De contionibus militaribus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Τεκνία πιστὰ καὶ ἀγαπητά, στράτευμα ἱερόν τε καὶ θεοσύλλεκτον· νῦν– εἴπερ ποτὲ– καιρὸς ἥκει τὴν ὑμῶν ἀνδρείαν φανερωθῆναι, τὴν ὑμῶν εὐτολμίαν διαγνωσθῆναι, τὸ ἐπαινετὸν θάρσος πᾶσι δῆλον γενέσθαι. εἰ γὰρ καὶ πολλάκις ἐν τοῖς παρελθοῦσι χρόνοις κατὰ τῶν ἐχθρῶν ἠνδραγαθήσατε καὶ κατ' αὐτῶν ἠριστεύσατε, ἀλλὰ τὰ μὲν ἐπράττετο κατὰ συμβεβηκὸς καὶ τύχην ἄστατον καὶ ἀνώμαλον, τὰ δὲ κατ' ἐπιτήδευσιν καὶ τέχνην ἀνδρείας μὲν ὀνόματι κεχρωσμένην, ἀνανδρίας δὲ πράγματι γνωριζομένην, καὶ οὔτε τὰ τῶν ἀνδρείων καθαρῶς διεγινώσκετο, οὔτε τὰ τῶν ἀνάνδρων διεκρίνετο, ἀλλ' ὥσπερ ἐν συγχύσει καὶ σκοτομήνῃ ἢ νυκτομαχίᾳ τὰ καθ' ὑμᾶς συνεζοφοῦτο καὶ συνεκαλύπτετο. ἐπεὶ δὲ ἡ νῦν διὰ τῶν πιστοτάτων ἡμῶν δούλων καὶ γνησίων θεραπόντων γεγονυῖα ἐκλογὴ ἑκάστου ὑμῶν τήν τε ἀνδρείαν καὶ γενναιότητα ἐφανέρωσεν, καὶ τοὺς πάλαι φθονερῶς (οὐκ οἷδα εἰπεῖν ἢ φιλαλήθως) καλυπτομένους καὶ ἀγνοουμένους εἰς φῶς προελθεῖν καὶ ἀναγνωρισθῆναι ἑκάστου ὑμῶν τὸ ἀνδρεῖον, τὸ εὔτολμον, τὸ καρτερι κόν, καὶ ὑμεῖς μὲν δίκην καθαροῦ σίτου εἰς ἐκλογὴν προεκρίθητε, οἱ δ' ἄλλοι ὥσπερ ζιζάνια συναυξηθέντα τῷ σίτῳ ἀπερρίφησάν τε καὶ ἀπεβουκολήθησαν, δείξατε τὴν ὑμῶν κατὰ τῶν ἐχθρῶν ἀνυπόστατον ὁρμὴν καὶ καρτερίαν. χωρήσατε κατ' αὐτῶν, καὶ χωρήσατε οὐκ ἐνδοιάζοντες, οὐ μετοκλάζοντες καὶ εἰς τὰ ὀπίσω χωροῦντες, ἀλλ' εἰς τὰ ἔμπροσθεν ἐπεκτεινόμενοι. ἔχετε τοὺς τὴν ὑμῶν κατοψομένους ἀνδρείαν τοὺς ἀντιπροσώπους τῆς βασιλείας ἡμῶν καὶ τὸν τόπον ἡμῶν ἀναπληροῦντας. ἔχετε τούτους καὶ διὰ λόγων καὶ δι' ἔργων τὸ ὑμῶν διεγεροῦντας πρόθυμον. δείξατε τούτοις τὴν ἐνοῦσαν ὑμῖν ἐκ φύσεως γενναιοτάτην καὶ καρτερὰν ἔνστασιν· ἰδέτωσαν ὑμῶν τοὺς ἰσχυροὺς βραχίονας κατ' ἐχθρῶν ἀγωνιζομένους, καὶ θαυμασάτωσαν, καὶ Θεὸν ἐν τούτῳ δοξασάτωσαν. ἐγὼ μὲν γὰρ ὅλος πρὸς ὑμᾶς ἀνακείμενος καὶ ἐν αὐταῖς ταῖς καρδίαις ὑμῶν ὥσπερ ἐμβατεύων καὶ εἰσοικιζόμενος τοσοῦτον τῷ πρὸς ὑμᾶς ἔρωτι καὶ τῷ πόθῳ διεκινήθην καὶ ἀνεκράθην, ὥστε καὶ ἑτοιμασθῆναι καὶ εὐτρεπισθῆναι καὶ Θεοῦ συνευδοκοῦντος καὶ ἐπινεύοντος συνεκστρατεῦσαι μεθ' ὑμῶν, καὶ δι' ὄψεως αὐτῆς βεβαιωθῆναι, ἃ διὰ τῶν λόγων πάλαι προενηχούμην καὶ ἤκουον.