὺ τῶν Νεκροπύλων, τῶν ὄντων πλησίον τοῦ Δανάπρεως ποταμοῦ, ὡς ἀπὸ μιλίων δʹ, καὶ μίσγεται, ἐν ᾧ καὶ σοῦδαν οἱ παλαιοὶ ποιησάμενοι διεβίβασαν τὴν θάλασσαν, μέσον ἀποκλείσαντες πᾶσαν τὴν Χερσῶνος γῆν καὶ τῶν κλιμάτων καὶ τῆς Βοσπόρου γῆν, κρατοῦσαν μέχρι α μιλίων ἢ καὶ πλειόνων τινῶν. Ἐκ δὲ τῶν πολλῶν ἐτῶν κατεχώσθη ἡ αὐτὴ σοῦδα καὶ εἰς δάσος ἐγένετο πολύ, καὶ οὐκ εἰσὶν ἐν αὐτῷ πλὴν δύο ὁδοί, ἐν αἷς οἱ Πατζινακῖται διέρχονται πρός τε Χερσῶνα καὶ Βόσπορον καὶ τὰ κλίματα. Εἰς δὲ τὸ ἀνατολικώτερον μέρος τῆς Μαιώτιδος λίμνης εἰσέρχονται πολλοί τινες ποταμοί, ὅ τε Τάναϊς ποταμός, ὁ ἀπὸ τὸ κάστρον Σάρκελ ἐρχόμενος, καὶ τὸ Χαράκουλ, ἐν ᾧ καὶ τὸ βερζίτικον ἁλιεύεται, εἰσὶ δὲ καὶ ἕτεροι ποταμοί, ὁ Βὰλ καὶ ὁ Βουρλίκ, ὁ Χαδὴρ καὶ ἄλλοι πλεῖστοι ποταμοί. Ἐκ δὲ τῆς Μαιώτιδος λίμνης ἐξέρχεται στόμιον τὸ Βουρλὶκ ἐπονομαζόμενον, καὶ πρὸς τὴν τοῦ Πόντου θάλασσαν καταρρεῖ, ἐν ᾧ ἐστιν ἡ Βόσπορος, ἀντικρὺ δὲ τῆς Βοσπόρου τὸ Ταμάταρχα λεγόμενον κάστρον ἐστίν. Τὸ δὲ διάστημα τοῦ περάματος τοῦ τοιούτου στομίου ἐστὶν μίλια ιηʹ. Ἐν δὲ τῷ μέσον τῶν αὐτῶν ιηʹ μιλίων ἐστὶ νησίον μέγα χαμηλόν, τὸ λεγόμενον Ἀτέχ. Ἀπὸ τὸ Ταμάταρχά ἐστι ποταμὸς ἀπὸ μιλίων ιηʹ ἢ καὶ κʹ, λεγόμενος Οὐκρούχ, ὁ διαχωρίζων τὴν Ζιχίαν καὶ τὸ Ταμάταρχα, ἀπὸ δὲ τοῦ Οὐκροὺχ μέχρι τοῦ Νικόψεως ποταμοῦ, ἐν ᾧ καὶ κάστρον ἐστὶν ὁμώνυμον τῷ ποταμῷ, ἔστιν ἡ χώρα τῆς Ζιχίας· τὸ δὲ διάστημά ἐστιν μίλια τʹ. Ἄνωθεν δὲ τῆς Ζιχίας ἐστὶν ἡ χώρα ἡ λεγομένη Παπαγία, καὶ ἄνωθεν τῆς Παπαγίας χώρας ἐστὶν ἡ χώρα ἡ λεγομένη Κασαχία, ἄνωθεν δὲ τῆς Κασαχίας ὄρη τὰ Καυκάσιά εἰσιν, καὶ τῶν ὀρέων ἄνωθέν ἐστιν ἡ χώρα τῆς Ἀλανίας. Ἡ δὲ τῆς Ζιχίας παράλιος ἔχει νησία, τὸ μέγα νησὶν καὶ τὰ τρία νησία· ἔνδοθεν δὲ τούτων εἰσὶν καὶ ἕτερα νησία, τὰ καὶ ἐπινεμηθέντα καὶ παρὰ τῶν Ζιχῶν κτισθέντα, τό τε Τουργανὴρχ καὶ τὸ Τζαρβαγάνιν καὶ ἕτερον νησίν, καὶ εἰς τὸν τοῦ Σπαταλοῦ λιμένα ἕτερον νησίν, καὶ εἰς τὰς Πτελέας ἕτερον, ἐν ᾧ ἐν ταῖς τῶν Ἀλανῶν ἐπιδρομαῖς οἱ Ζιχοὶ καταφεύγουσιν. Τὸ δὲ παραθαλάσσιον ἀπὸ τῆς συμπληρώσεως τῆς Ζιχίας, ἤτοι τοῦ Νικόψεως ποταμοῦ, ἐστὶν ἡ τῆς Ἀβασγίας χώρα μέχρι τοῦ κάστρου Σωτηριουπόλεως· εἰσὶ δὲ μίλια τʹ. 43 Περὶ τῆς χώρας τοῦ Ταρών. Ἀλλὰ περὶ μὲν τῶν βορείων Σκυθῶν ἱκανῶς σοι δεδήλωται, τέκνον ποθούμενον, ὧν ἡ γνῶσις ἐπωφελής τε καὶ εὔχρηστος ἐν καιρῷ σοι πάντως γενήσεται· δεῖ δέ σε μηδὲ τὰ πρὸς ἀνίσχοντα ἥλιον ἀγνοεῖν, ὅθεν ὑπήκοα πάλιν τοῖς Ῥωμαίοις ἐγένετο, ἀφ' οὗ τὸ πρῶτον τῆς τούτων ἐπικρατείας ἐξέπεσον. Πρῶτος γὰρ ὁ Κρικορίκιος ἐκεῖνος τοῦ Ταρὼν ἄρχων πρὸς τὸν βασιλέα Ῥωμαίων ἑαυτὸν ὑπέκλινεν καὶ ὑπέταξεν, ἀλλ' ἐξ ἀρχῆς μὲν ἐπαμφοτερίζων ἐφαίνετο, καὶ λόγῳ μὲν τὴν τοῦ βασιλέως φιλίαν προσεποιεῖτο τιμᾶν, ἔργῳ δὲ τῷ τῶν Σαρακηνῶν κατάρχοντι τὰ καθ' ἡδονὴν διεπράττετο, καὶ διαφόρως ἡγεμὼν ἐχρημάτισεν τῶν ἀπὸ Συρίας ἐξερχομένων φοσσάτων κατὰ τῶν ὑπηκόων θεμάτων τῷ βασιλεῖ Ῥωμαίων, καὶ πάντα τὰ τοῖς Ῥωμαίοις ἐν ἀπορρήτῳ μελετώμενα κατὰ τῶν ἀντιπάλων Σαρακηνῶν πρὸς Συρίαν ἐμήνυεν, καὶ λάθρᾳ περὶ τῶν παρ' ἡμῖν συμβαινόντων ἀεὶ πρὸς τὸν ἀμερμουμνῆν διὰ γραμμάτων ἐδηλοποίει, καὶ δοκεῖν μὲν ἐβούλετο τὰ τῶν Ῥωμαίων φρονῶν, εὑρίσκετο δὲ μᾶλλον τὰ τῶν Σαρακηνῶν προκρίνων τε καὶ τιμῶν. Πλὴν ἀπέστελλεν ἀεὶ δῶρα, ἅπερ τοῖς ἐκεῖσε βαρβάροις δοκεῖ τίμια, πρὸς τὸν ἐν βασιλεῦσιν ἀοίδιμον Λέοντα, καὶ ἀντελάμβανε πλείονά τε καὶ κρείττονα παρὰ τοῦ εὐσεβοῦς βασιλεύοντος, ὃς καὶ πολλάκις αὐτῷ προετρέψατο διὰ γραμμάτων πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν καὶ τὸν βασιλέα θεάσασθαι καὶ τῶν παρ' αὐτοῦ φιλοφρονήσεων καὶ τιμῶν μετασχεῖν. Ὁ δὲ δεδοικώς, μὴ πρὸς λύπην καὶ σκάνδαλον τοῦ ἀμερμουμνῆ γένηται τοῦτο, προφάσεις ἐπλάττετο, καὶ τὸ μὴ δύνασθαι τὴν ἑαυτοῦ χώραν ἔρημον τῆς ἐξ αὐτοῦ βοηθείας καταλιπεῖν, ἵνα μὴ ὑπὸ τῶν Σαρακηνῶν καταληϊσθῇ, μάτην ἐσκήπτετο. Ὁ δὲ αὐτὸς ἄρχων τοῦ Ταρὼν κρατήσας ἐν πολέμῳ ποτὲ τοῦ Ἀρκάϊκα τοὺς παῖδας, ἤγουν Κρικορίκου τοῦ πατρικίου, τοῦ πατρὸς τοῦ πρωτοσπαθαρίου Ἀσωτίου, τοὺς ἐξαδέλφους, εἶχε παρ' ἑαυτῷ δεσμίους. Περὶ ὧν καὶ Συμβάτιος, ὁ τότε ἄρχων τῶν ἀρχόντων, τὸν αὐτὸν μακαριώτατον βασιλέα διὰ γραμμάτων ἠξίωσεν τοῦ ἀποστεῖλαι πρὸς τὸν Ταρωνίτην καὶ ἀναλαβέσθαι σπουδάσαι τοὺς οἰκείους ἀνεψιούς, οἵτινες ἦσαν υἱοὶ τοῦ εἰρημένου Ἀρκάϊκα, ἵνα μὴ πρὸς τὸν ἀμερμουμνῆν ἀποσταλῶσιν· συγγενὴς γὰρ ἦν τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, Γρηγόριος ὁ πατρίκιος. Ἐπακούσας δὲ τῆς τοιαύτης τοῦ Συμβατίου ἀξιώσεως Λέων, ὁ μακαριώτατος βασιλεύς, τὸν Σινούτην ἐκεῖνον τὸν εὐνοῦχον ἀπέστειλε, χαρτουλάριον τηνικαῦτα τοῦ ὀξέως δρόμου τυγχάνοντα, πρός τε τὸν ἄρχοντα τοῦ Ταρὼν τῆς τοιαύτης ἕνεκα ὑποθέσεως καὶ πρὸς τὸν Ἀδρανασήρ, τὸν κουροπαλάτην Ἰβηρίας, διά τινας ἑτέρας ὑποθέσεις, δοὺς αὐτῷ καὶ πρὸς ἀμφοτέρους ξενάλια τὰ ἁρμόζοντα. Διαβληθέντος δὲ τοῦ εἰρημένου Σινούτου παρὰ Θεοδώρου, τοῦ τῶν Ἀρμενίων ἑρμηνευτοῦ, πρὸς τὸν εἰρημένον ἀοίδιμον βασιλέα, ἐξαπεστάλη βασιλικὸς ἀντ' αὐτοῦ ὁ πρωτοσπαθάριος Κωνσταντῖνος καὶ δομέστικος τῆς ὑπουργίας ὁ τοῦ Λιβός, ὁ νῦν ἀνθύπατος πατρίκιος καὶ μέγας ἑταιρειάρχης, ἐνταλματικῶς ὁρισθεὶς τοῦ ἀναλαβέσθαι τὰ πρὸς τὸν ἄρχοντα τοῦ Ταρών, τὸν Κρικορίκιον, ἀποσταλέντα ξενάλια, καὶ αὐτὸς μὲν πρὸς τὸ Ταρὼν εἰσελθεῖν, τὸν δὲ Σινούτην προτρέψασθαι πρὸς τὸν Ἀδρανασήρ, τὸν κουροπαλάτην Ἰβηρίας, κατὰ τὰ ἐνταλθέντα αὐτῷ ἀπελθεῖν. Καταλαβὼν δὲ τὸ Ταρὼν ὁ εἰρημένος πρωτοσπαθάριος καὶ ἀποδοὺς Κρικορικίῳ τὰ πρὸς αὐτὸν ἀποσταλέντα τοῦ βασιλέως δῶρα καὶ γράμματα, ἀνελάβετο τὸν νόθον τοῦ Ταρωνίτου υἱόν, ὃς Ἀσώτιος ὠνομάζετο, καὶ εἰσήγαγεν αὐτὸν πρὸς τὴν βασιλεύουσαν, ὃν ὁ βασιλεὺς τῇ τοῦ πρωτοσπαθαρίου τιμήσας ἀξίᾳ καὶ ἱκανῶς φιλοφρονησάμενος, πρὸς τὸν ἴδιον πατέρα διὰ τοῦ αὐτοῦ πρωτοσπαθαρίου ἀπέστειλεν. Ἀναλαβόμενος οὖν ὁ αὐτὸς Κωνσταντῖνος ἐκεῖθεν Ἀπογάνεμ, τὸν ἀδελφὸν Κρικορίκου, τοῦ ἄρχοντος τοῦ Ταρών, εἰσήγαγεν πρὸς τὸν μακάριον βασιλέα μετὰ καὶ τῶν δύο υἱῶν τοῦ Ἀρκάϊκα, ὃν καὶ τῇ τοῦ πρωτοσπαθαρίου ἀξίᾳ τιμήσας ὁ βασιλεὺς καὶ φιλοφρόνως πολλάκις δεξιωσάμενος, ἀπέστειλεν αὖθις διὰ τοῦ αὐτοῦ Κωνσταντίνου εἰς τὴν οἰκείαν χώραν καὶ πρὸς τὸν ἴδιον ἀδελφόν. Μετὰ δὲ ταῦτα ἐν Χαλδίᾳ ὁ εἰρημένος Κωνσταντῖνος ἐπὶ χρόνον ἱκανὸν διατρίψας, ἐπετράπη διὰ κελεύσεως εἰσελθεῖν ἐν τῷ Ταρὼν καὶ ἀναλαβέσθαι Κρικορίκιον, τὸν ἄρχοντα τοῦ Ταρὼν καὶ πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν, ὃ καὶ ἐποίησεν. Εἰσελθόντος δὲ τοῦ αὐτοῦ Κρικορικίου ἐν τῇ θεοφυλάκτῳ πόλει καὶ τῇ τοῦ μαγίστρου καὶ στρατηγοῦ Ταρὼν ἀξίᾳ τιμηθέντος, ἐδόθη αὐτῷ καὶ οἶκος εἰς κατοικίαν, ὁ τοῦ Βαρβάρου λεγόμενος, ὁ νῦν Βασιλείου τοῦ παρακοιμωμένου οἶκος. Ἐτιμήθη δὲ καὶ ἐτησίῳ ῥόγᾳ χρυσίου μὲν δέκα λίτρας καὶ μιλιαρησίων ἑτέρας δέκα λίτρας, ὡς εἶναι τὸ πᾶν λίτρας εἴκοσι. Καὶ ἐπὶ χρόνον ἐν τῇ βασιλευούσῃ διατρίψας, καὶ διὰ τοῦ αὐτοῦ πρωτοσπαθαρίου Κωνσταντίνου πάλιν πρὸς τὴν οἰκείαν διεσώθη χώραν. Μετὰ δὲ ταῦτα πάλιν εἰσῆλθεν καὶ ὁ Ἀπογάνεμ πρὸς τὸν μακάριον βασιλέα, καὶ προεβιβάσθη παρ' αὐτοῦ εἰς πατρικιότητα· ἐπετράπη δὲ καὶ εἰς γυναῖκα λαβεῖν τοῦ εἰρημένου Κωνσταντίνου θυγατέρα, καὶ ἐπὶ τῇ τοιαύτῃ προφάσει καὶ οἶκον ἐπεζήτησεν, καὶ ἔλαβεν καὶ αὐτὸς τὸν τοῦ Βαρβάρου οἶκον χρυσοβουλλίου χωρίς. Καὶ φιλοφρονηθεὶς παρὰ τοῦ βασιλέως, τῷ τότε μὲν πρὸς τὴν ἰδίαν χώραν ὑπέστρεψεν πρὸς τὸ πάλιν εἰσελθεῖν καὶ τὰ τοῦ γάμου ἀπαρτίσασθαι, ἅμα δὲ τῷ εἰς τὴν οἰκείαν χώραν διασωθῆναι μετ' ὀλίγας ἡμέρας τέλει τοῦ βίου ἐχρήσατο. Ὁ δὲ τούτου ἀδελφός, Κρικορίκιος διὰ γραμμάτων αὐτοῦ ἐξῃτήσατο εἰσέρχεσθαι εἰς τὴν βασιλεύουσαν καὶ παρὰ τῶν χειρῶν τοῦ ἁγίου βασιλέως λαμβάνειν τὴν διδομένην ῥόγαν αὐτοῦ καὶ ἐπὶ χρόνον τινὰ ἐν τῇ θεοφυλάκτῳ διατρίβειν πόλει. Καὶ ἐπὶ τούτῳ τὸν τῷ οἰκείῳ ἀδελφῷ προχειρισθέντα οἶκον εἰς κατοίκησιν λαβεῖν ἠξίου, ὃν καὶ ἐπιδέδωκεν αὐτῷ ὁ μακάριος βασιλεὺς διά τε τὸ νεωστὶ ὑποταγῆναι καὶ διὰ τὸ καὶ ἄλλους ἄρχοντας τῆς ἀνατολῆς πρὸς τὸν ὅμοιον ζῆλον τῆς πρὸς Ῥωμαίους ὑποταγῆς ἐκκαλέσασθαι· ἔγγραφον δὲ χρυσοβούλλιον δωρεὰν τοῦ τοιούτου οἴκου πρὸς αὐτὸν οὐκ ἐποίησεν. Μετὰ δὲ χρόνους ἱκανούς, Ῥωμανοῦ τοῦ μακαρίου βασιλέως τῶν σκήπτρων τῆς βασιλείας Ῥωμαίων ἐπειλημμένου, ἀνήγαγεν ὁ αὐτὸς Κρικορίκιος μὴ ἰσχύειν κρατεῖν τὸν τοῦ Βαρβάρου οἶκον, ἀλλ' ἠξίου λαβεῖν ἀντ' αὐτοῦ προάστειον ἐν Κελτζηνῇ, εἴτε τοῦ Τατζάτου, εἴτε ἄλλο, οἷον κελεύει ὁ βασιλεύς, ἵνα, ὅτε ἐπιδρομὴ τῶν Ἀγαρηνῶν κατὰ τῆς χώρας αὐτοῦ γένηται, ἀποστέλλειν ἐκεῖσε ἔχει τὴν οἰκείαν συγγένειαν καὶ ὑπόστασιν. Ὁ δὲ βασιλεὺς τὴν ἀκριβῆ γνῶσιν τῶν πραγμάτων μὴ κεκτημένος, ἐλπίζων δὲ ἀπὸ βασιλικοῦ χρυσοβουλλίου τοῦ μακαρίου Λέοντος ἔχειν τὸν Ταρωνίτην τὸν τοῦ Βαρβάρου οἶκον, δέδωκεν αὐτῷ τὸ προάστειον τοῦ Γρηγορᾶ ἐν Κελτζηνῇ, καὶ τὸν οἶκον δῆθεν ἀντέλαβεν, χρυσοβούλλιον δὲ οὐδὲ οὗτος πρὸς αὐτὸν ἐπὶ τῷ προαστείῳ ἐποιήσατο. Μετὰ δὲ ταῦτα ἔγραψε πρὸς τὸν αὐτὸν βασιλέα ὁ Τορνίκης, ὁ τοῦ Ταρωνίτου ἀνεψιός, ὁ τοῦ Ἀπογάνεμ ἐκείνου υἱός, ὅτι·" Τὸν οἶκον τοῦ Βαρβάρου ὁ μακαριώτατος βασιλεὺς Λέων τῷ ἐμῷ πατρὶ ἐδωρήσατο, μετὰ δὲ τὸν τοῦ πατρός μου θάνατονδιὰ τὸ ἔτι ἀνήλικον καὶ ὀρφανὸν τυγχάνειν ἐμέκατ' ἐξουσίαν ὁ θεῖός μου τὸν τούτου οἶκον κατεκράτησεν, ἀεὶ καθυπισχνούμενός μοι, ὅταν εἰς τὸν τέλειον τῆς ἡλικίας ἔλθω χρόνον, ἀπολαβεῖν τὸν οἶκον τὸν πατρικόν, καὶ νῦν, ὡς ἔμαθον, δέδωκεν τὸν τοιοῦτον οἶκον ὁ ἐμὸς θεῖος τῇ βασιλείᾳ σου, καὶ ἔλαβεν εἰς ἀντισήκωσιν αὐτοῦ τὸ προάστειον τοῦ Γρηγορᾶ ἐν Κελτζηνῇ." Ἀπὸ δὲ τῶν τοιούτων βασιλικῶν φιλοτιμιῶν, τῶν πρὸς τὸν ἄρχοντα τοῦ Ταρών, φθόνος ὑπεφύη καὶ ἀνεβλάστησεν πρὸς αὐτὸν παρά τε τοῦ Κακικίου, τοῦ ἄρχοντος Βασπαρακά, καὶ Ἀδρανασὴρ, τοῦ κουροπαλάτου Ἰβηρίας, καὶ Ἀσωτικίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, οἵτινες ἔγραψαν πρὸς τὸν βασιλέα διαγογγύζοντες, δι' ἣν αἰτίαν ὁ Ταρωνίτης μόνος ῥόγας ἀπολαύει βασιλικῆς, αὐτῶν ἁπάντων λαμβανόντων οὐδέν." Τίνα γάρἔλεγονπερισσοτέραν δουλείαν ἡμῶν ποιεῖται, ἢ τί πλέον ἡμῶν τοὺς Ῥωμαίους ἐπωφελεῖ; Ὅθεν χρὴ ἢ καὶ ἡμᾶς ὡς ἐκεῖνον ῥογεύεσθαι, ἢ μηδ' ἐκεῖνον ἐντὸς τῆς τοιαύτης τυγχάνειν δωρεᾶς." Ὁ δὲ μακάριος βασιλεὺς Ῥωμανὸς ἀντέγραψεν πρὸς αὐτοὺς μὴ παρ' αὐτοῦ τὴν ἐπὶ τῷ Ταρωνίτῃ γενέσθαι ῥόγαν, ἵνα ἐπ' αὐτῷ κεῖται καὶ ἡ ταύτης νῦν ἐκκοπή, ἀλλὰ παρὰ τοῦ μακαριωτάτου βασιλέως, καὶ μὴ δίκαιον εἶναι τὰ τῶν προβεβασιλευκότων παρὰ τῶν ὕστερον ἀνατρέπεσθαι. Ἔγραψε δ' ὅμως πρὸς τὸν αὐτὸν Ταρωνίτην, δηλοποιῶν αὐτὸν τὴν τῶν εἰρημένων ἀνδρῶν λύπην καὶ τὸ σκάνδαλον. Ὁ δὲ ἀνήγαγεν μήτε χρυσόν, μήτε ἄργυρον παρέχειν δύνασθαι, ὑπισχνεῖτο δὲ ἔξωθεν τῶν κατὰ τύπον ἀποστελλομένων ξενίων διδόναι ἱμάτια καὶ χαλκώματα, μέχρι τῶν δέκα λιτρῶν συντιμώμενα, ἃ καὶ δέδωκεν μέχρι τριῶν ἢ τεσσάρων ἐνιαυτῶν. Μετὰ δὲ ταῦτα ἀνήγαγεν μὴ δύνασθαι παρέχειν τὸ τοιοῦτον πάκτον, τὴν δὲ ῥόγαν ἢ προῖκα λαμβάνειν ἠξίου, καθὼς ἐπὶ τοῦ μακαριωτάτου βασιλέως Λέοντος, ἢ ἐκκοπῆναι αὐτήν. Ὅθεν διὰ τὸ μὴ εἰς σκάνδαλον εἶναι τοῦ Κακικίου καὶ τοῦ κουροπαλάτου καὶ τῶν λοιπῶν ἐξέκοψεν ταύτην ὁ εἰρημένος μακάριος βασιλεὺς Ῥωμανός. Παραμυθούμενος δὲ ὥσπερ αὐτόν, μετὰ ταῦτα τὸν τούτου υἱόν, Ἀσώτιον, ἐν τῇ πόλει παραγεγονότα, εἰς πατρικίους ἐτίμησεν, καὶ φιλοφρονησάμενος αὐτάρκως πρὸς τὰ ἴδια ἐξαπέστειλεν. Τοῦ δὲ μαγίστρου Κρικορικίου τὸν βίον ἀπολιπόντος, ἀνήγαγεν Τορνίκιος, ὁ τοῦ Ἀπογάνεμ υἱός, ἔρωτα ἔχειν ἐγκάρδιον εἰσελθεῖν καὶ τὸν βασιλέα θεάσασθαι, ἐφ' ᾧ τὸν πρωτοσπαθάριον Κρινίτην καὶ ἑρμηνευτὴν ὁ βασιλεὺς ἐξαπέστειλεν, ὃς καὶ εἰσήγαγεν ἐν τῇ πόλει τὸν εἰρημένον Τορνίκιον, καὶ προήγαγεν τὸν αὐτὸν Τορνίκιον ὁ βασιλεὺς εἰς τὴν τῶν πατρικίων τιμήν. Προετείνετο δὲ δικαιολογίας ἐπὶ τῷ τοῦ Βαρβάρου οἴκῳ, καὶ ἀκούσας, ὅτι προάστειον λαβὼν ὁ θεῖος αὐτοῦ ἐν Κελτζηνῇ, τὴν τούτου παρεχώρησεν ἐξουσίαν, ἔλεγε μὴ δύνασθαι τὸν θεῖον αὐτοῦ ἐπὶ τῇ πατρικῇ κληρονομίᾳ αὐτοῦ ποιεῖσθαι ἀνταλλαγήν, καὶ ἠξίου ἢ τὸν οἶκον λαβεῖν ἢ τὸ προάστειον, εἰ δὲ μή, καὶ ἀμφότερα παρεχώρει τῷ βασιλεῖ πρὸς τὸ μὴ ἔχειν αὐτὰ τοὺς ἐξαδέλφους αὐτοῦ. Τούτου ἕνεκεν ὁ βασιλεύς, ἐπεὶ καὶ ὁ γέρων ὁ Ταρωνίτης ἐτύγχανεν ἀποθανών, ἀνελάβετο τὸ προάστειον, καὶ οὐδὲ τὸν οἶκον ἀντέδωκεν, ἐπεὶ μηδὲ χρυσοβούλλιον, καθὼς ἀνωτέρω προείρηται, ἐπί τινι τούτων ἐξετέθη. Μετὰ δὲ ταῦτα εἰσῆλθεν πρὸς τὴν βασιλεύουσαν Παγκράτιος ἐκεῖνος, ὁ πρῶτος υἱὸς τοῦ μαγίστρου ἐκίνου Κρικορικίου τοῦ Ταρωνίτου, καὶ προεβιβάσθη παρὰ τοῦ βασιλέως εἰς τὸ τῶν πατρικίων ἀξίωμα, καὶ γέγονεν καὶ στρατηγὸς τοῦ Ταρών. Ἠιτήσατο δὲ καὶ γυναῖκα λαβεῖν ἀπὸ τῶν βασιλικῶν συγγενίδων, καὶ δέδωκεν αὐτῷ ὁ βασιλεὺς τὴν τοῦ μαγίστρου Θεοφυλάκτου ἀδελφὴν εἰς γυναῖκα. Καὶ μετὰ τὸν γάμον διαθήκας ἐξέθετο, ἐν αἷς ἐδήλου, ὅτι·" Ἐάν μοι γένωνται παῖδες ἀπὸ τῆς τοιαύτης γυναικός, ἵνα ἔχουσιν τὴν ἅπασάν μου χώραν εἰς κλῆρον προγονικόν." Καὶ ἐπὶ τούτῳ ᾐτήσατο τὸν βασιλέα δοθῆναι αὐτῷ τὸ προάστειον τοῦ Γρηγορᾶ πρὸς τὸ ἐν αὐτῷ τὴν πατρικίαν, τὴν τούτου γυναῖκα καθέζεσθαι, μετὰ δὲ τὴν αὐτῆς ἀποβίωσιν εἶναι πάλιν τὸ τοιοῦτον προάστειον τῆς βασιλείας αὐτοῦ. Καὶ ἐπένευσεν καὶ πρὸς τοῦτο ὁ βασιλεύς, καὶ πολλαῖς φιλοτιμίαις αὐτὸν δεξιωσάμενος, μετὰ τῆς ἰδίας γυναικὸς ἐξαπέστειλεν εἰς τὴν χώραν αὐτοῦ. Οἱ δὲ υἱοὶ τοῦ μαγίστρου Κρικορικίου, ὅ τε αὐτὸς Παγκράτιος ὁ πατρίκιος καὶ Ἀσώτιος ὁ πατρίκιος, μεγάλως παρελύπουν καὶ ἐβιάζοντο τὸν οἰκεῖον αὐτῶν ἐξάδελφον, Τορνίκιον τὸν πατρίκιον, ὃς μὴ ὑποφέρων τὴν ἀπὸ τούτων ἐπίθεσιν, ἔγραψε πρὸς τὸν βασιλέα ἀποστεῖλαι πιστὸν ἄνθρωπον καὶ παραλαβεῖν τὴν χώραν αὐτοῦ, αὐτὸν δὲ καὶ τὴν γυναῖκα καὶ τὸ παιδίον αὐτῶν πρὸς τὸν βασιλέα εἰσαγαγεῖν. Ὁ δὲ βασιλεὺς ἀπέστειλεν τὸν πρωτοσπαθάριον Κρινίτην καὶ ἑρμηνέα πρὸς τὸ κατὰ τὴν ἀξίωσιν αὐτοῦ ἀναλαβέσθαι καὶ εἰσαγαγεῖν αὐτὸν ἐν τῇ θεοφυλάκτῳ πόλει. Ὅτε δὲ τὴν τοιαύτην χώραν ὁ Κρινίτης κατέλαβεν, εὗρεν αὐτὸν ἤδη τὸν βίον ἀπολιπόντα, διαταξάμενον πρὸς τῆς τελευτῆς εἶναι πᾶσαν τὴν χώραν αὐτοῦ ὑποκειμένην τῷ βασιλεῖ Ῥωμαίων, τὴν δὲ γυναῖκα καὶ τὸ παιδίον αὐτοῦ εἰσελθεῖν πρὸς τὸν βασιλέα, ᾗ καὶ δέδωκεν ὁ βασιλεὺς εἰς κατοίκησιν, εἰσελθούσης, τοῦ πρωτοσπαθαρίου Μιχαήλ, τοῦ ποτε γεγονότος κομμερκιαρίου Χαλδίας καὶ τὴν τοῦ Ψωμαθέως μονήν. Καὶ πάλιν ἀπεστάλη ὁ εἰρημένος Κρινίτης παρὰ τοῦ βασιλέως πρὸς τὸ παραλαβεῖν τὴν χώραν τοῦ Ἀπογάνεμ, ἤτοι τὸ μέρος τοῦ πατρικίου Τορνικίου. Ἀνταπέστειλαν δὲ ἐκεῖθεν τοῦ Ταρωνίτου υἱοί, οἱ τοῦ ἀποθανόντος ἐξάδελφοι, ἀξιοῦντες δοῦναι τὸ Οὐλνούτιν καὶ ἔχειν τὴν χώραν τοῦ ἐξαδέλφου αὐτῶν, μὴ γὰρ δύνασθαι ὅλως αὐτοὺς ζῆν, εἰ τὴν τοῦ ἐξαδέλφου αὐτῶν χώραν ὡς οἰκείαν κατάσχῃ ὁ βασιλεύς. Οἰκείᾳ δὲ ἀγαθότητι ὑπείξας ὁ βασιλεὺς τὴν αἴτησιν αὐτῶν ἐξεπλήρωσεν, καὶ δέδωκεν αὐτοῖς μὲν τὴν χώραν τοῦ Ἀπογάνεμ, τοῦ ἐξαδέλφου αὐτῶν, αὐτὸς δὲ ἀνελάβετο τὸ Οὐλνούτιν μετὰ πάσης τῆς περιχώρου αὐτοῦ. Ἡ δὲ ὅλη τοῦ Ταρὼν χώρα εἰς δύο διανεμηθεῖσα ἐτύγχανεν, ἧς τὸ μὲν ἥμισυ οἱ τοῦ μαγίστρου Κρικορικίου εἶχον υἱοί, τὸ δὲ ἥμισυ οἱ τοῦ Ἀπογάνεμ τοῦ πατρικίου, οἱ τούτων ἐξάδελφοι. 44 Περὶ τῆς χώρας τοῦ Ἀπαχουνῆς καὶ τοῦ κάστρου τοῦ Μανζικίερτ καὶ τοῦ Περκρὶ καὶ τοῦ Χλιὰτ καὶ τοῦ Χαλιὰτ καὶ τοῦ Ἀρζὲς καὶ τοῦ Τιβὶ καὶ τοῦ Χὲρτ καὶ τοῦ Σαλαμᾶς καὶ τοῦ Τζερματζοῦ. Ἰστέον, ὅτι πρὸ τοῦ Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ πατρὸς τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, ὃν ἀπεκεφάλισεν ὁ ἀμηρᾶς Περσίδος, ὁ Ἀποσάται, ὃς καὶ ἐποίησεν δύο υἱούς, τόν τε Ἀσώτιον, τὸν μετ' αὐτὸν γενόμενον ἄρχοντα τῶν ἀρχόντων, καὶ Ἀπασάκιον, τὸν μετὰ ταῦτα μάγιστρον τιμηθέντα, τὰ τρία ταῦτα κάστρα τό τε Περκρὶ καὶ τὸ Χαλιὰτ καὶ τὸ Ἀρζές, ὑπὸ τὴν τῆς Περσίδος ἐπικράτειαν ἐτύγχανον. Ὅτι ὁ ἄρχων ἐκαθέζετο τῶν ἀρχόντων εἰς τὴν μεγάλην Ἀρμενίαν, εἰς τὸ κάστρον τὸ Κάρς, καὶ ἐπεῖχεν καὶ τὰ τρία τὰ προγεγραμμένα κάστρα, τό τε Περκρὶ καὶ τὸ Χαλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Τιβὶ καὶ τὸ Χὲρτ καὶ τὸ Σαλαμᾶς. Ὅτι Ἀπελβὰρτ ἐκράτει τὸ Μανζικίερτ, καὶ ἦν ὑπὸ τὴν ἐξουσίαν Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ πατρὸς τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων. Δέδωκεν δὲ τῷ αὐτῷ Ἀπελβὰρτ ὁ αὐτὸς Ἀσώτιος, ὁ ἄρχων τῶν ἀρχόντων, καὶ τὸ κάστρον τὸ Χλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Περκρί· ὁ γὰρ προρρηθεὶς Ἀσώτιος, ὁ ἄρχων τῶν ἀρχόντων, ὁ πατὴρ τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, κατεῖχεν πάσας τὰς τῆς ἀνατολῆς χώρας. Τελευτήσαντος δὲ Ἀπελβάρτ, κατέσχεν τὴν ἐξουσίαν αὐτοῦ ὁ ἴδιος υἱὸς αὐτοῦ, ὁ Ἀβελχαμίτ, τοῦ δὲ Ἀβελχαμὶτ τελευτήσαντος, ἐκράτησε τὴν ἐξουσίαν αὐτοῦ ὁ πρῶτος υἱὸς αὐτοῦ, ὁ Ἀποσεβατᾶς. Τοῦ δὲ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, παρὰ τοῦ Ἀποσάται, τοῦ ἀμηρᾶ Περσίδος, ἀναιρεθέντος, ἐκράτησεν αὐθεντῶς καὶ κυρίως ὡς δεσπότης καὶ αὐτοκέφαλος τό τε κάστρον τὸ Μανζικίερτ καὶ τὰ λοιπὰ κάστρα καὶ τὰς χώρας, ὅστις καὶ ὑπετάγη τῷ βασιλεῖ μετὰ τῶν ἑτέρων δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Ἀπολεσφούετ καὶ τοῦ Ἀποσέλμη, διὰ τὸ διαφόρως καταπολεμηθῆναι τά τε κάστρα καὶ πραιδευθῆναι καὶ ἀφανισθῆναι καὶ τὰς χώρας αὐτῶν παρὰ τοῦ δομεστίκου τῶν σχολῶν, παρέχοντες τὸν βασιλέα Ῥωμαίων καὶ πάκτα ὑπὲρ τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν. Ἀπὸ δὲ τοῦ προρρηθέντος Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, τοῦ πατρὸς μὲν τοῦ Συμβατίου, πάππου δὲ τοῦ δευτέρου Ἀσωτίου καὶ τοῦ μαγίστρου Ἀπασακίου, μέχρι ζωῆς τοῦ δευτέρου Ἀσωτίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, ὑπῆρχον τὰ τοιαῦτα τρία κάστρα ὑπὸ τὴν ἐξουσίαν τοῦ ἄρχοντος τῶν ἀρχόντων, καὶ ἐλάμβανεν ἐξ αὐτῶν πάκτα ὁ ἄρχων τῶν ἀρχόντων. Ἀλλὰ καὶ τὸ κάστρον τοῦ Μανζικίερτ μετὰ τῆς χώρας τοῦ Ἀπαχουνῆς καὶ τοῦ Κορὴ καὶ τοῦ Χάρκα ὑπὸ τὴν ἐξουσίαν καὶ ἐπικράτειαν τοῦ αὐτοῦ ἄρχοντος τῶν ἀρχόντων ὑπῆρχεν, ἕως ὅτου Ἀποσεβατᾶς, ὁ ἀμηρᾶς τοῦ Μανζικίερτ, μετὰ τῶν δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Ἀπολεσφούετ καὶ τοῦ Ἀποσέλμη, ὑπετάγησαν τῷ βασιλεῖ, διδόντες καὶ πάκτα ὑπέρ τε τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν· ἐπεὶ δὲ ὁ ἄρχων τῶν ἀρχόντων δοῦλος τοῦ βασιλέως τῶν Ῥωμαίων τυγχάνει, ὡς παρ' αὐτοῦ προβαλλόμενος καὶ τὸ τοιοῦτον δεχόμενος ἀξίωμα, δηλονότι καὶ τὰ ὑπ' αὐτοῦ δεσποζόμενα κάστρα καὶ πολιτεῖαι καὶ χωρία τοῦ βασιλέως τῶν Ῥωμαίων τυγχάνουσιν. Ὅτι τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων τῆς μεγάλης Ἀρμενίας, κρατηθέντος παρὰ τοῦ Ἀποσάται, τοῦ ἀμηρᾶ Περσίδος, καὶ ἀποκεφαλισθέντος παρ' αὐτοῦ, ἐκράτησεν ὁ Ἀποσεβατᾶς, ὁ καθεζόμενος εἰς τὸ κάστρον τὸ Μανζικίερτ, τὸ κάστρον τὸ Χαλιὰτ καὶ τὸ κάστρον τὸ Περκρὶ καὶ τὴν πολιτείαν τοῦ Ἀρζές. Ὅτι ὁ δεύτερος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, ὁ Ἀπολεσφούετ καὶὁ ἀνεψιὸς αὐτοῦ καὶ ὁ προγονός, ὁ Ἄχμετ ἐκράτησαν τὸ κάστρον τὸ Χλιὰτ καὶ τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ, καὶ αὐτοὶὑπετάγησαν τῷ Ῥωμαίων βασιλεῖ, καὶ ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ καὶ παρεῖχον καὶ πάκτα, καθὼς καὶ ὁ πρῶτος ἀδελφὸς αὐτοῦ, ὁ Ἀποσεβατᾶς, ὑπέρ τε τῶν κάστρων καὶ τῶν χωρίων αὐτῶν. Ὅτι ὁ τρίτος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ καὶ τοῦ Ἀπολεσφούετ, ὁ Ἀποσέλμης, ἐκράτει τὸ κάστρον τὸ Τζερματζοῦ μετὰ καὶ τῶν χωρίων αὐτοῦ, καὶ αὐτὸς ὑπετάγη τῷ τῶν Ῥωμαίων βασιλεῖ, καὶ ἐδίδου πάκτα, καθὼς καὶ ὁ πρῶτος ἀδελφὸς αὐτοῦ, ὁ Ἀποσεβατᾶς, καὶ ὁ δεύτερος ἀδελφὸς αὐτοῦ, ὁ Ἀπολεσφούετ. Ὅτι τοῦ Ἀποσεβατᾶ τελευτήσαντος, ἐκράτησε τὸ κάστρον τὸ Μανζικίερτ μετὰ τῶν χωρίων αὐτοῦ καὶ τῆς ἐπικρατείας αὐτοῦ πάσης ὁ Ἀβδεραχείμ, ὁ υἱὸς τοῦ Ἀποσεβατᾶ, τελευτήσαντος δὲ τοῦ Ἀβδεραχείμ, ἐκράτησεν ὁ Ἀπολεσφούετ, ὁ δεύτερος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, θεῖος δὲ τοῦ Ἀβδεραχείμ, τὸ κάστρον τὸ Μανζικίερτ καὶ πάσας τὰς προρρηθείσας χώρας, καὶ αὐτοῦ τελευτήσαντος, ἐκράτησεν ὁ τρίτος ἀδελφός, ἤγουν τοῦ Ἀποσεβατᾶ καὶ τοῦ Ἀπολεσφούετ, ὁ Ἀποσέλμηςτό τε Μανζικίερτ καὶ πάσας τὰς προρρηθείσας χώρας. Ὅτι ὁ Ἀποσεβατᾶς εἶχεν υἱὸν τὸν Ἀβδεραχεὶμ καὶ τὸν Ἀπεμουζέ. Ὅτι ὁ Ἀπολεσφούετ εἶχεν προγονὸν καὶ ἀνεψιὸν τὸν Ἀχάμετ, υἱὸν γὰρ οὐκ εἶχεν, ἀλλὰ τὸν Ἀχάμετ τὸν προγονὸν καὶ ἀνεψιὸν αὐτοῦ εἶχεν ἀντὶ υἱοῦ. Ὅτι ὁ Ἀποσέλμης εἶχεν υἱὸν τὸν Ἀπελβάρτ, τὸν ἀρτίως κρατοῦντα τὸ Μανζικίερτ. Ὅτι ἀποθανόντος τοῦ Ἀποσεβατᾶ, κατέλιπε τὸν Ἀβδεραχείμ, τὸν υἱὸν αὐτοῦ ἀμηρᾶν, ὁ δὲ ἕτερος υἱὸς αὐτοῦ, ὁ Ἀπελμουζὲ ἦν νήπιος πάνυ, διὸ καὶ κατεφρονήθη ἐλθεῖν πρὸς τὴν τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ αὐτοῦ ἐξουσίαν. Ὅτι ὁ Ἀποσεβατᾶς, ὁ πρῶτος ἀδελφός, ἐκαθέζετο εἰς τὸ κάστρον τὸ Μανζικίερτ, καὶ ἐκράτει, καθὼς εἴρηται, ταύτας τὰς χώρας, τό τε Ἀπαχουνῆς καὶ τὸ Κορὴ καὶ τὸ Χάρκα, καὶ ἐδίδου τὰ ὑπὲρ αὐτῶν πάκτα τῷ Ῥωμαίων βασιλεῖ, καὶ τούτου τελευτήσαντος, ἐκράτησεν ὁ υἱὸς αὐτοῦ, ὁ Ἀβδεραχείμ, καὶ ἐδίδου καὶ αὐτὸς τὰ προρρηθέντα πάκτα διὰ τὸ εἶναι, καθὼς προείρηται, νήπιον παντελῶς τὸν ἀδελφὸν αὐτοῦ, τὸν Ἀπελμουζέ. Ὅτι τοῦ Ἀβδεραχεὶμ τελευτήσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, Ἀπελμουζὲ ὡς νηπίου καταφρονηθέντος, ἐκράτησεν τὸ κάστρον τὸ Μανζικίερτ καὶ τὰς ὑπ' αὐτῷ προρρηθείσας χώρας ὁ δεύτερος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, ὁ προλεχθεὶς Ἀπολεσφούετ, θεῖος δὲ τοῦ Ἀβδεραχεὶμκαὶ τοῦ διὰ τὴν νηπιότητα καταφρονηθέντος ἀδελφοῦ αὐτοῦ, τοῦ Ἀπελμουζέ. Ὅτι τοῦ Ἀπολεσφούετ τελευτήσαντος, ἐκράτησεν ὁ τρίτος ἀδελφὸς τοῦ Ἀποσεβατᾶ, ἤγουν ὁ Ἀποσέλμης τὸ κάστρον τὸ Μανζικίερτ μετὰ τῶν χωρίων τῶν προρρηθέντων. Ὁ δὲ προρρηθεὶς Ἀχάμετ ὁ καὶ ἀνεψιὸς καὶ προγονὸς τοῦ Ἀπολεσφούετ, ἐκράτει εἰδήσει καὶ βουλήσει τοῦ Ἀπολεσφούετ τό τε Χλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Περκρί· καὶ γὰρ ὁ Ἀπολεσφούετ υἱὸν μὴ ἔχων, καθὼς προείρηται, τοῦτον τὸν Ἀχάμετ, τόν τε ἀνεψιὸν καὶ προγονὸν αὐτοῦ, εἶχεν κληρονόμον πάσης αὐτοῦ τῆς ὑποστάσεως καὶ τῶν κάστρων καὶ τῶν χωρίων αὐτοῦ. Ὅτι τελευτήσαντος τοῦ Ἀποσέλμη, ἐκράτησεν τὸ κάστρον τὸ Μανζικίερτ ὁ υἱὸς αὐτοῦ, ὁ Ἀπελβὰρτ μετὰ καὶ τῆς περιχώρου αὐτοῦ. Ὁ δὲ Ἄχμετ ἐκράτησεν τὰ τρία κάστρα, τό τε κάστρον τὸ Χλιὰτ καὶ τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ. Ὅτι καὶ αὐτὸς ὁ Ἄχμετ δοῦλος ἦν τοῦ βασιλέως, καθὰ καὶ προείρηται, παρέχων καὶ τὰ ὑπὲρ αὐτοῦ καὶ τὰ ὑπὲρ τοῦ θείου αὐτοῦ, τοῦ Ἀπολεσφούετ, πάκτα. Ὁ δὲ Ἀπελβὰρτ μετὰ δόλου καὶ χλεύηςαὐτὸν ἔσφαξεν, καὶ ἀνελάβετο τὰ τρία αὐτὰ κάστρα, τό τε κάστρον τὸ Χλιὰτ καὶ τὸ κάστρον τὸ Ἀρζὲς καὶ τὸ κάστρον τὸ Ἀλτζικέ· καὶ ταῦτα ὀφείλει ὁ βασιλεὺς ἀναλαβέσθαι ὡς ἴδια αὐτοῦ τυγχάνοντα. Ὅτι ταῦτα πάντα τὰ προρρηθέντα κάστρα καὶ αἱ προρρηθεῖσαι χῶραι οὐδέποτε γεγόνασιν ὑπὸ τὴν ἐξουσίαν τῆς Περσίδος ἢ ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀμερμουμνῆ, ἀλλ' ὑπῆρχον, καθὼς εἴρηται, ἐν ταῖς ἡμέραις τοῦ κυροῦ Λέοντος, τοῦ βασιλέως ὑπὸ τὴν ἐξουσίαν τοῦ Συμβατίου, τοῦ ἄρχοντος τῶν ἀρχόντων, καὶ μετὰ ταῦτα ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν τῶν τριῶν ἀδελφῶν, τῶν προρρηθέντων ἀμηράδων, τοῦ τε Ἀποσεβατᾶ καὶ τοῦ Ἀπολεσφούετ καὶ τοῦ Ἀποσέλμη· καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καὶ ἐδουλώθησαν καὶ ἐπακτώθησαν καὶ ἐγένοντο ὑπὸ τὴν ἐξουσίαν τῶν βασιλέων τῶν Ῥωμαίων. Ὅτι τὰ τρία ταῦτα κάστρα, τό τε Χλιὰτ καὶ τὸ Ἀρζὲς καὶ τὸ Περκρί, εἰ κρατεῖ ὁ βασιλεύς, Περσικὸν φοσσᾶτον κατὰ Ῥωμανίας ἐξελθεῖν οὐ δύναται, ἐπειδὴ μέσον τυγχάνουσιν τῆς τε Ῥωμανίας καὶ Ἀρμενίας, καὶ εἰσὶν φραγμὸς καὶ ἀπλίκτα τῶν φοσσάτων. 45 Περὶ τῶν Ἰβήρων. Ἰστέον, ὅτι ἑαυτοὺς σεμνύνοντες οἱ Ἴβηρες, ἤγουν οἱ τοῦ κουροπαλάτου, λέγουσιν ἑαυτοὺς κατάγεσθαι ἀπὸ τῆς γυναικὸς Οὐρίου, τῆς παρὰ τοῦ Δαυίδ, τοῦ προφήτου καὶ βασιλέως μοιχευθείσης· ἐκ γὰρ τῶν ἐξ αὐτῆς τεχθέντων παίδων τῷ Δαυὶδ ἑαυτοὺς λέγουσιν κατάγεσθαι καὶ συγγενεῖς εἶναι Δαυίδ, τοῦ προφήτου καὶ βασιλέως καὶ ὡς ἐκ τούτου καὶ τῆς ὑπεραγίας Θεοτόκου διὰ τὸ ἐκ τοῦ σπέρματος Δαυὶδ ταύτην κατάγεσθαι. Διὰ τοῦτο καὶ οἱ μεγιστᾶνες τῶν Ἰβήρων ἀκωλύτως τὰς συγγενίδας αὐτῶν πρὸς γάμον ἄγουσιν, τὴν παλαιὰν οἰόμενοι φυλάττειν νομοθεσίαν· ἐξ Ἱερουσαλήμ τε λέγουσιν εἶναι τὴν γέννησιν αὐτῶν, καὶ ἐκ τῶν ἐκεῖσε χρηματισθῆναι κατ' ὄναρ μετελθεῖν καὶ κατοικῆσαι πρὸς τὰ μέρη Περσίδος, ἤγουν εἰς τὴν χώραν, εἰς ἣν νῦν οἰκοῦσιν. Οἱ δὲ χρηματισθέντες καὶ ἐξελθόντες ἐκ τῆς Ἱερουσαλὴμ ὑπῆρχον ὅ τε Δαυὶδ ἐκεῖνος καὶ ὁ ἀδελφὸς αὐτοῦ, Σπανδιάτης, ὅστις Σπανδιάτης ἦν ἐκ Θεοῦ λαβὼν χάρισμα, ὡς αὐτοὶ φάσκουσιν, τοῦ μὴ ἐν πολέμῳ ἅπτεσθαι αὐτοῦ ξίφος εἰς οἱονδήποτε μέλος τοῦ σώματος αὐτοῦ ἄνευ τῆς καρδίας, ἣν καὶ διά τινος σκεπάσματος ἐν τοῖς πολέμοις περιεφρούρει. Διὰ τοῦτο καὶ ἐπτοοῦντο τοῦτον καὶ ἐδεδίεισαν οἱ Πέρσαι, ὁ δὲ νενίκηκέ τε αὐτοὺς καὶ αὐτῶν κατεκράτησεν, καὶ τοὺς συγγενεῖς ἐνῴκισεν Ἴβηρας εἰς τὰς δυσκολίας, τὰς νῦν παρ' αὐτῶν κρατουμένας, ἐξ ὧν καὶ κατ' ὀλίγον ἐπλατύνθησαν καὶ ηὐξήθησαν καὶ εἰς μέγα ἔθνος ἐγένοντο. Εἶθ' οὕτως τοῦ βασιλέως Ἡρακλείου κατὰ Περσίδος ἐκστρατεύσαντος, ἡνώθησαν καὶ συνεταξίδευσαν αὐτῷ, καὶ ἔκτοτε ὑπέταξαν τῷ φόβῳ Ἡρακλείου, τοῦ βασιλέως Ῥωμαίων μᾶλλον, ἤπερ τῇ ἑαυτῶν ἰσχύϊ καὶ δυνάμει πόλεις καὶ χώρας ἱκανὰς τῶν Περσῶν. Ἅπαξ γὰρ τοῦ βασιλέως Ἡρακλείου τοὺς Πέρσας τροπωσαμένου καὶ εἰς τὸ μηκέτι εἶναι τὴν τούτων ἀρχὴν παραστήσαντος, εὐάλωτοι καὶ εὐχείρωτοι οὐ μόνον τοῖς Ἴβηρσιν, ἀλλὰ καὶ τοῖς Σαρακηνοῖς οἱ Πέρσαι γεγόνασιν. Διὰ δὲ τὸ κατάγεσθαι αὐτούς, ὡς αὐτοὶ λέγουσιν, ἐξ Ἱερουσαλὴμ διὰ τὸ μεγάλην πίστιν ἔχουσιν ἐν αὐτοῖς καὶ ἐν τῷ τάφῳ τοῦ Κυρίου ἡμῶν {ἡ} Ἰησοῦ Χριστοῦ, καὶ κατά τινας καιροὺς ἀφθόνως ἀποστέλλουσι χρήματα τῷ πατριάρχῃ τῆς ἁγίας πόλεως καὶ τοῖς ἐκεῖσε Χριστιανοῖς. Ὁ δὲ προρρηθεὶς Δαυίδ, ὁ τοῦ Σπανδιάτου ἀδελφός, ἐγέννησεν υἱὸν τὸν Παγκράτιον, καὶ ὁ Παγκράτιος ἐγέννησεν υἱὸν τὸν Ἀσώτιον, καὶ ὁ Ἀσώτιος ἐγέννησεν υἱὸν τὸν Ἀδρανασή, τὸν καὶ κουροπαλάτην τιμηθέντα παρὰ Λέοντος, τοῦ φιλοχρίστου βασιλέως Ῥωμαίων. Ὁ δὲ Σπανδιάτης, ὁ ἀδελφὸς τοῦ προρρηθέντος Δαυίδ, ἐτελεύτησεν ἄτεκνος. Ἀπὸ δὲ τῆς ἐξ Ἱερουσαλὴμ μετοικήσεως αὐτῶν εἰς τὴν νῦν οἰκουμένην παρ' αὐτῶν χώραν εἰσὶν ἔτη υʹ ἢ καὶ φʹ μέχρι τῆς σήμερον, ἥτις ἐστὶν ἰνδικτιὼν ιʹ, ἔτος ἀπὸ κτίσεως κόσμου υξʹ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Ῥωμανοῦ, τῶν φιλοχρίστων καὶ πορφυρογεννήτων βασιλέων Ῥωμαίων. Ἰστέον, ὅτι ὁ φιλόχριστος καὶ πορφυρογέννητος καὶ ἀοίδιμος βασιλεὺς Λέων ἀκούσας, ὅτι εἰς τὸν τόπον, τὸν λεγόμενον Φασιανὴν ἐλθόντες οἱ Σαρακηνοί, τὰς ἐκεῖσε ἐκκλησίας ἐποίησαν κάστρα, ἀπέστειλεν τὸν πατρίκιον {ὁ δεῖνα} καὶ στρατηγὸν τῶν Ἀρμενιάκων τὸν Λαλάκωνα μετὰ τοῦ στρατηγοῦ Κολωνείας καὶ τοῦ στρατηγοῦ Μεσοποταμίας καὶ τοῦ στρατηγοῦ Χαλδίας, καὶ κατέστρεψαν τὰ τοιαῦτα κάστρα, τὰς ἐκκλησίας ἐλευθερώσαντες, ληϊσάμενοι καὶ πᾶσαν τὴν Φασιανήν, τῷ τότε καιρῷ ὑπὸ τῶν Σαρακηνῶν κρατουμένην. Καὶ εἶθ' οὕτως πάλιν ἀπέστειλεν τὸν μάγιστρον Κατακαλὼν καὶ δομέστικον τῶν σχολῶν, ὃς ἐλθὼν ἐν τῷ κάστρῳ Θεοδοσιουπόλεως καὶ τὰ πέριξ αὐτῆς ληϊσάμενος καὶ τὴν χώραν τῆς Φασιανῆς καὶ τὰ περὶ αὐτὴν κάστρα τῷ ὁμοίῳ ὀλέθρῳ παραδούς, ὑπέστρεψεν, μεγάλην πληγὴν ἐν τούτῳ δοὺς τοῖς Σαρακηνοῖς. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ κυροῦ Ῥωμανοῦ, τοῦ βασιλέως ὁ μάγιστρος Ἰωάννης ὁ Κουρκούας ἀπερχόμενος κατὰ τοῦ κάστρου Τιβίου, εἰς τὴν δίοδον αὐτοῦ ἠφάνισεν τὴν πᾶσαν χώραν τῆς Φασιανῆς, ὡς ὑπὸ τῶν Σαρακηνῶν κρατουμένην. Ἀλλὰ καὶ ὁ πατρίκιος Θεόφιλος, ὁ ἀδελφὸς τοῦ προρρηθέντος μαγίστρου Ἰωάννου, τὸ πρῶτον αὐτοῦ στρατηγεύοντος ἐν Χαλδίᾳ, ἐπραίδευσεν τὴν τοιαύτην χώραν τῆς Φασιανῆς, ὡς καὶ τότε ὑπὸ τῶν Σαρακηνῶν δεσποζομένην. Μέχρι γὰρ τοῦ γεγονέναι τὸν λόγον μετὰ τοὺς Θεοδοσιουπολίτας εἰς τὴν χώραν τῆς Φασιανῆς χωρίον οὐ συνέστη, οὐδὲ εἰς τὸ κάστρον τοῦ Ἀβνίκου. Καὶ οἱ Ἴβηρες πάντοτε εἶχον ἀγάπην καὶ φιλίαν μετὰ τῶν Θεοδοσιουπολιτῶν καὶ τῶν Ἀβνικιωτῶν καὶ μετὰ τῶν Μανζικιερτῶν καὶ μετὰ πᾶσαν τὴν Περσίδα, ἀλλ' ἐν Φασιανῇ οὐδέποτε ἐπεκτήσαντο χωρία. Ὅτι πολλάκις ὁ κύρις Λέων, ὁ βασιλεὺς καὶ ὁ κύρις Ῥωμανὸς καὶ αὐτὴ ἡ βασιλεία ἡμῶν ἐπεζήτησεν τὸ κάστρον τὸ Κετζέον τοῦ ἀναλαβέσθαι αὐτὸ καὶ εἰσαγαγεῖν ταξάτους πρὸς τὸ μὴ ἐκεῖθεν σιταρχεῖσθαι τὴν Θεοδοσιούπολιν, ἐξασφαλιζόμενοι πρός τε τὸν κουροπαλάτην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ τοῦμετὰ τὸ παραληφθῆναι τὴν Θεοδοσιούπολινἀναλαβέσθαι αὐτοὺς τὸ τοιοῦτον κάστρον, ἀλλ' οὐκ ἠνέσχοντο οἱ Ἴβηρες τοῦτο ποιῆσαι διὰ τὴν ἀγάπην τῶν Θεοδοσιουπολιτῶν, καὶ διὰ τὸ μὴ πορθηθῆναι τὸ κάστρον Θεοδοσιούπολιν, ἀλλ' ἀντεδήλωσαν τὸν κύριν Ῥωμανὸν καὶ τὴν βασιλείαν ἡμῶν, λέγοντες, ὅτι·" Εἰ τοῦτο ποιήσωμεν, ἀτιμία ἔχομεν γενέσθαι εἰς τοὺς γείτονας ἡμῶν, οἷον εἰς τὸν μάγιστρον καὶ {εἰς τὸν} ἐξουσιαστὴν Ἀβασγίας καὶ εἰς τὸν Βασπαρακανίτην καὶ εἰς τοὺς ὑπερεξάρχοντας τῶν Ἀρμενίων, καὶ εἰπεῖν ἔχουσιν, ὅτι ὁ βασιλεὺς ἀπίστους ἔχει τοὺς Ἴβηρας, τόν τε κουροπαλάτην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ οὐ πιστεύει αὐτοῖς, καὶ διὰ τοῦτο ἀνελάβετο τὸ κάστρον ἐξ αὐτῶν, ἀλλὰ μᾶλλον ἂς ἀποστείλῃ ὁ βασιλεὺς τουρμάρχην ἢ βασιλικόν τινα, καὶ ἂς καθέζηται εἰς τὸ κάστρον τοῦ Κετζέου, καὶ ἂς θεωρῇ." Καὶ ἐδέξαντο διὰ κελεύσεως, ὅτι·" Τί ὄφελος ἢ τουρμάρχην ἢ βασιλικὸν ἀποστεῖλαι; Πάντως ἐὰν εἰσέλθῃ εἴτε τουρμάρχης, εἴτε βασιλικός, μετὰ δέκα ἢ δώδεκα ἀνθρώπων ἔχει εἰσελθεῖν, καὶ καθέζεσθαι ἔχει εἰς τὸ ἀπλίκτον, ὃ παρ' ὑμῶν λάβῃ· καὶ ἐπεὶ πολλαί εἰσιν ὁδοί, αἱ εἰσάγουσαι εἰς τὸ κάστρον Θεοδοσιουπόλεως, οὐ δύναται ἀπὸ τοῦ κάστρου βλέπειν τὰ εἰσερχόμενα καρβάνια εἰς τὸ κάστρον Θεοδοσιουπόλεως· δύνανται δὲ εἰσέρχεσθαι καρβάνια ἐν Θεοδοσιουπόλει τῇ νυκτί, ἐκείνων μηδὲν νοούντων." Ἀλλ' οὖν διὰ τὸ μὴ θέλειν τοὺς Ἴβηρας πορθηθῆναι τὴν Θεοδοσιούπολιν, ἀλλὰ μᾶλλον σιταρ χεῖσθαι, τούτου ἕνεκα οὐχ ὑπήκουσαν, καὶ δέδωκαν τὸ κάστρον τὸ Κετζέον, καίτοι καὶ ὅρκον ἔγγραφον δεχόμενοι τοῦμετὰ τὸ παραληφθῆναι τὴν Θεοδοσιούπολινἀποστραφῆναι αὐτοῖς τὸ τοιοῦτον κάστρον. Ὅτι οὐδέποτε ἠβουλήθησαν οἱ Ἴβηρες πραιδεῦσαι ἢ αἰχμαλωτίσαι τὰ πέριξ τοῦ κάστρου Θεοδοσιουπόλεως ἢ τὰ χωρία αὐτοῦ ἢ εἰς τὸ κάστρον τοῦ Ἀβνικίου ἢ τὰ περὶ αὐτὸ χωρία ἢ εἰς τὸ κάστρον Μανζικίερτ καὶ εἰς τὴν αὐτοῦ ἐπικράτειαν. Ὅτι καθὼς ἐνίσταται ὁ κουροπαλάτης περὶ τῶν χωρίων τῆς Φασιανῆς, ἐπιζητῶν ὅλην τὴν Φασιανὴν καὶ τὸ κάστρον τοῦ Ἀβνίκου, προφασιζόμενος χρυσοβούλλια ἔχειν τοῦ μακαρίου βασιλέως, τοῦ κυροῦ Ῥωμανοῦ καὶ τῆς ἡμετέρας βασιλείας, ὧν καὶ τὰ ἶσα πρὸς ἡμᾶς ἀπέστειλεν διὰ τοῦ Ζουρβανέλη πρωτοσπαθαρίου, τοῦ ἀζάτου αὐτοῦ, ταῦτα ἐπισκεψάμενοι εὕρομεν αὐτὸν μηδεμίαν βοήθειαν ἔχοντα. Τὸ μὲν γὰρ χρυσοβούλλιον τοῦ πενθεροῦ ἡμῶν περιέχει ὑποσχέσθαι τὸν αὐτὸν κουροπαλάτην, ὡς δι' ὅρκου ἐβεβαίωσεν αὐτὸν οἰκείᾳ χειρὶ ἐγγραψάμενος, τοῦ διαμεῖναι ἐν τῇ πίστει τῆς ἡμετέρας βασιλείας καὶ τοῖς μὲν ἐχθροῖς ἡμῶν ἀντιμάχεσθαι, τοὺς δὲ φίλους ὑπερασπίζεσθαι καὶ τὴν ἀνατολὴν ὑπόσπονδον ποιῆσαι τῇ βασιλείᾳ ἡμῶν καὶ κάστρα χειρώσασθαι καὶ μεγάλα πρὸς θεραπείαν ἡμῶν ἔργα ποιήσασθαι, καὶ ὑπεσχέθη αὐτῷ παρὰ τοῦ πενθεροῦ ἡμῶν, ἵνα, ἐὰν φυλάξῃ τὴν τοιαύτην πιστὴν δούλωσιν καὶ εὐγνωμοσύνην, διαμείνῃ ἀμετασάλευτος καὶ αὐτὸς καὶ οἱ τοῦ γένους αὐτοῦ ἐν τῇ τούτου ἀρχῇ καὶ ἐξουσίᾳ· καὶ οὐ μεταστήσει τὰ ὅρια τῶν τόπων αὐτοῦ, ἀλλὰ κατὰ τῶν πρώην βασιλέων τὰ σύμφωνα στέρξει, καὶ οὐχὶ περαιτέρω ὑπερβήσεται, καὶ ὅτι οὐδὲ κωλύσει αὐτὸν καταστρέψαι τὴν Θεοδοσιούπολιν καὶ τὰ λοιπὰ κάστρα τῶν ἐχθρῶν, κἄν τε δι' αὐτοῦ μόνου πολιορκηθήσονται, κἄν τε δι' αὐτοῦ τοῦ στρατοπέδου ἡμῶν. Ταῦτα μὲν τὰ κεφάλαια περιέχουσιν τὰ χρυσοβούλλια, ἐξ ὧν οὐδεμίαν βοήθειαν ὁ κουροπαλάτης ἔχει· τὸ μὲν γὰρ τοῦ πενθεροῦ ἡμῶν διαγορεύει, ὅτι οὐ παρασαλεύσομεν αὐτὸν ἐκ τῶν παλαιῶν ὁρίων τῆς χώρας αὐτοῦ, καὶ ὅτι, ἐὰν δυνηθῇ εἴτε καὶ μόνος, εἴτε καὶ μετὰ τοῦ στρατοπέδου ἡμῶν, πολιορκήσει καὶ καταστρέψει τὴν Θεοδοσιούπολιν καὶ τὰ λοιπὰ κάστρα τῶν ἐχθρῶν, οὐχὶ δὲ κατασχεῖν αὐτὰ εἰς τελείαν δεσποτείαν καὶ κυριότητα· τὸ δὲ τῆς βασιλείας ἡμῶν περιέχει, ἵνα, ὅσους ἂν τόπους δυνηθῇ καὶ αὐτὸς καὶ ὁ ἀνεψιὸς αὐτοῦ, ὁ μάγιστρος Ἀδρανασέ, ἐξ οἰκείας δυνάμεως καθυποτάξαι τῶν Ἀγαρηνῶν, ἢ ἀπὸ τοῦ νῦν καθυποτάξει, κατέχει ἐπὶ δεσποτείᾳ καὶ κυριότητι. Καὶ ἐπεὶ οὔτε ἐξ οἰκείας δυνάμεως τὴν Θεοδοσιούπολιν κατεστρέψατο, οὔτε τὸ Ἀβνίκιον, οὔτε τὸ Μαστάτον, οὐκ ὀφείλει ταῦτα κατέχειν, ὡς ὄντα ἔνθεν τοῦ Ἔραξ ποταμοῦ, ἤτοι τοῦ Φάσιδος, διότι τὸ μὲν κάστρον τοῦ Ἀβνίκου μέχρι τοῦ νῦν ἦν αὐτεξούσιον καὶ αὐτοδέσποτον, ἔχον ἴδιον ἀμηρᾶν, καὶ πολλάκις ὁ λαὸς τῆς βασιλείας ἡμῶν ἐπραίδευσεν αὐτό, ἀλλὰ καὶ ὁ πρωτοσπαθάριος Ἰωάννης καὶ στρατηγὸς ὁ Ἀρραβωνίτης καὶ ὁ πατρίκιος Θεόφιλος καὶ ἀρτίως στρατηγὸς Θεοδοσιουπόλεως, καὶ οἱ λοιποὶ στρατηγοὶ μεγάλην πραῖδαν καὶ αἰχμαλωσίαν εἰς αὐτὸ ἠργάσαντο, κατακαύσαντες τὰ χωρία αὐτοῦ, μηδέποτε τοῦ κουροπαλάτου πραιδεύσαντος αὐτό. Καὶ ἡνίκα ἠφανίσθησαν τὰ τούτου χωρία παρὰ τῆς βασιλείας ἡμῶν, ὑπεισῆλθον οἱ Ἴβηρες, καὶ κατεκράτησαν αὐτά, πειρώμενοι ἐκ τούτου τὸ κάστρον κρατῆσαι. Ὁ δὲ ἀμηρᾶς πολλάκις μηνυθεὶς παρὰ τοῦ πατρικίου Θεοφίλου καὶ στρατηγοῦ καὶ ἰδών, ὅτι οὐδαμόθεν ἔχει ἐλπίδα ζωῆς, ὑπετάγη καὶ κατένευσεν γενέσθαι δοῦλος τῆς βασιλείας ἡμῶν, δοὺς τὸν υἱὸν αὐτοῦ ὄψιδα. Τὸ δὲ Μαστάτον ὑπῆρχεν τῶν Θεοδοσιουπολιτῶν, καὶ ἡνίκα ὁ μάγιστρος Ἰωάννης ἐπολιόρκησεν τὴν Θεοδοσιούπολιν ἑπτὰ μῆνας, διὰ τὸ μὴ δύνασθαι παραλαβεῖν αὐτὴν ἀποστείλας λαόν, παρέλαβεν τὸ αὐτὸ κάστρον τὸ Μαστάτον, καὶ εἰσήγαγεν ἐν αὐτῷ τὸν πρωτοσπαθάριον Πετρωνᾶν τὸν Βόϊλαν, τὸν τότε ὄντα κατεπάνω Νικοπόλεως. Ὁ δὲ μάγιστρος Παγκράτιος συνταξιδεύσας τῷ αὐτῷ μαγίστρῳ ἐν Θεοδοσιουπόλει, ἡνίκα ἔμελλεν ἀναχωρεῖν, παρεκάλεσεν, ἵνα δώσῃ αὐτῷ τὸ τοιοῦτον κάστρον, ποιήσας ἔγγραφον ὅρκον πρὸς αὐτὸν τοῦ ἐπικρατεῖν αὐτὸ καὶ μηδέποτε τοῦτο τοῖς Σαρακηνοῖς ἐπιδοῦναι. Καὶ διὰ τὸ εἶναι αὐτὸν καὶ Χριστιανὸν καὶ δοῦλον τῆς βασιλείας ἡμῶν, πιστεύσας τῷ ὅρκῳ αὐτοῦ, δέδωκεν αὐτὸ τὸν εἰρημένον Παγκράτιον, ὁ δὲ πάλιν ἀπεχαρίσατο αὐτὸ τοῖς Θεοδοσιουπολίταις. Καὶ ἡνίκα παρελήφθη ἡ Θεοδοσιούπολις, ὑπεισελθόντες οἱ Ἴβηρες ἐκράτησαν αὐτό, διότι οὔτε τὸ τοιοῦτον κάστρον τὸ Μαστάτον, οὔτε τοῦ Ἀβνίκου ἔχουσιν ἐξουσίαν ἐπιζητεῖν. Ἀλλ' ἐπειδὴ ὁ κουροπαλάτης πιστὸς καὶ ὀρθὸς δοῦλος καὶ φίλος ἡμῶν ἐστιν, διὰ τὴν αὐτοῦ παράκλησιν ἵνα γένηται σύνορον τῆς Φασιανῆς ὁ ποταμὸς ὁ Ἔραξ, ἤτοι ὁ Φᾶσις, καὶ τὰ μὲν ἀριστερὰ μέρη, τὰ πρὸς τὴν Ἰλλυρίαν, κατέχωσιν οἱ Ἴβηρες, τὰ δὲ δεξιά, ὅσα εἰσὶν πρὸς τὴν Θεοδοσιούπολιν, κἄν τε κάστρα, κἄν τε χωρία εἰσίν, ὦσιν ὑπὸ τὴν βασιλείαν ἡμῶν, τοῦ ποταμοῦ δηλονότι σύνορον ἀμφοτέρων ὑπάρχοντος, καθὼς καὶ ζῶν ὁ μακάριος Ἰωάννης ὁ Κουρκούας περὶ τούτου ἐρωτηθεὶς ἐξεῖπεν συμφέρον εἶναι τὸν ποταμὸν σύνορον. Τὸ μὲν γὰρ ἀκριβὲς δίκαιον οὐδεμίαν ἐξουσίαν παρέχει τῷ κουροπαλάτῃ, εἴτε εἰς τὰ ἔνθεν τοῦ ποταμοῦ, εἴτε εἰς τὰ ἐκεῖθεν διακράτησιν ἔχειν, διότι τὰ τοιαῦτα πάντα χωρία τῶν Θεοδοσιουπολιτῶν τὰ στρατεύματα τῆς βασιλείας ἡμῶν ᾐχμαλώτισαν καὶ ἐπυρπόλησαν, καὶ οὐδέποτε χωρὶς ἡμετέρου λαοῦ Ἴβηρες ἐξῆλθον καὶ ἐπραίδευσαν Θεοδοσιούπολιν, ἀλλ' ἀεὶ φίλους εἶχον αὐτούς, καὶ ἐπραγματεύοντο μετ' αὐτῶν, καὶ τῷ μὲν στόματι ἤθελον πορθηθῆναι τὴν Θεοδοσιούπολιν, τῇ δὲ καρδίᾳ οὐδαμῶς ἐβούλοντο παραληφθῆναι αὐτήν. Ἀλλ' ἡ βασιλεία ἡμῶν, ὡς εἴρηται, διὰ τὴν πρὸς τὸν κουροπαλάτην ἀγάπην ἠθέλησεν γενέσθαι τὸν ποταμὸν τὸν Ἔραξ, ἤτοι τὸν Φᾶσιν σύνορον ἀμφοτέρων, καὶ ὀφείλουσιν ἀρκεῖσθαι εἰς τὴν τοιαύτην διακράτησιν καὶ μηδὲν πλέον ἐπιζητεῖν. 46 Περὶ τῆς γενεαλογίας τῶν Ἰβήρων καὶ τοῦ κάστρου Ἀρδανουτζίου. Ἰστέον, ὅτι ὁ Παγκράτιος καὶ ὁ Δαυὶδ ὁ Μάμπαλις, ὃ ἑρμηνεύεται" πανάγιος", ὑπῆρχον υἱοὶ τοῦ μεγάλου Συμβατίου, τοῦ Ἴβηρος. Καὶ ἔλαχεν τὸ Ἀρδανούτζι εἰς κληρονομίαν τῷ Παγκρατίῳ, τῷ δὲ Δαυὶδ ἔλαχεν ἑτέρα χώρα. Ὁ δὲ Παγκράτιος ἐποίησεν υἱοὺς τρεῖς, τὸν Ἀδρανασέρ, τὸν Κουρκένιον καὶ τὸν πατρίκιον Ἀσώτιον, τὸν καὶ Κισκάσην, καὶ διεμέρισεν αὐτοὺς τὴν χώραν αὐτοῦ, καὶ ἔλαχεν τὸ Ἀρδανούτζι τῷ υἱῷ αὐτοῦ, Κουρκενίῳ, κἀκείνου τελευτήσαντος ἀτέκνου, εἴασεν αὐτὸ τῷ ἀδελφῷ αὐτοῦ, Ἀσωτίῳ, τῷ καὶ Κισκάσῃ. Ὁ δὲ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης, ἐπῆρεν γαμβρὸν εἰς θυγατέρα αὐτοῦ τὸν Κουρκένην ἐκεῖνον, τὸν μάγιστρον, ὅστις δυναστεύσας ἀφείλετο ἐκ τοῦ πενθεροῦ αὐτοῦ Ἀσωτίου τὸ Ἀρδανούτζι κατὰ τυραννίδα, καὶ δέδωκεν αὐτῷ εἰς ἀντισήκωσιν τό τε Τυρόκαστρον καὶ τὴν ποταμίαν τοῦ Ἀτζαρά, τὴν οὖσαν σύνορον Ῥωμανίας εἰς Κώλωριν. Εἶχεν δὲ γυναῖκα ὁ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης, τὴν ἀδελφὴν τοῦ μαγίστρου Γεωργίου καὶ ἐξουσιαστοῦ Ἀβασγίας. Καὶ ὅτε ἐγένοντο κατ' ἀλλήλων ὅ τε μάγιστρος Κουρκένιος καὶ ὁ μάγιστρος Γεώργιος καὶ ἐξουσιαστὴς Ἀβασγίας, διὰ τὸ συναγωνίζεσθαι τὸν πατρίκιον Ἀσώτιον τοῦ ἐξουσιαστοῦ Ἀβασγίας δυνηθεὶς ὁ Κουρκένιος ἀφείλετο καὶ τὴν ἀντισήκωσιν, ἣν δέδωκεν αὐτῷ ὑπὲρ τοῦ Ἀρδανουτζίου, καὶ ἐδίωξεν αὐτόν, καὶ ἀπῆλθεν εἰς Ἀβασγίαν. Τελευτήσαντος δὲ τοῦ μαγίστρου Κουρκενίου, κατελείφθη τὸ Ἀρδανούτζι τῇ γυναικὶ αὐτοῦ, τῇ τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση, θυγατρὶ ὡς πατρικὸν αὐτῆς. Ὅτε δὲ διεμέριζον τὴν χώραν τοῦ μαγίστρου Κουρκενίου μεθ' ὅπλων, ὅ τε Ἀσώτιος ὁ κουροπαλάτης καὶ ὁ μάγιστρος Γεώργιος, ὁ ἐξουσιαστὴς Ἀβασγίας καὶ ὁ μάγιστρος Παγκράτιος, ὁ ἀδελφὸς τοῦ προρρηθέντος κουροπαλάτου, ἦλθον εἰς συμβίβασιν, καὶ ἐπῆρεν ἕκαστος τὸ πλησιάζον αὐτῷ. Τὸ δὲ Ἀρδανούτζιν ἐπλησίαζεν τῷ Συμβατίῳ, τῷ τοῦ προρρηθέντος Δαυὶδ υἱῷ. Τότε ἐκράτησαν πάντες τὴν γυναῖκα τοῦ μαγίστρου Κουρκενίου, ἤγουν τὴν θυγατέρα τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση, λέγοντες, ὡς ὅτι·" Σὺ γυνὴ οὖσα οὐ δύνασαι κρατεῖν τὸ κάστρον." Τότε δέδωκεν ὁ Συμβάτιος εἰς ἀντισήκωσιν τοῦ κάστρου χωρία τῇ γυναικί, καὶ ἀνελάβετο τὸ τοιοῦτον κάστρον τὸ Ἀρδανούτζιν. Ἰστέον, ὅτι ἡ συγγένεια τῶν τοιούτων Ἰβήρων τοῦτον ἔχει τὸν τρόπον. Τοῦ Δαυὶδ ἡ μήτηρ καὶ τοῦ Ἀδρανασὲ τοῦ κουροπαλάτου, τοῦ πατρὸς τοῦ ἀρτίως Ἀσωτίου τοῦ κουροπαλάτου, ὑπῆρχον δύο ἀδελφῶν παιδία, ἤγουν ἐξαδέλφαι. Εἶχεν δὲ Συμβάτιος, ὁ τοῦ Δαυὶδ υἱός, γυναῖκα τὴν θυγατέρα τοῦ μαγίστρου Παγκρατίου, τοῦ πατρὸς τοῦ Ἀδρανασῆ, τοῦ ἀρτίως μαγίστρου, καὶ τελευτησάσης, ἔλαβεν ὁ Ἀδρανασὴ τὴν ἀδελφὴν τοῦ Συμβατίου, τοῦ υἱοῦ τοῦ Δαυίδ. Ὅτι τὸ κάστρον τὸ Ἀρδανούτζιν ἐστὶν ὀχυρὸν πάνυ, ἔχει δὲ καὶ ῥαπάτιν μέγα ὡς χωρόπολιν, καὶ αἱ πραγματεῖαι τῆς τε Τραπεζοῦντος καὶ τῆς Ἰβηρίας καὶ τῆς Ἀβασγίας καὶ ἀπὸ πάσας τὰς χώρας τὰς Ἀρμενικὰς καὶ τῆς Συρίας ἐκεῖσε ἀφικνοῦνται, ἔχει δὲ καὶ κομμέρκιον ἐκ τῶν τοιούτων πραγματειῶν ἄπειρον. Ἡ δὲ χώρα τοῦ κάστρου Ἀρδανουτζίου, ἤτοι τὸ Ἀρζῦν ἐστιν καὶ πολλὴ καὶ εὔφορος, καὶ ὑπάρχει κλειδὶν τῆς τε Ἰβηρίας καὶ Ἀβασγίας καὶ τῶν Μισχιῶν. Ὅτι ὁ μακάριος βασιλεύς, ὁ κύρις Ῥωμανὸς ἀπέστειλεν τὸν πατρίκιον Κωνσταντῖνον καὶ δρουγγάριον τοῦ πλωΐμου, τῷ τότε καιρῷ πρωτοσπαθαρίου καὶ μαγγλαβίτου τυγχάνοντος, δεδωκὼς αὐτῷ καὶ ἱμάτιον μαγιστράτου πρὸς τὸ ποιῆσαι τὸν Κουρκένιον τὸν Ἴβηρα μάγιστρον. Μετὰ δὲ τὸ ἐξελθεῖν τὸν πατρίκιον Κωνσταντῖνον καὶ δρουγγάριον τοῦ πλωΐμου μέχρι Νικομηδείας εἰσῆλθεν ὁ μοναχὸς Ἀγάπιος ὁ τοῦ Κυμινᾶ, ὃς ἦν τῷ τότε καιρῷ εἰς τὴν ἁγίαν πόλιν εὐχῆς ἕνεκα. Καὶ διερχομένου αὐτοῦ τὴν Ἰβηρίαν, κατήντησεν εἰς τὸ κάστρον τὸ Ἀρδανούτζιν. Καὶ εἶχεν ὁ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης καλούμενος, ἔχθραν μετὰ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ Κουρκένη, καὶ ἐλάλησεν εἰς τὸν μοναχὸν Ἀγάπιον, ὅτι·" Ἐνορκῶ σε εἰς τὸν Θεὸν καὶ εἰς τὴν δύναμιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, ἵνα ἀπέλθῃς ἐν τῇ πόλει, καὶ εἴπῃς τὸν βασιλέα, ἵνα ἀποστείλῃ καὶ παραλάβῃ τὸ κάστρον μου καὶ ἔχῃ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ." Ὁ δὲ μοναχὸς Ἀγάπιος εἰσελθὼν ἐν τῇ πόλει, διηγήσατο τὸν βασιλέα, ὅσα ἐλάλησεν πρὸς αὐτὸν ὁ πατρί κιος Ἀσώτιος, ὁ καὶ Κισκάσης. Τοῦ δὲ προρρηθέντος πατρικίου Κωνσταντίνου καὶ δρουγγαρίου τοῦ πλωΐμου ἐν Νικομηδείᾳ τυγχάνοντος διὰ τὴν προρρηθεῖσαν τῆς προβολῆς τοῦ μαγίστρου τοῦ Κουρκένη Ἴβηρος ὑπόθεσιν, ἐκ προστάξεως τοῦ βασιλέως ἐδέξατο πιττάκιον τοῦ πατρικίου Συμεών, τοῦ πρωτοασηκρῆτις, ὡς ὅτι·" Κελεύει ὁ βασιλεὺς ἡμῶν ὁ ἅγιος καταλιπεῖν σε πάσας σου τὰς δουλείας καὶ ἀπελθεῖν ἐν συντομίᾳ πρὸς τὸν πατρίκιον Ἀσώτιον, τὸν καὶ Κισκάσην λεγόμενον, καὶ παραλαβεῖν τὸ κάστρον αὐτοῦ τὸ Ἀρδανούτζιν, ἐπειδὴ διὰ τοῦ μοναχοῦ Ἀγαπίου ἐδηλοποίησεν τὸν βασιλέα ἡμῶν τὸν ἅγιον τοῦ ἀποσταλῆναι πιστὸν ἄνθρωπον καὶ οἰκεῖον τοῦ παραλαβεῖν τὸ κάστρον αὐτοῦ τὸ Ἀρδανούτζιν· καὶ ἀπερχομένου σου ἐν Χαλδίᾳ, ἀναλαβοῦ ἄρχοντας χρησίμους, οὓς ἐπίστασαι εἶναι ἠνδρειωμένους καὶ πιστούς, καὶ εἴσελθε καὶ κράτησον τὸ τοιοῦτον κάστρον." Τοῦ δὲ πατρικίου Κωνσταντίνου καὶ δρουγγαρίου τοῦ πλωΐμου ἀπελθόντος ἐν Χαλδίᾳ καὶ ἀναλαβομένου τουρμάρχας χρησίμους καὶ ἄρχοντας καὶ λαὸν μέχρι τῶν τʹ, εἰσῆλθεν ἐν Ἰβηρίᾳ, καὶ ἐκράτησεν αὐτὸν ὁ μακάριος Δαυίδ, ὁ ἀδελφὸς Ἀσωτίου, τοῦ ἀρτίως κουροπαλάτου, λέγων πρὸς αὐτόν·" Ποῦ ἀπεστάλης παρὰ τοῦ βασιλέως, καὶ τί δουλείαν ὀφείλεις ἐκτελέσαι, ὅτι τοσοῦτον λαὸν ἐπιφέρῃ μετὰ σεαυτοῦ;" Ἐσκέπτοντο γὰρ διὰ τὸ ἀποθανεῖν Ἀδρανασὲ τὸν κουροπαλάτην, ὅτι μήπως ὁ βασιλεὺς τὸν Κουρκένιον ὀφείλει τιμῆσαι κουροπαλάτην, ἐπειδὴ ἀναμεταξὺ οἱ τοῦ Ἀδρανασὲ τοῦ κουροπαλάτου παῖδες, τοῦ πατρὸς αὐτῶν τελευτησάντος, φιλονικίας τινὰς ἔσχον μετὰ τοῦ ἐξαδέλφου αὐτῶν. Διὰ τὸ καὶ τὸν πρῶτον ἄνθρωπον αὐτοῦ ἀπολῦσαι μετὰ μεγάλου κανισκίου τὸν Κουρκένιον πρὸς τὸν βασιλέα, ἐξαιτούμενον τὸ κουροπαλατίκιν ἢ τὸ μαγιστρᾶτον, ὑπέλαβον οἱ τέσσαρες ἀδελφοί, ἤγουν οἱ τοῦ Ἀδρανασὲ τοῦ κουροπαλάτου παῖδες, ὅτι διὰ τὸ ποιῆσαι τὸν Κουρκένιον κουροπαλάτην ἀπέρχεται ἐκεῖσε. Ὁ δὲ πατρίκιος Κωνσταντῖνος ἀπελογήσατο, ὅτι·" Διὰ τὸ μέλλειν με τιμῆσαι τὸν Κουρκένιον μάγιστρον ἐπιφέρομαι καὶ τὸν τοσοῦτον λαόν." Καὶ ἀπελθόντος τοῦ αὐτοῦ πατρικίου Κωνσταντίνου εἰς τὴν χώραν τοῦ Κουρκενίου, ἐτίμησεν αὐτὸν μάγιστρον καὶ ἀποχαιρετίσας αὐτὸν***, ὅτι·" Ἀπέρχομαι εἰς τὸν Δαυὶδ τὸν μάγιστρον." Εἶχεν δὲ ὁ αὐτὸς πατρίκιος Κωνσταντῖνος καὶ πρὸς τὸν Δαυὶδ κέλευσιν ἀπὸ τοῦ βασιλέως καὶ ξένια. Καὶ εἰσῆλθεν εἰς τὸ κάστρον τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση, εἰς τὸ Ἀρδανούτζιν, καὶ δέδωκεν αὐτῷ τὴν πρὸς αὐτὸν τοῦ βασιλέως κέλευσιν οὐ περὶ τοῦ κάστρου Ἀρδανουτζίου περιέχουσάν τι, ἀλλὰ περὶ ἑτέρων ὑποθέσεων. Εἶπεν δὲ πρὸς αὐτὸν ὁ πατρίκιος Κωνσταντῖνος, ὅτι·" Κἂν μὲν ἡ κέλευσις οὐδὲν περιέχει περὶ τοῦ κάστρου Ἀρδανουτζίου, ἀλλ' οὖν τοῦ μοναχοῦ Ἀγαπίου πρὸς τὸν βασιλέα εἰσελθόντος καὶ ἀναγγείλαντος αὐτόν, ὅσα καὶ παρήγγειλας αὐτὸν περὶ τοῦ κάστρου Ἀρδανουτζίου, διὰ τοῦτο καὶ ἀπέστειλέν με, ὅπως παραλάβω τὸ κάστρον καὶ εἰσαγάγω ἐν αὐτῷ, ὅνπερ περιφέρομαι λαόν." Καὶ ἐπειδή, καθὰ προείρηται, εἶχεν ἔχθραν ὁ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης, μετὰ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ Κουρκένη, προεθυμήθη δοῦναι τὸ κάστρον αὐτοῦ μᾶλλον τὸν βασιλέα. Ὁ δὲ πατρίκιος Κωνσταντῖνος εἶχεν παρ' ἑαυτῷ φλάμμουλα, καὶ ἐπιδέδωκεν τῷ πατρικίῳ Ἀσωτίῳ, τῷ καὶ Κισκάσῃ. Ὁ δὲ βαλὼν αὐτὸ εἰς κοντάριον, ἐπιδέδωκεν τῷ πατρικίῳ Κωνσταντίνῳ εἰπών, ὅτι·" Ἐπίστησον αὐτὸ ἄνωθεν εἰς τὸ τεῖχος, ἵνα γνῶσιν πάντες τοῦ βασιλέως εἶναι ἀπὸ τῆς σήμερον ἡμέρας τὸ τοιοῦτον κάστρον." Καὶ τοῦτο ποιήσας ὁ πατρίκιος Κωνσταντῖνος καὶ τὸ φλάμμουλον ἐπιστήσας ἄνωθεν τοῦ τείχους καὶ τοὺς βασιλεῖς τῶν Ῥωμαίων κατὰ τὸ εἰωθὸς εὐφημήσας, πᾶσιν ἐγένετο γνωστόν, ὅτι τὸ κάστρον τὸ Ἀρδανούτζιν ἀπεχαρίσατο ὁ πατρίκιος Ἀσώτιος, ὁ καὶ Κισκάσης, τὸν βασιλέα. Ὁ οὖν Δαυίδ, ὁ μέγας, τὴν ἑαυτοῦ χώραν οὐκ ἐδίδου τὸν βασιλέα, κἂν τάχα συνορῇ τὴν τοῦρμαν τοῦ Ἀκαμψῆ καὶ τῇ Μουργούλῃ. Ὁ οὖν πατρίκιος Κωνσταντῖνος ἀνήγαγε πρὸς τὸν βασιλέα, ἐξαποστείλας δύο ἀναφοράς, τὴν μὲν μίαν περιέχουσαν, ὅπως ἐτίμησεν τὸν Κουρκένην μάγιστρον, καὶ ὅπως ὁ Κουρκένιος ἀπεδέξατο τὸ μαγιστρᾶτον, καὶ εὐφήμησεν τὸν βασιλέα, τὴν δὲ ἑτέραν περιέχουσαν περὶ τοῦ κάστρου Ἀρδανουτζίου, καὶ ὅπως τοῦτο παρέλαβεν παρὰ τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση, καὶ ὅτι μεγάλην διαφορὰν καὶ ἔχθραν ἔχουσιν πρὸς ἀλλήλους ὅ τε πατρίκιος Ἀσώτιος μετὰ τοῦ γαμβροῦ αὐτοῦ, τοῦ μαγίστρου Κουρκενίου, καὶ ἵνα ἀποστείλῃ ὁ βασιλεὺς βοήθειαν τοῦ ταξατεῦσαι τὸ τοιοῦτον κάστρον, καὶ ὅτι, εἰ ἐνδέχεται, ἔλθῃ καὶ ὁ δομέστικος τῶν σχολῶν. Ταῦτα ἰδόντες οἱ Ἴβηρες, ὅ τε μάγιστρος Κουρκένιος καὶ ὁ μάγιστρος Δαυίδ, ὁ ἀδελφὸς τοῦ κουροπαλάτου Ἀσωτίου, ἔγραψαν πρὸς τὸν βασιλέα, ὅτι·" Εἰ τοῦτο καταδέξηται ἡ βασιλεία σου, καὶ εἰσέλθῃ μέσον τῆς χώρας ἡμῶν, ἐξερχόμεθα τῆς δουλώσεως τῆς βασιλείας σου, καὶ γινόμεθα μετὰ τῶν Σαρακηνῶν, ἐπειδὴ ἔχειν ἔχομεν μετὰ τῶν Ῥωμαίων μάχας καὶ πολέμια, καὶ βιαζόμενοι κινῆσαι ἔχομεν φοσσᾶτον κατά τε τοῦ κάστρου Ἀρδανουτζίου καὶ τῆς χώρας αὐτοῦ καὶ αὐτῆς τῆς Ῥωμανίας." Ταῦτα καὶ διὰ τῶν γραμμάτων τῶν προρρηθέντων ἀρχόντων ἀναμαθὼν καὶ παρὰ τῶν ἀποσταλέντων παρ' αὐτῶν ἀνθρώπων ἀκηκοὼς καὶ πτοηθείς, μήπως γένωνται μετὰ τῶν Σαρακηνῶν καὶ ἐξαγάγωσι τὰ τῆς Περσίας φοσσᾶτα κατὰ Ῥωμανίας, ἠρνήσατο λέγων, ὅτι·" Οὐκ ἔγραψα τὸν πρωτοσπαθάριον Κωνσταντῖνον καὶ μαγγλαβίτην περὶ τοῦ τοιούτου κάστρου καὶ τῆς χώρας αὐτοῦ τοῦ παραλαβεῖν αὐτήν, ἀλλ' ἐξ οἰκείας ὡς εἰπεῖν ἀφροσύνης τοῦτο ἐποίησεν." Καὶ ταῦτα εἶπεν ὁ βασιλεύς, τελείως ἀποθεραπεῦσαι τούτους βουλόμενος, καὶ ἐδέξατο ὁ αὐτὸς πρωτοσπαθάριος Κωνσταντῖνος καὶ μαγγλαβίτης κέλευσιν μετὰ ὕβρεων καὶ ἀπειλῶν περιέχουσαν·" Τίς διωρίσατό σοι τοῦτο ποιῆσαι; Ἀλλὰ μᾶλλον ἔξελθε ἐκ τοῦ κάστρου, καὶ ἀναλαβοῦ Ἀσώτιον, τὸν υἱὸν τοῦ τελευτηκότος Ἀδρανασέ, τοῦ κουροπαλάτου, καὶ εἰσάγαγε αὐτὸν ἐνταῦθα, ὅπως τιμήσωμεν αὐτὸν τὴν τοῦ πατρὸς αὐτοῦ ἀξίαν τοῦ κουροπαλάτου." Ταῦτα δεξάμενος ὁ πατρίκιος Κωνσταντῖνος, κατέλιπεν τὸν πατρίκιον Ἀσώτιον, τὸν καὶ Κισκάσην, εἰς τὸ ἑαυτοῦ κάστρον, τὸ Ἀρδανούτζιν, κἀκεῖνος ἐξελθὼν ἀπῄει πρὸς τὸν Δαυίδ, τὸν μέγαν, καὶ ἐπιδέδωκεν αὐτῷ, ἥνπερ εἶχεν πρὸς αὐτὸν κέλευσιν, καὶ ὑπέστρεψεν, καὶ εἰσῆλθεν εἰς Ἰβηρίαν, καὶ εὗρεν ἐπὶ τὸ αὐτὸ συνηθροισμένους τόν τε μάγιστρον Κουρκένιον καὶ τὸν μάγιστρον Δαυίδ, τὸν ἀδελφὸν Ἀσωτίου τοῦ κουροπαλάτου. Καὶ ἤρξαντο φιλονικεῖν καὶ κατονειδίζειν τὸν πατρίκιον Κωνσταντῖνον, λέγοντες, ὅτι·" Κρυπτὸς ἄνθρωπος καὶ κακὸς τυγχάνεις, ὅτι οὐκ ἐφανέρωσας ἡμᾶς περὶ τοῦ κάστρου Ἀρδανουτζίου, ὅτι μέλλεις τοῦτο κρατῆσαι" καὶ ὅτι·" Οὐ συμφέρει τοῦτο κρατεῖσθαι παρὰ τοῦ βασιλέως, ἡμεῖς γὰρ καὶ περὶ τῆς τοιαύτης ὑποθέσεως ἀνηγάγομεν πρὸς τὸν βασιλέα, καὶ ἐδεξάμεθα μηδαμῶς γινώσκειν τὸν βασιλέα περὶ τῆς ὑποθέσεως ταύτης, ἀλλὰ σὲ τοῦτο ποιῆσαι διὰ τὴν ἀγάπην τοῦ πατρικίου Ἀσωτίου, τοῦ καὶ Κισκάση." Ὁ δὲ πατρίκιος Κωνσταντῖνος προσαπολογησάμενος τούτοις τὰ εἰκότα, ἀνελάβετο Ἀσώτιον, τὸν υἱὸν Ἀδρανασὲ τοῦ κουροπαλάτου, καὶ εἰσήγαγεν αὐτὸν ἐν τῇ πόλει, καὶ ἐτιμήθη παρὰ τοῦ βασιλέως κουροπαλάτης. Τί δὲ καὶ περὶ τῶν ἔν τισι καιροῖς μεταξὺ Ῥωμαίων καὶ διαφόρων ἐθνῶν συμβεβηκότων; Ἄξιον γάρ, φίλτατε υἱέ, μηδὲ τὴν περὶ τούτων μνήμην διαφυγεῖν σε, ἵν' ἐν ὁμοίοις καιροῖς, τῶν αὐτῶν προσπιπτόντων, εἴη σοι εὐχερὴς ἡ ἐπανόρθωσις διὰ τῆς προγνώσεως. 47 Περὶ τῆς τῶν Κυπρίων μεταναστάσεως ἔχει ἡ ἱστορία τάδε. Τῆς νήσου ἁλωθείσης ὑπὸ τῶν Σαρακηνῶν καὶ ἐπὶ ἑπτὰ ἔτεσιν ἀοικήτου μεινάσης, καὶ τοῦ ἀρχιεπισκόπου Ἰωάννου μετὰ τοῦ λαοῦ αὐτοῦ πρὸς τὴν βασιλεύουσαν καταλαβόντος, ἐγένετο οἰκονομία παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐν τῇ ἁγίᾳ ἕκτῃ συνόδῳ τοῦ τὴν Κύζικον παραλαβεῖν μετὰ τῶν ἐπισκόπων αὐτοῦ καὶ τοῦ λαοῦ τῆς νήσου καὶ ποιεῖσθαι καὶ χειροτονίας, ἡνίκα ἂν λείψῃ ἐπίσκοπος, πρὸς τὸ μὴ διαπεσεῖν τὴν αὐθεντίαν καὶ τὰ δίκαια τῆς Κύπρου (καὶ γὰρ καὶ αὐτὸς ὁ Ἰουστινιανὸς ὁ βασιλεὺς Κύπριος ἦν, καθὼς καὶ παρὰ τῶν παλαιῶν Κυπρίων ὁ λόγος μέχρι τῆς σήμερον ἐπεκράτησεν), ὥστε καὶ ὡρίσθη ἐν τῇ ἁγίᾳ ἕκτῃ συνόδῳ χειροτονεῖν τὸν ἀρχιεπίσκοπον Κύπρου τὸν τῆς Κυζίκου πρόεδρον, καθὼς ἐν τῷ λθʹ κεφαλαίῳ τῆς αὐτῆς ἁγίας ἕκτης συνόδου ἀναγέγραπται. Μετὰ δὲ ἑπτὰ ἔτη θελήσει Θεοῦ ἐκινήθη ὁ βασιλεὺς πάλιν οἰκίσαι τὴν Κύπρον, καὶ ἀπέστειλεν πρὸς τὸν ἀμερμουμνῆν τοῦ Βαγδὰδ τρεῖς τῶν ἐνδόξων Κυπρίων, αὐτόχθονας τῆς αὐτῆς νήσου τυγχάνοντας, τοὺς λεγομένους Φαγγουμεῖς, μετὰ καὶ βασιλικοῦ τινος ἀγχίνου τε καὶ ἐνδόξου, γράψας τῷ ἀμερμουμνῇ, ἵνα τὸν ἐν Συρίᾳ ὄντα λαὸν τῆς νήσου Κύπρου ἀπολύσῃ εἰς τὸν ἴδιον τόπον. Καὶ ὑπακούσας ὁ ἀμερμουμνῆς τῇ τοῦ βασιλέως γραφῇ, ἀπέστειλε κατὰ πάσας τὰς Συρίας ἐνδόξους Σαρακηνούς, καὶ ἐπεσώρευσεν πάντας τοὺς Κυπρίους καὶ διεπέρασεν εἰς τὸν ἴδιον τόπον. Ἀπέστειλεν δὲ καὶ ὁ βασιλεὺς βασιλικόν, καὶ διεπέρασεν καὶ τοὺς ἐν Ῥωμανίᾳ οἰκήσαντας, ἤγουν ἔν τε τῇ Κυζίκῳ καὶ τῷ Κιβυρραιωτῶν καὶ τῷ Θρᾳκησίων, καὶ ἐνῳκίσθη ἡ νῆσος. 48 Κεφάλαιον λθʹ τῆς ἁγίας ἕκτης συνόδου, τῆς ἐν τῷ Τρούλλῳ τοῦ μεγάλου παλατίου γεγονυίας. Τοῦ ἀδελφοῦ καὶ συλλειτουργοῦ ἡμῶν Ἰωάννου, τοῦ τῆς Κυπρίων νήσου προέδρου, ἅμα τῷ οἰκείῳ λαῷ ἐπὶ τὴν Ἑλλησπόντιον ἐπαρχίαν διά τε τὰς βαρβαρικὰς ἐφόδους, διά τε τὸ τῆς ἐθνικῆς ἐλευθερωθῆναι δουλείας καὶ καθαρῶς τοῖς σκήπτροις τοῦ Χριστιανικωτάτου κράτους ὑποταγῆναιτῆς εἰρημένης μεταναστάντος νήσου προνοίᾳ τοῦ φιλανθρώπου Θεοῦ καὶ μόχθῳ τοῦ φιλοχρίστου καὶ εὐσεβοῦς ἡμῶν βασιλέως, συνορῶμεν, ὥστε ἀκαινοτόμητα διαφυλαχθῆναι τὰ παρὰ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον συνελθόντων θεοφόρων πατέρων τῷ θρόνῳ τοῦ προγεγραμμένου ἀνδρὸς παρασχεθέντα προνόμια, ὥστε τὴν νέαν Ἰουστινιανούπολιν τὸ δίκαιον ἔχειν τῆς Κωνσταντινέων πόλεως καὶ τὸν ἐπ' αὐτῇ καθιστάμενον θεοφιλέστατον ἐπίσκοπον πάντων προεδρεύειν τῶν τῆς Ἑλλησποντίων ἐπαρχίας καὶ ὑπὸ τῶν οἰκείων ἐπισκόπων χειροτονεῖσθαι κατὰ τὴν ἀρχαίαν συνήθειαν (τὰ γὰρ ἐν ἑκάστῃ ἐκκλησίᾳ ἔθη καὶ οἱ θεοφόροι ἡμῶν πατέρες παραφυλάττεσθαι διεγνώκασιν), τοῦ τῆς Κυζικηνῶν πόλεως ἐπισκόπου ὑποκειμένου τῷ προέδρῳ τῆς εἰρημένης Ἰουστινιανουπόλεως, μιμήσει τῶν λοιπῶν ἁπάντων ἐπισκόπων τῶν ὑπὸ τὸν λεχθέντα θεοφιλέστατον πρόεδρον Ἰωάννην, ἀφ' οὗ, χρείας καλούσης, καὶ ὁ τῆς αὐτῆς Κυζικηνῶν πόλεως ἐπίσκοπος χειροτονηθήσεται. Ἐπεὶ δὲ καὶ τὰ περὶ ἐθνῶν οὕτως ἀκριβῶς σοι διετυπώσαμεν καὶ προεξεθέμεθα, δίκαιον μὴ μόνον περὶ τῶν ἐν τῇ καθ' ἡμᾶς πολιτείᾳ, ἀλλὰ καὶ περὶ πάσης τῆς τῶν Ῥωμαίων ἀρχῆς κατά τινας χρόνους καινοτομηθέντων σαφῆ κεκτῆσθαί σε τὴν εἴδησιν, ὡς ἂν ἡ περὶ τῶν ἐγγυτέρω καὶ οἰκείων γνῶσις πλέον τῶν ἄλλων ἐν σοὶ διαμένουσα ποθεινότερον ἀναδείξῃ πρὸς τὸ ὑπήκοον. Ἰστέον, ὅτι ἐπὶ Κωνσταντίνου, υἱοῦ Κωνσταντίνου, τοῦ καὶ Πωγωνάτου καλουμένου, Καλλίνικός τις ἀπὸ Ἡλιουπόλεως Ῥωμαίοιςπροσφυγών, τὸ διὰ τῶν σιφώνων ἐκφερόμενον πῦρ ὑγρὸν κατεσκεύασεν, δι' οὗ καὶ τὸν τῶν Σαρακηνῶν στόλον ἐν Κυζίκῳ Ῥωμαῖοι καταφλέξαντες τὴν νίκην ἤραντο. 49 Ὁ ζητῶν, ὅπως τῇ τῶν Πατρῶν ἐκκλησίᾳ οἱ Σκλάβοι δουλεύειν καὶ ὑποκεῖσθαι ἐτάχθησαν, ἐκ τῆς παρούσης μανθανέτω γραφῆς. Νικηφόρος τὰ τῶν Ῥωμαίων σκῆπτρα ἐκράτει, καὶ οὗτοι ἐν τῷ θέματι ὄντες Πελοποννήσου ἀπόστασιν ἐννοήσαντες, πρῶτον μὲν τὰς τῶν γειτόνων οἰκίας τῶν Γραικῶν ἐξεπόρθουν καὶ εἰς ἁρπαγὴν ἐτίθεντο, ἔπειτα δὲ καὶ κατὰ τῶν οἰκητόρων τῆς τῶν Πατρῶν ὁρμήσαντες πόλεως, τὰ πρὸ τοῦ τείχους πεδία κατέστρεφόν τε καὶ ταύτην ἐπολιόρκουν, μεθ' ἑαυτῶν ἔχοντες καὶ Ἀφρικοὺς Σαρακηνούς. Ἐπεὶ δὲ χρόνος ἱκανὸς διῆλθεν, καὶ σπάνις τῶν ἀναγκαίων τοῖς ἔνδοθεν τοῦ τείχους γίνεσθαι ἤρξατο, ὕδατός τε καὶ τροφῶν, βουλὴν βουλεύονται εἰς συμβιβάσεις τε ἐλθεῖν καὶ λόγους ἀπαθείας λαβεῖν καὶ τηνικαῦτα τὴν πόλιν ὑποτάξαι αὐτούς. Ἐπεὶ οὖν ὁ τηνικαῦτα στρατηγὸς ὑπῆρχεν πρὸς τὴν ἄκραν τοῦ θέματος ἐν κάστρῳ Κορίνθου, καὶ προσδοκία ἦν τοῦ παραγενέσθαι αὐτὸν καὶ καταπολεμῆσαι τὸ ἔθνος τῶν Σκλαβήνων, ὡς καὶ πρώην καταμηνυθέντος αὐτοῦ περὶ τῆς καταδρομῆς αὐτῶν παρὰ τῶν ἀρχόντων, ἐβουλεύσαντο οἱ τοῦ κάστρου οἰκήτορες πρότερον ἀποσταλῆναι σκοπὸν εἰς τὰ ἀνατολικώτερα τῶν ὀρέων καὶ ἀποσκοπεῦσαι καὶ γνῶναι, εἰ ἄρα παραγίνεται ὁ στρατηγός, παραγγείλαντες καὶ σημεῖον δεδωκότες τῷ ἀποσταλμένῳ, ἵνα, εἰ μὲν ἴδοι ἐρχόμενον τὸν στρατηγόν, ἐν τῇ ὑποστροφῇ αὐτοῦ κλίνῃ τὸ φλάμμουλον, ὅπως γνῶσιν τὴν ἔλευσιν τοῦ στρατηγοῦ, εἰ δὲ μή γε, κατέχειν ὀρθὸν τὸ φλάμμουλον πρὸς τὸ μὴ ἔχειν αὐτοὺς προσδοκίαν τοῦ τοῦ λοιποῦ παραγίνεσθαι τὸν στρατηγόν. Τοῦ οὖν σκοποῦ ἀπελθόντος καὶ μαθόντος μὴ παραγίνεσθαι τὸν στρατηγόν, ὑπέστρεφεν ὀρθὸν κατέχων τὸ φλάμμουλον. Καὶ δὴ τοῦ Θεοῦ εὐδοκήσαντος διὰ πρεσβειῶν τοῦ ἁγίου ἀποστόλου Ἀνδρέου, τοῦ ἵππου ὀλισθήσαντος καὶ τοῦ ἐπιβάτου ὑποπεπτωκότος, ἔκλινεν τὸ φλάμμουλον, καὶ οἱ τοῦ κάστρου οἰκήτορες ἰδόντες τὸ γεγονὸς σημεῖον καὶ νομίσαντες ἐξ ἅπαντος παραγίνεσθαι τὸν στρατηγόν, ἤνοιξαν τὰς πύλας τοῦ κάστρου, καὶ ἐξῆλθον θαρσαλέοι κατὰ τῶν Σκλαβήνων, καὶ εἶδον τὸν πρωτόκλητον ἀπόστολον ὀφθαλμοφανῶς ἵππῳ ἐπικαθήμενον καὶ δρόμῳ ἐπερχόμενον κατὰ τῶν βαρβάρων· καὶ δὴ τρέψας τούτους κατὰ κράτος καὶ διασκορπίσας καὶ ἀπελάσας πόρρω τοῦ κάστρου φυγάδας ἐποίησεν. Οἱ δὲ βάρβαροι ἰδόντες καὶ καταπλαγέντες καὶ ἔκθαμβοι γεγονότες ἐπὶ τῇ κατ' αὐτῶν κραταιᾷ ἐπελεύσει τοῦ ἀηττήτου καὶ ἀκαταγωνίστου ὁπλίτου καὶ στρατηγοῦ καὶ ταξιάρχου καὶ τροπαιούχου καὶ νικηφόρου πρωτοκλήτου ἀποστόλου Ἀνδρέου, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτούς, καὶ προσέφυγον εἰς τὸν πάνσεπτον ναὸν αὐτοῦ. Τοῦ οὖν στρατηγοῦ μετὰ τὸ τρόπαιον ἐν τῇ τρίτῃ ἡμέρᾳ καταλαβόντος καὶ τὴν νίκην τοῦ ἀποστόλου μαθόντος, κατεμήνυσεν τῷ βασιλεῖ Νικηφόρῳ τήν τε ἔφοδον τῶν Σκλαβήνων καὶ τὴν προνομὴν καὶ αἰχμαλωσίαν καὶ ἀφανισμὸν καὶ τὴν λεηλασίαν καὶ τἄλλα δεινά, ὅσα καταδραμόντες ἐποίησαν εἰς τὰ μέρη τῆς Ἀχαΐας, ἔτι δὲ καὶ τὴν πολυήμερον πολιορκίαν καὶ τὴν κατὰ τῶν οἰκητόρων τοῦ κάστρου διηνεκῆ ἐπίθεσιν, ὡσαύτως καὶ τὴν ἐπισκοπὴν καὶ συμμαχίαν καὶ τὸ τρόπαιον καὶ τὴν κατὰ κράτος νίκην, τὴν γενομένην παρὰ τοῦ ἀποστόλου, καὶ ὡς ὀφθαλμοφανῶς ὡράθη ἐπιτρέχων καὶ διώκων τοὺς πολεμίους κατὰ νῶτον καὶ τροπούμενος αὐτούς, ὡς καὶ αὐτοὺς τοὺς βαρβάρους αἰσθέσθαι τὴν τοῦ ἀποστόλου πρὸς ἡμᾶς ἐπισκοπὴν καὶ συμμαχίαν, καὶ διὰ τοῦτο προσφυγεῖν αὐτοὺς εἰς τὸν σεβάσμιον ναὸν αὐτοῦ. Ὁ δὲ βασιλεὺς ταῦτα ἀναμαθὼν παρεκελεύσατο οὕτως·" Ἐπεὶ καὶ τὸ τρόπαιον καὶ ἡ κατὰ κράτος νίκη παρὰ τοῦ ἀποστόλου γέγονεν, ὀφειλόμενον καθέστηκεν πᾶσαν τὴν ἐκστρατείαν τῶν πολεμίων καὶ τὰ λάφυρα καὶ τὰ σκῦλα αὐτῷ ἀποδοθῆναι." Καὶ διωρίσατο αὐτούς τε τοὺς πολεμίους μετὰ πάσης τῆς φαμιλίας καὶ συγγενείας καὶ πάντων τῶν προσηκόντων αὐτοῖς, ἔτι δὲ καὶ πάσης τῆς ὑπάρξεως αὐτῶν, ἀφορισθῆναι εἰς τὸν ναὸν τοῦ ἀποστόλου ἐν τῇ μητροπόλει Πατρῶν, ἐν ᾗ ὁ πρωτόκλητος καὶ μαθητὴς τοῦ Χριστοῦ τὸν τῆς ἀθλήσεως διήνυσεν ἀγῶνα, δεδωκὼς περὶ αὐτῶν καὶ σιγίλλιον ἐν τῇ αὐτῇ μητροπόλει. Ταῦτα οἱ πρεσβύτεροι καὶ ἀρχαιότεροι ἀνήγγειλαν, παραδόντες ἀγράφως χρόνῳ τε καὶ βίῳ τοῖς ὕστερον, ὅπως ἂν κατὰ τὸν προφήτην γνῷ γενεὰ ἡ ἐρχομένη τὸ γεγονὸς θαῦμα διὰ πρεσβειῶν τοῦ ἀποστόλου, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὸ τοῖς υἱοῖς αὐτῶν, ἵνα μὴ ἐπιλάθωνται τῶν εὐεργεσιῶν, ὧν ἐποίησεν ὁ Θεὸς διὰ πρεσβειῶν τοῦ ἀποστόλου. Ἔκτοτε δὲ οἱ ἀφορισθέντες Σκλαβῆνοι ἐν τῇ μητροπόλει καὶ τοὺς στρατηγοὺς καὶ τοὺς βασιλικοὺς καὶ πάντας τοὺς ἐξ ἐθνῶν ἀποστελλομένους πρέσβεις ὡς ὁμήρους διατρέφουσιν, ἔχοντες ἰδίους καὶ τραπεζοποιοὺς καὶ μαγείρους καὶ πάντας τοὺς παρασκευάζοντας τὰ τῆς τραπέζης βρώματα, τῆς μητροπόλεως εἰς ταῦτα μηδὲν καινοτομουμένης, ἀλλ' αὐτοὶ οἱ Σκλαβῆνοι ἀπὸ διανομῆς καὶ συνδοσίας τῆς ὁμάδος αὐτῶν ἐπισυνάγουσιν τὰς τοιαύτας χρείας. Ἐποίησεν δὲ καὶ σιγίλλιον Λέων, ὁ ἀείμνηστος καὶ σοφώτατος βασιλεύς, λεπτομερῶς περιέχον τό, τί ὀφείλουσιν παρέχειν οἱ αὐτοὶ ἐναπογραφόμενοι τῷ μητροπολίτῃ, καὶ μὴ ἀπαργυρίζεσθαι παρ' αὐτοῦ ἢ ἄλλως πως κατ' ἐπίνοιαν ἄδικον ζημιοῦσθαι αὐτούς. 50 Περὶ τῶν ἐν τῷ θέματι Πελοποννήσου Σκλάβων, τῶν τε Μηλιγγῶν καὶ Ἐζεριτῶν καὶ περὶ τῶν τελουμένων παρ' αὐτῶν πάκτων, ὁμοίως καὶ περὶ τῶν οἰκητόρων τοῦ κάστρου Μαΐνης καὶ τοῦ παρ' αὐτῶν τελουμένου πάκτου. Ἰστέον, ὅτι οἱ τοῦ θέματος Πελοποννήσου Σκλάβοι ἐν ταῖς ἡμέραις τοῦ βασιλέως Θεοφίλου καὶ τοῦ υἱοῦ αὐτοῦ, Μιχαήλ, ἀποστατήσαντες γεγόνασιν ἰδιόρρυθμοι, λεηλασίας καὶ ἀνδραποδισμοὺς καὶ πραίδας καὶ ἐμπρησμοὺς καὶ κλοπὰς ἐργαζόμενοι. Ἐπὶ δὲ τῆς βασιλείας Μιχαήλ, τοῦ υἱοῦ Θεοφίλου, ἀπεστάλη ὁ πρωτοσπαθάριος Θεόκτιστος, οὗ τὸ ἐπίκλην ὁ τῶν Βρυεννίων, στρατηγὸς ἐν τῷ θέματι Πελοποννήσου μετὰ δυνάμεως καὶ ἰσχύος πολλῆς, ἤγουν Θρᾳκῶν καὶ Μακεδόνων καὶ τῶν λοιπῶν δυτικῶν θεμάτων τοῦ πολεμῆσαι καὶ καθυποτάξαι αὐτούς. Καὶ πάντας μὲν τοὺς Σκλάβους καὶ λοιποὺς ἀνυποτάκτους τοῦ θέματος Πελοποννήσου ὑπέταξε καὶ ἐχειρώσατο, μόνοι δὲ οἱ Ἐζερῖται καὶ οἱ Μηλιγγοὶ κατελείφθησαν ὑπὸ τὴν Λακεδαιμονίαν καὶ τὸ Ἕλος. Καὶ ἐπειδὴ ὄρος ἐστὶν ἐκεῖσε μέγα καὶ ὑψηλότατον, καλούμενον Πενταδάκτυλος, καὶ εἰσέρχεται ὥσπερ τράχηλος εἰς τὴν θάλασσαν ἕως πολλοῦ διαστήματος, διὰ δὲ τὸ εἶναι τὸν τόπον δύσκολον κατῴκησαν εἰς τὰς πλευρὰς τοῦ αὐτοῦ ὄρους, ἐν μὲν τῷ ἑνὶ μέρει οἱ Μηλιγγοί, ἐν δὲ τῷ ἑτέρῳ μέρει οἱ Ἐζερῖται. Καὶ ὁ μὲν προρρηθεὶς πρωτοσπαθάριος Θεόκτιστος καὶ στρατηγὸς Πελοποννήσου δυνηθεὶς καὶ τούτους καθυποτάξαι, ἐξέθετο τοῖς μὲν Μηλιγγοῖς νομίσματα ξʹ, τοῖς δὲ Ἐζερίταις νομίσματα τʹ, ἅτινα καὶ ἐτέλουν, αὐτοῦ στρατηγοῦντος, καθὼς παρὰ τῶν ἐντοπίων διασώζεται μέχρι τῆς σήμερον ἡ τοιαύτη φήμη. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ κυροῦ Ῥωμανοῦ, τοῦ βασιλέως, στρατηγῶν ὁ πρωτοσπαθάριος Ἰωάννης ὁ Πρωτεύων εἰς τὸ αὐτὸ θέμα ἀνήγαγεν πρὸς τὸν αὐτὸν κύριν Ῥωμανὸν περί τε τῶν Μηλιγγῶν καὶ τῶν Ἐζεριτῶν, ὅτι ἀποστατήσαντες οὐ πείθονται οὔτε τῷ στρατηγῷ, οὔτε βασιλικῇ κελεύσει ὑπείκουσιν, ἀλλ' εἰσὶν ὥσπερ αὐτόνομοι καὶ αὐτοδέσποτοι, καὶ οὔτε παρὰ τοῦ στρατηγοῦ δέχονται ἄρχοντα, οὔτε συνταξιδεύειν αὐτῷ ὑπείκουσιν, οὔτε ἄλλην τοῦ δημοσίου δουλείαν ἐκτελεῖν πείθονται. Καὶ μέχρι τοῦ ἀνελθεῖν τὴν ἀναφορὰν αὐτοῦ συνέβη προβληθῆναι τὸν πρωτοσπαθάριον Κρινίτην τὸν Ἀροτρᾶν στρατηγὸν ἐν Πελοποννήσῳ, τῆς δὲ ἀναφορᾶς τοῦ πρωτοσπαθαρίου Ἰωάννου καὶ στρατηγοῦ Πελοποννήσου τοῦ Πρωτεύοντος καταλαβούσης καὶ κατ' ἐνώπιον τοῦ βασιλέως τοῦ κυροῦ Ῥωμανοῦ ἀναγνωσθείσης καὶ περιεχούσης τὴν ἀποστασίαν τῶν προρρηθέντων Σκλάβων καὶ τὴν πρὸς τὰς βασιλικὰς προστάξεις δυσπείθειαν ἢ μᾶλλον ἀπείθειαν, ἐδέξατο ὁ αὐτὸς πρωτοσπαθάριος Κρινίτης, ἵνα, ἐπεὶ εἰς τοσαύτην ἤλασαν ἀποστασίαν καὶ ἀπείθειαν, ἐκστρατεύσῃ κατ' αὐτῶν καὶ καταπολεμήσῃ καὶ ὑποτάξῃ καὶ ἐξολοθρεύσῃ αὐτούς. Ἀρξάμενος οὖν πολεμεῖν αὐτοὺς ἀπὸ μηνὸς Μαρτίου καὶ κατακαύσας τὰ θέρη αὐτῶν καὶ ληϊσάμενος πᾶσαν τὴν γῆν αὐτῶν, ἔσχεν αὐτοὺς ἀνθισταμένους καὶ ἀντέχοντας μέχρι μηνὸς Νοεμβρίου, ἀπὸ τότε δὲ ἰδόντες τὴν ἑαυτῶν ἐξολόθρευσιν, ᾐτήσαντο λόγον καὶ τοῦ ὑποταγῆναι αὐτοὺς καὶ τυχεῖν συμπαθείας, ὑπὲρ ὧν πρώην ἐπλημμέλησαν. Ὁ οὖν προρρηθεὶς πρωτοσπαθάριος καὶ στρατηγὸς ὁ Κρινίτης ἐξέθετο αὐτοῖς πάκτα πλείονα, ὧν ἐτέλουν, τοῖς μὲν Μηλιγγοῖς ἀπὸ τῶν ξʹ νομισμάτων, ὧν πρότερον ἐτέλουν, νομίσματα φμʹ, ὡς εἶναι τὸ πᾶν πάκτον αὐτῶν νομίσματα χʹ, τοῖς δὲ Ἐζερίταις ἀπὸ τῶν τʹ νομισμάτων, ὧν πρότερον ἐτέλουν, ἕτερα νομίσματα τʹ, ὡς εἶναι τὸ πᾶν πάκτον αὐτῶν νομίσματα χʹ, ἅτινα καὶ ἀπῄτησεν καὶ εἰσεκόμισεν ὁ αὐτὸς πρωτοσπαθάριος Κρινίτης ἐν τῷ θεοφυλάκτῳ κοιτῶνι. Τοῦ δὲ πρωτοσπαθαρίου Κρινίτου ἐν τῷ θέματι μετατεθέντος Ἑλλάδος, καὶ τοῦ πρωτοσπαθαρίου Βάρδα τοῦ Πλατυπόδη προβληθέντος στρατηγοῦ ἐν Πελοποννήσῳ, καὶ τῆς ἀταξίας γεναμένης καὶ στάσεως παρὰ αὐτοῦ τοῦ πρωτοσπαθαρίου Βάρδα τοῦ Πλατυπόδη καὶ τῶν ὁμοφρόνων αὐτοῦ πρωτοσπαθαρίων καὶ ἀρχόντων, καὶ τὸν πρωτοσπαθάριον Λέοντα τὸν Ἀγέλαστον ἀποδιωξάντων ἀπὸ τοῦ θέματος, καὶ εὐθέως γενομένης καὶ τῆς τῶν Σκλαβησιάνων ἐπιθέσεως κατὰ τοῦ αὐτοῦ θέματος, ἀπέστειλαν οἱ αὐτοὶ Σκλάβοι, οἵ τε Μηλιγγοὶ καὶ οἱ Ἐζερῖται, πρὸς τὸν κύριν Ῥωμανόν, τὸν βασιλέα, ἐξαιτούμενοι καὶ παρακαλοῦντες τοῦ συμπαθηθῆναι αὐτοῖς τὰς προσθήκας τῶν πάκτων καὶ τελεῖν αὐτούς, καθὼς καὶ πρότερον ἐτέλουν. Ἐπεὶ δέ, καθὼς προείρηται, εἰσῆλθον οἱ Σκλαβησιάνοι ἐν τῷ θέματι Πελοποννήσου, δεδιὼς ὁ βασιλεύς, ἵνα μὴ καὶ αὐτοὶ προστεθέντες τοῖς Σθλάβοις παντελῆ ἐξολόθρευσιν τοῦ αὐτοῦ θέματος ἐργάσωνται, ἐποίησεν αὐτοῖς χρυσοβούλλιον τοῦ τελεῖν αὐτοὺς πάκτα, ὡς καὶ πρότερον, τοὺς μὲν Μηλιγγοὺς ξʹ νομίσματα, τοὺς δὲ Ἐζερίτας νομίσματα τʹ. Αὕτη οὖν ἐστιν ἡ αἰτία τῆς προσθήκης καὶ τῆς ἐκκοπῆς τῶν πάκτων τῶν τε Μηλιγγῶν καὶ τῶν Ἐζεριτῶν. Ἰστέον, ὅτι οἱ τοῦ κάστρου Μαΐνης οἰκήτορες οὐκ εἰσὶν ἀπὸ τῆς γενεᾶς τῶν προρρηθέντων Σκλάβων, ἀλλ' ἐκ τῶν παλαιοτέρων Ῥωμαίων, οἳ καὶ μέχρι τοῦ νῦν παρὰ τῶν ἐντοπίων Ἕλληνες προσαγορεύονται διὰ τὸ ἐν τοῖς προπαλαιοῖς χρόνοις εἰδωλολάτρας εἶναι καὶ προσκυνητὰς τῶν εἰδώλων κατὰ τοὺς παλαιοὺς Ἕλληνας, οἵτινες ἐπὶ τῆς βασιλείας τοῦ ἀοιδίμου Βασιλείου βαπτισθέντες Χριστιανοὶ γεγόνασιν. Ὁ δὲ τόπος, ἐν ᾧ οἰκοῦσιν, ἐστὶν ἄνυδρος καὶ ἀπρόσοδος, ἐλαιοφόρος, δέ, ὅθεν καὶ τὴν παραμυθίαν ἔχουσιν. Διάκειται δὲ ὁ τοιοῦτος τόπος εἰς ἄκραν τοῦ Μαλέα, ἤγουν ἐκεῖθεν τοῦ Ἐζεροῦ πρὸς τὴν παραθαλασσίαν. Διὰ δὲ τὸ τελείως ὑποτεταγμένους εἶναι αὐτοὺς καὶ ἄρχοντα παρὰ τοῦ στρατηγοῦ δέχεσθαι καὶ πειθαρχεῖν καὶ ὑπείκειν ταῖς τοῦ στρατηγοῦ προστάξεσιν παρέχουσιν πάκτον ἐκ παλαιτάτου χρόνου νομίσματα υʹ. Ἰστέον, ὅτι ἡ Καππαδοκίας στρατηγὶς τὸ παλαιὸν τοῦρμα ἦν τῆς τῶν Ἀνατολικῶν στρατηγίδος. Ἰστέον, ὅτι ἡ Κεφαλληνίας στρατηγίς, ἤγουν τὰ νησία, τοῦρμα ἦν τὸ παλαιὸν τῆς στρατηγίδος Λαγουβαρδίας, ἐπὶ δὲ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, γέγονεν στρατηγίς. Ἰστέον, ὅτι ἡ Καλαβρίας στρατηγὶς δουκᾶτον ἦν τὸ παλαιὸν τῆς στρατηγίδος Σικελίας. Ἰστέον, ὅτι ἡ τοῦ Χαρσιανοῦ στρατηγὶς τοῦρμα ἦν τὸ παλαιὸν τῆς τῶν Ἀρμενιάκων στρατηγίδος. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἀπὸ τοῦ θέματος τῶν Βουκελλαρίων εἰς τὸ Καππαδοκῶν θέμα μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία Βάρετας, ἡ τοποτηρησία Βαλβαδώνας, ἡ τοποτηρησία Ἄσπονας καὶ ἡ τοποτηρησία Ἀκαρκοῦς, καὶ ἀπὸ τοῦ θέματος τῶν Ἀνατολικῶν εἰς τὸ Καππαδοκῶν θέμα μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία τῆς Εὐδοκιάδος, ἡ τοποτηρησία τοῦ Ἁγίου Ἀγαπητοῦ, ἡ τοποτηρησία Ἀφραζείας, καὶ ἐγένοντο ταῦτα τὰ ἑπτὰ βάνδα, ἤτοι τὰ τῶν Βουκελλαρίων τέσσαρα καὶ τρία τῶν Ἀνατολικῶν, τοῦρμα μία, ἡ νῦν τὰ Κόμματα λεγομένη. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἀπὸ τοῦ θέματος τῶν Βουκελλαρίων εἰς τὸ θέμα Χαρσιανοῦ μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοποτηρησία τοῦ Μυριοκεφάλου, ἡ τοποτηρησία τοῦ Τιμίου Σταυροῦ καὶ ἡ τοποτηρησία Βερινουπόλεως, καὶ ἐγένοντο τοῦρμα ἡ νῦν Σανίανα λεγομένη. Καὶ ἀπὸ τοῦ θέματος τῶν Ἀρμενιάκων εἰς τὸ τοῦ Χαρσιανοῦ θέμα μετετέθησαν ταῦτα τὰ βάνδα, ἤτοι ἡ τοῦ Κωμοδρόμου τοποτηρησία, ἡ τοποτηρησία Τάβιας, καὶ εἰς τὴν τοῦρμαν τοῦ Χαρσιανοῦ τὴν εἰρημένην προσετέθησαν. Ἀπὸ δὲ τοῦ Καππαδοκῶν εἰς τὸ τοῦ Χαρσιανοῦ θέμα ταῦτα τὰ βάνδα μετετέθησαν, ἤτοι ἡ τοῦρμα Κασῆς ἐξ ὁλοκλήρου καὶ ἡ τοποτηρησία Νύσσης μετὰ τῆς Καισαρείας. Ἰστέον, ὅτι τοῖς παρελθοῦσιν χρόνοις τὸ τοῦ Χοζάνου θέμα ὑπὸ τῶν Σαρακηνῶν ἦν, ὁμοίως καὶ τὸ τοῦ Ἀσμοσάτου θέμα καὶ αὐτὸ ὑπὸ τῶν Σαρακηνῶν ἦν. Τὸ δὲ Χανζὶτ καὶ ἡ Ῥωμανόπολις κλεισοῦραι τῶν Μελιτηνιατῶν ὑπῆρχον. Καὶ ἀπὸ τοῦ ὄρους τοῦ Φατιλάνου πάντα τὰ ἐκεῖθεν τῶν Σαρακηνῶν ὑπῆρχον, τὸ δὲ Τεκῆς ἦν τοῦ Μανουήλ. Ἡ δὲ Κάμαχα ἡ τοῦρμα ἄκρα Κολωνείας ἦν, ἡ δὲ τῆς Κελτζηνῆς τοῦρμα ὑπὸ τὴν Χαλδίαν ἦν. Ἡ δὲ Μεσοποταμία τῷ τότε καιρῷ θέμα οὐκ ἦν. Λέων δέ, ὁ φιλόχριστος καὶ ἀείμνηστος βασιλεύς, τὸν Μανουὴλ ἐκεῖνον ἀπὸ τοῦ Τεκῆς μετὰ λόγου ἐξήγαγεν, καὶ ἐν τῇ πόλει αὐτὸν εἰσήγαγεν, καὶ πρωτοσπαθάριον πεποίηκεν. Ἔχει δὲ ὁ αὐτὸς Μανουὴλ υἱοὺς τέσσαρας, τὸν Παγκρατούκαν, τὸν Ἰαχνούκαν, τὸν Μουδάφαρ καὶ τὸν Ἰωάννην. Καὶ τὸν μὲν Παγκρατούκαν ὁ βασιλεὺς ἱκανᾶτον πεποίηκεν καὶ μετὰ τοῦτο στρατηγὸν εἰς τοὺς Βουκελλαρίους, τὸν δὲ Ἰαχνούκαν εἰς Νικόπολιν στρατηγὸν ἐποίησεν, τὸν δὲ Μουδάφαρ καὶ τὸν Ἰωάννην ἐν Τραπεζοῦντι δέδωκεν γῆν βασιλικήν, ἅπαντας ἀξιώμασιν τιμήσας καὶ δοὺς αὐτοῖς εὐεργεσίας πολλάς. Καὶ ἐποίησεν θέμα τὴν Μεσοποταμίαν, καὶ τὸν Ὀρέστην ἐκεῖνον τὸν Χαρσιανίτην στρατηγὸν προεβάλετο, καὶ τότε δέδωκεν τὴν τῆς Καμάχας τοῦρμαν ὑπὸ τὸ θέμα εἶναι τῆς Μεσοποταμίας, εἶθ' οὕτως καὶ τὴν Κελτζηνῆς τοῦρμαν ὑπὸ τὸ θέμα καὶ αὐτὴν Μεσοποταμίας ἐποίησεν. Ἀρτίως δὲ ταῦτα πάντα γεγονότα ὑπὸ τὴν τῶν Ῥωμαίων ἐξουσίαν, εἰς τὸ Μεσοποταμίας θέμα ἐπὶ Ῥωμανοῦ δεσπότου προσετέθη ἥ τε Ῥωμανόπολις καὶ τὸ Χανζίτ. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, ἡ Λάρισσα τοῦρμα τῆς Σεβαστείας ἦν, τὸ δὲ Κυμβαλαῖος ἦν τοῦρμα τοῦ Χαρσιανοῦ, τὸ δὲ Συμπόσιον ἦν ἐρημία πρὸς τὰ μέρη τῆς Λυκανδοῦ παρακείμενον. Καὶ ἐπὶ τῆς βασιλείας Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, Εὐστάθιος ὁ τοῦ Ἀργυροῦ ἀπὸ τῆς ἐξορίας ἀνακληθεὶς εἰς τὸ Χαρσιανὸν στρατηγὸς προεχειρίσθη, ὁ δὲ Μελίας εἰς τὴν Μελιτηνὴν ἔτι πρόσφυγος ἦν, καὶ ὁ Βαασάκιος μετὰ τῶν δύο ἀδελφῶν αὐτοῦ, τοῦ τε Κρικορίκη καὶ τοῦ Παζουνῆ, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ ὁ Ἀρμένιος ἐκεῖνος, οἵτινες καὶ πρὸςαὐτὸν καὶ τὸν προρρηθέντα Ἀργυρὸν ἔγραψαν διὰ τοῦ χρυσοβούλλου λόγον λαβεῖν καὶ ἐξελθεῖν καὶ τὸν μὲν Βαασάκιον καὶ τοὺς ἀδελφοὺς αὐτοῦ εἰς Λάρισσαν καθεσθῆναι καὶ ὀνομασθῆναι μὲν τὸν Βαασάκιον Λαρίσσης κλεισουριάρχην, ὅπερ καὶ γέγονεν, τὸν δὲ Ἰσμαὴλ κλεισουριάρχην εἰς τὸ Συμπόσιον, ὃ καὶ γέγονεν, τὸν δὲ Μελίαν εἰς Εὐφράτειαν εἰς τὰ Τρυπία εἰς τὴν ἐρημίαν γενέσθαι τουρμάρχην, ὅπερ καὶ ἐγένετο. Ἐξελθόντων δὲ τῶν Μελιτηνιατῶν καὶ τὸν Ἰσμαὴλ ἐκεῖνον ἀνελόντων, ἔμενεν τὸ Συμπόσιον ἔρημον. Τοῦ δὲ Βαασακίου, ὅτι προδοσίαν μελετᾶ, διαβληθέντος καὶ ἐξορισθέντος, πάλιν ὑπὸ τῆς Σεβαστείας ἡ Λάρισσα τοῦρμα ἐγένετο, στρατηγοῦ προβληθέντος ἐκεῖσε τοῦ Ἀργυροῦ Λέοντος, τοῦ υἱοῦ Εὐσταθίου, τοῦ μετὰ ταῦτα μαγίστρου γεγονότος καὶ δομεστίκου τῶν σχολῶν. Ὁ δὲ Μελίας εἰς Εὐφράτειαν καθεζόμενος, ὁπότε καὶ προεβλήθη Κωνσταντῖνος ὁ Δοὺξ εἰς τὸ Χαρσιανόν, κατῆλθεν οὗτος ὁ προρρηθεὶς Μελίας, καὶ τὸ παλαιὸν κάστρον τὴν Λυκανδὸν ἐκράτησεν, καὶ ἔκτισεν αὐτὸ καὶ ὠχυροποίησεν, καὶ ἐκεῖσε ἐκαθέσθη, καὶ ὠνομάσθη παρὰ Λέοντος, τοῦ φιλοχρίστου βασιλέως, κλεισοῦρα. Καὶ μετὰ τοῦτο διεπέρασεν ἀπὸ Λυκανδοῦ εἰς τὸ ὄρος τῆς Τζαμανδοῦ, κἀκεῖσε τὸ νῦν ὂν κάστρον ἔκτισεν, καὶ ὡσαύτως κἀκεῖνο κλεισοῦρα ἐκαλεῖτο. Ἐκράτησεν δὲ καὶ τὸ Συμπόσιον, ποιήσας αὐτὸ τουρμαρχᾶτον. Ἐπὶ δὲ Κωνσταντίνου, τοῦ φιλοχρίστου δεσπότου, τοῦ τὸ πρῶτον, συνούσης αὐτῷ καὶ Ζωῆς τῆς μητρὸς αὐτοῦ, γέγονεν ἡ Λυκανδὸς στρατηγίς, καὶ πρῶτος Λυκανδοῦ στρατηγὸς ὠνομάσθη ὁ πατρίκιος Μελίας, δηλονότι τῷ τότε καιρῷ αὐτοῦ κλεισουράρχου ἐν Λυκανδῷ τυγχάνοντος. Ὁ δὲ αὐτὸς Μελίαςδιά τε τὴν συνοῦσαν αὐτῷ πρὸς τὸν βασιλέα τῶν Ῥωμαίων πίστιν καὶ τὰς πολλὰς καὶ ἀπείρους αὐτοῦ κατὰ Σαρακηνῶν ἀνδραγαθίας μετέπειτα μάγιστρος ἐτιμήθη. Ἰστέον, ὅτι ἡ Ἄβαρα τοῦρμα ἦν ὑπὸ τὸ θέμα Σεβαστείας, ἐπὶ δὲ Ῥωμανοῦ δεσπότου γέγονεν κλεισοῦρα. Ἰστέον, ὅτι τύπος ἐκράτησεν παλαιὸς τὸν κατεπάνω Μαρδαϊτῶν Ἀτταλείας παρὰ τοῦ βασιλέως δηλονότι προβάλλεσθαι, διὸ καὶ παρὰ Λέοντος, τοῦ μακαριωτάτου βασιλέως, κατεπάνω προεβλήθη Σταυράκιος ὁ Πλατὺς ἐπονομαζόμενος, ὃς χρόνους μὲν διέπρεψεν ἱκανούς, οὐχὶ καλῶς δὲ καὶ τὰ τέλη διέθηκεν. Τοῦ γὰρ πρωτοσπαθαρίου Εὐσταθίου καὶ ἀσηκρῆτις ἐν τῷ τῶν Κιβυρραιωτῶν θέματι ἐκ προσώπου ἀποσταλέντος, φθόνοι τινὲς ἀναμεταξὺ τούτων καὶ μάχαι γεγόνασιν· ὅ τε γὰρ Σταυράκιος ὁ Πλατὺς εἰς τὸν πατρίκιον Ἡμέριον καὶ λογοθέτην τοῦ δρόμου θαρρῶν, ὡς ἅτε παρ' αὐτοῦ εἰς τὸν βασιλέα μεσιτευθείς, τῷ ἐκ προσώπου Εὐσταθίῳ ἀντέπιπτεν, καὶ μάλιστα ἐναντίως εἶχεν, ἐν οἷς αὐτὸν ἑώρα ἔξω τοῦ δέοντός τι διαπραττόμενον ἢ καὶ προστάττοντα, ὅ τε δὲ πάλιν ὁ ἐκ προσώπου Εὐστάθιος πρὸς τὸ Σταυράκιον διέκειτο ἐχθρωδῶς, καὶ πολλὰς κατ' αὐτοῦ ἐπιθέσεις καὶ μηχανὰς ἐπλάττετο. Ὅθεν αἰτίας ὁ προρρηθεὶς Εὐστάθιος κατὰ τοῦ Σταυρακίου ἀνήγαγεν, ὡς·" Τὸ τῶν Κιβυρραιωτῶν θέμα δύο στρατηγοὺς ἔχειν οὐ δύναται, δηλονότι ἐμὲ καὶ Σταυράκιον, τὸν κατεπάνω Μαρδαϊτῶν, ἄλλα γὰρ ἐμοῦ προστάττοντος καὶ διοικεῖν ἐθέλοντος, ἄλλα ποιεῖν ὁ κατεπάνω Μαρδαϊτῶν βούλεται, καὶ αὐτεξούσιος ὢν τὰ αὐτῷ δοκοῦντα μανικῶς διαπράττεται." Ἀνήγαγεν δὲ καὶ ἄλλας ψευδολογίας τινάς, καὶ πολλὰς μηχανὰς κατ' αὐτοῦ συνερράψατο, τὰς μὲν πιθανῶς συνθείς, τὰς δὲ συκοφαντικῶς τε καὶ μανικῶς ἀναπλασάμενος. Καὶ οὗτος δηλονότι τῷ πατρικίῳ Ἡμερίῳ καὶ λογοθέτῃ τοῦ δρόμου θαρρῶν ταῦτα ἔγραψεν, ἐπειδὴ τῷ τότε καιρῷ φίλος Εὐσταθίου μᾶλλον ἦν ὁ πατρίκιος Ἡμέριος, ἤπερ Σταυρακίου, κἂν ὕστερον ἐχθρανθέντες ἀμφότεροι ἔχθρας ἀνάμεστοι καὶ μανίας πλήρεις γεγόνασιν. Τὴν οὖν τοιαύτην ἀναφορὰν Εὐσταθίου δεξάμενος ὁ βασιλεὺς καὶ τῇ αἰτήσει τοῦ πατρικίου Ἡμερίου πεισθείς, δέδωκεν τὴν τοῦ τοιούτου κατεπάνω ἐξουσίαν τῷ πρωτοσπαθαρίῳ Εὐσταθίῳ καὶ ἐκ προσώπου. Τοῦ δὲ μακαρίου βασιλέως τὸν βίον ἀπὸ τῶν κάτω πρὸς τὰ ἄνω μετηλλαχότος, Ἀλέξανδρος, ὁ ἀδελφὸς αὐτοῦ, τῆς αὐτοκράτορος ἀρχῆς ἐγκρατὴς γεγονώς, ὡς πάντας τοὺς ὑπὸ τοῦ μακαρίου βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ προβληθέντας ἔν τισιν ἀρχαῖς διεδέξατο, χαιρεκάκοις καὶ κακοβούλοις ἀνδράσιν πεισθείς, οὕτω δὴ καὶ τὸν προρρηθέντα Εὐστάθιον διεδέξατο, καὶ ἀντ' αὐτοῦ πεποίηκεν ἕτερον. Ὁ γὰρ Χασὲ ἐκεῖνος, ὁ ἐκ Σαρακηνῶν τῷ γένει ὁρμώμενος, Σαρακηνὸς δὲ τῷ ὄντι τῇ γνώμῃ καὶ τῷ τρόπῳ καὶ τῇ λατρείᾳ διατελῶν, ὁ τοῦ πατρικίου Δαμιανοῦ δοῦλος, ἐπεὶ πολλὴν παρρησίαν εἶχεν τῷ τότε καιρῷ ὁ πρωτοσπαθάριος οὗτος Χασὲ πρὸς τὸν κύριν Ἀλέξανδρον, τὸν βασιλέα, ὡσαύτως καὶ ὁ πρωτοσπαθάριος Νικήτας, ὁ ἀδελφὸς τοῦ Χασέ, ὁ καὶ τῶν Κιβυρραιωτῶν στρατηγὸς γεγονὼς παρὰ αὐτοῦ τοῦ κυροῦ Ἀλεξάνδρου βασιλέως, ὁ Νικήτας οὖν οὗτος, ὁ ἀδελφὸς τοῦ προρρηθέντος Χασέ, τὸν βασιλέα ᾐτήσατο, ὅτι·" Ὡς ἀρχαῖόν σου φίλον εὐεργετεῖν με πρέπον ἐστίν, ἓν δὲ πρὸς τὴν βασιλείαν σου αἴτημα ἔχω, καὶ δίκαιόν ἐστιν εἰσακοῦσαί μου". Τοῦ δὲ βασιλέως διαπορουμένου καὶ ἀντερωτῶντος, τί ἂν εἴη τοῦτο τὸ αἴτημα, καὶ ὅπερ ἐάν ἐστιν, ὑπακοῦσαι ὑποσχομένου, ὁ προρρηθεὶς Νικήτας ᾐτήσατο, ὅτι·" Τὸν υἱόν μου, αἰτοῦμαι, ἵνα ποιήσῃ ἡ βασιλεία σου κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλείας", οὕτινος ὁ βασιλεὺς τῇ αἰτήσει πεισθείς, ἐπὶ προελεύσεως εἰσαγαγὼν ἐπὶ τοῦ Χρυσοτρικλίνου τὸν υἱὸν τοῦ πρωτοσπαθαρίου Νικήτα, τὸν σπαθαροκανδιδᾶτον Ἀβέρκιον, προεβάλετο αὐτὸν κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλείας, καθὼς καὶ ὁ μακάριος Λέων ὁ βασιλεὺς πρότερον Σταυράκιον τὸν Πλατὺν ἐπονομαζόμενον. Καὶ ὁ ἐξ ἀρχῆθεν παλαιὸς ἔχων τύπος, καθὼς ἐν ἀρχαῖς εἴρηται, ὑπὸ τοῦ βασιλέως προβάλλεσθαι τὸν κατεπάνω Μαρδαϊτῶν. Ἰστέον, ὅτι ἐπὶ βασιλέως τοῦ Θεοφίλου παρακοιμώμενος γέγονεν Σχολαστίκιος ὀστιάριος, ἐπὶ δὲ Μιχαήλ, υἱοῦ Θεοφίλου, παρακοιμώμενος Δαμιανὸς πατρίκιος, καὶ μετὰ τοῦτον ἐπὶ τοῦ αὐτοῦ γέγονεν παρακοιμώμενος Βασίλειος, ὁ φιλόχριστος βασιλεύς. Ἐπὶ δὲ Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, παρακοιμώμενος οὐ γέγονεν δι' ὅλης τῆς αὐτοῦ βασιλείας. Ἐπὶ δὲ Λέοντος, τοῦ φιλοχρίστου δεσπότου, παρακοιμώμενος γέγονεν Σαμωνᾶς ὁ πατρίκιος, καὶ μετὰ τοῦτον ἐπὶ τοῦ αὐτοῦ βασιλέως γέγονεν Κωνσταντῖνος πατρίκιος. Ἐπὶ δὲ Ἀλεξάνδρου βασιλέως γέγονεν παρακοιμώμενος πατρίκιος Βαρβᾶτος, ἐπὶ δὲ Κωνσταντίνου, τοῦ φιλοχρίστου δεσπότου, γέγονεν πάλιν Κωνσταντῖνος πατρίκιος, ὁ προρρηθεὶς ἐπὶ Λέοντος δεσπότου, ἐπὶ δὲ Ῥωμανοῦ δεσπότου Θεοφάνης πατρίκιος, ἐπὶ δὲ Κωνσταντίνου πάλιν τὸ δεύτερον γέγονεν Βασίλειος πατρίκιος. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου καὶ ἀειμνήστου βασιλέως, ἦν ὁ Κτενᾶς ἐκεῖνος γέρων, κληρικὸς πάνυ πλούσιος, ὅστις ἦν καὶ δομέστικος εἰς τὴν Νέαν Ἐκκλησίαν, ὑπῆρχεν δὲ τεχνίτης εἰς τὸ ᾆσμα, οἷος τῷ τότε καιρῷ ἕτερος οὐκ ἦν. Ὁ δὲ αὐτὸς Κτενᾶς τὸν πατρίκιον Σαμωνᾶν ἐδυσώπησεν, τῷ τότε καιρῷ παρακοιμωμένου αὐτοῦ ὄντος, μεσιτεῦσαι αὐτὸν εἰς τὸν βασιλέα τοῦ γενέσθαι πρωτοσπαθάριον καὶ φορεῖν ἐπικούτζουλον καὶ προέρχεσθαι εἰς τὸν Λαυσιακὸν καὶ καθέζεσθαι ὡς πρωτοσπαθάριον καὶ ῥογεύεσθαι αὐτὸν λίτραν μίαν καὶ ὑπὲρ τῆς τοιαύτης ἀντιλήψεως δοῦναι τῷ βασιλεῖ λίτρας τεσσαράκοντα. Ὁ δὲ βασιλεὺς οὐκ ἠνέσχετο τοῦτο ποιῆσαι, λέγων τῶν ἀδυνάτων τυγχάνειν, καί·" Εἰς μεγάλην ἀδοξίαν τῆς βασιλείας μου κληρικὸν γενέσθαι πρωτοσπαθάριον." Ἀκούσας δὲ ὁ αὐτὸς Κτενᾶς παρὰ τοῦ πατρικίου Σαμωνᾶ ταῦτα, προσέθηκεν εἰς τὰς τεσσαράκοντα λίτρας καὶ σχολαρίκια ζυγὴν μίαν, ἐκτιμηθεῖσαν λίτρας δέκα καὶ τραπεζίου ἀσήμιν ἔνζῳδον διάχρυσον ἀνάγλυφον, ἐκτιμηθὲν καὶ αὐτὸ λίτρας δέκα. Καὶ δυσωπηθεὶς ὁ βασιλεὺς τῇ παρακλήσει τοῦ πατρικίου Σαμωνᾶ καὶ παρακοιμωμένου, ἀνελάβετο τὰς τεσσαράκοντα τοῦ χρυσίου λίτρας καὶ τὴν ζυγὴν τὰ σχολαρίκια καὶ τοῦ τραπεζίου τὸ ἀνάγλυφον καὶ διάχρυσον ἀσήμιν, ὡς γενέσθαι τὸ πᾶν δόμα τοῦ αὐτοῦ Κτενᾶ λίτρας ἑξήκοντα. Τότε ἐποίησεν αὐτὸν ὁ βασιλεὺς πρωτοσπαθάριον, καὶ ἐρογεύθη τῷ καιρῷ ἐκείνῳ λίτραν μίαν. Ἔζησεν δὲ ὁ αὐτὸς Κτενᾶς μετὰ τὸ τιμηθῆναι αὐτὸν πρωτοσπαθάριον ἔτη δύο καὶ ἐτελεύτησεν· ἐρογεύθη δὲ τὰ δύο ἔτη ἀνὰ λίτραν μίαν.