Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De administrando imperio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1.1
Περὶ τοῦ, τίνι τρόπῳ γέγονεν τὸ βασιλικὸν δρομώνιον, καὶ περὶ τῶν πρωτοκαράβων τοῦ αὐτοῦ δρομωνίου, καὶ ὅσα περὶ τοῦ πρωτοσπαθαρίου τῆς φιάλης. Ἰστέον, ὅτι μέχρι τῆς βασιλείας Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, οὐκ ἦν βασιλικὸν δρομώνιον, ἐν ᾧ εἰσήρχετο ὁ βασιλεύς, ἀλλ' εἰς ῥούσιον ἀγράριον εἰσήρχετο, πλὴν ἐπὶ Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, ὅτε ἀπῆλθεν ὁ αὐτὸς βασιλεὺς εἰς τὰ θέρμα τῆς Προύσης, καὶ πάλιν ὅτε ἀπῆλθεν θεάσασθαι τὸ γεφύριον τοῦ Ῥηγίου, δηλονότι τῇ κελεύσει αὐτοῦ καὶ προνοίᾳ κτιζόμενον, εἰς δρομώνιον εἰσῆλθεν, καὶ ἕτερον δρομώνιον ἠκολούθει ὄπισθεν. Οἱ δὲ ἐν αὐτῷ εἰσελθόντες ἐλάται ὑπῆρχον ἀπὸ τοῦ βασιλικοῦ ἀγραρίου καὶ ἀπὸ τῶν Στενιτῶν πλωΐμων. Τὸ γὰρ παλαιὸν εἶχεν καὶ τὸ Στενὸν χελάνδια βασιλικοπλώϊμα μέχρι τῶν δέκα. Ἐπεὶ δὲ ὁ μακάριος βασιλεὺς ὅλα τὰ πλείονα αὐτοῦ μεταστασίματα εἰς τὰς Πηγὰς ἐποίει διὰ τὸ καὶ ὑπ' αὐτοῦ κτισθῆναι τὰ τοιαῦτα παλάτια, ὁμοίως καὶ εἰς τὸ Ἕβδομον καὶ εἰς τὴν Ἱερείαν καὶ εἰς τὸν Βρύαν, εἰσήρχετο εἰς ἀγράριον κατὰ τὸν παλαιὸν τύπον. Ὅτε δὲ εἰς μακρότερον ἀπῄει πρόκενσον, οἷον εἰς τὰ θέρμα τῆς Προύσης καὶ εἰς ἐπιτήρησιν τοῦ Ῥηγίου τῆς γεφύρας, εἰσῄει, καθὼς προείρηται, εἰς δρομώνιον, καὶ ἠκολούθει ἕτερον δρομώνιον διὰ τὸ καὶ πλείονας ἄρχοντας εἰσέρχεσθαι μετὰ τοῦ βασιλέως καὶ τοὺς ὑπολοίπους εἰς τὸ δεύτερον δρομώνιον. Ὁ δὲ ἀοίδιμος καὶ σοφώτατος Λέων ὁ βασιλεὺς φιλοτιμότερόν πως πρὸς τοὺς μαγίστρους καὶ πατρικίους καὶ οἰκείους συγκλητικοὺς διακείμενος καὶ θέλων ἀεὶ τούτοις συγχαίρεσθαι, λογισάμενος μὴ ἐπαρκεῖν εἰς ὑποδοχὴν πλειόνων ἀρχόντων τὸ ἀγράριον, ἐποίησεν δρομώνιον, καὶ δὴ ἀπαύστως εἰσήρχετο ἐν αὐτῷ, ὅπου δ' ἂν ἐβούλετο ἀπελθεῖν. Συνήρχοντο δὲ μετ' αὐτοῦ, οἵους ἂν ἐβούλετο τῶν ἀρχόντων, ἀπό τε μαγίστρων καὶ πατρικίων. Κατὰ τύπον γὰρ ἐν τῷ ἀγραρίῳ οὐδεὶς ἕτερος εἰσήρχετο μετὰ τοῦ βασιλέως, εἰ μὴ ὁ δρουγγάριος τῆς βίγλης καὶ ὁ δρουγγάριος τοῦ πλωΐμου καὶ ὁ λογοθέτης τοῦ δρόμου καὶ ὁ ἑταιρειάρχης καὶ ὁ μυστικὸς καὶ ὁ τῶν δεήσεων, καὶ ὅτε παρῆν ἐν τῇ πόλει, καὶ ὁ δομέστικος τῶν σχολῶν καὶ ὁ παρακοιμώμενος καὶ ὁ πρωτοβεστιάριος καὶ ἐκ τῶν κοιτωνιτῶν, οὓς ἂν ἐκέλευσεν ὁ βασιλεύς. Δι' οὖν τὸν τρόπον τοῦτον ἐποίησεν Λέων, ὁ ἀοίδιμος καὶ σοφώτατος βασιλεύς, τὸ δρομώνιον, καὶ μετά τινα καιρὸν ἐποίησεν καὶ ἕτερον δρομώνιον, ὃ καὶ δεύτερον προσηγορεύθη καὶ ἀκόλουθος ὠνομάσθη. Καὶ γὰρ εἰς μακρόκενσα ἀπῄει ὁ μακάριος οὗτος βασιλεύς, οἷον εἰς Νικομήδειαν, εἰς τὸν Ὄλυμπον, εἰς τὰ Πύθια, καὶ διὰ τοῦτο ἐπετηδεύσατο τὰ δύο δρομώνια εἰς ὑπηρεσίαν καὶ ἀνάπαυσιν αὐτοῦ τε καὶ τῶν ἀρχόντων αὐτοῦ. Πολλάκις γὰρ ἐξερχομένου αὐτοῦ εἰς τὰ πλησίον πρόκενσα, τὴν μίαν οὐσίαν κατελίμπανεν εἰς τὸν ἱππόδρομον πρὸς φύλαξιν τοῦ παλατίου διὰ τὸ τὸ τάγμα τοῦ ἀριθμοῦ κατὰ τὸν ἐπικρατήσαντα παλαιὸν τύπον μετὰ τοῦ δομεστίκου τῶν σχολῶν ταξιδεύειν, καὶ ἐναπομένοντες εἰς τὸν ἱππόδρομον οὐ συνεξιοῦσι κατὰ τύπον τοῖς βασιλεῦσιν εἰς τὰ πρόκενσα. Ὅτι ἐξ ἀρχῆς καὶ ἄνωθεν βασιλικὸν ὀφφίκιον ἦν τῷ πρωτοσπαθαρίῳ τῆς φιάλης· οὗτος δὲ ὁ πρωτοσπαθάριος τῆς φιάλης ἐπεκράτει καὶ εἶχεν ὑπ' αὐτὸν πάντας τοὺς ἐλάτας τῶν βασιλικῶν ἀγραρίων, ῥουσίων τε καὶ μαύρων, ἄνευ τῶν ἀγραρίων τῆς αὐγούστης· τὰ γὰρ ἀγράρια τῆς αὐγούστης, τά τε ῥούσια καὶ μαῦρα, ἐπεκράτει καὶ ἐξουσίαζεν ὁ τῆς τραπέζης τῆς αὐγούστης. Ἐπὶ δὲ τῆς βασιλείας Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, καινουργηθέντα τὰ δρομώνια κελεύσει βασιλικῇ, εἶχεν ὁ αὐτὸς πρωτοσπαθάριος τῆς φιάλης καὶ τῶν τοιούτων δρομωνίων τοὺς ἐλάτας ὑπὸ τὴν ἑαυτοῦ ἐξουσίαν. Ὁ οὖν προρρηθεὶς πρωτοσπαθάριος τῆς φιάλης καθ' ἑκάστην ἡμέραν καὶ καθ' ἑκάστην δείλην ἀπὸ παλαιοῦ τύπου κατήρχετο καὶ ἐκαθέζετο ἐν τῇ φιάλῃ (διὰ τοῦτο γὰρ καὶ ἐλέγετο πρωτοσπαθάριος τῆς φιάλης), καὶ τὰς ἀναμεταξὺ δίκας τῶν ἐλατῶν τῶν τε ἀγραρίων καὶ τῶν δρομωνίων, τῶν παρ' αὐτοῦ ἐξουσιαζομένων, ἔκρινεν καὶ κατὰ τὸ δίκαιον ἐδίκαζέν τε καὶ ἐδιοίκει. Καὶ ἡνίκα παρὰ τὸ δέον εὕρισκέν τινα ἢ ἐργαζόμενον ἤ τινα ἀδικοῦντα ἢ εἰς τὴν ἰδίαν δουλείαν βαγεύοντα, τοῦτον διὰ μαγγλαβίων σφοδρῶν ἐπεξήρχετο. Καὶ καθ' ὃν εἴρηται τρόπον, πάντες οἱ τῶν δρομωνίων ἐλάται καὶ οἱ τῶν τοῦ βασιλέως ἀγραρίων, τῶν τε ῥουσίων καὶ τῶν μαύρων, ὑπὸ τὴν χεῖρα καὶ τὴν ἐφορείαν ὑπῆρχον τοῦ πρωτοσπαθαρίου τῆς φιάλης. Τὰ δὲ τῆς αὐγούστης ἀγράρια, τά τε ῥούσια καὶ μαῦρα, ὑπὸ τὴν χεῖρα καὶ τὴν ἐφορείαν ὑπῆρχον τοῦ τῆς τραπέζης τῆς αὐγούστης, δηλονότι τὸν λόγον τῶν ἀγραρίων τούτων ποιοῦντος τοῦ τῆς τραπέζης οὐχὶ πρὸς τὴν αὐγοῦσταν, ἀλλὰ πρὸς τὸν βασιλέα. Ἐπὶ δὲ Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, ἦν πρωτοσπαθάριος τῆς φιάλης ὁ πρωτοσπαθάριος Ἰωάννης, οὗ τὸ ἐπίκλην ὁ Θαλάσσων, καὶ μετ' αὐτὸν γέγονεν ὁ πρωτοσπαθάριος ὁ Ποδάρων, καὶ μετ' ἐκεῖνον ὁ πρωτοσπαθάριος Λέων ὁ Ἀρμένης, ὁ τοῦ πρωτοσπαθαρίου Ἀρσενίου καὶ μαγγλαβίτου πατήρ. Οὗτοι δέ, ὅ τε ὁ πρωτοσπαθάριος ὁ Ποδάρων καὶ ὁ πρωτοσπαθάριος Λέων ὁ Ἀρμένης, πρωτελάται γεγόνασιν τοῦ πατρικίου Νάσαρ καὶ δρουγγαρίου τοῦ πλωΐμου, καὶ ἐπὶ Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, ἀνῆξαν ἀπὸ τοῦ πλωΐμου, καὶ γεγόνασιν πρωτελάται τοῦ ἀγραρίου τοῦ βασιλέως, ἐπὶ δὲ τῆς βασιλείας Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, ἡνίκα καὶ τὰ δρομώνια ἐποίησεν, διὰ τὴν ἀνδρείαν αὐτῶν καὶ τὴν ἐμπειρίαν τῆς θαλάσσης ἐποίησεν αὐτοὺς πρωτοκαράβους. Καὶ περιστάσεως γενομένης, εἰσήγαγεν ὁ βασιλεὺς τῶν δύο δρομωνίων τοὺς ἐλάτας μετὰ τῶν δύο πρωτοκαράβων τοῦ πρώτου δρομωνίου εἰς χελάνδια πλώϊμα, δοὺς αὐτοῖς ἐξόπλισιν πολλὴν καὶ ἀναγκαίαν, οἷον σκουτάρια, δόρκας, κλιβάνια κάλλιστα καὶ ἄλλα, ὅσα ἐπιδέονται πλώϊμοι στρατιῶται ἐπιφέρεσθαι, καὶ ἀνελάβετο αὐτοὺς ὁ πατρίκιος Εὐστάθιος καὶ δρουγγάριος τοῦ πλωΐμου μετὰ τοῦ βασιλικοῦ στόλου, καὶ ἀπῄει κατὰ τῶν ἐναντίων. Τοῦτο δὲ ὅλον ἐποίησεν ὁ βασιλεὺς διὰ τὸ ἀποβλέπειν τὸν πατρίκιον Εὐστάθιον καὶ δρουγγάριον τοῦ πλωΐμου πρὸς πόλεμον τῶν ἐναντίων. Καὶ ἀντ' ἐκείνων ἐκυβέρνα τὸ βασιλικὸν δρομώνιον Μιχαὴλ ὁ γέρων καὶ Μιχαὴλ ὁ συνετὸς ἐκεῖνος, ὄντων αὐτῶν τῷ τότε καιρῷ πρωτελατῶν. Οἱ δὲ ἐλαύνοντες εἰς τὰ δρομώνια ἕως τῆς ἐλεύσεως τῶν βασιλικῶν ἐλατῶν ὑπῆρχον Στενῖται ἐκ τῶν οὐσιῶν τοῦ Στενοῦ. Ὅτε δὲ ὑπέστρεψαν ἐκ τοῦ ταξιδίου, πάλιν ἦσαν εἰς τὴν ἰδίαν δουλείαν, καθὼς καὶ προϋπῆρχον. Τότε οἱονεὶ φιλοτιμούμενος ὁ βασιλεὺς τὸν πρωτοσπαθάριον τὸν Ποδάρωνα διὰ τὸ ἀνδραγαθῆσαι αὐτὸν καὶ εὐδοκιμῆσαι ὑπὲρ πάντας εἰς τὸν πόλεμον καὶ μαρτυρηθῆναι καὶ παρὰ τοῦ πατρικίου Εὐσταθίου καὶ δρουγγαρίου τοῦ πλωΐμου ἕτερον τοιοῦτον μὴ εἶναι εἰς τὸ πλώϊμον ἐπί τε ἀνδρείᾳ καὶ διεγέρσει καὶ ταῖς λοιπαῖς ἀρεταῖς καὶ μάλιστα τῇ πρὸς τὸν βασιλέα εὐνοίᾳ καὶ ὀρθῇ πίστει, δέδωκεν αὐτῷ καὶ τὴν ἐξουσίαν τοῦ πρωτοσπαθαρίου τῆς φιάλης. Διὰ δὲ τὸ εἶναι αὐτὸν ἀγράμματον προστάξει τοῦ βασιλέως κατήρχετο κριτὴς ἀπὸ τοῦ ἱπποδρόμου, καὶ συνεκαθέζετο μετὰ αὐτοῦ ἐν τῇ φιάλῃ, καὶ ἔκρινεν τοὺς ἐλάτας. Τὰ δὲ αὐγουστιατικὰ ἀγράρια, καθὼς προείρηται, ἐπεκράτει ὁ τῆς τραπέζης τῆς αὐγούστης. Μετὰ τοῦτο δὲ προεβάλετο ὁ βασιλεὺς τόν τε Ποδάρωνα καὶ τὸν Λέοντα τὸν Ἀρμένην τοποτηρητὰς τοῦ βασιλικοῦ πλωΐμου, πρωτοκαράβους δὲ τοῦ δρομωνίου αὐτοῦ προεβάλετο τὸν Μιχαὴλ ἐκεῖνον τὸν γέροντα, πρωτελάτην τῷ τότε καιρῷ τοῦ δρομωνίου τυγχάνοντα, δευτεροελάτην δὲ γεγονότα τοῦ ἀγραρίου Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, καὶ τὸν ἕτερον Μιχαηλ, οὗ τὸ ἐπίκλην ὁ Βαρκαλᾶς, ὅστις ἦν πρότερον εἰς τὸ πλώϊμον πρωτελάτης τοῦ δρουγγαρίου Εὐσταθίου καὶ πατρικίου, ὅτε ἐπέρασεν τοὺς Τούρκους, καὶ κατεπολέμησεν τὸν Συμεών, τὸν ἄρχοντα Βουλγαρίας. Οὗτος οὖν ὁ Συμεών, ὁ ἄρχων Βουλγαρίας, μαθὼν τὴν τοῦ πλωΐμου πρὸς τὸν ποταμὸν ἄφιξιν, καὶ ὅτι μέλλει τὸ πλώϊμον τοὺς Τούρκους κατ' αὐτοῦ περᾶσαι, ἐποίησεν λέσας, ἤτοι πλοκοὺς ἰσχυροὺς πάνυ καὶ στερεμνίους, ὥστε μὴ δύνασθαι τοὺς Τούρκους ἀντιπερνᾶν, δι' ἣν ἐπίνοιαν καὶ ἐκωλύθησαν οἱ Τοῦρκοι τὸ πρῶτον περᾶσαι. Ὁ οὖν προρρηθεὶς Μιχαὴλ ὁ Βαρκαλᾶς μετὰ καὶ ἄλλων δύο πλωΐμων ἀναλαβόμενοι τὰ σκουτάρια καὶ σπαθία αὐτῶν, ἀνδρείῳ καὶ ῥωμαλέῳ ὁρμήματι ἐκπηδήσαντες τοῦ χελανδίου, κατέκοψαν τὰς λέσας, ἤτοι τοὺς πλοκούς, καὶ ἤνοιξαν τὸν πόρον τοὺς Τούρκους. Τοῦτον οὖν τὸν Βαρκαλᾶν οἱ Τοῦρκοι ἰδόντες καὶ τὸ ἀνδρεῖον αὐτοῦ ὑπερθαυμάσαντες, ὅτι μόνος τῶν δύο προπορευόμενος πλωΐμων πρῶτος κατέκοψεν τὸν πλοκόν, θαυμάσαντες εἶπον, ὅτι τοῦτον ἔπρεπεν ὀνομάζεσθαι πατρίκιον καὶ εἶναι κεφαλὴν τοῦ πλωΐμου. Τὴν οὖν τοῦ Βαρκαλοῦ ἀνδρειότητα ἀκούσας ὁ βασιλεύς, ἐποίησεν αὐτὸν δευτεροελάτην εἰς τὸ βασιλικὸν δρομώνιον. Εἶθ' οὕτως τοῦ Ποδάρωνος καὶ τοῦ Λέοντος γενομένων τοποτηρητῶν, προεβλήθη ὁ Μιχαὴλ ὁ γέρων καὶ οὗτος ὁ Βαρκαλᾶς πρωτοκάραβοι τοῦ δρομωνίου. Ὅτι ὁ προρρηθεὶς Λέων ὁ Ἀρμένης, ὁ πατὴρ τοῦ πρωτοσπαθαρίου Ἀρσενίου καὶ μαγγλαβίτου, τοῦ τελευτήσαντος, τελευτᾷ τοποτηρητὴς ὢν εἰς τὸ πλώϊμον, ὁ δὲ πρωτοσπαθάριος ὁ Ποδάρων μετά τινας χρόνους προεβλήθη στρατηγὸς ἐν τῷ θέματι τῶν Κιβυρραιωτῶν. Ὅτι τοῦ Ποδάρωνος γεγονότος τοποτηρητοῦ, προεβλήθη πρωτοσπαθάριος τῆς φιάλης ὁ πρωτοσπαθάριος Θεοφύλακτος ὁ Βιμβιλίδης, ἀνεψιὸς τυγχάνων τοῦ πρωτοσπαθαρίου Ἰωάννου, οὗ τὸ ἐπίκλην Θαλάσσων, καὶ διήρκεσεν ἐν ἔτεσί τισιν τῆς πρώτης αὐτοκρατορίας Κωνσταντίνου, τοῦ πορφυρογεννήτου καὶ φιλοχρίστου δεσπότου. Τούτου οὖν τελευτήσαντος, διὰ τὸ ὑπεργηρᾶσαι τὸν προρρηθέντα Μιχαὴλ τὸν γέροντα καὶ ἐν πολλῶν ἐτῶν περιόδοις διατρίψαι ἐν τῇ τοῦ πρωτοκαράβου ὑπουργίᾳἐτιμήθη τῇ τοῦ πρωτοσπαθαρίου ἀξίᾳ καὶ προεβλήθη καὶ πρωτοσπαθάριος τῆς φιάλης. Καὶ εἰσερχομένου τοῦ βασιλέως ἐν τῇ φιάλῃ ἐν τῷ δρομωνίῳ καὶ ἀπιόντος εἴτε ἐν προκένσῳ, εἴτε ἀλλαχοῦ, ἵστατο ὁ καλὸς ἐκεῖνος γέρων καὶ ἀείμνηστος κατὰ τὴν τῆς θαλάσσης ἐμπειρίαν μέσον τοῦ δρομωνίου, προθυμοποιῶν καὶ προτρεπόμενος τοὺς τοῦ δρομωνίου ἐλάτας γενναιότερον καὶ ἀνδρικώτερον ἐλαύνειν τε καὶ κωπηλατεῖν, ἅμα δὲ καὶ τοῖς τότε πρωτοκαράβοις ὑποτιθέμενος κατὰ τὴν δυσκρασίαν καὶ πνεῦσιν τῶν ἀνέμων τὴν βασίλειον ναῦν πηδαλιουχεῖν τε καὶ κυβερνᾶν. Τούτου οὖν τελευτήσαντος, διὰ τὸ νήπιον τυγχάνειν τὸν βασιλέα καὶ τὸ ἀδιάκριτον τοῦ πατρικίου Κωνσταντίνου καὶ παρακοιμωμένουγέγονεν ὁ Θεόδοτος ἐκεῖνος πρωτοκάραβος, τῷ τότε καιρῷ πρωτελάτης ὤν, τιμηθεὶς κατὰ διαφόρους καιροὺς κανδιδᾶτος, στράτωρ, σπαθάριος, σπαθαροκανδιδᾶτος καὶ μετὰ ταῦτα πρωτοσπαθάριος καὶ πρωτοσπαθάριος τῆς φιάλης, ὃς ἦν γαμβρὸς τοῦ προρρηθέντος Μιχαήλ, τοῦ γέροντος. Οὐδὲ γὰρ ἀπὸ παλαιοῦ τύπου ποτὲ ἐγεγόνει ἢ ἐτιμήθη πρωτοκάραβος τοῦ βασιλέως πρωτοσπαθάριος, ἀλλ' οὐδὲ σπαθαροκανδιδᾶτος, ἀλλ' ἢ κανδιδᾶτος ἢ στράτωρ ἢ τὸ πολὺ σπαθάριος. Ἐπὶ δὲ Λέοντος, τοῦ ἀοιδίμου καὶ σοφωτάτου βασιλέως, οὗτος μόνος ὁ Μιχαὴλ ἐτιμήθη σπαθάριος καὶ μετὰ ταῦτα σπαθαροκανδιδᾶτος. Διὰ δὲ τὸ νήπιον τυγχάνειν τὸν βασιλέα, καθὼς εἴρηται, καὶ τὸ ἀδιάκριτον τοῦ πατρικίου Κωνσταντίνου καὶ παρακοιμωμένου γεγόνασιν οἱ πρωτοκάραβοι σπαθαροκανδιδᾶτοι, καὶ οὗτος ὁ Μιχαὴλ πρωτοσπαθάριος. Τοῦ δὲ βασιλέως τοῦ κυροῦ Ῥωμανοῦ ἀνελθόντος ἐν τῷ παλατίῳ καὶ τῆς βασιλείας, οὐκ οἶδ' ὅπως εἰπεῖν, ἐγκρατοῦς γενομένου, τὸν μὲν Θεόδοτον διὰ τὴν πρὸς Κωνσταντῖνον, τὸν φιλόχριστον δεσπότην καὶ βασιλέα, εὔνοιαν οὐ μόνον διεδέξατο, ἀλλὰ καὶ τὴν διὰ δαρμοῦ καὶ κουρᾶς ἐπεξῆλθε τιμωρίαν, καὶ ἐν διηνεκεῖ παρέπεμψεν ἐξορίᾳ, ἐν ᾗ καὶ τῷ τέλει τοῦ βίου ἐχρήσατο, ἐάσας τὸν σὺν αὐτῷ πρωτοκάραβον Κωνσταντῖνον ἐκεῖνον τὸν Λωρικᾶτον διὰ τὸ διὰ φόβον εὐνοϊκῶς διακεῖσθαι πρὸς αὐτὸν καὶ ὅρκῳ ἰδιοχείρῳ ἐξαρνησάμενον τὴν πρὸς τὸν βασιλέα Κωνσταντῖνον εὔνοιαν καὶ ἀγάπην, ὃν πρῶτον μὲν σπαθαροκανδιδᾶτον ἐτίμησεν, καὶ πρῶτον πρωτοκάραβον ποιήσας καὶ πρωτοσπαθάριον τῆς φιάλης προβαλόμενος, μετ' ὀλίγον καὶ πρωτοσπαθάριον ἐτίμησεν. Οὗτος οὖν δι' ὑπομνήσεως τοῦ κληρικοῦ Ἰωάννου καὶ κατὰ συγχώρησιν Θεοῦ ῥέκτωρος γεγονότος, ὑπέθετο τῷ μακαρίτῃ βασιλεῖ, τῷ κυρῷ Ῥωμανῷ, ὅτι·" Ὁ πρωτοσπαθάριος Θεοφύλακτος καὶ τῆς τραπέζης τῆς αὐγούστης, ἐπεὶ προβολὴ καὶ ἀντίληψις τῆς μητρὸς τοῦ βασιλέως τυγχάνει καὶ αὐτοῦ τοῦ βασιλέως, ἀνάγκη καὶ πρὸς τοὺς ἰδίους δεσπότας καὶ εὐεργέτας προσπαθεῖν. Καὶ τίς ἡ χρεία τὸν λαὸν τῶν ἀγραρίων τῆς φιάλης ἐν δυσὶν ἐξουσίαις διαιρεῖσθαι; Δύναται γὰρ ὁ τῆς τραπέζης τῆς αὐγούστης τῇ πρὸς τὸν βασιλέα καὶ τὴν αὐγοῦσταν εὐνοίᾳ κρατούμενος, ἐξαπατῆσαι τοὺς ὑπ' αὐτοῦ κρατουμένους αὐγουστιατικοὺς ἀγραριώτας, πολλάκις δὲ καὶ τοὺς τῶν δρομωνίων ἐλάτας, καὶ μελετήσουσίν τινα ἐπανάστασιν κατὰ τῆς βασιλείας σου." Ταῦτα εἰπὼν πείθει τὸν κακὸν ἐκεῖνον καὶ σκολιὸν ῥέκτωρα καὶ δι' αὐτοῦ τὸν βασιλέα. Εὔκολον γὰρ ἡ κουφότης καὶ ἀδιάκριτος γνώμη πρὸς ἅπαν τὸ κακούργως λεγόμενον καὶ ὑποτιθέμενον ἀποπλανᾶσθαι καὶ ἐκκυλίεσθαι. Καὶ εἰπὼν πείθει καὶ πείσας, δίδοται αὐτῷ καὶ ἡ τῶν αὐγουστιατικῶν ἀγραρίων ἐξουσία. Καὶ ἔκτοτε ἐπεκράτησεν τὸ τὸν πρωτοκάραβον τοῦ βασιλικοῦ δρομωνίου ἐπέχειν καὶ ἐξουσιάζειν πάντας τοὺς ἐλάτας τῶν τε δρομωνίων βασιλικῶν τε καὶ αὐγουστιατικῶν ἀγραρίων καὶ εἶναι καὶ πρωτοσπαθάριον τῆς φιάλης. Ἰστέον, ὅτι ἐπὶ Λέοντος, τοῦ φιλοχρίστου καὶ ἀειμνήστου βασιλέως, ἐγένετο ἀπὸ τῶν τῆς δύσεως θεμάτων λογαρίου ἀπαίτησις διὰ τοῦ πρωτοσπαθαρίου Λέοντος καὶ γεγονότος στρατηγοῦ τοῦ Τζικάνη ἐκ τῶν αἱρουμένων μὴ ταξιδεύειν. Ἰστέον, ὅτι καὶ πάλιν ἐπὶ τοῦ αὐτοῦ φιλοχρίστου καὶ ἀειμνήστου Λέοντος ἐγένετο ἀπὸ τῶν τῆς δύσεως θεμάτων λογαρίου ἀπαίτησις διὰ τοῦ μαγίστρου Ἰωάννου τοῦ Ἐλαδᾶ, τῷ τότε πατρικίου αὐτοῦ ὄντος. Ἰστέον, ὅτι καὶ πάλιν ἐπὶ Ῥωμανοῦ δεσπότου, βουληθέντος ταξιδεῦσαι τοὺς Πελοποννησαίους ἐν Λαγουβαρδίᾳ, τοῦ πρωτοσπαθαρίου Ἰωάννου τοῦ Πρωτεύοντος ἐν Πελοποννήσῳ τότε στρατηγοῦντος, ᾑρετίσαντο οἱ αὐτοὶ Πελοποννησαῖοι μὴ ταξιδεῦσαι, ἀλλὰ δοῦναι ἱππάρια χίλια ἐστρωμένα καὶ χαλινωμένα καὶ λογάριον κεντηνάριον ἕν, ἅπερ καὶ μετὰ πολλῆς προθυμίας παρέσχον. 52 Ἡ γενομένη ἀπαίτησις τῶν ἱππαρίων ἐν τῷ θέματι Πελοποννήσου ἐπὶ Ῥωμανοῦ δεσπότου, καθὼς προείρηται. Ὁ μητροπολίτης Κορίνθου ἱππάρια τέσσαρα· ὁ μητροπολίτης Πατρῶν ἱππάρια τέσσαρα· οἱ ἐπίσκοποι πάντες τοῦ θέματος ἀνὰ ἱππάρια δύο· οἱ πρωτοσπαθάριοι ἀνὰ ἱππάρια τρία· οἱ σπαθαροκανδιδᾶτοι ἀνὰ ἱππάρια δύο· οἱ σπαθάριοι, οἱ στράτωρες ἀνὰ ἱππαρίου ἑνός· τὰ βασιλικὰ καὶ πατριαρχικὰ μοναστήρια ἀνὰ ἱππάρια δύο· τὰ τῶν ἀρχιεπισκοπῶν, μητροπόλεων καὶ ἐπισκοπῶν μοναστήρια ἀνὰ ἱππάρια δύο· τὰ ἄπορα μοναστήρια σύνδυο ἱππάριον ἕν. Οἱ δὲ ἔχοντες βασιλικὰ ἀξιώματα, πλώϊμοι, κογχυλευταί, χαρτοποιοὶ ἱππάρια οὐ δεδώκασιν. Ἰστέον, ὅτι καὶ πᾶς ὁ στρατὸς Πελοποννήσου ἀπῃτήθησαν ὑπὲρ τοῦδε τοῦ ταξιδίου ἀνὰ νομίσματα πέντε, οἱ δὲ παντελῶς ἄποροι σύνδυο νομίσματα πέντε, ἐξ ὧν συνέστη καὶ τὸ προρρηθὲν διὰ χαράγματος κεντηνάριον ἕν. 53 Ἱστορία περὶ τοῦ κάστρου Χερσῶνος. Βασιλεύοντος Δοικλητιανοῦ ἐν Ῥώμῃ, ἐν δὲ τῇ Χερσωνιτῶν στεφανηφοροῦντος καὶ πρωτεύοντος Θεμιστοῦ, τοῦ Θεμιστοῦ, Σαυρόματος, ὁ ἐκ τῶν Βοσποριανῶν, Κρισκορόνου δὲ παῖς γενόμενος, συναθροίσας Σαρμάτας τοὺς τὴν Μαιώτιδα λίμνην οἰκοῦντας, ἐστρατοπεδεύσατο κατὰ Ῥωμαίων, καὶ καταλαβὼν τὴν τῶν Λαζῶν χώραν καὶ πολεμήσας τοὺς ἐκεῖσε, φθάζει καὶ ἕως τοῦ Ἅλυος ποταμοῦ. Μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς Διοκλητιανός, πορθεῖσθαι τὴν τῶν Λαζῶν χώραν καὶ τὴν Ποντικήν, ἀπέστειλεν ἐκεῖσε στρατὸν ἀντιπαρατάξασθαι Σαρμάταις βουλόμενος. Ἦν δὲ ἔξαρχος τοῦ στρατοῦ Κώνστας τριβοῦνος, καὶ καταλαβὼν τὸν Ἅλυν ὁ Κώνστας σὺν τῷ στρατῷ, ἐκαθέσθη ἐκεῖσε, κωλύων Σαρμάτας ἀντιπερᾶσαι τὸν Ἅλυν. Καὶ μὴ δυναμένου αὐτοῦ ἀντιπαρατάξασθαι αὐτούς, ἐβουλεύετο καθ' ἑαυτὸν ὁ Κώνστας μηδαμῶς ἄλλως δύνασθαι τοὺς Σαρμάτας ἐκδιῶξαι, εἰ μήτι γε τῶν πλησιοχώρων τῆς Βοσποριανῶν καὶ τῆς Μαιώτιδος λίμνης τινὰς κατ' αὐτῶν ἐκπεμφθῆναι εἰς πόλεμον καὶ τὰς τούτων φαμιλίας ἐκπορθῆσαι, ὅπως ταῦτα ἀκούσας ὁ Σαυρόματος ὑποστρέψῃ ἐκ τοῦ πολέμου, καὶ ταῦτα μηνῦσαι τῷ βασιλεῖ, ἐφ' ᾧ τε ἀποστεῖλαι κατὰ τῶν Χερσωνιτῶν καὶ τούτους διεγεῖραι κατὰ τῶν Σαρματῶν, ὡς πλησιοχώρων αὐτῶν ὄντων, καὶ πολεμῆσαι τὰς αὐτῶν φαμιλίας πρὸς τὸ τὸν Σαυρόματον ἀκούσαντα τὸ τάχος ὑποστρέψαι ἐκ τοῦ πολέμου. Ὁ δὲ βασιλεὺς Διοκλητιανὸς ταῦτα ἀκούσας, ἀπέστειλεν εὐθέως κατὰ τῶν Χερσωνιτῶν, προτρεπόμενος συμμαχῆσαι αὐτῷ καὶ ἀπελθόντας τὴν Βοσποριανῶν καὶ Σαρματῶν χώραν ἐκπορθῆσαι καὶ τὰς τούτων φαμιλίας αἰχμαλωτίσαι. Στεφανηφοροῦντος δὲ τότε καὶ πρωτεύοντος τῆς Χερσωνιτῶν Χρήστου, τοῦ Παπίου, οἱ Χερσωνῖται τοῖς τοῦ βασιλέως ῥήμασιν ἀσμένως ὑπακούσαντες, ἐμηχανῶντο λοιπόν, ποίῳ τρόπῳ δυνηθεῖεν τήν τε τοῦ Σαυρομάτου πόλιν Βόσπορον καὶ τὰ τῆς Μαιώτιδος καστέλλια παραλαβεῖν. Καὶ συναθροίσαντες τοὺς τῶν πλησιοχώρων καστελλίων ἄνδρας καὶ κατασκευάσαντες ἅρματα πολεμικὰ καὶ ἐνθέντες ἐν αὐτοῖς τὰς λεγομένας χειροβολίστρας, παρεγένοντο κατὰ τὴν Βοσποριανῶν πόλιν, καὶ ποιήσαντες ἐγκρύμματα διὰ τῆς νυκτὸς ὀλιγοστοὶ προσῆψαν τὸν πόλεμον τῇ πόλει, καὶ τειχομαχήσαντες ἀπὸ ὄρθρου ἕως ὥρας τρίτης, ἐτεκμήραντο τοῦ φυγεῖν, μὴ προδείξαντες τὰς ἐν τοῖς ἅρμασι κατασκευασμένας χειροβολίστρας. Καὶ δὴ τῶν ἐν τῇ Βοσπόρῳ νομισάντων ὡς δι' ὀλιγότητα ἡττημένους φεύγειν τοὺς Χερσωνίτας, καταθαρρήσαντες ἑαυτῶν ἐξῄεσαν πρὸς δίωξιν αὐτῶν. Οἱ δὲ Χερσωνῖται ἠρέμα, φησί, φεύγοντες ταῖς χειροβολίστραις τοὺς διώκοντας ἀνήλισκον Βοσποριανούς, ἀναστάντες δὲ καὶ οἱ ἐνεδρεύοντες Χερσωνῖται, καὶ περικυκλώσαντες τοὺς Βοσποριανούς, πάντας αὐτοὺς κατέσφαξαν, καὶ ὑποστρέψαντες κατέλαβον τὴν Βόσπορον, ὁμοίως δὲ καὶ τὰ πρὸς τὴν Μαιώτιδα λίμνην καστέλλια καὶ πάσας τὰς φαμιλίας τῶν Σαυρομάτων, καὶ ἐκαθέζοντο ἐν τῇ Βοσπόρῳ, μηδένα τοῦ λοιποῦ κατασφάζοντες, πλὴν τῶν πολεμησάντων, καὶ ἐχόμενοι Βοσπόρου, ἐφύλαττον αὐτήν. Ἡμερῶν δέ τινων διαγενομένων, λέγει Χρῆστος, ὁ τοῦ Παπίου ταῖς τῶν Σαυρομάτων γυναιξίν, ὅτι·" Ἡμεῖς οὐκ εἴχαμεν χρείαν ὑμᾶς πολεμεῖν, ἀλλ' ἐπειδὴ ὁ Σαυρόματος ἀπῆλθεν τὴν τῶν Ῥωμαίων χώραν πορθῆσαι, τούτου χάριν προτραπέντες ἡμεῖς παρὰ τοῦ βασιλέως Ῥωμαίων, ὡς ὑπήκοοι αὐτοῦ ὄντες, ἐπολεμήσαμεν ὑμᾶς. Ἐὰν οὖν θέλετε ζῆσαι ἐν τῇ πόλει ὑμῶν, δεῦτε ἀποστείλωμεν πρέσβεις πρὸς τὸν κύριον ὑμῶν, Σαυρόματον, ἐφ' ᾧ τε αὐτὸν ποιῆσαι εἰρήνην μετὰ τῶν Ῥωμαίων ἐπ' ὄψεσι τῶν πρέσβεων ἡμῶν καὶ ἀναχωρῆσαι τῶν ἐκεῖσε, καὶ ἡμεῖς ἀφίομεν ὑμᾶς, καὶ ἀπερχόμεθα ἐν τῇ πόλει ἡμῶν, οὕτω μέντοι, προπέμποντος Σαυρομάτου ἐνταῦθα τοὺς πρέσβεις ἡμῶν καὶ μετὰ τῶν ἰδίων ἀνθρώπων μηνύοντος ἡμῖν τὰ τῆς εἰρήνης, καὶ οὕτως ἀφίομεν ὑμᾶς καὶ ἀναχωροῦμεν· εἰ δὲ καὶ δοκιμάσῃ Σαυρόματος δόλῳ τινὶ ἔρχεσθαι, ὡς νομίζων ἡμᾶς ἐνταῦθα συγκλεῖσαι καὶ πολεμῆσαι, καὶ γνῶμεν τοῦτο διὰ τῶν σκουλκατώρων ἡμῶν, πάντας ὑμᾶς ἀπὸ μικροῦ ἕως μεγάλου κατασφάξομεν, καὶ οὕτως ἀναχωροῦμεν τῶν ἐντεῦθεν. Καὶ τί τὸ λοιπὸν Σαυρομάτῳ ὄφελος, τῆς φαμιλίας αὐτοῦ πάσης καὶ τῆς πόλεως ἀπολλυμένης;" Αἱ δὲ γυναῖκες Σαυρομάτου ταῦτα ἀκούσασαι, σπουδαίως τοῦτο γενέσθαι παρεσκεύασαν. Καὶ δὴ ἀποστέλλουσιν οἱ Χερσωνῖται μετὰ Βοσποριανῶν καὶ ἰδίους πέντε πρέσβεις πρὸς Σαυρόματον, μηνύοντες αὐτῷ τὰ γενόμενα καὶ λεχθέντα. Καὶ δὴ τῶν πρέσβεων καταλαβόντων τὸν Σαυρόματον κατὰ τοὺς τοῦ Ἅλυος ποταμοῦ τόπους, ἀνήγγειλαν αὐτῷ πάντα τὰ γενόμενα κατὰ τῶν Βοσποριανῶν παρὰ τῶν Χερσωνιτῶν. Ὁ δὲ ἐν πολλῇ στενώσει γενόμενος, ὡς δῆθεν, φησί, βουλόμενος τοὺς τῶν Χερσωνιτῶν πρέσβεις ἐκ τῆς ὁδοιπορίας ἀναπαῦσαι, λέγει αὐτοῖς·" Ἐπειδὴ κοπωμένοι ἐστέ, θέλω ὑμᾶς ὀλίγας ἡμέρας ἀναπαῆναι, καὶ εἶθ' οὕτως πάντα τὰ ὑφ' ὑμῶν λεχθέντα ποιήσω·*** ἐντεῦθεν ἀπέλθατε πρὸς τοὺς Ῥώμης, καὶ μάθετε παρ' αὐτῶν καὶ πείθεσθε, ὅτι ἀληθεύω ὑμῖν καὶ οὐ ψεύδομαι." Τῶν δὲ Χερσωνιτῶν ἀπελθόντων πρὸς Κώνσταν μετὰ καὶ πρέσβεων τοῦ Σαυρομάτου, ἐπύθοντο τὰ μεταξὺ αὐτῶν γενόμενα, ἀνήγγειλαν δὲ τῷ Κώνστᾳ καὶ πάντα τὰ ὑπ' αὐτῶν κατὰ τὴν Βοσποριανῶν καὶ τὴν Μαιώτιδα λίμνην γενόμενα, καὶ τό, πῶς τὰς φαμιλίας Σαυρομάτου παρέλαβον, καὶ ὅτι τῇ ἀνάγκῃ ταύτῃ εἰς εἰρήνην ἦλθεν ὁ Σαυρόματος. Ἀκούσας δὲ ταῦτα ὁ Κώνστας πάνυ ἐλυπήθη, καὶ λέγει τοῖς Χερσωνίταις·" Καὶ τί μοι τὸ ὄφελος λοιπὸν τῆς ὑμετέρας συμμαχίας, ἀφ' ἧς ἐγὼ ἐποίησα πάκτα δοῦναι αὐτοῖς χρυσίον τοσοῦτον;" Λέγουσιν αὐτῷ οἱ Χερσωνῖται·" Μὴ λυπηθῇς, δέσποτα, καὶ ἐὰν θέλῃς, ἡμεῖς ἀναλύομεν τὸ περὶ τῆς δόσεως πάκτον". Λέγει αὐτοῖς ὁ Κώνστας·" Καὶ πῶς δυνατόν;" Λέγουσιν αὐτῷ οἱ Χερσωνῖται·" Δήλωσον καὶ αὐτὸς τῷ Σαυρομάτῳ, ὅτι·" Τὰ μὲν ἤδη μεταξὺ ἡμῶν γενόμενα πάκτα κεκράτηνται· ἐπεὶ οὖν τῇ αἰτίᾳ τῇ σῇ κἀγὼ ἀναλώματα καὶ ζημίας πολλὰς ἐποίησα σὺν τῷ στρατῷ ἀπὸ Ῥώμης ἕως τῶν ὧδε, δός μοι καὶ σὺ ταῦτα, κἀγώ σοι ἀποδίδωμι τὰς φαμιλίας σου πάσας καὶ τὴν πόλιν σου."" Περιχαρὴς δὲ γενόμενος ὁ Κώνστας ἐμήνυσεν ταῦτα τῷ Σαυρομάτῳ, Ὁ δὲ Σαυρόματος ἀκούσας καὶ λυπηθεὶς σφόδρα, μηνύει τῷ Κώνστᾳ λέγων, ὅτι·" Οὐ θέλω δοῦναι τίποτ' οὖν, οὐδὲ λαβεῖν, ἀλλὰ μόνον ἀπόστειλόν μοι τοὺς Χερσωνίτας, ἵνα τῶν ἐντεῦθεν ἀναχωρήσω." Λέγουσιν οἱ Χερσωνῖται τῷ Κώνστᾳ·" Μὴ ἀπολύσῃς ἡμᾶς, ἕως ἂν πάντας τοὺς αἰχμαλώτους ἀπολάβῃς." Τότε μηνύει ὁ Κώνστας τῷ Σαυρομάτῳ λέγων, ὅτι·" Ἀπόστειλόν μοι πάντας, οὓς ἔχεις, αἰχμαλώτους, καὶ ἀπολύω τοὺς Χερσωνίτας." Ὁ δὲ Σαυρόματος ταῦτα ἀκούσας, ἄκων καὶ μὴ βουλόμενος ἀπέλυσεν ἅπαντας, οὓς εἶχεν, αἰχμαλώτους ἕως ἑνός. Ἀπολαβὼν οὖν ὁ Κώνστας ἅπαντας τοὺς πραιδευθέντας, δύο τῶν Χερσωνιτῶν πρέσβεις κατασχὼν παρ' ἑαυτῷ, τοὺς ἄλλους ἀπέστειλεν πρὸς τὸν Σαυρόματον, ὅστις Σαυρόματος παραλαβὼν αὐτοὺς προαπέστειλεν ἐκ τῆς τῶν Λαζῶν χώρας μετὰ καὶ τῶν ἰδίων ἀνθρώπων πρὸς τὸ παραδοῦναι αὐτοὺς τήν τε Βόσπορον καὶ τὰς φαμιλίας αὐτῶν. Αὐτὸς δὲ ὁ Σαυρόματος τὴν πορείαν μετὰ τοῦ ἔθνους αὐτοῦ ἐν καταστάσει ἐποιεῖτο πρὸς τὸ† ἀθροίλους† τοὺς Χερσωνίτας παραδοῦναι τὰς φαμιλίας καὶ ἀναχωρῆσαι. Οἱ δὲ Χερσωνῖται τοὺς οἰκείους πρέσβεις ὑποδεξάμενοι ἐν τῇ Βοσπόρῳ, καὶ μεμαθηκότες τὰ γενόμενα ἅπαντα ὑπὸ Κώνσταντος καὶ τοῦ Σαυρομάτου, παρέδωκαν τοῦ Σαυρομάτου ἄνθρωπον τήν τε Βόσπορον καὶ τὰ τῆς Μαιώτιδος καστέλλια καὶ τὰς φαμιλίας πάσας ἀβλαβεῖς, καὶ κατέλαβον ἐν εἰρήνῃ τὴν Χερσωνιτῶν. Ὁ δὲ Κώνστας, ἀναχωρήσαντος τοῦ Σαυρομάτου ἐκ τῶν Ῥωμαϊκῶν τόπων, καὶ αὐτὸς ἀνέζευξεν ἐπὶ τὴν Ῥώμην, καὶ ἀνήγγειλεν πάντα τῷ βασιλεῖ τὰ ὑπὸ τῶν Χερσωνιτῶν γενόμενα, προσαγαγὼν καὶ τοὺς δύο αὐτῶν πρέσβεις, οὕστινας ἰδὼν ὁ βασιλεὺς καὶ φιλοφρόνως ἀποδεξάμενος καὶ τὰ μέγιστα εὐχαριστήσας, εἶπεν αὐτοῖς·" Τί θέλετε παράσχω ὑμῖν τε καὶ τῇ πόλει ὑμῶν ὑπὲρ τῆς τοιαύτης εὐνοίας τε καὶ συμμαχίας;" Οἱ δὲ εἶπον τῷ βασιλεῖ, ὅτι·" Ἡμεῖς, δέσποτα, οὐδὲν ἕτερον θέλομεν, εἰ μήτι γε τοῦτο μόνον αἰτοῦμεν, ἐφ' ᾧ τε δεξιὰς ἐλευθερίας καὶ ἀτελείας παρασχέσθαι ἡμῖν ὑπὸ τοῦ κράτους ὑμῶν." Ὁ δὲ βασιλεὺς ἀσμένως ὑποκύψας τῇ αἰτήσει αὐτῶν, ἀφθόνως παρέσχεν αὐτοῖς τὰς τοιαύτας τῆς ἐλευθερίας τε καὶ ἀτελείας δεξιάς, ἀποστείλας αὐτοὺς μετὰ καὶ δώρων πλείστων κατὰ τὴν Χερσωνιτῶν, ὡς γνησίους ὄντας αὐτοὺς ὑπηκόους τῆς Ῥωμαίων βασιλείας. Ὁ δὲ Κώνστας μεγάλως καὶ αὐτὸς ὑποδεχθεὶς παρὰ τοῦ βασιλέως Διοκλητιανοῦ, ὡς ἀνδρείως παραταξάμενος κατὰ τὸν τῶν Σαυρομάτων πόλεμον καὶ περιφανὴς καὶ ἔνδοξος γενόμενος, μετ' ὀλίγον τινὰ χρόνον τῆς Ῥωμαίων ἀνεδείχθη βασιλείας, Διοκλητιανοῦ ἐπὶ τὴν Νικομήδειαν ἐπαναγαγόντος. Κώνστα δὲ τελευτήσαντος, ἐν Ῥώμῃ ἐβασίλευσεν Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, καὶ ἐρχομένου αὐτοῦ ἐπὶ τὸ Βυζάντιον, ἀντιστάσεως αὐτῷ ὑπό τινων ἐν τῇ Σκυθίᾳ γενομένης, ὑπεμνήσθη τὸ ὑπὸ τοῦ πατρὸς αὐτοῦ, Κώνστα λεχθὲν περὶ τῆς τῶν Χερσωνιτῶν εὐνοίας τε καὶ συμμαχίας, καὶ ἀπέστειλεν κατὰ τὴν τῶν Χερσωνιτῶν πρέσβεις, ἐφ' ᾧ τε ἐλθεῖν αὐτοὺς κατὰ τὴν τῶν Σκυθῶν χώραν καὶ μαχήσασθαι τοῖς ἀνθεστηκόσιν αὐτῷ. Στεφανηφοροῦντος δὲ τότε καὶ πρωτεύοντος τῆς Χερσωνιτῶν Διογένους, τοῦ Διογένους, οἱ Χερσωνῖται τὴν κέλευσιν ἀσμένως πειθαρχήσαντες, πάσῃ σπουδῇ κατασκευάσαντες τά τε πολεμικὰ ἅρματα καὶ τὰς χειροβολίστρας, καταλαμβάνουσι τὸν Ἴστρον ποταμὸν καὶ τοῦτον περάσαντες, ἀντεπαρατάξαντο τοῖς ἀνθεστηκόσιν, καὶ ἐτροπώσαντο αὐτούς. Μαθὼν δὲ ὁ βασιλεὺς τὴν ὑπ' αὐτῶν γενομένην τροπήν, ἐκέλευσεν αὐτοὺς κατὰ τὴν ἐνεγκαμένην ἀπιέναι, τοὺς δὲ τούτων πρωτεύοντας προσκαλεσάμενος κατὰ τοῦ Βυζαντίου καὶ εὐχαριστήσας τὰ μέγιστα, ἔφη αὐτοῖς·" Ἐπειδὴ καὶ νῦν εὐνοϊκῶς ὑπὲρ ἡμῶν ἐκάμετε, καθὼς καὶ ἐπὶ τῶν εὐσεβῶν προγόνων τῆς ἡμετέρας θειότητος, ἰδοὺ καὶ ἡμεῖς ἐπικυροῦντες τὰς ἤδη ἐπ' ἐλευθερίᾳ καὶ ἀτελείᾳ δοθείσας ὑμῖν ἐν τῇ Ῥωμαίων ἐκ τῆς ἡμετέρας βασιλείας δεξιάς, παρέχομεν ὑμῖν καὶ ἡμεῖς ἀνδριάντα χρυσοῦν μετὰ καὶ χλαμύδος βασιλικῆς καὶ φιβλατούρας καὶ στέφανον χρυσοῦν πρὸς εὐπρέπειαν τῆς ὑμετέρας πόλεως μετὰ καὶ ἐγγράφου ἡμῶν ἐλευθερίας καὶ ἀτελείας ὑμῶν τε καὶ τῶν πλωΐμων ὑμῶν, καὶ πρὸς τὴν γνησιότητα τῆς ὑμῶν εὐνοίας δίδομεν ὑμῖν καὶ δακτυλίους χρυσοῦς, ἐκτυποῦντας τὰς ἡμετέρας εὐσεβεῖς εἰκόνας, δι' ὧν τὰς κατὰ καιρὸν μελλούσας ἀποστέλλεσθαι ἡμῖν παρ' ὑμῶν ἀναφοράς τε καὶ δεήσεις σφραγίζοντες ταύτας, γνωρίμους ἡμῖν ἀποδείκνυτε τοὺς ἑαυτῶν πρέσβεις, πρὸς ἐπὶ τούτοις δὲ παρέχομεν ὑμῖν καθ' ἕκαστον ἔτος νεῦρόν τε καὶ κάνναβον, σίδηρόν τε καὶ ἔλαιον ὑπὲρ κατασκευῆς τῶν βαλλιστρῶν ὑμῶν, καὶ δίδομεν ὑμῖν πρὸς ἀποτροφὴν ὑμῶν χιλίας ἀννώνας, ἐφ' ᾧ τε εἶναι ὑμᾶς βαλλισταρίους, λεγόμενον, ὡς τὰς τοιαύτας σιτήσεις τε καὶ συνηθείας πάσας καθ' ἕκαστον ἔτος τῶν ἐντεῦθεν μέλλομεν ὑμῖν ἀποστέλλειν κατὰ τὴν Χερσωνιτῶν." Οἱ δὲ Χερσωνῖται τὰς τοιαύτας εἰληφότες ἀννώνας, εἰς ἑαυτούς τε καὶ τὰ τούτων τέκνα διαμερίσαντες, τὸν ἀριθμὸν συνεστήσαντο· διὰ τὸ καὶ ἕως τοῦ νῦν τὰ τούτων τέκνα κατὰ τῶν γονέων τῆς στρατείας συμπλήρωσιν ἐν τῷ ἀριθμῷ κατατάσσονται. Ἐφοδίοις δὲ καὶ δώροις πλείστοις τότε τιμηθέντων ὑπὸ τοῦ θεοφιλοῦς βασιλέως Κωνσταντίνου, τοῦ τε Διογένους καὶ τῶν σὺν αὐτῷ, κατέλαβον τὴν Χερσωνιτῶν ἀποκομίζοντες καὶ τὰς θείας φιλοτιμίας. Μετὰ δὲ χρόνους τινὰς τοῦ ταῦτα γεγονέναι Σαυρόματος, ὁ ἔγγονος Σαυρομάτου, τοῦ Κρισκορόνου, τοῦ πολεμήσαντος τὴν Λαζικήν, συναθροίσας πόλεμον ἐκ τῆς Μαιώτιδος λίμνης, ἐπανέστη τοῖς Χερσωνίταις, βουλόμενος, φησίν, τὴν τῆς αἰχμαλωσίας ὕβριν τοῦ οἰκείου πάππου ἐκδικῆσαι, τὴν παρ' αὐτῶν ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως γενομένην. Μεμαθηκότες δὲ τοῦτο οἱ Χερσωνῖται, στεφανηφοροῦντος τότε καὶ πρωτεύοντος τῆς Χερσῶνος Βύσκου, τοῦ Σουπολίχου, ἀντιπαραταξάμενοι καὶ αὐτοὶ ὑπήντησαν τῷ Σαυρομάτῳ ἔξω ἐν τοῖς τοῦ λεγομένου Καφᾶ τόποις, καὶ πολεμήσαντες μετὰ αὐτοῦ, τοῦ Θεοῦ τοῖς Χερσωνίταις βοηθοῦντος, ἐνίκησαν τὸν Σαυρόματον καὶ ἐδίωξαν, θήσαντες καὶ ὁροθεσίας ἐν τῷ αὐτῷ λεγομένῳ Καφᾷ, ἐν ᾧ τόπῳ πολεμήσαντες τὸν Σαυρόματον ἐνίκησαν, ἐν ᾧ καὶ ὅρκους ἐπετέλεσεν ὁ αὐτὸς Σαυρόματος καὶ οἱ σὺν αὐτῷ ὑπολειφθέντες τοῦ μηκέτι αὐτοὺς χάριν πολέμου ὑπερβαίνειν τὰς μεταξὺ αὐτῶν τεθείσας ὁροθεσίας, ἀλλ' ἕκαστον αὐτῶν τοὺς ἰδίους ἔχειν τόπους πρὸς τὰς τεθείσας ὁροθεσίας. Καὶ οὕτως ἀνεχώρησεν ἐπὶ τὴν Βόσπορον ὁ Σαυρόματος, καὶ οἱ Χερσωνῖται εἰς τὰ ἴδια. Καὶ δὴ τούτων οὕτως γενομένων, πάλιν μετὰ χρόνους τινὰς ἕτερος Σαυρόματος ἀναστὰς καὶ σὺν αὐτῷ πλῆθος ἀνδρῶν ἐκ τῆς Μαιώτιδος λίμνης, παρετάξαντο πόλεμον κατὰ τῶν Χερσωνιτῶν, καὶ παρελθὼν τὰς μεθ' ὅρκου τεθείσας ὁροθεσίας ἐν τῷ Καφᾷ ὑπὸ τοῦ πρώτου γενο μένου Σαυρομάτου τοῦ μηδένα ποτὲ ἐπιχειρῆσαι τῶν Βοσποριανῶν πολέμου χάριν ταύτας ὑπερβῆναι, οὗτος ὁ Σαυρόματος ὑπερέβη, ὡς οἷα βουλόμενος τὴν μετὰ βίας αὐτῷ ἀφαιρεθεῖσαν γῆν ἐκδικῆσαι καὶ ἀπολαβεῖν. Καὶ δὴ ἐν τοῖς τότε καιροῖς στεφανηφοροῦντος καὶ πρωτεύοντος τῆς Χερσωνιτῶν Φαρνάκου, τοῦ Φαρνάκου, ἀντεπαρατάξαντο καὶ οἱ Χερσωνῖται τῷ Σαυρομάτῳ, καὶ ἀπαντήσαντες ἀλλήλους ἐν τοῖς τοῦ προειρημένου Καφᾶ τόποις, ἔστησαν ἑκάτερα τὰ μέρη ἐν τοῖς ὄρεσιν. Ὁ δὲ Σαυρόματος ὢν μέγας τὴν ἡλικίαν ἐθάρρησεν ἑαυτῷ, καὶ ἐμεγαλαύχει κατὰ τῶν Χερσωνιτῶν φρυαττόμενος, θαρρῶν ἅμα καὶ ἐπὶ τῷ ἀπείρῳ πλήθει, τῷ μετ' αὐτοῦ ὄντι. Ὁ δὲ Φαρνάκος μικρὸς ἦν τῇ ἡλικίᾳ κατὰ τὸν Σαυρόματον, καὶ ἰδὼν τὸ πλῆθος τοῦ Σαυρομάτου, ἐσκέψατο μετὰ τοῦ ἰδίου στρατοῦ, ἐφ' ᾧ τε μονομαχῆσαι αὐτὸν μετὰ τοῦ Σαυρομάτου καὶ μὴ ἄπειρον πλῆθος ἀπολέσθαι. Καὶ δὴ σκέψεως τοιαύτης γενομένης, δηλοῖ ὁ Φαρνάκος τὸ πλῆθος τοῦ Σαυρομάτου λέγων, ὅτι·" Τίς χρεία ἐστὶν τοσούτου ὄχλου γενέσθαι ἀπώλειαν; Οὐ γὰρ ὑμεῖς οἰκείᾳ προαιρέσει πρὸς τὸν πόλεμον ἐτράπητε, ἀλλὰ Σαυρόματος ὑμᾶς προετρέψατο. Θελήσατε οὖν τοῦτον ἀναγκάσαι τοῦ μονομαχῆσαι μετ' ἐμοῦ, καὶ ἐὰν διὰ τοῦ Θεοῦ δυνηθῶ αὐτόν, ὑμεῖς ἀναχωρεῖτε εἰς τὰ ἴδια ἀβλαβῶς, καὶ αὐτὸς καὶ ἡ πόλις αὐτοῦ ὑπέπεσάν μοι, εἰ δὲ καὶ δυνηθῇ με αὐτός, καὶ οὕτως ὑμεῖς ἀναχωρεῖτε εἰς τὰ ἴδια, καὶ αὐτὸς ἐπέβη ἐν τοῖς ἐμοῖς." Ὁ δὲ ὄχλος τῶν Σαυρομάτων ἡδέως τοῦτο ἀποδεξάμενος προετρέψατο τὸν Σαυρόματον μονομαχῆσαι μετὰ τοῦ Φαρνάκου. Ὁ οὖν Σαυρόματος μαθὼν μικρὸν πάνυ ὄντα τῇ ἡλικίᾳ τὸν Φαρνάκον, ἑαυτὸν δὲ ὑπερμεγέθη, ἐχάρη ἐπὶ τούτῳ, πεποιθὼς τῇ οἰκείᾳ δυνάμει καὶ οἷς ἐκέχρητο ὅπλοις κατατεθωρακισμένος. Καὶ τούτων οὕτως δοξάντων, λέγει ὁ Φαρνάκος τῷ ἰδίῳ στρατῷ, ὅτι·" Ὅταν κατέλθω διὰ τοῦ Θεοῦ εἰς τὸ μονομαχῆσαι, καὶ ἴδητε, ὅτι ὁ Σαυρόματος τὰ νῶτα αὐτοῦ ἔχει πρὸς ὑμᾶς καὶ τὴν ὄψιν πρὸς τοὺς ἰδίους, ἐγὼ δὲ τὴν ὄψιν μου πρὸς ὑμᾶς καὶ τὰ νῶτά μου πρὸς τοὺς ἐναντίους, ἅπαντες ὑμεῖς βάλετε μίαν κραυγὴν καὶ μόνον λέγοντες τὸ ἆ, ἆ, καὶ μὴ δευτερώσητε ἐπὶ τῇ κραυγῇ." Καὶ δὴ κατελθόντων αὐτῶν ἀμφοτέρων ἐν τῷ πεδίῳ πρὸς τὴν μονομαχίαν καὶ τρακτευόντων ἑαυτούς, καὶ τοῦ Φαρνάκου γενομένου εἰς τὸ τοῦ Σαυρομάτου μέρος καὶ τοῦ Σαυρομάτου εἰς τὸ τοῦ Φαρνάκου, ἔδωκεν ὁ τοῦ Φαρνάκου στρατὸς μίαν φωνήν, τὸ ἆ, ἆ. Ὁ δὲ Σαυρόματος τῆς τοιαύτης φωνῆς ἀκούσας περιεστράφη ἰδεῖν ἐναγώνιος, τίς ἡ γενομένη κραυγὴ ἐν τῷ τοῦ Φαρνάκου στρατῷ. Ἐν δὲ τῷ περιστρέψαι τὸν Σαυρόματον τὴν ἑαυτοῦ ὄψιν εἰς τὰ ὀπίσω διηνοίχθη μικρὸν τὸ τοῦ κασσιδίου αὐτοῦ πέταλον, καὶ εὐθέως ἐπιδραμὼν ὁ Φαρνάκος ἔδωκεν τῷ κοντῷ τὸν Σαυρόματον καὶ ἀνεῖλεν αὐτόν. Πεσόντος δὲ τοῦ Σαυρομάτου, κατελθὼν ὁ Φαρνάκος τοῦ ἵππου, ἀπεκεφάλισεν αὐτόν, καὶ γενόμενος ἐγκρατὴς τοῦ πολέμου, τὸ μὲν πλῆθος τῆς Μαιώτιδος ἀπέλυσεν, τοὺς δὲ τῆς Βοσπόρου αἰχμαλώτους λαβὼν καὶ τὴν γῆν αὐτῶν ἀφελόμενος, ἐν Κυβερνικῷ ἄνω τῆς τῶν Χερσωνιτῶν ὁροθεσίας ἔστησεν, ἄχρι τεσσαράκοντα καὶ μόνον μιλίων γῆν αὐτοῖς ἐάσας, αἵτινες ὁροθεσίαι ἕως τοῦ νῦν διαμένουσιν, αἱ δὲ εἰρημέναι πρῶται ὁροθεσίαι ἐν Καφᾷ εἰσιν ἀποκείμεναι. Ὀλίγους δέ τινας κατασχὼν παρ' ἑαυτῷ τῶν Βοσποριανῶν ὁ Φαρνάκος γεωργῶν ἕνεκα, τοὺς ἄλλους ἅπαντας οἴκτου ἀξιώσας ἀπέλυσεν κατὰ τῶν Βοσποριανῶν ἀπελθεῖν, οἵτινες ἀπολυθέντες ὑπὸ τοῦ Φαρνάκου, ὑπὲρ τῆς τοιαύτης εὐεργεσίας καὶ φιλανθρωπίας αὐτοῦ τῆς εἰς αὐτοὺς γενομένης στήλην αὐτῷ ἤγειραν ἐν τῇ Βοσπόρῳ. Ἔκτοτε οὖν λοιπὸν ἡ τῶν Σαυρομάτων ἐν τῇ Βοσπόρῳ βασιλεία κατελύθη. Τούτων δὲ οὕτως γενομένων, Λαμάχου στεφανηφοροῦντος καὶ πρωτεύοντος τῆς τῶν Χερσωνιτῶν, Ἀσάνδρου δὲ τῆς Βοσποριανῶν βασιλεύοντος, κακίᾳ πολλῇ μεμεστωμένοι οἱ Βοσποριανοὶ κατὰ τῶν Χερσωνιτῶν καὶ μηδαμῶς δυνάμενοι τῇ πονηρίᾳ ἠρεμεῖν, ἔσπευδον ἀεὶ τρόπῳ τινὶ τὴν ἀνταμοιβὴν τῶν αἰχμαλωσιῶν τοῖς Χερσωνίταις ἀποδοῦναι. Καὶ δὴ μεμαθηκότες ἔχειν θυγατέρα μονογενῆ τὴν Γυκίαν, ἔχοντος δὲ καὶ τοῦ Ἀσάνδρου υἱούς, ἐμηχανῶντο ἐπιγαμβρείαν ποιήσασθαι, ὅπως διὰ τούτου ἀδεῶς ἐπιβαίνοντες τῇ Χερσωνιτῶν ἀμύνασθαι. Καὶ δὴ ἀποστέλλουσιν πρέσβεις κατὰ τὴν Χερσωνιτῶν παρακαλοῦντες·" Ἐὰν οἴδαμεν, ὅτι ἀγάπη ἀληθὴς μεταξὺ ἡμῶν ἐστιν, καὶ ἀδόλως πρὸς ἀλλήλους ἔχομεν, ἐπιγαμβρεύσωμεν ἑαυτοῖς, καὶ δότε ἡμῖν εἰς νύμφην τὴν θυγατέρα Λαμάχου, τοῦ πρώτου ὑμῶν, ἕνεκεν τοῦ υἱοῦ Ἀσάνδρου, τοῦ κυρίου ἡμῶν, ἢ λάβετε αὐτὸν αὐτόθι εἰς γαμβρόν, καὶ οἴδαμεν, ὅτι πιστὰ ἔχομεν εἰς ἀλλήλους, τοῦ υἱοῦ τοῦ βασιλέως ὄντος μεθ' ὑμῶν." Λέγουσιν αὐτοῖς οἱ Χερσωνῖται, ὅτι·" Ἡμεῖς πρὸς ὑμᾶς θυγατέρα ἡμῶν δοῦναι οὐκ ἀνεχόμεθα, εἰ δὲ ἐκ τῶν υἱῶν Ἀσάνδρου, τοῦ βασιλέως ὑμῶν, θέλετε δοῦναι ἡμῖν εἰς γαμβρόν, δεχόμεθα, οὕτω μέντοι, μὴ δυναμένου ἔτι τοῦ υἱοῦ Ἀσάνδρου, τοῦ ἐρχομένου πρὸς ἡμᾶς ἐπιγαμβρεύσασθαι, καιρῷ ποτε ἢ χρόνῳ πειραθῆναι τοῦ ὑποστρέψαι κατὰ τὴν τῶν Βοσποριανῶν χάριν ἐπισκέψεως ἢ προσηγορίας τοῦ οἰκείου πατρός, εἰ δὲ τοῦτο βούλεται, πάντως, ὅτι τῇ ὥρᾳ ἀποθνήσκει." Τῶν δὲ πρέσβεων ἀπολυθέντων καὶ καταλαβόντων τὴν Βοσποριανῶν καὶ ταῦτα ἀναγγελλόντων, ἀπέστειλεν πάλιν ὁ Ἄσανδρος πρέσβεις, λέγων τοῖς Χερσωνίταις, ὅτι·" Ἐὰν ἀληθῶς λέγετε καὶ πιστοποιεῖτέ με, ὅτι Λάμαχος ἀνέχεται ζεῦξαι τὴν θυγατέρα αὐτοῦ τῷ μειζοτέρῳ μου υἱῷ, ἀποστελῶ ὑμῖν αὐτὸν ἐκεῖνον αὐτόθι ἐπιγαμβρεύσασθαι." Ἦν δὲ Λάμαχος τοῖς τότε καιροῖς, ὡς λόγος, πλούτῳ πολλῷ κομῶν ἔν τε χρυσίῳ καὶ ἀργυρίῳ, παισί τε καὶ παιδίσκαις καὶ ἀλόγοις διαφόροις καὶ κτήμασι πολλοῖς, καὶ τέσσαρσι δὲ ῥεγεῶσι τὸν οἶκον αὐτοῦ ἐπικρατεῖν ἐν πλάτει καὶ μήκει ἕως κάτω τῶν λεγομένων Σωσῶν, ἐν οἷς καὶ ἰδίαν πύλην εἶχεν ἐν τῷ τείχει καὶ τέσσαρας πυλεῶνας μεγάλους εἰς τὴν εἴσοδον καὶ τὴν ἔξοδον σὺν ἑτέροις δὲ παραπυλίοις σεμνοῖς, ὥστε εἰσερχομένων τῶν ἀλόγων αὐτοῦ ἐν τῇ πόλει, ἑκάστην ἀγέλην ζώων, ἵππων τε καὶ φορβάδων, βοῶν τε καὶ δαμάλεων, προβάτων τε καὶ ὄνων καὶ δι' ἰδίας πύλης εἰσιέναι καὶ εἰς ἰδίαν στάσιν ἀπιέναι. Παρεκάλεσαν οὖν οἱ Χερσωνῖται τὸν Λάμαχον, ἐφ' ᾧ τε ἐπιγαμβρεύσασθαι αὐτὸν τὸν τοῦ Ἀσάνδρου υἱόν. Τοῦ δὲ Λαμάχου ἐπινεύσαντος τῇ παρακλήσει αὐτῶν, ἦλθεν ὁ τοῦ Ἀσάνδρου υἱὸς ἐν τῇ Χερσῶνι, καὶ ἔγημεν τὴν Γυκίαν. Καὶ διετοῦς μικροῦ χρόνου διαγενομένου, ἐτελεύτησεν ὁ Λάμαχος· ἡ γὰρ μήτηρ τῆς Γυκίας προτελευτήσασα ἦν. Ἡ οὖν Γυκία μετὰ τὴν τοῦ ἐνιαυτοῦ περαίωσιν τῆς τοῦ πατρὸς ταφῆς, τῆς ἐνιαυσιαίας ἡμέρας ἐνστάσης, τὴν μνήμην θέλουσα φαιδρῦναι τοῦ ἰδίου πατρός, στεφανηφοροῦντος τότε καὶ πρωτεύοντος τῆς Χερσῶνος Ζήθου, τοῦ Ζήθονος, παρεκάλεσεν τοῖς προύχουσι τῆς πόλεως, ἐφ' ᾧ τε ἄνευ ὕβρεως ἀνεχθῆναι αὐτοὺς τοῦ λαβεῖν παρ' αὐτῆς σὺν παντὶ τῷ δήμῳ οἶνόν τε καὶ ἄρτους καὶ ἔλαιον, κρέα τε καὶ ὄρνεα καὶ ὄψα, καὶ εἴ τι ἕτερον πρὸς τὴν τῆς εὐφρασίας χρείαν, πρὸς τὸ τὴν ἡμέραν τῆς μνήμης τοῦ Λαμάχου ἅπαντας τοὺς πολίτας σὺν γυναιξὶν καὶ τέκνοις καὶ πάσῃ τῇ φαμιλίᾳ αὐτῶν εὐφρανθῆναι καὶ ἀγάλλεσθαι, ἕκαστον ἐν τῷ ἰδίῳ ῥεγεῶνι καὶ δημοσίᾳ χορεύειν καὶ ἔργου τινὸς τὸ σύνολον μὴ ἅψασθαι, συνταξαμένη τοῖς πολίταις ἐν ὅρκῳ, ἐφ' ᾧ τε ἅπαντα τὸν χρόνον τῆς ζωῆς αὐτῆς οὕτω τὰ τῆς εὐφρασίας καθ' ἕκαστον χρόνον διδόναι αὐτοῖς ἐν τῇ αὐτῇ τοῦ Λαμάχου μνήμῃ. Τούτων δὲ οὕτως γενομένων καὶ ἐν ὅρκῳ ὑπ' αὐτῆς παγιωθέντων, ὁ ταύτης ἀνήρ, ὁ τοῦ Ἀσάνδρου υἱός, ἔχων ἐν κρυπτῷ τὸν δόλον καὶ ἐπιζητῶν καιρὸν προδοσίας, ἀκούσας ταῦτα τὰ παρὰ τῆς Γυκίας λεχθέντα καὶ ἐν ὅρκῳ παγιωθέντα, ἐθαύμασε μὲν καὶ ἐπῄνεσεν τὴν Γυκίαν ἐπὶ τῇ ἐνόρκῳ συντάξει, ὡς γνησίως περὶ τοὺς γονεῖς ἔχουσαν, συνθέμενος δὲ καὶ αὐτός, φησί, χαίρειν καὶ σπένδειν ἐπὶ τῇ τοιαύτῃ συντάξει. Καὶ μετὰ τοῦτο παρελθούσης τῆς μνήμης καὶ τῆς εὐφρασίας, δηλοῖ τοῖς ἐν Βοσπόρῳ δι' οἰκείου παιδὸς λέγων αὐτοῖς, ὅτι·" Εὗρον μέθοδον, δι' ἧς ἀκόπως τὴν Χερσῶνα μέλλομεν παραλαβεῖν· ὑμεῖς οὖν ἐκ διαλειμμάτων ἀποστέλλετέ μοι δέκα ἢ δώδεκα νεωτέρους χρησίμους ἐκτὸς τῶν ἐν τῷ καράβῳ ἐλαυνόντων ὡς δῆθεν ξένιά μοι πέμποντες, ἐν Συμβόλῳ δὲ παραβαλλόντων τῶν ἐρχομένων καράβων ὑμῶν καὶ ἐκεῖ μενόντων, ἐμοῦ δὲ πέμποντος καὶ δι' ἵππων φέροντος τοὺς ἐρχομένους νεωτέρους ἐν τῇ πόλει καὶ τὰ πεμπόμενα." Καὶ δὴ τῷ τρόπῳ τούτῳ ἐπὶ διετῆ χρόνον ἐκ τοῦ κατὰ μέρος ἐρχομένων τῶν Βοσποριανῶν μετὰ τῶν ξενίων πρὸς τὸ μὴ γνωσθῆναι τῇ πόλει τὸν δόλον ἔφερε μὲν αὐτοὺς πεζικῶς ἐκ τοῦ Συμβόλου ὁ τοῦ Ἀσάνδρου υἱός, καὶ μετὰ ἡμέρας τινὰς πάλιν ἐπὶ πάντων πρὸς ἑσπέραν ἀπέλυεν αὐτούς, φησίν, ἐπὶ τὰ ἔξω ὡς δῆθεν βραδέστερον διὰ τὴν ὥραν. Οἱ δὲ ἐξερχόμενοι ἐκ τῆς χώρας ἄχρι τριῶν μιλίων, σκοτίας βαθείας γενομένης, ὑπέστρεφον καὶ ἤρχοντο ἐν τῷ λεγομένῳ Λιμῶνι, καὶ ἐκεῖθεν διὰ καράβου ἔφερεν αὐτοὺς ἐν ταῖς Σώσαις, καὶ διὰ τοῦ παραπυλίου, οὗ εἶχεν ἐν τῷ τείχει, εἰσέφερεν αὐτοὺς ἐν τῷ οἴκῳ αὐτοῦ, μηδενὸς εἰδότος, εἰ μήτι γε τριῶν παίδων αὐτοῦ Βοσποριανῶν καὶ μόνων πιστικῶν αὐτοῦ ὄντων, ἑνὸς μὲν τοῦ ἐν Συμβόλῳ ἀπερχομένου καὶ μηνύοντος ἀναχωρεῖν τοὺς καράβους, ἄλλου δὲ τοῦ ὑποστρέφοντος τοὺς Βοσποριανοὺς καὶ φέροντος ἐν Λιμῶνι, ἑτέρου δὲ τοῦ ἐκ Λιμῶνος μετὰ καράβου ἀποκομίζοντος ἐν ταῖς Σώσαις καὶ ἀποκαθιστῶντος ἐν τῷ τοῦ Λαμάχου οἴκῳ, καὶ δι' ὧν ἐπέτρεφεν αὐτοὺς ἐν ταῖς ἀποθήκαις αὐτοῦ, μήτε τῆς Γυκίας εἰδούσης τὸν δόλον, προσδοκῶν, καθὰ εἴρηται, κατὰ τὴν ἐνιαυσιαίαν ἡμέραν τῆς τοῦ Λαμάχου μνήμης, τῆς πόλεως πάσης εὐφραινομένης τε καὶ ἀποκοιμωμένης, αὐτὸν τὴν νύκτα ἐπαναστῆναι μετὰ τῶν Βοσποριανῶν τε καὶ οἰκείων καὶ ἐμπρῆσαι τὴν πόλιν καὶ πάντας κατασφάξαι. Συναχθέντων δὲ ἐν τῷ διετεῖ χρόνῳ ἐν τῷ τῆς Γυκίας οἴκῳ ἄχρις διακοσίων Βοσποριανῶν, καὶ τῆς μνήμης τοῦ Λαμάχου ἤδη λοιπὸν ἐγγιζούσης, ἐγένετο παιδίσκην τῆς Γυκίας κουβικουλαρέαν, πάνυ αὐτῇ οὖσαν προσφιλεστάτην, πταίσασαν ἀπὸ ὄψεως αὐτῆς γενέσθαι καὶ ἀποκλεισθῆναι αὐτήν. Ἐν ᾧ δὲ οἴκῳ ἀπεκλείσθη ἡ παιδίσκη, ὑποκάτωθεν αὐτοῦ ἦσαν οἱ Βοσποριανοὶ ἐπιτρεφόμενοι. Τῆς δὲ παιδίσκης καθεζομένης καὶ νηθούσης τὸ λίνον, ἐγένετο τὸ σφοντύλιν τῆς ἀτράκτου αὐτῆς ἐκπεσεῖν καὶ κυλισθὲν εἰσελ θεῖν εἰς βαθυτάτην ὀπὴν πρὸς τὸν τοῖχον. Ἡ δὲ ἀναστᾶσα πρὸς τὸ ἐπᾶραι αὐτό, ὁρᾷ αὐτὸ ἐν βαθυτάτῃ ὀπῇ ὄν, καὶ μὴ δυναμένης αὐτῆς ἐκσπάσαι αὐτὸ διὰ τὸ βάθος, ἠναγκάσθη ἐκ τοῦ πάτου τοῦ πρὸς τὸν τοῖχον ἀνασπάσαι ἕνα βήσσαλον πρὸς τὸ τοῦτο ἐπᾶραι, καὶ ὁρᾷ διὰ τῆς ὀπῆς κάτω ἐν τῷ ὑπογέῳ οἴκῳ τὸ πλῆθος τῶν ὄντων ἀνδρῶν. Καὶ ἰδοῦσα εὐφυῶς πάλιν ἀπέθετο ἐν τῷ τόπῳ τὸ βήσσαλον πρὸς τὸ μὴ γνωσθῆναι τοῖς κάτω, καὶ λαθραίως ἀποστείλασα μίαν τῶν παίδων, προσεκαλεῖτο τὴν κυρίαν αὐτῆς τοῦ ἐλθεῖν πρὸς αὐτήν, ὀφείλουσάν τι ἀναγκαῖον ἀκοῦσαι καὶ ἰδεῖν. Ἡ δὲ Γυκία ὑπὸ τοῦ Θεοῦ κατανυγεῖσα ἀπῆλθεν πρὸς τὴν παιδίσκην, καὶ εἰσελθούσης αὐτῆς κατὰ μόνας ἐν τῷ οἰκήματι καὶ κλεισάσης τὴν θύραν, πεσοῦσα ἡ παιδίσκη πρὸς τοὺς πόδας αὐτῆς, εἶπεν·" Δέσποινα, ἐξουσίαν ἔχεις εἰς τὴν ἀχρείαν σου δούλην· πλὴν βούλομαι τῇ κυρίᾳ μου ξένον τι καὶ παράδοξον πρᾶγμα δεῖξαι." Ἡ δὲ Γυκία εἶπεν αὐτῇ·" Ἀφόβως εἰπὲ καὶ δεῖξον, τί τὸ τοιοῦτον;" Ἡ δὲ παιδίσκη ἀπαγαγοῦσα αὐτὴν πρὸς τὸν τοῖχον καὶ εὐφυῶς ἐπάρασα τὸ βήσσαλον λέγει αὐτῇ·" Ὁρᾷς διὰ τῆς ὀπῆς, δέσποινα, τὸν κάτω κρυπτόμενον ὄχλον τῶν Βοσποριανῶν;" Ἡ δὲ Γυκία ἰδοῦσα καὶ ἐκπλαγεῖσα ἐπὶ τῷ πράγματι ἔφη·" Οὐκ ἀργὸν τὸ σκέμμα τοῦτο." Καὶ λέγει τῇ παιδίσκῃ·" Πῶς εὗρες τὸ πρᾶγμα τοῦτο;" Ἡ δὲ παιδίσκη λέγει·" Πάντως, δέσποινα, ὅτι ἐκ θελήματος Θεοῦ ἔπεσεν τὸ σφοντύλιν ἐκ τῆς ἀτράκτου μου, καὶ κυλισθὲν εἰσῆλθεν ἐν τῇ ὀπῇ ταύτῃ καὶ, μὴ δυναμένης μου αὐτὸ ἐπᾶραι, ἠναγκάσθην τὸ βήσσαλον ἀνασπάσαι, καὶ τότε εἶδον αὐτούς." Ἡ δὲ ἐκέλευσεν τῇ παιδίσκῃ ἀποθέσθαι τὸ βήσσαλον εὐφυῶς ἐν τῷ τόπῳ αὐτοῦ, καὶ ἐπιλαβομένη αὐτῆς καὶ περιπλακεῖσα κατεφίλησε γνησίως, καὶ εἶπεν αὐτῇ·" Μηδὲν πτοηθῇς, τέκνον, συγκεχώρηταί σου τὸ πταῖσμα, ὁ γὰρ Θεὸς ἠθέλησέ σε πταῖσαι, ἵνα τὸν δόλον ἡμῖν φανερώσῃ· βλέπε οὖν, ὅσῃ δυνάμει φυλάξαι τὸ πρᾶγμα, καὶ μὴ τολμήσῃς τινὶ τὸ σύνολον τοῦτο θαρρῆσαι." Καὶ λοιπὸν εἶχεν αὐτὴν διόλου μεθ' ἑαυτῆς πλέον τοῦ πρώτου ὡς πιστικὴν αὐτὴν οὖσαν. Καὶ προσκαλεσαμένη ἡ Γυκία δύο τινὰς τῶν συγγενῶν αὐτῆς, πιστικοὺς αὐτῇ ὄντας πάνυ, λέγει αὐτοῖς ἐν τοῖς ἰδιάζουσιν·" Ἀπελθόντες συναγάγετε καθ' ἑαυτοὺς ἐν μυστηρίῳ τοὺς πρωτεύοντας καὶ εὐγενεῖς τῆς πόλεως, καὶ ἐκλεξάσθωσαν τρεῖς ἄνδρας πιστικούς, δυναμένους φυλάξαι μυστήριον καὶ πρᾶγμα ποιῆσαι, καὶ πιστοποιήσουσιν αὐτοὺς οἱ πάντες ἐνόρκως πρὸς τὸ καὶ αὐτοὺς ἐμὲ πληροφορῆσαι, ἐν οἷς μέλλω ἐπερωτᾶν αὐτούς, καὶ ἀποστειλάτωσαν αὐτοὺς πρός με ἐν μυστηρίῳ, καὶ ἔχω αὐτοῖς ἀναγκαῖόν τι καὶ ὠφέλιμον τῇ πόλει θαρρῆσαι, μόνον διὰ τάχους ποιήσατε, ὃ λέγω ὑμῖν." Ἀπελθόντων δὲ τῶν συγγενῶν αὐτῆς καὶ ἐν μυστηρίῳ ταῦτα τοῖς πρωτεύουσιν εἰρηκότων, εὐθέως ἐξελέξαντο τρεῖς ἄνδρας, οὓς ᾔδεσαν αὐτοὶ πιστοὺς εἶναι, καὶ πιστοποιήσαντες αὐτοὺς πάντες ἐν ὅρκῳ, ὅτι εἴ τι συνθῶνται τῇ Γυκίᾳ εἴτε ποιῆσαι, εἴτε δοῦναι, μὴ ἀκυρῶσαι τοὺς λόγους αὐτῶν, ἀλλ' εἰς πέρας ἀγαγεῖν τὰ ὑπ' αὐτῶν συνταττόμενα αὐτῇ. Τούτων δὲ πρὸς τὴν Γυκίαν ἐν μυστηρίῳ ἀπελθόντων, ἐδέξατο αὐτούς, καὶ λέγει αὐτοῖς·" Δύνασθέ με πληροφορῆσαι ἐν ὅρκῳ, περὶ ὧν μέλλω ἐπερωτᾶν ὑμᾶς, ὅτι ποιεῖτε ταῦτα;" Οἱ δὲ εἶπον αὐτῇ·" Ναί, κυρία, ἑτοίμως ἔχομεν, περὶ ὧν μέλλεις ἡμῖν ἐπιζητεῖν, πληροφορῆσαί σε, ὅτι εἰς πέρας ἄγονται οἱ λόγοι σου". Τότε λέγει αὐτοῖς ἡ Γυκία·" Πληροφορήσατέ με, ὅτι ἂν ἀποθάνω, ἐν μέσῳ τῆς πόλεώς με θάπτετε, καὶ λέγω ὑμῖν τὸ μυστήριόν μου· ἰδοὺ βαρὺ ὑμῖν τίποτε οὐκ ἐπιζητῶ." Οἱ δὲ ἄνδρες ἀκούσαντες τοῦτο, μετὰ πάσης προθυμίας ἐπληροφόρησαν αὐτὴν ἐν ὅρκῳ, λέγοντες, ὅτι·" Ἐὰν τελευτήσῃς, ἐν μέσῳ τῆς πόλεώς σε θάψομεν καὶ οὐκ ἐξάξομέν σε ἔξω τῶν τειχῶν." Ἡ δὲ Γυκία πεισθεῖσα τοῖς ὅρκοις αὐτῶν λέγει αὐτοῖς·" Ἐφ' οἷς ἐπληροφορήσατέ με, κἀγὼ λοιπὸν ἐμφαίνω ὑμῖν τὸ μυστήριόν μου· ἰδοὺ εἰδέναι ὑμᾶς θέλω, ὅτι ὁ ἀνήρ μου τὸ ἔμφυτον κακὸν τῆς πόλεως αὐτοῦ ἔχων, τὸ τοῦ δόλου καὶ φθόνου καθ' ἡμῶν, ὄχλον ἐκ τοῦ κατὰ μέρος Βοσποριανῶν ἐν κρυφῇ εἰσαγαγὼν ἐν τῷ οἴκῳ μου, ἄχρις διακοσίων ψυχῶν ἐνόπλων διατρέφει, ἐμοῦ μὴ εἰδυίας τὸ πρᾶγμα· ἀλλ' ὁ Θεὸς νῦν διὰ προφάσεως ἐφανέρωσέν μοι αὐτό. Αὐτὸς οὖν ταύτην ἔχει τὴν σκέψιν, ἐφ' ᾧ τε, φησίν, εἰς τὴν μνήμην τοῦ πατρός μου διδούσης μου τὴν εὐφρασίαν τῇ πόλει, καὶ εὐφρανθέντων ὑμῶν καὶ ἀποκοιμωμένων, αὐτὸν τὴν νύκτα ἐπαναστῆναι μετὰ τῶν συνόντων αὐτῷ Βοσποριανῶν τε καὶ οἰκείων, καὶ βαλεῖν ἐμπρησμὸν ἐν τοῖς οἴκοις ὑμῶν καὶ κατασφάξαι πάντας ὑμᾶς. Ἰδοὺ λοιπὸν φθάζει καὶ ἡ μνήμη τοῦ πατρός μου, καὶ δέον μέν ἐστι πρὸς τὸν ὅρκον μου δοῦναι ὑμῖν κατὰ τὸ ἔθος τὰ τῆς εὐφρασίας, πάντα γὰρ ἑτοίμως ἔχω. Θελήσατε οὖν πάντες προσδραμεῖν χαίροντες καὶ ζητῆσαι καὶ λαβεῖν πάντα προθύμως πρὸς τὸ μήπω νοῆσαι αὐτόν, ὅτι ἔγνωμεν τὸ πρᾶγμα, καὶ ἄφνω ἐμφύλιος πόλεμος γένηται. Θελήσατε οὖν καὶ δημοσίως κατὰ τὸ ἔθος εὐφραίνεσθαι, συμμέτρως δέ, καὶ χορεύειν ἐν ταῖς πλατείαις, ἑτοιμάσατε δὲ ἕκαστος ἐν τοῖς οἴκοις ὑμῶν ξύλα τε καὶ φορτία καὶ δᾷδας στεγνὰς πρὸς τό, μισοποιούντων ὑμῶν τὰς εὐφρασίας καὶ τοὺς χορούς, δόξασθαι πρὸς ἀνάπαυσιν ὑμῶν ἀπιέναι, καὶ ἐμοῦ δὲ ταχέστερον μισοποιησάσης καὶ κελευούσης ἀσφαλισθῆναι τοὺς πυλεῶνάς μου, ὑμεῖς εὐθέως ἐν ἡσυχίᾳ πολλῇ σὺν παισὶ καὶ παιδίσκαις ὑμῶν πανοικὶ παρενέγκαντες τὰ ξύλα καὶ φορτία καὶ δᾷδας, παράθετε αὐτὰ ἐν τοῖς πυλεῶσί μου καὶ παραπυλίοις καὶ κύκλῳ τῆς οἰκίας πάσης, ἐπιχέοντες καὶ ἔλαιον τοῖς ξύλοις πρὸς τὸ τάχιον ἁφθῆναι, καὶ ἡνίκα ἐξέλθω ἐγὼ καὶ εἴπω ὑμῖν, εὐθέως βάλετε τὴν πυράν, καὶ ὑμεῖς δὲ ἐν ὅπλοις παραστήκετε κύκλῳ τῆς οἰκίας, ἵνα ὅπου τινὰς θεωρήσετε ἐκπηδῶντας ἐκ τοῦ οἴκου διὰ θυρίδος, τούτους κατασφάζητε. Ἀπελθόντες οὖν τὸ μυστήριον τοῦτο λαλήσατε καὶ ἑτοιμάσατε πάντα, ἃ εἶπον ὑμῖν." Οἱ δὲ πολῖται ταῦτα ἀκούσαντες ἀπὸ τῶν τριῶν ἀνδρῶν, ἐποίησαν πάντα ἐν συντομίᾳ κατὰ τὸν λόγον τῆς Γυκίας. Ἐνστάσης δὲ τῆς μνημοσύνου ἡμέρας, ὡς δῆθεν χαιρομένη ἡ Γυκία μετεπέμψατο τοὺς τῆς πόλεως ἄνδρας, προτρεπομένη τοῦ λαβεῖν αὐτοὺς τὰ τῆς εὐφρασίας. Συνέτρεχε δὲ καὶ ὁ ἀνὴρ αὐτῆς ἐπὶ τοῦτο, καὶ παρεκάλει πλεῖον οἶνον δοθῆναι αὐτοὺς ἐπὶ τῇ εὐφρασίᾳ. Οἱ δὲ πολῖται ἀσμένως πάντα δεξάμενοι εὐφραίνοντο, καθὼς παρηγγέλθησαν, καὶ ἐχόρευον τὴν πᾶσαν ἡμέραν, φθασάσης δὲ τῆς ἑσπέρας, ἤρξαντο μισοποιεῖν οἱ πολῖται καὶ ἀπιέναι ἐν τοῖς οἴκοις αὐτῶν τοῦ ἀναπαῆναι, εὐφραίνοντο δὲ πανοικί. Καὶ ἡ Γυκία ἐν τῷ οἴκῳ αὐτῆς προτρεπομένη πάντας τοὺς αὐτῆς ἀδεῶς πίνειν πρὸς τὸ μεθυσθέντας αὐτοὺς τάχιον κοιμηθῆναι, μόνον ταῖς κουβικουλαρίαις αὐτῆς παρήγγειλεν τοῦ νήφειν, καὶ ἑαυτὴν τοῦ οἴνου ἐφύλαττεν. Εὑρηκυῖα γὰρ ποτήριον πορφυροῦν δέδωκεν τῇ κουβικουλαρέᾳ αὐτῆς, τῇ τὸ πρᾶγμα εἰδούσῃ, καὶ παρήγγειλεν αὐτῇ ἐν αὐτῷ αὐτὴν κιρνᾶν σὺν ὕδατι. Ὁ δὲ ἀνὴρ αὐτῆς θεωρῶν τὸ πορφυροῦν ποτήριον, οὐχ ὑπενόει σὺν ὕδατι αὐτὴν πίνειν. Τῆς δὲ ἑσπέρας φθασάσης, καὶ τῶν πολιτῶν, ὡς ἤδη εἶπον, μισοποιησάντων, λέγει τῷ ἀνδρὶ αὐτῆς ἡ Γυκία·" Εὐφρανθέντων ἡμῶν, δεῦρο λοιπὸν ἀναπαυθῶμεν καὶ ἡμεῖς." Ὁ δὲ ἀνὴρ αὐτῆς ἀκούσας μᾶλλον ἐχάρη, καὶ ἔσπευσεν τοῦ κοιμηθῆναι· οὐ γὰρ ἠδύνατο ἀφ' ἑαυτοῦ εἰπεῖν τοῦτο, μήπως ὑπόνοιαν δῷ τῇ γυναικί, περὶ οὗ ἐβουλεύετο δόλου. Κελεύει οὖν ἡ Γυκία ἀσφαλισθῆναι τοὺς πυλεῶνας καὶ πάντα τὰ παραθύρια καὶ ἐνεχθῆναι αὐτῇ τὰς κλεῖς κατὰ τὸ ἔθος. Καὶ τούτου γενομένου, λέγει ἐν τῷ λεληθότι τῇ πιστῇ αὐτῆς κουβικουλαρέᾳ, τῇ τὸν δόλον εἰδούσῃ, ὅτι·" Θέλησον σὺν ταῖς λοιπαῖς κουβικουλαρέαις εὐφυῶς ἐπᾶραι πάντα τὰ κόσμιά μου καὶ τὸ χρυσίον, καὶ εἴ τι χρήσιμον δύνασθε ἐγκολπίσασθαι, καὶ ἑτοιμάσατε ἑαυτάς, ἵνα, ὅταν εἴπω ὑμῖν, ἀκολουθήσητέ μοι." Αἱ δὲ ποιήσασαι κατὰ τὴν κέλευσιν αὐτῆς ἦσαν ἕτοιμαι. Τοῦ δὲ ἀνδρὸς αὐτῆς δῆθεν ἀνακλιθέντος τοῦ ἐκ συντόμου κοιμηθῆναι καὶ διὰ τάχους αὐτὸν πάλιν ἀναστῆναι πρὸς ἐπιβουλὴν τῆς πόλεως, ἡ δὲ Γυκία παρέσυρεν τοῦ καθευδῆσαι, ἕως ἂν πᾶσα ἡ φαμιλία αὐτῶν ἐκοιμήθη. Ὁ δὲ ἀνὴρ αὐτῆς ἐκ τοῦ πολλοῦ πότου ἀφύπνωσεν. Ἡ δὲ Γυκία ἰδοῦσα τοῦτον κοιμηθέντα, εὐφυῶς τὸν κοιτῶνα τῷ κλειδίῳ ἠσφαλίσατο, ἀποκλείσασα τὸν ἄνδρα καὶ κατελθοῦσα ἐκ τοῦ οἴκου σὺν ταῖς κουβικουλαρέαις αὐτῆς, ἐξελθοῦσα τῶν παραπυλίων ἡσύχως καὶ κλείσασα, εὐθέως ἐπέτρεψεν τοὺς τῆς πόλεως διὰ τάχους βληθῆναι τὸ πῦρ κύκλῳ τοῦ οἴκου. Βληθέντος δὲ τοῦ πυρός, καὶ τοῦ οἴκου ἀναφθέντος, εἴ πού τις τῶν ἔσωθεν ὄντων ἠδυνήθη ἐκπηδῆσαι ἢ ἑαυτὸν ῥίψαι, ὑπὸ τῶν πολιτῶν κατεσφάγη. Τοῦ δὲ οἴκου παντὸς καὶ τῶν ἐν αὐτῷ ἕως ἐδάφους καταφλεχθέντων, διέσωσεν ὁ Θεὸς τὴν Χερσωνιτῶν πόλιν ἐκ τῶν ἐπιβούλων Βοσποριανῶν. Ἡ δὲ Γυκία, βουλομένων τῶν πολιτῶν τὴν καταφλεχθεῖσαν αὐτῆς οἰκίαν ὀρύξαι καὶ καθᾶραι τὸν τόπον πρὸς οἰκοδομήν, οὐκ εἴασεν, ἀλλὰ μᾶλλον ἐπέτρεψεν πάσῃ τῇ πόλει φέρειν ἕκαστον αὐτῶν καὶ ἐκχύνειν αὐτόθι τὴν πᾶσαν αὐτῶν κοπρίαν πρὸς τὸ ἐν αὐτοῖς καταχωσθῆναι τὴν πᾶσαν αὐτῆς οἴκησιν, ὡς πρὸς ἐπιβουλὴν τῆς πόλεως γενομένην· διὸ καὶ ἐκλήθη ὁ τόπος Λαμάχου Σκοπὴ ἕως τῆς σήμερον. Τούτων οὖν ἁπάντων οὕτως γενομένων, ἰδόντες οἱ Χερσωνῖται τὴν τοιαύτην ἄπειρον ὑπὸ τῆς Γυκίας εἰς αὐτοὺς μετὰ Θεὸν γενομένην εὐεργεσίαν, καὶ ὅτι οὐδενὸς τῶν αὐτῆς τὸ σύνολον ἐφείσατο, ἀλλὰ τὴν σωτηρίαν τῆς πόλεως προετιμήσατο, ὑπὲρ τῆς τοιαύτης μισθαποδοσίας δύο χαλκοῦς ἀνδριάντας πρὸς τιμὴν αὐτῆς ἐν τῇ πλατείᾳ τῆς πόλεως ἀνήγειραν, νεάζουσαν αὐτὴν τῇ ἡλικίᾳ δεικνύοντες, καθ' ὃν καιρὸν ἦν τότε συμβαίνουσα, ἐν τούτοις δεικνύοντες καὶ τὴν αὐτῆς ἄφατον εὐεργεσίαν καὶ στοργὴν περὶ τοὺς πολίτας, ὅτι καὶ ἐν ἡλικίᾳ νέᾳ οὖσα οὕτως ἐφρόνησεν τὴν ἰδίαν πατρίδα μετὰ Θεὸν περισῶσαι. Ἐν μὲν γὰρ τῇ μιᾷ στήλῃ σωφρόνως αὐτὴν κεκαλλωπισμένην στήσαντες καὶ τὰ τῆς ἐπιβουλῆς τοῦ οἰκείου ἀνδρὸς τοῖς πολίταις ἐμφαίνουσαν, ἐν δὲ τῇ ἑτέρᾳ ἐναγώνιον αὐτὴν καὶ ἐπαμυνομένην κατὰ τῶν τῆς πόλεως ἐπιβούλων ἀποδεικνύοντες, ἐν οἷς καὶ ἐπέγραψαν ἐν τῇ τοῦ ἀνδριάντος αὐτῆς βάσει ἅπασαν τὴν ὑπ' αὐτῆς μετὰ Θεὸν γενομένην τοῖς πολίταις εὐεργεσίαν. Εἴπερ μέλλει τις εἶναι φιλόκαλος, τῆς αὐτῆς συνεχῶς κατὰ καιρὸν τὴν βάσιν ἀποσμήχει πρὸς τὴν τῶν ἐν αὐτῇ γενομένων ἀνάγνωσίν τε καὶ ὑπόμνησιν τῶν ὑπ' αὐτῆς γενομένων, ἔλεγχον δὲ τῶν ἐπιβούλων Βοσποριανῶν. Μετὰ δὲ χρόνους τινάς, στεφανηφοροῦντος καὶ πρωτεύοντος τῆς Χερσωνιτῶν Στρατοφίλου, τοῦ Φιλομούσου, πάνυ σοφωτάτη οὖσα ἡ Γυκία καὶ θέλουσα δοκιμάσαι τοὺς Χερσωνίτας καὶ γνῶναι, εἰ ἄρα ἀληθῶς μέλλουσιν τὴν τοῦ ὅρκου ὑπόσχεσιν ἐκπληροῦν καὶ θάπτειν αὐτὴν ἐν μέσῳ τῆς πόλεως, συλλογισαμένη μετὰ τῶν παιδισκῶν αὐτῆς, ἐποίησεν ἑαυτήν τινα ἀηδιζομένην καὶ ἀποθανοῦσαν. Καὶ κηδεύσασαι αὐτὴν αἱ παιδίσκαι, ἐμήνυσαν τοῖς πολίταις λέγουσαι, ὅτι·" Ἡ κυρία ἡμῶν ἐτελεύτησεν, καὶ ἐν ποίῳ τόπῳ μέλλει θάπτεσθαι, ὑποδείξατε ἡμῖν." Οἱ δὲ Χερσωνῖται ἀκούσαντες, ὅτι τέθνηκεν ἡ Γυκία, σκεψάμενοι καθ' ἑαυτούς, οὐκέτι τὸ ἱκανὸν τοῦ ὅρκου ἔσπευσαν ποιῆσαι, ὥστε ἐν μέσῳ τῆς πόλεως αὐτὴν ταφῆναι, ἀλλὰ ἄραντες αὐτὴν ἐξήνεγκαν ἔξω τῆς πόλεως θάψαι. Ἀποτεθέντος δὲ τοῦ κραββάτου πρὸς τὸ μνῆμα, ἀνακαθίσασα ἡ Γυκία καὶ περιβλεψαμένη πάντας τοὺς πολίτας, λέγει·" Αὕτη ὑμῶν ἐστιν ἡ μεθ' ὅρκου ὑπόσχεσις; Οὕτως ἀληθεύετε περὶ πάντων; Ἄβαλε λοιπὸν τῷ πιστεύοντι Χερσωνίτῃ πολίτῃ." Οἱ δὲ Χερσωνῖται ἰδόντες τὴν ὑπ' αὐτῆς γενομένην αὐτῶν χλεύην, αἰσχυνθέντες μεγάλως ἐπὶ τῷ γεγονότι τῆς παραβασίας πράγματι, παρεκάλουν αὐτὴν πολλὰ τοῦ ἡσυχάσαι καὶ παραχωρῆσαι αὐτοῖς τὸ πταῖσμα καὶ μὴ ἐπὶ πλεῖον ὀνειδίζειν αὐτοῖς. Λοιπὸν δευτέροις ὅρκοις αὐτὴν ἐπιστώσαντο, ὥστε μηκέτι ἔξω τῆς πόλεως θάψαι αὐτήν, ἀλλ' ἐν μέσῳ τῆς πόλεως, ὃ δὴ καὶ ἐποίησαν. Καὶ γὰρ αὐτῆς ζώσης ἔτι, ἐν ᾧ τόπῳ ᾑρετίσατο, τὴν σορὸν αὐτῆς ἐστήσαντο, καὶ ἀνδριάντα χαλκοῦν καὶ ἕτερον ἤγειραν, καὶ τοῦτον χρυσώσαντες ἔστησαν πρὸς τῇ ταφῇ αὐτῆς πρὸς περισσοτέραν πίστωσιν. Ἰστέον, ὅτι ἔξω τοῦ κάστρου Ταμάταρχα πολλαὶ πηγαὶ ὑπάρχουσιν ἄφθαν ἀναδιδοῦσαι. Ἰστέον, ὅτι ἐν Ζιχίᾳ πρὸς τὸν τόπον τῆς Πάγης, τῆς οὔσης εἰς τὸ μέρος τῆς Παπαγίας, ἐν ᾧ κατοικοῦσι Ζιχοί, ἐννέα πηγαὶ εἰσὶν ἄφθαν ἀναδιδοῦσαι, πλὴν οὐχ ὁμοχροοῦσιν τῶν ἐννέα πηγῶν τὰ ἔλαια, ἀλλὰ τὰ μὲν ἐξ αὐτῶν εἰσιν ἐρυθρά, τὰ δὲ ξανθά, τὰ δὲ μελανώτερα. Ἰστέον, ὅτι ἐν Ζιχίᾳ ἐν τῷ τόπῳ τῷ καλουμένῳ Πάπαγι, ἐν ᾧ καὶ πλησίον ἔστι χωρίον ἐπονομαζόμενον Σαπαξί, ὃ ἑρμηνεύεται" κονιορτός", ἔστιν ἐκεῖσε βρύσις ἄφθαν ἀναδιδοῦσα. Ἰστέον, ὅτι καὶ ἑτέρα βρύσις ἔστιν ἐκεῖσε ἄφθαν ἀναδιδοῦσα ἐν τῷ χωρίῳ τῷ καλουμένῳ Χαμούχ. Τὸ δὲ Χαμούχ ἐστιν ὄνομα τοῦ συστησαμένου ἀρχαίου ἀνδρὸς τὸ χωρίον· τὸ οὖν χωρίον ἐκεῖνο διὰ τοῦτο ἐκλήθη Χαμούχ. Ἀπέχουσι δὲ οἱ τοιοῦτοι τόποι ἀπὸ τῆς θαλάσσης ὁδὸν ἰδιοκαβάλλου ἡμέρας μιᾶς. Ἰστέον, ὅτι ἐν τῷ θέματι Δερζηνῆς πλησίον τοῦ χωρίου τοῦ Σαπικίου καὶ τοῦ χωρίου τοῦ ὀνομαζομένου Ἐπισκοπείου, ἔστιν πηγὴ ἄφθαν ἀναδιδοῦσα. Ἰστέον, ὅτι ἐν τῷ θέματι τοῦ Τζιλιάπερτ ὑπὸ τὸ χωρίον τὸ Σρεχιαβαρὰξ ἔστιν ἐκεῖσε πηγὴ ἄφθαν ἀναδιδοῦσα. Ἰστέον, ὅτι εἰ ἀντάρωσί ποτε οἱ τοῦ κάστρου Χερσῶνος, ἢ ἐναντία τῶν βασιλικῶν κελεύσεων βουληθῶσι διαπράξασθαι, ὀφείλουσιν τηνικαῦτα, ὅσα εὑρεθῶσιν ἐν τῇ πόλει Χερσωνίτικα καράβια, μετὰ τοῦ γόμου αὐτῶν εἰσκομίζεσθαι, οἱ δὲ ναῦται καὶ ἐπιβάται Χερσωνῖται ἵνα δεσμεύωνται καὶ ἐναποκλείωνται εἰς τὰ ἐργαλεῖα, εἶθ' οὕτως ὀφείλουσιν ἀποσταλῆναι τρεῖς βασιλικοί· εἷς μὲν ἐν τῇ παραλίᾳ τοῦ θέματος τῶν Ἀρμενιάκων, ἕτερος δὲ ἐν τῇ παραλίᾳ τοῦ θέματος Παφλαγονίας καὶ ἄλλος ἐν τῇ παραλίᾳ τοῦ θέματος τῶν Βουκελλαρίων, ἵνα πάντα τὰ Χερσωνίτικα καράβια κρατῶσιν, καὶ τὸν μὲν γόμον καὶ τὰ καράβια εἰσκομίζωσιν, τοὺς δὲ ἀνθρώπους δεσμεύωσι καὶ ἐναποκλείωσιν εἰς δημοσίους φυλακάς, καὶ ἀναγάγωσι περὶ τούτων, καὶ ὡς ἂν δέξωνται. Πρὸς τούτοις ἵνα οἱ τοιοῦτοι βασιλικοὶ κωλύωσι καὶ τὰ Παφλαγονικὰ καὶ Βουκελλαρικὰ πλοῖα καὶ πλαγίτικα τοῦ Πόντου τοῦ μὴ διαπερᾶν ἐν Χερσῶνι μετὰ σίτου ἢ οἴνου ἢ οἱασδήποτε χρείας ἢ πραγματείας. Εἶθ' οὕτως ὀφείλει δέξασθαι καὶ ὁ στρατηγὸς τοῦ κόψαι καὶ τὰς δέκα λίτρας, τὰς διδομένας ἀπὸ τοῦ δημοσίου εἰς τὸ κάστρον Χερσῶνος, καὶ τὰς δύο τοῦ πάκτου, καὶ τηνικαῦτα ἀναχωρῆσαι ἀπὸ Χερσῶνος τὸν στρατηγὸν καὶ ἀπελθεῖν ἐν ἑτέρῳ κάστρῳ καὶ καθεσθῆναι ἐκεῖσε. Ὅτι ἐὰν οὐ ταξιδεύσωσιν οἱ Χερσωνῖται εἰς Ῥωμανίαν, καὶ πιπράσκωσι τὰ βυρσάρια καὶ τὰ κηρία, ἅπερ ἀπὸ τῶν Πατζινακιτῶν πραγματεύονται, οὐ δύνανται ζῆσαι. Ὅτι ἐὰν μὴ ἀπὸ Ἀμινσοῦ καὶ ἀπὸ Παφλαγονίας καὶ τῶν Βουκελλαρίων καὶ ἀπὸ τῶν πλαγίων τῶν Ἀρμενιάκων περάσωσι γεννήματα, οὐ δύνανται ζῆσαι οἱ Χερσωνῖται.

Intertext edge

Open linked passage

Note