Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De contionibus militaribus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Εἰ οὖν ἐστιν καὶ ἐν ὑμῖν τις πόθος τοῦ θεάσασθαι ἡμᾶς τε καὶ τὸν ἡμέτερον υἱὸν συνιππότας ὑμῶν καὶ συνοπλίτας καὶ συστρατιώτας, νῦν διὰ τῶν ἔργων αὐτῶν τὸν τοιοῦτον βεβαιώσατε πόθον, διὰ τῶν πραγμάτων τὴν πρὸς ἡμᾶς ἐγκάρδιον ἀγάπην αὐξήσατε, ἵνα ταῖς ὑμῶν ἀριστείαις καὶ νίκαις καὶ κατὰ τῶν ἐχθρῶν ἐπικρατείαις καὶ τοῖς ἀηττήτοις τροπαίοις νευρούμενος καὶ θαρσοποιούμενος προθυμότερος γενήσομαι τὴν μεθ' ὑμῶν ἐκστρατείαν ἀσπάσασθαι. πρότερον μὲν γὰρ ὑπέτρεχέ τις φήμη περὶ τοῦ δυσσεβεστάτου Χαμβδᾶ καὶ τῶν μισοχρίστων Ταρσιτῶν, ὡς εἰσὶν ἀνδρεῖοί τε καὶ λαὸν πρὸς πολέμους ἄμαχον κέκτηνται, ἐξ οὗ πτοούμενοι καὶ καταχαυνούμενοι τὴν πρὸς ἐκείνους συμπλοκὴν ὑπεφεύγετε· ἀλλὰ νῦν τοῦτο οὐκ ἔστιν· ὡς γὰρ καὶ αὐτοὶ γινώσκετε, ὅτι ἀποσταλεὶς ὁ δεῖνα μετὰ καὶ τῶν λοιπῶν στρατηγῶν πρὸ καιροῦ τινος κατὰ τῶν χωρῶν καὶ κάστρων τῆς θεολέστου Ταρσοῦ, καὶ εἰς τὰ ἐνδότατα τούτων εἰσελθών, καὶ πάσῃ προθυμίᾳ καὶ λόγοις προτρεπτικοῖς τὸν σὺν αὐτῷ λαὸν καθοπλίσας ὁποῖον εἰργάσατο ταξείδιον, καὶ ὁπόσους ἐχειρώσατο καΐτας καὶ λαὸν πλεῖστον τῶν Ταρσιτῶν, οὐδένα ὑμῶν διέλαθεν. ἀλλὰ καὶ ὁ ἀποσταλεὶς λαὸς πρὸ μικροῦ ἐν Μεσοποταμίᾳ, μετὰ τοῦ Πατρικίου ὁ δεῖνα καὶ τῶν λοιπῶν καὶ τὸ γενναῖον τοῦ Χαμβδᾶ καὶ ἀκαταγώνιστον– ὡς ᾤετο– σύστημα τοῦ στρατεύματος αὐτοῦ καταβαλὼν καὶ ἀπονητὶ χειρωσάμενος πάντως πείσει τὰς ὑμετέρας ψυχὰς εὐτολμοτέρας γενέσθαι, καὶ θαρραλεωτέρας πρὸς τὴν κατὰ τῶν ἐχθρῶν συμπλοκήν.

Intertext edge

Open linked passage

Note