Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De contionibus militaribus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ἐπεὶ δὲ διὰ γραμμάτων τῶν αὐτῶν περιφανεστάτων ἀνδρῶν καὶ ἀξιολογωτάτων ἡμῶν θεραπόντων ἀνεδιδάχθημεν, ὡς ἤδη κατὰ τὴν ἡμετέραν πρόσταξιν, μᾶλλον δὲ κατὰ τὴν τοῦ Θεοῦ νεῦσιν καὶ ῥοπὴν πᾶν μὲν τὸ ἀχρεῖον καὶ πρὸς πολέμους ἀνεπιτήδειον ἀπεβάλοντο, ὅσον δὲ γενναῖον καὶ χρήσιμον καὶ τῶν ἄλλων προκινδυνεῦον προὔκρινάν τε καὶ εἰς πολέμους ἀφώρισαν, καὶ πάσῃ ἐπιμελείᾳ καὶ σπουδῇ καὶ φιλοπόνοις ἀγρυπνίαις πρὸς εὐταξίαν καὶ κατάστασιν ὑμῶν ἐχρήσαντο,– καὶ μέλλουσιν οἱ τοιοῦτοι τῆς βασιλείας ἡμῶν δοῦλοι ἀναλαβέσθαι ὑμᾶς, ὡς ἤδη κατηρτισμένους καὶ ἡτοιμασμένους καὶ πρὸς ταξείδιον ἀποκινῆσαι καὶ κατὰ τῶν ἐχθρῶν ὁρμῆσαι, ὅπου παρὰ τῆς βασιλείας ἡμῶν διωρίσθησαν, ἡ μὲν χαρὰ ἡμῶν εἰς τὸ ἀπειροπλάσιον ηὐξήθη, καὶ δάκρυσιν ἅμα καὶ ἡδονῇ συσχεθέντες ἑαυτοὺς μὲν ἀναξίους εἰς ἱκεσίαν τοῦ Θεοῦ ἡγησάμεθα, τοὺς δὲ τιμιωτάτους καὶ ἁγίους πατέρας τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς προσκαθεζομένους πρὸς δεήσεις ἐκκαλεσάμενοι καὶ πρὸς ἱκεσίας προτρεψάμενοι αὐτοὺς ἀδιαλείπτως καὶ ἀγρύπνως ὑπὲρ ὑμῶν προσεύχεσθαι διεταξάμεθα. ἀλλὰ καὶ ἐν ταῖς τῆς θεοφυλάκτου πόλεως ἐκκλησίαις καὶ τοῖς εὐαγέσι μοναστηρίοις τὸ αὐτὸ τοῦτο ποιεῖν διεκελευσάμεθα, ἵνα τῆς τούτων πάντων δεήσεως εἰς ὦτα κυρίου Σαβαὼθ ἀναβαινούσης καὶ συγκιρναμένης καὶ συνενουμένης τῇ ὑμετέρᾳ προθυμίᾳ καὶ πρὸς ἡμᾶς πίπτει, εὔκολος ὑμῖν καὶ ἀπρόσκοπος ἡ παροῦσα γένηται ὁδός. ἐπεὶ οὖν τὸ θαρρεῖν ἔκ τε τῆς τοῦ φιλανθρώπου Θεοῦ προνοίας καὶ βοηθείας ἔχομεν, ἔκ τε τῆς ἁγίας εὐχῆς τῶν ἱερῶν καὶ ὁσίων πατέρων, ἔκ τε τῆς ὑμετέρας ἐπαινετῆς ἀνδρείας καὶ εὐτολμίας, δέξασθε καὶ τὴν ἡμετέραν παραίνεσιν ὡς ἐκ πατρὸς φιλοστόργου καὶ τὰ σπλάγχνα περὶ ὑμῶν διακαιομένου καὶ μυρίαις φροντίσι καθ' ἑκάστην ὑπὲρ ὑμῶν συνεχομένου.

Intertext edge

Open linked passage

Note