De contionibus militaribus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Νῦν δέ, ὥσπερ μὴ ἀρκούμενοι τοῖς προτέροις καὶ μικρὰ ταῦτα πρὸς τὸ ἐν ὑμῖν ζέον τῆς ἀγάπης ἡγούμενοι, αὐτούς, οὓς εἴχομεν κρείττονας τῶν θεραπόντων, εὐνουστάτους, πιστοτάτους, ἀξιολογωτάτους, φρονήσει καὶ πείρᾳ διαπρέποντας καὶ πλείω τῶν ἄλλων παρ' ἡμῶν τιμωμένους πρὸς ὑμᾶς ἐξεπέμψαμεν, ἵνα καὶ τοῦτο σκοπεῖν ἔχοιτε, ὅτι ἐξ αὐτῶν τῶν σπλάγχνων ἡμῶν καὶ τῆς καρδίας τούτους ἀποσπάσαντες εἰς ἡγεμόνας καὶ κυβερνήτας ὑμῶν προεστησάμεθα. πρῶτα μὲν τοὺς ἀνδρειοτάτους καὶ γενναιοτάτους ἐξ ὑμῶν ἐκλέξασθαί τε καὶ τῶν ἄλλων ἀποχωρίσαι, ἵνα μὴ τῆς ἐκείνων ἀνανδρίας τὸ ὑμῶν ἀνδρεῖον ἐπισκιαζούσης καὶ συγκαλυπτούσης ἀφανῆ καὶ ἀδιάγνωστα τὰ τῆς ὑμῶν ἀρετῆς διαμείνοι, ἀντὶ δὲ τούτων οὓς ἂν ἐκεῖνοι ἐκλέξωνται ἀντεισάξωσιν, καὶ διὰ τοιαύτης παρασκευῆς καὶ ἐκλογῆς καὶ φιλοπόνου καὶ ἐμμερίμνου σπουδῆς τὰ φιλόχριστα ἡμῶν τάγματά τε καὶ θέματα πρὸς τὸ κρεῖττον καὶ ἄμεινον μεταγάγωσιν, ὡς ἐκ μόνης φήμης καταπτοεῖν τὸ ἀντίπαλον.