Constantinus Porphyrogenitus PG 112-113
De insidiis
Insi 151.2.1
Choose a text
More by Constantinus Porphyrogenitus
—
Pg Scrape Grc
151.2.1
10. Ὅτι Περτίναξ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν ἐξερχόμενος ἀπὸ τοῦ παλατίου ὢν ἐνιαυτῶν οʹ. 11. Ὅτι καὶ Δίδιος ὁ καὶ Σίλβιος ἐσφάγη ὑπὸ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου Ῥώμης ἔσω ὡς προσεῖχε τοῖς ἰχθύσι κατὰ σκευὴν τῶν μετ' αὐτόν. ἦν δὲ ἐνιαυτῶν ξʹ. 158 12. Ὅτι ἐπὶ Σεβήρου ἐτυράννησε συγκλητικός τις Νίγερτος κατελθὼν κατὰ Περσῶν. ὃς μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης Πέρσαις, ἀκούσας ὁ στρατὸς ὅτι τινὲς τῆς συγκλήτου Ῥώμης αὐτὸν ὠνόμασαν βασιλέα, ἀνηγόρευσαν τὸν αὐτὸν Νίγερα βασιλέα. καὶ παρέλαβε πᾶσαν τὴν ἀνατολὴν ἕως τῆς Αἰγύπτου. ὅντινα οὐκ ἐδέξαντο οἱ Λαοδικεῖς Σύροι, ἀλλ' ἀντέστησαν αὐτῷ. καὶ φοσατεύσας παρέλαβε Λαοδίκειαν καὶ κατέστρεψεν αὐτὴν καὶ κατέσφαξε πάντας. καὶ ἐπεστράτευσε κατ' αὐτοῦ ὁ Σεβῆρος καὶ καταδιώξας ἔφθασεν αὐτὸν ἐν Θηβαΐδι τῆς Αἰγύπτου· ὅντινα πολέμῳ συλλαβόμενος ἐφόνευσεν. ὑποστρέψας δὲ ἀπὸ τῆς Θηβαΐδος μετὰ τὴν νίκην ἠγανάκτει κατὰ τῶν Ἀλεξανδρέων, διότι ἐδέξαντο τὸν Νίγερα τὸν τύραννον καὶ ἐπέγραψαν εἰς τὰς πόρτας τῆς πόλεως αὐτῶν· τοῦ κυρίου Νίγερος ἡ πόλις. καὶ ἀπαντήσαντες τῷ Σεβήρῳ οἱ δῆμοι τῆς Ἀλεξανδρείας ἔκραζον ταῦτα· Οἴδαμεν, εἰρήκαμεν· τοῦ κυρίου Νίγερος ἡ πόλις. σὺ γὰρ εἶ ὁ κύριος αὐτοῦ. καὶ δεξάμενος τὸ ἕτοιμον τῆς ἀπολογίας αὐτῶν συνεχώρησε τὸ πταῖσμα καὶ ἰνδουλγεντίας αὐτοῖς παρασχὼν ἐδέξατο αὐτούς, καὶ ἔκτισεν αὐτοῖς δημόσιον λουτρὸν τὸ Σεβήριον καὶ ἱερά. καὶ ἐν τῷ μέλλειν αὐτὸν ἐξιέναι συνέσχε Θέρμον τινὰ ὄνομα, ὅστις ὑπῆρχε τῶν πρώτων ἀξιωματικῶν τῆς πόλεως Ἀλεξανδρείας ἀγαπώμενος ὑπὸ τῶν πολιτῶν· ὅστις καὶ λουτρὸν ἔκτισεν ἐξ ἰδίων ἀναλωμάτων. ὅντινα ὁ Σεβῆρος ἐδήμευσεν ὡς φίλον τοῦ Νίγερος. εἰς δὲ Λαοδίκειαν ἐλθὼν ἐπῄνεσεν τοὺς ὑπολειφθέντας Λαοδικεῖς καὶ πολλὰ αὐτοῖς ἐχαρίσατο καὶ δίκαιον μητροπόλεως παρέσχε τῇ πόλει αὐτῶν τὸν χρόνον τῆς βασιλείας αὐτοῦ καὶ μόνον, καὶ Σεπτιμίους αὐτοὺς ἐκέλευσε χρηματίζειν εἰς τὸ ἴδιον αὐτοῦ ἐπώνυμον, καὶ ἀξίαν συγκλητικῶν παρέσχε τοῖς περισωθεῖσιν ἀξιωματικοῖς τῆς αὐτῆς πόλεως, διότι οὐκ ἐδέξαντο τὸν τύραννον Νίγερα, ἀλλὰ ἐπολέμησαν αὐτόν. καὶ παρέσχεν αὐτοῖς καὶ σῖτον καὶ χρήματα πολλὰ εἰς ἀνοικοδομὴν τῆς πόλεως· ἔκτισε δὲ αὐτοῖς καὶ ἱππικὸν καὶ ἄλλα πολλά. ἔκτισε δὲ καὶ τοῖς Ἀντιοχεῦσι πολλά. 13. Ὅτι καὶ Ἀντωνῖνον Γέταν ὁ στρατὸς ἀνεῖλεν· ὃς ἐτελεύτησεν ὢν ἐνιαυτῶν ναʹ. 159 14. Ὅτι καὶ Μακρῖνος ἐσφάγη ἐν Ἀρχελαΐδι ὢν ἐνιαυτῶν νβʹ. 15. Ὅτι Ἀντωνῖνος ὁ Ἡλιογάβαλος ἐσφάγη ἐν τῇ Ῥώμῃ ὑποτοῦ ἰδίου συγγενοῦς ὢν ἐνιαυτῶν λ ʹ. 16. Ὅτι ἡ σύγκλητος Ῥώμης ἀποδιέκειτο πρὸς τὸν Μαξιμῖνον τὸν διώκτην Χριστιανῶν, καὶ ἠπείλουν τοῖς στρατιώταις τοῖς ποιήσασιν αὐτὸν βασιλέα. δημοτικῆς οὖν ταραχῆς γενομένης ἕνεκεν λιμοῦ, οἱ πολῖται Ῥωμαίων ἐπῆλθον τῷ Μαξίμῳ βασιλεῖ ἐν τῷ παλατίῳ, καὶ ἐξῆλθεν κατ' αὐτῶν ὁπλισάμενος μετὰ βοηθείας ὁ υἱὸς αὐτοῦ Πουλχεριανὸς καὶ ἐφονεύθη ὑπὸ τοῦ πλήθους τῆς πόλεως. τῆς γὰρ ἅμα αὐτῷ βοηθείας φοβηθείσης τὸ ἄπειρον πλῆθος τῶν πολιτῶν Ῥωμαίων καὶ καταλιπούσης αὐτὸν καὶ φυγούσης συνελήφθη μόνος. ὁ δὲ Μαξιμῖνος ἐάσας τὸ παλάτιον ἐξῆλθεν εἰς Ἀκυληίαν ἀγανακτῶν κατὰ τῶν τῆς πόλεως καὶ κατὰ τοῦ στρατοῦ διὰ τὴν τοῦ υἱοῦ αὐτοῦ προδοσίαν. οἵτινες στρατιῶται εὑρηκότες ἀφορμὴν ἐπῆλθον αὐτῷ, καὶ ἐσφάγη ἐκεῖ ὢν ἐνιαυτῶν ξεʹ. 17. Ὅτι καὶ Ἀλβῖνος συνεσκευάσθη ἐν τῷ παλατίῳ καὶ ἐσφάγη ὑπὸ τοῦ ἰδίου συγγενοῦς ὢν ἐτῶν ξʹ. 18. Ὅτι καὶ Πομπηιανὸς ἐξιὼν ἐν πολέμῳ ἐσφάγη ἐν Παρθίᾳ ὢν ἐνιαυτῶν νβʹ. 19. Ὅτι ἐπὶ τῆς βασιλείας Φιλίππου τοῦ Ῥωμαίων βασιλέως ἐμφυλίου πολέμου γενομένου ἐν τῇ Ῥώμῃ μεταξὺ στρατιωτῶν ἕνεκε Βρούτιδος μοιχευθείσης, καὶ πολλῶν σφαγέντων, ἐξῆλθεν ὁ Φίλιππος ἐκ τοῦ παλατίου μετὰ τῶν ἰδίων αὐτοῦ υἱῶν παῦσαι αὐτούς, καὶ ἐπῆλθον αὐτῷ οἱ τοῦ ἑνὸς μέρους στρατιῶται καὶ ἔσφαξαν αὐτὸν μετὰ τῶν ἰδίων τέκνων, καὶ ἐτελεύτησεν ὢν ἐνιαυτῶν ξγʹ. 20. Ὅτι Γάλλος ἀνηγορεύθη βασιλεὺς ὑπὸ τῶν στρατιωτῶν καὶ εὐθέως ἐλθὼν ἐν τῇ Ῥώμῃ ἐφονεύθη ὢν ἐνιαυτῶν ξʹ. 21. Ὅτι Μάριον τὸν βασιλέα ἡ γυνὴ αὐτοῦ κοιμώμενον ἀπέσφαξεν, ὃς οὐκ ἀνηγορεύθη βασιλεὺς ὑπὸ τῆς συγκλήτου, διότι ὁ στρατὸς αὐτὸν ἐποίησε βασιλέα αὐθεντήσας τὴν σύγκλητον. 22. Ὅτι Δέκιος ἐξελθὼν ἐν πολέμῳ τῶν Φράγγων ὡς ἀπήρχετο ἐσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ ὑπό τινος τῶν ἐξάρχων ἐν Ἀδύτῳ ὢν ἐνιαυτῶν ξʹ. 160 23. Ὅτι Αἱμιλιανὸς ὁ βασιλεὺς Ῥωμαίων ἐσφάγη ἐν τῷ παλατίῳ ὡς ἐξήρχετο ἐν τῷ ἱερῷ ὢν ἐνιαυτῶν μζʹ. 24. Ὅτι ὁ Αὐρηλιανὸς συνέβαλε πόλεμον, καὶ ὑπὸ τοῦ ἰδίου στρατοῦ ἐδολοφονήθη ὢν ἐνιαυτῶν ξεʹ. 25. Ὅτι Πρόβος ὁ βασιλεὺς Ῥωμαίων ἐπολέμησε τοῖς Γότθοις ἐν τῷ Σιρμίῳ. καὶ ἐν τῷ πολεμεῖν αὐτὸν αὐτοῖς ἐγένετο λιμὸς κοσμικὸς μέγας, καὶ μὴ εὑρεθέντων ἀποθέτων ἐστασίασεν ὁ στρατὸς καὶ ἐπελθὼν ἔσφαξεν αὐτὸν ἐν τῷ Σιρμίῳ ὄντα ἐνιαυτῶν μʹ. 26. Ὅτι Μαξέντιος ὑποστρέψας ἐκ τῆς Περσαρμενίας καὶ ἀνελθὼν ἐν Ῥώμῃ ἐσφάγη ὢν ἐνιαυτῶν νγʹ. 27. Ὅτι Κωνσταντῖνος ὁ υἱὸς Κωνσταντίνου τοῦ μεγάλου ἐν Ῥώμῃ βασιλεύων, ἐξελθὼν ἐν προκένσῳ ἐσφάγη ὢν ἐτῶν κʹ. 28. Ὅτι Γρατιανὸς αἰτιασθεὶς τὸν σπλῆνα καὶ ἀνερχόμενος ἐν τῷ ἱππικῷ Κωνσταντινουπόλεως θεωρῆσαι διὰ τοῦ κοχλίου κατὰ τὴν θύραν τοῦ λεγομένου Δηκίμου ἐσφάγη ἐτῶν κηʹ. 29. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μεγάλου ἐτυράννησεν ὁ Ἴσαυρος Βαλβίνιος καὶ ἔστρεψεν Ἀναζαρβὸν τὴν πόλιν καὶ Εἰρηνούπολιν καὶ Καστάβαλα τῆς Κιλικίας πόλιν. καὶ συλληφθεὶς ὑπὸ Ῥούφου στρατηγοῦ ἀνῃρέθη. 30. Ὅτι κτίζοντος τοῦ μικροῦ Θεοδοσίου ἐν Ἀντιοχείᾳ διάφορα κτίσματα ἠγγέλθη ὁ θάνατος Βαλεντινιανοῦ βασιλέως Ῥωμαίων σφαγέντος ὑπὸ Μαξίμου συγκλητικοῦ καὶ κρατήσαντος καὶ βασιλεύσαντος ἐν Ῥώμῃ. 31. Ὅτι Ἄσπαρ ὁ πατρίκιος πολλὰ κακὰ ἐνεδείκνυτο Λέοντι τῷ βασιλεῖ. θαρρῶν γὰρ εἰς τὴν Γοτθικὴν χεῖρα, ἣν εἶχε, ταῦτα ἔπραττεν. ἐν οἷς χρόνοις παρεκάλει Ἄσπαρ ὁ πατρίκιος ἐπὶ τῷ ἐπιγαμβρεῦσαι αὐτῷ τὸν υἱὸν αὐτοῦ Πατρίκιον ὄντα Καίσαρα. τοῦ δὲ δήμου ἐνστάντος καὶ τῶν μοναχῶν καὶ τῶν κληρικῶν, ἔνδοσιν ἔλαβε τὰ τοῦ γάμου. ὑπονοήσας δὲ ὁ βασιλεὺς Λέων τυραννίδα μελετᾶν Ἄσπαρα τὸν πατρίκιον ἐφόνευσεν ἐν τῷ παλατίῳ ἔσω καὶ αὐτὸν καὶ Ἀρδαβούριον καὶ Πατρίκιον τὸν Καίσαρα τοὺς υἱοὺς αὐτοῦ ἐν κομέντῳ κατακόψας τὰ σώματα αὐτῶν, εἰς κανθήλια ἐκβαλὼν ἐκ τοῦ παλατίου. καὶ ἐγένετο ἐν Κωνσταντινου 161 πόλει ταραχὴ μεγάλη. εἶχε γάρ, ὡς εἴρηται, πλῆθος Γότθων καὶ κόμητας πολλοὺς καὶ ἄλλους παῖδας καὶ παραμένοντας αὐτοῖς ἀνθρώπους, οὓς ἐκάλεσε φοιδεράτους, ἀφ' ὧν καὶ αἱ φοιδερατικαὶ ἄννωναι κατάγονται. εἷς δὲ Γότθος τῶν διαφερόντων τῷ Ἄσπαρι, ὄνομα Ὄστρυς, κόμης εἰσῆλθεν ἐν τῷ παλατίῳ τοξεύων μετὰ ἄλλων πολλῶν Γότθων· καὶ συμβολῆς γενομένης μετὰ τῶν ἐκσκουβιτόρων καὶ τῶν αὐτοῦ πολλοὶ Ὄστροι ἐκόπησαν. καὶ μεσασθείς, εἰδὼς ὅτι ἡττήθη, ἔφυγε καὶ λαβὼν τὴν παλλακίδα Ἄσπαρος εὐπρεπῆ καὶ εὔπορον Γότθισαν, ἥτις ἔφιππος ἅμα αὐτῷ ἐξῆλθεν ἐπὶ τὴν Θρᾴκην. καὶ ἐπραίδευσε χωρία πολλά. περὶ οὗ ἔκραξαν οἱ Βυζάντιοι· νεκροῦ φίλος οὐδεὶς εἰ μὴ Ὄστρυς μόνος. ὁ δὲ αὐτὸς Λέων διωγμὸν ἐποίησε τῶν Ἀρειανῶν Ἐξακιονιτῶν διὰ Ἄσπαρα καὶ Ἀρδαβούριον καὶ διατάξεις πανταχοῦ κατέπεμψεν μὴ ἔχειν αὐτοὺς ἐκκλησίας ἢ συνάγεσθαι ἐν ἐκκλησίᾳ. 32. Ὅτι ἐσφάγη ὁ βασιλεὺς Ἀνθέμιος ἐν Ῥώμῃ οὕτως· ἐνἔχθρᾳ γενόμενος τοῦ ἰδίου αὐτοῦ γαμβροῦ Ῥεκίμερ τοῦ στρατηλάτου, φοβηθεὶς αὐτὸν ὡς Γότθον, ἀπῆλθεν εἰς τὸν ἅγιον Πέτρον, προσφεύγων ὡς δῆθεν ἀρρωστῶν. καὶ τοῦτο γνοὺς Λέων ὁ βασιλεὺς ἐν Κωνσταντινουπόλει ἔπεμψεν ἐν Ῥώμῃ τὸν πατρίκιον Ὀλύβριον μετὰ τὴν ὑπατείαν αὐτοῦ, ἣν ἔδωκεν ἅμα Ῥουστικίῳ, εἰς τὸ ποιῆσαι τὸν βασιλέα Ἀνθέμιον καὶ τὸν γαμβρὸν αὐτοῦ Ῥεκίμερ φιλιάσαι ὡς ὄντας ἐκ τῆς συγκλήτου Ῥώμης κελεύσας αὐτῷ ὅτι· μετὰ τὸ γενέσθαι* πρὸς Γιζίριχον τὸν Οὐάνδαλον τὸν ῥῆγα τῆς Ἀφρικῆς, ὡς ἔχων παρρησίαν* τῆς σῆς γαμετῆς Πλακιδίας, ἣν ἔχει νύμφην τῷ υἱῷ αὐτοῦ, καὶ πεῖσον αὐτὸν φίλον μου γενέσθαι. ὑπελάμβανε γὰρ ὁ βασιλεὺς Λέων ὅτι φίλος ἦν τοῦ Γιζιρίχου καὶ ὅτι τοῦ μέρους αὐτοῦ ὑπῆρχεν, καὶ παρεφυλάττετο αὐτὸν Λέων, μή, ἐὰν κινήσῃ κατὰ Λέοντος πόλεμον ὁ Γιζίριχος, προδώσει Κωνσταντινούπολιν ὁ αὐτὸς Ὀλύβριος τῷ Γιζιρίχῳ ὡς συγγενεῖ, καὶ βασιλεύσει ὁ αὐτὸς Ὀλύβριος ἐν Κωνσταντινουπόλει. καὶ μετὰ τὸ ὁδεῦσαι τὸν Ὀλύβριον ἐν Ῥώμῃ ἐάσαντα τὴν ἑαυτοῦ γυναῖκα Πλακιδίαν καὶ τὴν θυγατέρα αὐτοῦ ἐν Κωνσταντινουπόλει ἔγραψεν ὁ βασιλεὺς Λέων διὰ μαγι 162 στριανοῦ Ἀνθεμίῳ τῷ βασιλεῖ τῆς Ῥώμης ταῦτα, ὅτι· ἐγὼ ἐφόνευσα Ἄσπαρα καὶ Ἀρδαβούριον, ἵνα μηδείς μοι ἐναντιοῦται κελεύοντι· ἀλλὰ καὶ σὺ φόνευσον τὸν γαμβρόν σου Ῥεκίμερ, ἵνα μὴ ἐπάνω σου κελεύῃ. ἰδοὺ ἀπέστειλά σοι καὶ Ὀλύβριον τὸν πατρίκιον· καὶ φόνευσον καὶ αὐτὸν καὶ βασίλευσον κελεύων καὶ μὴ κελευόμενος. ἦν δὲ ἀφορίσας ὁ Ῥεκίμερ εἰς ἑκάστην πύλην Ῥώμης καὶ εἰς τὸν πόρτον, τουτέστιν εἰς τὸν λιμένα, βοήθειαν Γότθων, καὶ εἴ τις εἰσήρχετο εἰς Ῥώμην, ἠρευνᾶτο τί ἐπεφέρετο. καὶ ἐλθόντος τοῦ μαγιστριανοῦ Μοδέστου τοῦ πεμφθέντος πρὸς Ἀνθέμιον παρὰ τοῦ βασιλέως Λέοντος καὶ ἐρευνηθέντος, εὑρέθησαν αἱ σάκραι Λέοντος αἱ πρὸς Ἀνθέμιον πεμφθεῖσαι καὶ εἰσηνέχθησαν τῷ Ῥεκίμερ· καὶ ἔδειξεν αὐτὰς Ὀλυβρίῳ. καὶ λοιπὸν ἐξέπεμψεν ὁ Ῥεκίμερ πρὸς Γουνδουφάριον τὸν υἱὸν τῆς ἑαυτοῦ ἀδελφῆς καὶ ἤνεγκεν αὐτὸν ἀπὸ τῶν Γαλλίων· ἐκεῖ γὰρ ἦν στρατηλάτης εἰς τὰς Γαλλίας. ὅστις ἐλθὼν ἐφόνευσεν Ἀνθέμιον τὸν βασιλέα ὄντα εἰς τὸν οἶκον τοῦ ἀποστόλου Πέτρου, καὶ εὐθέως ἀπῆλθεν εἰς τὰς Γαλλίας ὁ Γουνδουφάριος. καὶ ἔστεψεν ὁ Ῥεκίμερ βασιλέα Ὀλύβριον μετὰ γνώμης τῆς συγκλήτου, καὶ ἐβασίλευσεν ὀλίγον χρόνον. 33. Ὅτι Μαιουρῖνος ἐγένετο ἀπὸ Ὀλύβριον, καὶ τοῦτον ἐφόνευσεν ὁ Ῥεκίμερ ὡς φιλιάσαντα Γιζιρίχῳ. 34. Ὅτι ἐπὶ τῆς βασιλείας Ζήνωνος πρόφασιν λαβόντες οἱ ἐκ τοῦ ἔθνους τῶν Σαμαρειτῶν ἐτυράννησαν καὶ ἔστεψαν λῄσταρχον ὄνομα Ἰουστάσαν Σαμαρείτην. καὶ εἰσῆλθεν ἐν Καισαρείᾳ καὶ ἐθεώρησεν ἱππικὸν καὶ ἐφόνευσε πολλούς, ἡγεμονεύοντος τῆς πρώτης Παλαιστίνης Πορφυρίου. ἔκαυσε δὲ καὶ τὸν ἅγιον Προκόπιον ὁ αὐτὸς Ἰουστάσας. καὶ εὐθέως ὁ δοὺξ Παλαιστίνης Ἀσκληπιάδης ἦλθε μετὰ τῆς αὐτοῦ βοηθείας καὶ ὁ λῃστοδιώκτης Ῥήγις ὁ ἀξιωματικός, καὶ ὁρμήσαντες κατ' αὐτῶν μετὰ τῆς αὐτῶν βοηθείας συνέβαλον αὐτῷ καὶ παρέλαβον αὐτὸν καὶ ἀπεκεφάλισαν αὐτόν, καὶ ἐπέμφθη ἡ κεφαλὴ αὐτοῦ μετὰ τοῦ διαδήματος τῷ βασιλεῖ Ζήνωνι· καὶ εὐθέως ὁ Ζήνων ἐποίησε τὴν συναγωγὴν αὐτῶν τὴν οὖσαν εἰς τὸ Γαργαρίζη ὄρος εὐκτήριον οἶκον τῆς ἁγίας θεοτόκου, ἀνανεώσας καὶ τὸν ἅγιον Προκόπιον, ποιήσας διάταξιν μὴ στρατεύεσθαι Σαμαρείτην, δημεύσας τοὺς εὐπόρους αὐτῶν. καὶ ἐγένετο φόβος καὶ εἰρήνη. 163 Ὁμοίως ἐπὶ τῆς βασιλείας Ζήνωνος Θευδέριχος ὁ ἀπὸ ὑπάτων, ὁ υἱὸς Οὐαλάμερ, ὁ ἐν Κωνσταντίνου πόλει ἀνατραφεὶς καὶ ἀναγνοὺς καὶ στρατηλάτης ὢν τοῦ πραισέντου, ἑωρακὼς τί ὑπέστη Ἀρμάτιος, φοβηθεὶς τὸν βασιλέα Ζήνωνα ἔλαβε τὴν ἑαυτοῦ βοήθειαν καὶ ἐξῆλθεν ἀπὸ Κωνσταντινουπόλεως ὡς ἐπὶ Συλυβρίαν ἀπιὼν διὰ τοὺς ἐκεῖ καθεζομένους ἀριθμούς. καὶ ἐξελθὼν εὐθέως ἐτυράννησε καὶ παρέλαβε τὴν Θρᾴκην πᾶσαν, καὶ ἦλθε κατὰ Ζήνωνος βασιλέως ἕως Συκῶν ἀντίπερα Κωνσταντινουπόλεως, κόψας καὶ τὸν ἀγωγὸν τῆς πόλεως· καὶ ποιήσας ἡμέρας πολλὰς καὶ μὴ δυνηθεὶς βλάψαι τὸν Ζήνωνα ἀνεχώρησεν ἐκεῖθεν ὁρμήσας ἐπὶ τὴν Ῥώμην κατεχομένην ὑπὸ τοῦ Ὁδοάκρου ῥηγὸς βαρβάρων. καὶ πολεμήσας αὐτῷ κατὰ γνώμην τῆς συγκλήτου καὶ προδοσίαν τῆς αὐτῆς συγκλήτου Ῥώμης παρέλαβεν ἀνεπηρεάστως τήν τε Ῥώμην καὶ τὸν Ὁδόακρον, καὶ ἐφόνευσεν αὐτὸν καὶ κατέσχε τὴν Ῥώμην γενόμενος ἀντ' αὐτοῦ ῥὴξ τῆς αὐτῆς Ῥώμης ἐπὶ χρόνους πολλούς. καὶ ἐγένετο μετὰ ταῦτα φίλος Ζήνωνι τῷ βασιλεῖ καὶ πάντα ἔπραττε κατὰ γνώμην αὐτοῦ, καὶ τοὺς ὑπάτους χρηματίζων Κωνσταντινουπόλεως καὶ τοὺς ὑπάρχους τῶν πραιτωρίων, καὶ τὰ κοδίκελλα δὲ τῶν μεγάλων αὐτοῦ ἀρχόντων ἀπὸ τοῦ βασιλέως Ζήνωνος ἐδέχετο μηνύων αὐτῷ τὴν ἀλήθειαν τίνα ἤθελε προαχθῆναι. 35. Ὅτι ἐπὶ τοῦ αὐτοῦ Ζήνωνος ἀντῆρεν ὁ πατρίκιος Ἰλλοῦς ὁ Ἴσαυρος, ὁ θεῖος τοῦ αὐτοῦ Ζήνωνος, ἀναγαγὼν τὸν αὐτὸν Ζήνωνα μετὰ βοηθείας πολλῆς τὴν δευτέραν αὐτοῦ ἐπάναδον ἀπὸ τῆς Ἰσαυρίας, ὅτε ἔφυγεν ἀπὸ Κωνσταντινουπόλεως βασιλεύων. ὅστις Ἰλλοῦς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει μετὰ Ζήνωνος, καὶ ὡς θαρρούμενος παρ' αὐτῷ καὶ θαρρῶν αὐτῷ ἐβουλεύετο μετὰ Ζήνωνος ὁ Ἰλλοῦς ὥστε ἐκβληθῆναι τὴν πενθερὰν Ζήνωνος ἀπὸ Κωνσταντινουπόλεως, ἵνα μὴ πάλιν συσκευάσηται Ζήνωνα ὡς τὸ πρῶτον. καὶ πέμπει τὸν Ἰλλοῦν ὁ Ζήνων εἰς Ἰσαυρίαν, ἵνα ἐνέγκῃ Λογγῖνον τὸν ἀδελφὸν τοῦ αὐτοῦ Ζήνωνος. καὶ κατελθὼν ὁ Ἰλλοῦς ἀπέμεινεν εἰς Ἰσαυρίαν χώραν γράφων Ζήνωνι ὥστε λαβεῖν λόγον τὸν Ἰλλοῦν διὰ Βηρίνης δεσποίνης τῆς πενθερᾶς Ζήνωνος βασιλέως, ὡς φοβούμενος Ζήνωνα. καὶ ἔπεισε Βηρίναν ὁ Ζήνων ὡς γαμβρὸς αὐτῆς κατὰ τὰ δόξαντα μεταξὺ Ἰλλοῦ καὶ αὐτοῦ Ζήνωνος, ὥστε κατελθεῖν καὶ δοῦναι Ἰλλοῦ λόγον ὡς φοβουμένῳ 164 Ζήνωνα ἀπὸ θείας κελεύσεως καὶ ἀνενέγκαι Ἰλλοῦν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λογγῖνον. καὶ ἦλθε Βηρίνα ἡ πενθερὰ Ζήνωνος εἰς Ἰσαυρίαν· καὶ δεξάμενος αὐτὴν Ἰλλοῦς ἀπέκλεισεν εἰς καστέλλιν τῆς Ἰσαυρίας ἔχων μετ' αὐτοῦ καὶ ὄχλον βοηθείας πολύν· καὶ ἐφύλαττον αὐτὴν ἐκεῖσε. καὶ λαβὼν Λογγῖνον τὸν ἀδελφὸν Ζήνωνος ἀνῆλθεν ἐν Κωνσταντινουπόλει. καὶ ἐγένετο Ἰλλοῦς συγκλητικὸς καὶ ὕπατος καὶ μάγιστρος καὶ πατρίκιος διοικῶν τὴν ἅπασαν πολιτείαν, καὶ ὁ ἀδελφὸς τοῦ βασιλέως ἐγένετο στρατηλάτης πραισέντου μεγάλου εὐθέως καὶ ὕπατος· καὶ παρέσχεν εἰς τὰ δʹ μέρη ὀρχηστὰς ἐμμάλλους καὶ μικροὺς δʹ. Ἡ δὲ Ἀριάδνη τοῦ Ζήνωνος ἡ γυνὴ γράμματα δεξαμένη παρὰ τῆς ἰδίας μητρὸς Βηρίνης λάθρα παρεκάλεσε Ζήνωνα ἵνα ἀπολυθῇ ἐκ τοῦ καστελλίου, ὅπου ἦν ἀποκεκλεισμένη ἡ δέσποινα Βηρίνα· ὁ δὲ Ζήνων εἶπεν ἵνα αἰτήσηται τὸν πατρίκιον Ἰλλοῦν περὶ αὐτῆς· καὶ μεταστειλαμένη ἡ δέσποινα Ἀριάδνη ᾔτησεν αὐτὸν μετὰ δακρύων διὰ τὴν αὐτῆς μητέρα Βηρίναν ἵνα ἀπολυθῇ. ὁ δὲ Ἰλλοῦς οὐκ ἐπείσθη, ἀλλὰ λέγει αὐτῇ ὅτι· ταῦτα ζητεῖς, ἵνα ποιήσῃ ἄλλον κατὰ τοῦ σοῦ ἀνδρός. καὶ λοιπὸν ἡ Ἀριάδνη εἶπε τῷ Ζήνωνι· ἢ Ἰλλοῦς ἐστιν εἰς τὸ παλάτιον, ἢ ἐγώ. ὁ δὲ Ζήνων λέγει ὅτι· εἴ τι δύνῃ, πρᾶξον. ἐγὼ σὲ θέλω. καὶ λοιπὸν Ἀριάδνη ἡ βασίλισσα κατεσκεύασε φονευθῆναι τὸν μάγιστρον Ἰλλοῦν ὡς κωλύοντα ἀνελθεῖν τὴν μητέρα αὐτῆς, καὶ ἐκέλευσεν Οὐρβικίῳ τῷ εὐνούχῳ τῷ κουβικουλαρίῳ προτρέψασθαί τινα εἰς τὸ φονεῦσαι τὸν πατρίκιον καὶ μάγιστρον Ἰλλοῦν. καὶ ἱππικοῦ ἀγομένου μετεστάλη ὁ Ἰλλοῦς παρὰ Ζήνωνος κατελθὼν ἐκ τοῦ καθίσματος εἰς τὸν δέλφικα τοῦ παλατίου δέξασθαι βαρβάρων πρεσβευτάς. καὶ ὡς ἀνήρχετο διὰ τοῦ λεγομένου κοχλίου κατὰ τὸ Δέκιμον, ἔκρουσεν αὐτῷ παρὰ τὸ ὠτίον κατὰ τῆς κεφαλῆς σχολάριός τις ὄνομα Σφωράκιος βουλόμενος εἰς βʹ κόψαι. καὶ εὑρέθη ὁ σπαθάριος τοῦ Ἰλλοῦ ἐγγύς, καὶ προσεσχηκὼς τὸ ξίφος τῇ δεξιᾷ αὐτοῦ χειρὶ ἐδέξατο αὐτό. κατελθοῦσα δὲ ἡ ἀρχὴ τοῦ ξίφους εἰς τὴν κεφαλὴν τοῦ Ἰλλοῦ ἔκοψε τὸ δεξιὸν αὐτοῦ ὠτίον. καὶ ἐσφάγη ὁ σχολάριος. ὁ δὲ Ἰλλοῦς κουφισθεὶς ὑπὸ τῶν ἄλλων σπαθαρίων καὶ ἀνθρώπων αὐτοῦς ἀπηνέχθη εἰς τὸν οἶκον αὐτοῦ βασταζόμενος. ὁ δὲ Ζήνων ἀκούσας ἐπωμόσατο λέγων ἀγνοεῖν τὴν κατὰ τοῦ Ἰλλοῦ κατασκευὴν τοῦ θανάτου· καὶ οὐκ ἐπείσθη ὁ Ἰλλοῦς, ἀλλ' ἔχων τὴν λύπην περιωδεύετο, καὶ 165 κάλλιον ἐσχηκὼς ἀπῆλθε πέραν βουλόμενός τι πρᾶξαι. εἰς τέλειον δὲ ὑγιάνας ἔμεινεν ἔχων τῆς πληγῆς τὴν ὠτειλήν, καὶ ἐφόρει καμιλαύκιον. καὶ εἰσελθὼν πρὸς Ζήνωνα ᾔτησεν αὐτὸν ἐπὶ τὴν ἀνατολὴν κατελθεῖν πρὸς ὀλίγον χρόνον διὰ τὸ τοὺς ἀέρας ἀλλάξαι, ἐπειδὴ ἠσθένει ἐκ τῆς πληγῆς. ὁ δὲ βασιλεὺς Ζήνων διεδέξατο αὐτὸν ἐκ τῆς τοῦ μαγίστρου ἀρχῆς καὶ ἐποίησεν αὐτὸν στρατηλάτην ἀνατολὴν δεδωκὼς αὐτῷ πᾶσαν ἐξουσίαν εἰς τὸ ποιεῖν αὐτὸν εἴ τι συνίδοι. ὁ δὲ Ἰλλοῦς ᾔτησεν αὐτὸν κατερχόμενος λαβεῖν μεθ' ἑαυτοῦ πρὸς θεραπείαν Λεόντιον τὸν Παυλίνης εἰς τὸ δοῦναι αὐτῷ τὴν δέσποιναν Βηρίναν μητέρα Ἀριάδνης καὶ ἀγάγαι αὐτὴν ἐν Κωνσταντινουπόλει. ᾔτησε δὲ καὶ ἄλλους τῆς συγκλήτου πρὸς ἰδίαν αὐτοῦ ὑπόληψιν· ὁ δὲ Ζήνων παρέσχεν αὐτῷ τὰ αἰτηθέντα. καὶ κατῆλθεν ὁ Ἰλλοῦς λαβὼν μεθ' ἑαυτοῦ τὸν πατρίκιον Λεόντιον, ἵνα λάβῃ καὶ ἐνέγκῃ Βηρίναν· κατῆλθον δὲ μετὰ Ἰλλοῦ καὶ ἄλλοι πολλοὶ τῆς συγκλήτου. καὶ εἰσῆλθεν ἐν Ἀντιοχείᾳ ὁ Ἰλλοῦς ἔχων μεθ' ἑαυτοῦ πλῆθος στρατοῦ καὶ Λεόντιον καὶ Παμπρέπιον πατρίκιον καὶ τὸν ἀπὸ ὑπάτων Μάρσον καὶ ἀπὸ ὑπάτων Ἰουστινιανὸν καὶ ἀπὸ ἐπάρχων Αἰλιανὸν καὶ τὸν ἀπὸ ἰλλουστρίων Ματρωνιανὸν καὶ Κουττούλην τὸν ἀπ' ἐπάρχων καὶ κόμητας πολλούς. καὶ ποιήσας βʹ ἐνιαυτοὺς καὶ κτίσας πλεῖστα καὶ φιλοτιμησάμενος τοῖς Ἀντιοχεῦσιν ἐξῆλθεν ἀπὸ Ἀντιοχείας ἐπὶ Ἰσαυρίαν διὰ Βηρίναν τὴν δέσποιναν ἐπὶ τῷ καταγάγαι αὐτὴν ἐκ τοῦ καστελλίου ὅπου ἐφυλάττετο, καὶ ἔπεισεν αὐτὴν στέψαι βασιλέα εἰς τὸν ἅγιον Πέτρον ἔξω τῆς πόλεως Ταρσοῦ τῆς Κιλικίας τὸν πατρίκιον Λεόντιον, πείσας καὶ αὐτὸν στεφθῆναι ὁ Ἰλλοῦς. ἦν δὲ ὁ Λεόντιος ἀνὴρ εὐπρεπὴς οὖλος πολύθριξ εὐῆλιξ καθάριος. καὶ ἐποίησε Βηρίνα σάκραν αὐτῆς τοῖς Ἀντιοχεῦσιν εἰς τὸ δέξασθαι τὸν Λεόντιον βασιλέα καὶ μὴ ἀντιστῆναι αὐτοὺς αὐτῷ. ἐποίησε καὶ πρὸς τοὺς ἄρχοντας πάντας καὶ πρὸς τοὺς ἄρχοντας τῆς ἀνατολῆς καὶ τῆς Αἰγυπτιακῆς διοικήσεως σάκρας. εἶχε δὲ οὕτως· Αἰλία Βηρίνα ἡ ἀεὶ Αὐγούστα Ἀντιοχεῦσι πολίταις ἡμετέροις. ἴστε ὅτι τὸ βασίλειον [καὶ ὅτι] μετὰ τὴν ἀποβίωσιν Λέοντος τοῦ τῆς θείας λήξεως ἡμέτερόν ἐστιν. προεχειρισάμεθα δὲ βασιλέα Στρακωδίσσεον τὸν μετὰ ταῦτα κληθέντα Ζήνωνα, ὥστε τὸ ὑπήκοον βελτιωθῆναι καὶ πάντα τὰ στρατιωτικὰ τάγματα. ὁρῶσι νῦν τὴν πολιτείαν ἅμα τῷ ὑπηκόῳ κατόπιν φερομένην ἐκ τῆς αὐτοῦ ἀπληστίας 166 ἀναγκαῖον ἡγησάμεθα βασιλέα ὑμῖν στέψαι εὐσεβῆ δικαιοσύνῃ κεκοσμημένον, ἵνα τὰ τῆς Ῥωμαϊκῆς πολιτείας περισώσῃ πράγματα καὶ τὸ πολέμιον ἥσυχον ἄξει, τοὺς δὲ ὑπηκόους ἅπαντας μετὰ τῶν νόμων διαφυλάξῃ· ἐστέψαμεν Λεόντιον τὸν εὐσεβέστατον, ὃς πάντας ὑμᾶς προνοίας ἀξιώσει. καὶ εὐθέως ἔκραξεν ὁ δῆμος τῶν Ἀντιοχέων ἅπας ὑφ' ἓν ἀναστάς· μέγας ὁ θεός, καί· κύριε ἐλέησον, τὸ καλὸν καὶ τὸ συμφέρον παράσχου. ἐξελθὼν δὲ ἀπὸ Ταρσοῦ πόλεως ἐλθὼν εἰσῆλθεν ὁ Λεόντιος ὁ ἀντάρτης μόνος διὰ Ἰλλοῦ ἐν Ἀντιοχείᾳ, καὶ ἐβασίλευσεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀντάρτης ὢν καὶ προεβάλετο ἔπαρχον πραιτωρίων Αἰλιανὸν καὶ μάγιστρον Παμπρέπιον καὶ κόμητα λαργιτιώνων Ἰουστινιανόν. καὶ ἐκεῖθεν ἐξῆλθε πολεμῶν ἐν Χαλκίδι πόλει τῆς Συρίας, διότι οὐκ ἐδέξαντο τὰ λαυράτα αὐτοῦ μῆνα ἕνα ἥμισυ. καὶ γνοὺς Ζήνων ὁ βασιλεὺς ἔπεμψε βοήθειαν πολλὴν καὶ στρατηλάτην Ἰωάννην τὸν Σκύθην. καὶ ἤκουσεν Ἰλλοῦς εἰς τὴν Κιλικίαν διάγων καὶ ἔγραψε Λεοντίῳ ἐν Ἀντιοχείᾳ, καὶ ἐξελθὼν ἀπὸ Ἀντιοχείας ἔφυγον καὶ ἀνῆλθον ἀμφότεροι καὶ Παμπρέπιος καὶ Βηρίνα καὶ οἱ λοιποὶ εἰς τὸ Παπύριον καστέλλιν εἰς τὴν Ἰσαυρίαν. καὶ Βηρίνα μὲν ἰδίῳ θανάτῳ ἐτελεύτησε, Παμπρέπιος δὲ ὑπονοηθεὶς ὡς προδότης ἐσφάγη ἄνω, καὶ ἐρρίφη τὸ λείψανον αὐτοῦ εἰς τὰ ὄρη. Ἰλλοῦ δὲ καὶ Λεόντιος ἐπὶ χρόνον φωσσευθέντες παρελήφθησαν καὶ εἰσενεχθέντες εἰς πρόοδον παρὰ τῷ ἄρχοντι Σελευκείας τῆς Ἰσαυρίας ἀπὸ διαλαλιᾶς αὐτοῦ ὑπὸ δημίου ἀπεκεφαλίσθησαν, καὶ αἱ κεφαλαὶ αὐτῶν ἀνηνέχθησαν τῷ βασιλεῖ Ζήνωνι. καὶ ὡς ἐθεώρει τὸ ἱππικόν, εἰσηνέχθησαν εἰς κοντούς, κἀκεῖθεν ἐπέρασαν πέραν ἐπὶ τὸν ἅγιον Κόνωνα εἰς τοὺς αὐτοὺς κοντοὺς κείμεναι ἐπὶ ἡμέρας πολλάς, καὶ πᾶς ὁ ὄχλος Κωνσταντινουπόλεως ἀπήρχετο πρὸς θεωρίαν αὐτῶν τῶν κεφαλῶν. Ἐπὶ τούτου τοῦ βασιλέως Ζήνωνος οἱ τοῦ πρασίνου μέρους τῆς αὐτῆς πόλεως Ἀντιοχείας ἐν τῷ ἱππικῷ λιθοβολίαν ποιήσαντες, θεωροῦντος Θαλασσίου ἄρχοντος καὶ ὑπατικοῦ, δεδώκασιν αὐτῷ λίθῳ κατὰ τῆς κεφαλῆς καὶ ἐφυγάδευσαν αὐτὸν ἐκ τοῦ ἱπποδρομίου. περιβλεψάμενος δὲ τὸν δεδωκότα αὐτὸν ὁ Θαλάσσιος ἐγνώρισεν αὐτὸν καὶ πέμψας ἅμα κατέλαβε τὸ ἴδιον πραιτώριον συνέσχεν αὐτὸν διὰ τῶν κομενταρησίων αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὸν ἐν τῷ πραιτωρίῳ αὐτοῦ· ἦν δὲ περιχύτης λουτροῦ. καὶ τοῦτον ἤρξατο ἐξετάζειν, καὶ γνόντες οἱ δῆμοι τοῦ πρασίνου μέρους ὥρμησαν 167 εἰς τὸ πραιτώριον κατὰ τοῦ ἄρχοντος, καὶ βαλόντες πῦρ ἔκαυσαν τὸ λεγόμενον Ξυστὸν καὶ ἄλλα τινὰ καὶ ἀπέσπασαν τὸν δεδωκότα. ὁ δὲ ἄρχων Θαλάσσιος ἔφυγεν ἔξω τῆς πόλεως καὶ διεδέχθη, καὶ ἐγένετο ἀντ' αὐτοῦ Κοδράτος, ἡ δὲ ταραχὴ τῆς πόλεως ἐπαύσατο. μετὰ δὲ μῆνας ἓξ πάλιν ἦλθον οἱ τοῦ αὐτοῦ πρασίνου μέρους Ἀντιοχείας, στάσεως γενομένης, ἐπιτελουμένης πάλιν ἱπποδρομίας, καὶ ἐφόνευσαν πολλοὺς καὶ ἔκαυσαν, ὡς τῶν Ἰουδαίων θεωρούντων εἰς τὸ βένετον μέρος, καὶ διεδέχθη Θεόδωρος ὁ κόμης τῆς ἀνατολῆς, καὶ εἰρήνευσαν τὰ δημοτικά. Ἐπὶ τοῦ αὐτοῦ βασιλέως Ζήνωνος ἦν τις μοναχὸς ἀποκλείσας ἑαυτὸν ἐν ἑνὶ πύργῳ τοῦ τείχους καὶ ἀνοικοδομήσας τὴν εἴσοδον καὶ διὰ θυρίδος διαλεγόμενος. καὶ δεξάμενοι πρόφασιν οἱ ἐκ τῆς αὐτοῦ πόλεως πράσινοι στασιάσαντες διὰ τὸν μοναχὸν τὴν πλησίον οὖσαν συναγωγὴν τῶν Ἰουδαίων ἐνέπρησαν καὶ ἀνασκάψαντες τὰ λείψανα τῶν τεθαμμένων Ἰουδαίων κατέκαυσαν αὐτά. διδαξάντων δὲ τοῦτο τὸν βασιλέα Ζήνωνα, ἠγανάκτησε κατὰ τῶν τοῦ πρασίνου μέρους, διότι τοὺς νεκροὺς τῶν Ἰουδαίων μόνους ἔκαυσαν καὶ τοὺς ζῶντας Ἰουδαίους πάντας εἴασαν, ὀφείλοντας καὶ αὐτοὺς μετὰ τῶν νεκρῶν βαλεῖν καὶ ὑφ' ἓν πάντας καυθῆναι. καὶ ἐσιωπήθη τὸ πρᾶγμα. 36. Ὅτι ἐπὶ Ἀναστασίου ἐγένετο ἐν τῷ ἱππικῷ στάσις, καὶ πολλοὶ ἀπέθανον καὶ πολλὰ ἐκαύθη, καὶ ἐξωρίσθησαν οἱ δʹ ὀρχησταί. 37. Ὅτι ὁ αὐτὸς Ἀναστάσιος ὁ βασιλεὺς ἀκούσας ὅτι συνάγονται οἱ Ἴσαυροι εἰς τὴν ἰδίαν χώραν αὐτῶν τυραννῆσαι βουλόμενοι, ὃ δὴ καὶ ἐποίησαν καὶ ἦλθον ἕως Κοτιαείου, ὁπλισάμενος ἐστράτευσε κατ' αὐτῶν καὶ ἐπολέμησεν αὐτοῖς πέμψας στρατηλάτας γʹ, Ἰωάννην τὸν Κυρτὸν στρατηλάτην πραισέντου καὶ Διογενιανὸν συγγενέα τῆς Αὐγούστας καὶ Πατρίκιον καὶ ἄλλους μετὰ πλήθους Σκυθῶν καὶ μετὰ Γοτθικῆς καὶ Βεσσικῆς χειρός. καὶ ἀνάλωσε τοὺς αὐτοὺς Ἰσαύρους καὶ ἀπώλεσε τὴν χώραν αὐτῶν καὶ κατέστρεψε καὶ πυρίκαυστα ἐποίησε τὰ καστέλλια αὐτῶν, καὶ λαβὼν αἰχμαλώτους τοὺς ἐξάρχους καὶ ἡγουμένους αὐτῶν εἰς τὴν αὐτῶν τυραννίδα Λογγῖνον τὸν ἀπὸ μαγίστρων Φαλακρὸν καὶ Ἀθηνόδωρον τὸν νεώτερον καὶ Λιγγίνην τὸν Χωλὸν καὶ Κόνωνα τὸν Φουσκιανοῦ τὸν ἀπὸ ἐπισκόπων Ἀπαμείας. ὁ δὲ Λιγγίνης πρῶτος ἀπώλετο 168 ἐν τῇ συμβολῇ τοῦ πολέμου, ὅτε ὑπήντησαν ἀλλήλοις τὰ ἐξέρκετα εἰς τὸ Κοτιάειον, εἰς πόλιν τῆς Φρυγίας, καὶ μετ' αὐτὸν Κόνων ὁ Φουσκιανοῦ. καὶ λοιπὸν ἔδωκαν εἰς φυγὴν οἱ Ἴσαυροι, καὶ τότε συνελήφθησαν οἱ λοιποὶ ἔξαρχοι αὐτῶν καὶ ἀπεκεφαλίσθησαν, καὶ ἀνηνέχθησαν αἱ κεφαλαὶ αὐτῶν Ἀναστασίῳ βασιλεῖ. καὶ μετὰ τὴν νίκην ἔδωκε δωρεὰς πᾶσι τοῖς ὑποτελέσι τοῖς ὑπὸ τὴν αὐτοῦ βασιλείαν. καὶ πάλιν συνεκροτήθη πόλεμος μεταξὺ Ἰσαύρων, καὶ εἰσηνέχθησαν αἰχμάλωτοι Σιλούντιος καὶ Ἴνδης καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπὸ τῆς Ἰσαυρίας, καὶ Λογγῖνος ὁ ἀδελφὸς Ζήνωνος τοῦ βασιλέως ἐξωρίσθη. 38. Ὅτι ἐπὶ τοῦ αὐτοῦ βασιλέως ὁ δῆμος ὁ τῶν πρασίνων ἱππικοῦ ἀγομένου παρεκάλει τὸν βασιλέα ἀπολυθῆναί τινας συσχεθέντας παρὰ τοῦ ἐπάρχου τῆς πόλεως ὡς λιθοβόλους. καὶ οὐ παρεκλήθη ἀπὸ τοῦ δήμου ὁ βασιλεύς, ἀλλὰ ἀγανακτήσας ἐκέλευσεν ἄρμα κατ' αὐτῶν εἰσελθεῖν, καὶ ἐγένετο μεγάλη ἀταξία. καὶ ἀνῆλθον οἱ δῆμοι κατὰ τῶν ἐξσκουβιτόρων καὶ ἐλθόντες ἐπὶ τὸ κάθισμα ἔρριψέ τις λίθον κατὰ τοῦ βασιλέως· καὶ ἀναστὰς ὁ βασιλεὺς ἐξέφυγε τὸν λίθον, ἐπεὶ ἐφονεύετο. καὶ θεασάμενοι οἱ ἐξσκουβίτορες τὴν τοῦ ἀνδρὸς τόλμαν ὥρμησαν κατ' αὐτοῦ καὶ κατέκοψαν αὐτὸν ὄντα Μαῦρον κατὰ μέλος· καὶ οὕτω τὴν ψυχὴν ἀπέδωκεν. ὁ δὲ δῆμος στενωθεὶς ἔβαλον πῦρ εἰς τὴν λεγομένην Χαλκῆν τοῦ ἱππικοῦ, καὶ ὁ περίβολος ὅλος ἐκαύθη ἕως τοῦ λεγομένου βασιλικοῦ καθίσματος, καὶ ὁ δημόσιος ἔμβολος. πολλῶν δὲ συσχεθέντων καὶ τιμωρηθέντων, ἐγένετο ἡσυχία, προαχθέντος ἐπάρχου τῆς πόλεως Πλάτωνος. 39. Ὅτι ἐπὶ Κωνσταντίνου τὸ ἐπίκλην Τζουρούκκα ἐπάρχου τῆς πόλεως ἐγένετο ἀκαταστασία. θεωροῦντος δέκιμον τοῦ αὐτοῦ Κωνσταντίου ἐπάρχου τῶν λεγομένων Βρυτῶν ἐν τῷ θεάτρῳ ἐπανέστησαν ἀλλήλοις τὰ μέρη ἐν τῷ θεάτρῳ, καὶ πολλοὶ ἐπνίγησαν ἐν τοῖς ὕδασι καὶ ἐτραυματίσθησαν καὶ ξιφήρεις ἀνῃρέθησαν, ὥστε καὶ τὸν υἱὸν τοῦ βασιλέως τὸν ἀπὸ παλλακίδος ἐν τῷ θεάτρῳ ἀποθανεῖν. ὁ δὲ βασιλεὺς ἀγανακτήσας πολλοὺς ἐκόλασεν ἐξ ἀμφοτέρων τῶν μερῶν καὶ ἐξώρισεν καὶ τοὺς τέσσαρας ὀρχηστὰς τῶν μερῶν. 40. Ὅτι ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐν Ἀντιοχείᾳ στάσεις ἐγένοντο πολλαὶ καὶ πολλοὶ φόνοι. 169 41. Ὅτι ἐν τοῖς αὐτοῖς χρόνοις οἱ δῆμοι Ἀλεξανδρείας τῆς μεγάλης ἐστασίασαν καὶ ἐφόνευσαν τὸν αὐγουστάλιον αὐτῶν καταγόμενον ἀπὸ Ἀντιοχείας, τὸν υἱὸν Πατρικίου τοῦ Καλλιωπίου, διὰ λεῖψιν ἄρτου καὶ ἐλαίου. καὶ ἀγανακτήσας ὁ Βασιλεὺς ἐτιμωρήσατο ἐξ αὐτῶν τῶν Ἀλεξανδρέων ὡς τυραννήσαντας τοὺς ἄρχοντας αὐτῶν. καὶ πάλιν μάχην ἐποίησαν τὰ μέρη, καὶ ἐξῆλθον οἱ στρατιῶται κατ' αὐτῶν, καὶ ὁμοφρονήσαντα τὰ μέρη πολλοὺς ἀπέκτειναν καὶ ἔκαυσαν πολλά. Ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐτυράννησε Βιταλιανὸς ὁ Θρᾲξ πρόφασίν τινα λαβών, ὅτι διὰ τοὺς ἐξορισθέντας ἐπισκόπους. καὶ παρέλαβε τὴν Θρᾴκην καὶ Σκυθίαν ἕως Ὀδύσσου καὶ Ἀγχιάλου ἔχων μεθ' ἑαυτοῦ πλῆθος Οὔννων Βουλγάρων. καὶ ἔπεμψεν ὁ βασιλεὺς Ὑπάτιον τὸν στρατηλάτην Θρᾴκη, καὶ παρετάξατο αὐτῷ Βιταλιανῷ, καὶ συνέβαλον, καὶ ἔπεσον πολλοὶ ἐξ ἀμφοτέρων, καὶ εἰσῆλθεν ὁ Κύριλλος ἐν Ὀδύσσῳ τῇ πόλει. ὁ δὲ Βιταλιανὸς ἀνεχώρησεν ἐκεῖθεν. διὰ δόσεως δὲ χρημάτων ἐξηγόρασεν ὁ Βιταλιανὸς τοὺς φυλάττοντας τῆς Ὀδυσσοπόλεως τὰς πόρτας, πέμψας διά τινων συγγενῶν τῶν αὐτῶν πορταρίων χρήματα καί τινας ἐπαγγελίας. προδοσίας δὲ γενομένης, εἰσῆλθε νυκτὸς εἰς τὴν Ὀδυσσόπολιν καὶ παρέλαβε καὶ Κύριλλον καὶ ἀνεῖλεν αὐτόν· καὶ ἦλθε πραιδεύων πᾶσαν τὴν Θρᾴκην καὶ τὴν Εὐρώπην, ἕως οὗ ἦλθεν εἰς Σύκας καὶ τὸν Ἀνάπλουν πέραν Κωνσταντινουπόλεως βουλόμενος καὶ αὐτὴν Κωνσταντινούπολιν λαβεῖν. καὶ ἐκάθητο εἰς τὸν Ἀνάπλουν ἐπὶ τὸ Σωσθένην εἰς τὸν ναὸν τοῦ ἀρχιστρατήγου Μιχαήλ. ὁ δὲ Ἀναστάσιος μεταστειλάμενος διὰ Μαρίνου τὸν φιλόσοφον Πρόκλον τὸν Ἀθηναῖον, πόλεως Ἑλλάδος, ἄνδρα περιβόητον, καὶ εἶπεν αὐτῷ ὁ Ἀναστάσις· τί ποιήσω τῷ κυνὶ τούτῳ, ὅτι ταράσσει με; ὁ δὲ Πρόκλος εἶπεν αὐτῷ· μὴ ἀθύμει. φεύγει γὰρ καὶ ἀπέρχεται, εἰ μόνον πέμψεις κατ' αὐτοῦ τινας. καὶ εὐθέως Ἀναστάσιος λέγει Μαρίνῳ τῷ ἀπὸ ἐπάρχων ἑστῶτι πλησίον, ὅτε διελέγετο ὁ βασιλεὺς τῷ φιλοσόφῳ, ὁπλίσασθαι κατὰ τοῦ Βιταλιανοῦ ὄντι εἰς τὸ πέραν Κωνσταντινουπόλεως. καὶ λέγει Πρόκλος ὁ φιλόσοφος ἔμπροσθεν τοῦ βασιλέως Μαρίνῳ τῷ Σύρῳ· ὃ δίδωμί σοι λάβε, καὶ ἔξελθε κατὰ Βιταλιανοῦ. καὶ ἐκέλευσεν ὁ φιλόσοφος ἐνεχθῆναι τὸ λεγόμενον θεῖον ἄπυρον καὶ πολὺ τριβῆναι αὐτὸ ὡς ἐντάξεις μίγματος λεπτόν, καὶ εἶπε τῷ 170 αὐτῷ Μαρίνῳ ὅτι· ὅπου ῥίψεις ἐξ αὐτοῦ εἴτε εἰς οἶκον εἴτε εἰς πλοῖα μετὰ τὸ ἀνατεῖλαι τὸν ἥλιον, εὐθέως ἅπτει ὁ οἶκος. καὶ τοῦτο ποιήσας ἐνίκησε τὸν Βιταλιανόν. 42. Ὅτι διὰ τὸ εἰς τὸ τρισάγιον ἐπεισελθεῖν τό· ἅγιος ὁ σταυρωθεὶς ἐλέησον ἡμᾶς, θόρυβος καὶ στάσις ἐγένετο ἐν Κωνσταντινουπόλει ἐπὶ Ἀναστασίου τοῦ βασιλέως, καὶ ἐφόνευσαν καὶ ἔγκλειστον καὶ ἐγκλείστην ὁ δῆμος· καὶ ἀναστὰς ὁ βασιλεὺς ἀπῆλθεν εἰς τὸ ἱππικὸν δίχα διαδήματος. καὶ τοῦτο γνοὺς ὁ δῆμος εἰσῆλθεν εἰς τὸ ἱππικόν, καὶ διὰ προσφωνήσεως αὐτοῦ μετεχειρίσατο τὰ πλήθη τῆς πόλεως παραγγείλας αὐτοῖς μὴ ὡς ἔτυχεν φονεύειν ἢ ἐπέρχεσθαί τισι. καὶ ἡσύχασαν αἰτήσαντες αὐτὸν φορέσαι τὸ στέμμα. καὶ ἀποτότε ἡσύχασαν καὶ ἀνεχώρησαν τοῦ κοινοποιεῖν. καὶ ἐκέλευσε κράτησιν γενέσθαι, καὶ πολλῶν κρατηθέντων, τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἐρρευμάτισε διὰ τοῦ ἐπάρχου τῆς πόλεως. ταῦτα δὲ ἔπασχον ἐπὶ πολλὰς ἡμέρας, καὶ πλήθους ἀπείρου φονευθέντος, εὐταξία ἐγένετο μεγάλη καὶ φόβος ἐν Κωνσταντινουπόλει καὶ ἐν ἑκάστῃ πόλει τῆς Ῥωμανίας. 43. Ὅτι ἐπὶ Ἰουστίνου τοῦ βασιλέως θόρυβος ἐγένετο ἐν τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ, καὶ κατεκράγησαν Ἀμάντιος πραιπόσιτος καὶ Μαρῖνος ἰλλούστριος. καὶ Ἀμάντιος μὲν ὁ πραιπόσιτος καὶ Θεόκριτος ὁ δομέστικος καὶ Ἀνδρέας ὁ Λαυσιακὸς ἐφονεύθησαν, καὶ Ἀρδαβούριος καὶ Μισαὴλ οἱ κουβικουλάριοι ἐξωρίσθησαν. καὶ εὐθέως εἰσῆλθεν ἐν Κωνσταντινουπόλει Βιταλιανός, καὶ ἐγένετο στρατηλάτης καὶ ἀπὸ ὑπάτων τὴν ἀξίαν καὶ ὕπατος ὀρδηνάριος μεταχειρισθεὶς ὑπὸ Ἰουστίνου βασιλέως μετὰ παρακλήσεως καὶ ὅρκων. καὶ ἱππικοῦ γενομένου δείλης στάσιν ἐποίησαν οἱ δημόται, καὶ ἐξελθόντες οἱ στρατιῶται πολλοὺς ἀπέκτειναν. μετὰ ταῦτα ἐφιλιώθησαν τὰ μέρη, δέκιμον θεωροῦντος ἐπάρχου Θεοδώρου, καὶ παίζοντες κοινῇ ἀμφότεροι ἐξῆλθον ἐκ τοῦ θεάτρου, καὶ τῇ ἐπαύριον εἰς τὸ ἱππικὸν συναχθέντες ἐδεήθησαν τοῦ βασιλέως θεωρῆσαι ἱππικόν, καὶ τὰ μέρη ἔκραζον ζητοῦντες τοὺς ὀρχηστάς, οἱ μὲν πράσινοι τὸν Καράμαλλον, οἱ δὲ βένετοι Πορφύριόν τινα ἀπὸ Ἀλεξανδρείας, οἱ δὲ ῥούσιοι καὶ λευκοὶ τοὺς πρώτους· καὶ παρέσχεν ὁ βασιλεὺς ἑκάστῳ μέρει τὸ αἰτηθέν. καὶ τούτου γενομένου μετὰ παλλίων εἰσήλαυνον ἐν τῇ πόλει καὶ ἐν τῷ 171 ἱππικῷ, καὶ ἔπαιζον ἐλαύνοντες κατὰ πᾶσαν σχεδὸν τὴν πόλιν· ἔσυραν δὲ καί τινας τῶν παρακενότων κοινῇ γενόμενοι οἱ τῶν μερῶν καὶ ἔβαλον εἰς τὴν θάλασσαν. ὁ δὲ Βιταλιανὸς ἐσφάγη ἐν τῷ παλατίῳ ὕπατος ὢν καὶ στρατηλάτης, καὶ Κελεριανὸς κελλάριος αὐτοῦ. 44. Ὅτι ἐπὶ Ἰουστινιανοῦ τοῦ βασιλέως ἐν Καισαρείᾳ τῆς Παλαιστίνης συνέβη τι τοιοῦτον γενέσθαι. ἐν πόλει λεγομένῃ Νεαπόλει ἔστεψαν ἑαυτοῖς βασιλέα ὄνομα Ἰουλιανὸν τοῦ λεγομένου Σαβάρωνος. καὶ ἐπελθόντες τοῖς χριστιανοῖς τοῖς ἐκεῖσε οἱ αὐτοὶ Σαμαρεῖται πολλοὺς κατέκοψαν τῷ τρόπῳ τούτῳ. ἔθος ἐκράτει ἐν τῇ Παλαιστινῶν χώρᾳ καὶ ἐν πάσῃ τῇ ἀνατολῇ. τῇ σαββάτου ἡμέρᾳ μετὰ τὸ ἀναγνωσθῆναι τὸ εὐαγγέλιον ἐκ τῆς ἐκκλησίας ἐξήρχοντο τὰ παιδία τῶν χριστιανῶν καὶ ἤρχοντο παίζοντα εἰς τὰς συναγωγὰς τῶν Σαμαρειτῶν καὶ ἐλίθαζον τοὺς οἴκους αὐτῶν· εἶχον γὰρ ἔθος τῇ αὐτῇ ἡμέρᾳ ὑπαναχωρεῖν καὶ ἰδιάζειν. καὶ τῷ χρόνῳ ἐκείνῳ οὐκ ἠνέσχοντο δοῦναι τόπον τοῖς χριστιανοῖς, καὶ ἐξελθόντα τὰ παιδία μετὰ τὸ ἅγιον εὐαγγέλιον ἀπῆλθον εἰς τὰς συναγωγὰς τῶν Σαμαρειτῶν καὶ ἐλίθαζον, ἐξελθόντες δὲ οἱ Σαμαρεῖται κατὰ τῶν παιδίων μετὰ ξιφῶν πολλοὺς ἀπέκτειναν. καὶ πολλὰ παιδία ἔφυγον ἐν τῇ ἁγίᾳ τραπέζῃ τοῦ ἁγίου Βασιλείου τοῦ ὄντος ἐκεῖσε, καὶ κατεδίωξαν αὐτά τινες τῶν Σαμαρειτῶν καὶ κατέσφαξαν ὑποκάτω τῆς ἁγίας τραπέζης. μαθὼν δὲ ταῦτα Ἰουστινιανὸς ἔπεμψεν Εἰρηναῖον τὸν ἀπὸ ἐπάρχων τὸν Πενταδίας, δεδωκὼς αὐτῷ ἐξουσίαν ὥστε γράψαι τοῖς κατὰ τόπον ἄρχουσιν. καὶ ἀγαγὼν αὐτοὺς μετὰ βοηθείας ἤγαγε Θεόδοτον δοῦκα Παλαιστίνης τὸν ἐπίκλην Μάγαλαν μετὰ πολλοῦ πλήθους καὶ ἑτέρους πολλούς, ὥστε ὁπλίσασθαι κατὰ τῶν Σαμαρειτῶν. καὶ πολλοὺς μὲν κατέσφαξαν, τοὺς δὲ λοιποὺς πραιδεύσαντες πεπράκασιν ἐν πάσῃ τῇ χώρᾳ τῆς Παλαιστίνης διαρπάσαντες τοὺς οἴκους καὶ τὰ ὑπάρχοντα αὐτοῖς. ἐν οἷς ἔλαβον καὶ τὸν Ἰουλιανὸν τὸν Σαβάρωνα, καὶ ἀποκεφαλίσαντες αὐτὸν ἔπεμψαν τὴν αὐτοῦ κεφαλὴν μετὰ τοῦ διαδήματος καὶ τῆς λοιπῆς αὐτοῦ βασιλικῆς φορεσίας τῷ βασιλεῖ. καὶ ἐφοβήθησαν πάνυ οἱ τὴν Παλαιστίνην οἰκοῦντες Σαμαρεῖται. 45. Ὅτι ὁ αὐτὸς Ἰουστινιανὸς ὑπὸ ἀγανάκτησιν ἐποίησε 172 Πρίσκον τὸν ἀπὸ νοταρίων αὐτοῦ ὄντα κόμητα ἐξσκουβιτόρων ὡς ὑβρίσαντα καὶ λοιδορήσαντα τὴν βασίλισσαν Θεοδώραν, καὶ ἐξώρισεν αὐτὸν ἐν Κυζίκῳ ὀφείλοντα εἰς φυλακὴν βληθῆναι, καὶ βληθεὶς ἐν τῇ φυλακῇ διωρυγὴν ποιήσας ἔφυγεν ἐκεῖθεν καὶ εἰσῆλθεν ἐν Ἀρτάκῃ προσφυγίῳ χρησάμενος, καὶ μετὰ ὀλίγον χρόνον ἐκελεύσθη ἐν Νικαίᾳ διάγειν ὢν κληρικός. 46. Ὅτι εἰς τὸ δεύτερον ἔτος Ἰουστινιανοῦ ἀντῆραν αὐτῷ ὁ δῆμος τῶν λεγομένων πρασινοβενέτων καὶ πολλὴν ἀταξίαν καὶ ἅλωσιν ἐν τῇ Κωνσταντίνου πόλει ἐποίησαν, καὶ ἔκαυσαν οἱ αὐτοὶ δημόται τοὺς ὑποτεταγμένους τόπους ἀπὸ τοῦ παλατίου ἕως τοῦ Φόρου καὶ τῆς Ἄρκας δεξιὰ καὶ ἀριστερὰ μετὰ τῶν παρακειμένων πασῶν οἰκιῶν καὶ τὸ πραιτώριον τοῦ ἐπάρχου τῆς πόλεως καὶ τὸ λεγόμενον Ὀκτάγωνον. καὶ πάλιν μετὰ ταῦτα κράζει ὁ δῆμος· Ὑπάτιε αὔγουστε τούμβικας. καὶ ἀγαγόντες Ὑπάτιον τὸν στρατηλάτην ἐκ τοῦ οἴκου αὐτοῦ καὶ ποιήσαντες αὐτὸν φορέσαι βασιλικὴν φορεσίαν καὶ ἀναγαγόντες αὐτὸν ἐν τῷ σκουταρίῳ, πληρωθέντος δὲ καὶ ὅλου τοῦ ἱππικοῦ ἐκ τοῦ δήμου, ὡς θελόντων θεωρῆσαι βασιλέα στεφόμενον. ἔτι δὲ γέμοντος τοῦ αὐτοῦ ἱππικοῦ ἐκ τοῦ ὄχλου, ἐκέλευσεν ὁ βασιλεὺς ἀπολυθῆναι τὸν στρατιώτην αὐτοῦ μετὰ καὶ φανερῶν ἐξάρχων. καὶ εἰσῆλθε Μοῦνδος μὲν ἀπὸ τοῦ καθίσματος ἐπάνω τῶν θυρῶν τοὺς ὄντας δήμους ἐν τῷ ἱππικῷ, καὶ Βελισάριος ὑποκάτωθεν τοῦ καθίσματος, καὶ ἀπέκτειναν ἐν φόνῳ μαχαίρας περὶ τὰς λʹ χιλιάδας. καὶ συνελάβετο Ἰουστινιανὸς καὶ τὸν Ὑπάτιον καὶ Πομπήιον καὶ ἀπέκτεινεν αὐτούς, τὸν μὲν ἕνα ὡς φορέσαντα βασιλικὴν φορεσίαν καὶ ἀντάραντα, τὸν δὲ ἕτερον ὡς συνευρεθέντα μετ' αὐτοῦ, καὶ ιηʹ ἰλλουστρίους καὶ συγκλητικοὺς δημεύσας ἐξώρισεν διὰ τὸ καὶ αὐτοὺς τῇ τυραννίδι Ὑπατίου προσθέσθαι. καὶ ἐγένετο εἰρήνη ἐν τῇ πόλει. καὶ προεβάλετο ἔπαρχον τῆς πόλεως Τρύφωνα καὶ πολλοὺς τῶν δημοτῶν ἐκόλασε, καὶ ἱππικὸν οὐκ ἦν ἐπὶ πολὺν χρόνον. 47. Ὅτι ἐπὶ Ἰουστινιανοῦ ἀπεζώσθη Ἰωάννης ὁ ἔπαρχος τῶνπραιτωρίων ὁ ἐπίκλην Καππάδοξ διανύσας τὴν τῶν ἐπάρχων ἀρχὴν καὶ πολλὰ δυνηθείς, καὶ ἐδημεύθη ὡς ποιήσας μετὰ Ἀντωνίας πατρικίας γυναικὸς Βελισαρίου εἰς τὸ ἐπιβουλεῦσαι τῷ 173 βασιλεῖ Ἰουστινιανῷ, καὶ δημευθεὶς ἐπέμφθη ἐν Κυζίκῳ ἐν τῷ 173 ἐκεῖ οἰκεῖν· καὶ γενόμενος ἐν Ἀρτάκῃ διάκονος κἀκεῖ πάλιν φατριάσας μετά τινων κτητόρων τῆς Κυζίκου φονευσάντων Εὐσέβιον τὸν ἐπίσκοπον τῆς αὐτῆς Κυζίκου πόλεως, ταῦτα μαθὼν ὁ βασιλεὺς καὶ ἀγανακτήσας κατ' αὐτοῦ ἔπεμψέ τινας τῶν πατρικίων καὶ ὑπατικῶν ὥστε ἐξετασθῆναι τὰ κατ' αὐτὸν διὰ τὸν γενόμενον τοῦ ἐπισκόπου φόνον, Φλῶρον καὶ Παῦλον τὸν ἀπὸ ὑπάτων τὸν Γαλάτην καὶ Φωκᾶν τὸν πατρίκιον καὶ Θωμᾶν τὸν ἀπὸ ἐπάρχων. καὶ εὑρεθεὶς ὑπὸ μέμψιν ὢν τοῦ αὐτοῦ φόνου ἐκελεύσθη παρὰ τοῦ βασιλέως πεμφθῆναι καὶ οἰκῆσαι τὴν Ἀντινόου. κἀκεῖσε ποιήσας χρόνους ἱκανοὺς ἕως τῆς τελευτῆς Θεοδώρας πάλιν ἐκλήθη μὴ ζωσθείς, ἀλλὰ ὢν παγανός. 48. Ὅτι ἐπὶ τοῦ αὐτοῦ βασιλέως Ἰουστινιανοῦ ἐστασίασαν οἱ Σαμαρεῖται καὶ οἱ Ἰουδαῖοι ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ποιήσαντες τὸ ἓν ὡς ἐν τάξει πρασινοβενέτων, καὶ ἐπῆλθον τοῖς χριστιανοῖς τῆς αὐτῆς πόλεως καὶ κατέκοψαν πολλοὺς καὶ ἐπῆλθον καὶ ταῖς ἐκκλησίαις τῶν ὀρθοδόξων. ὁ δὲ Στέφανος ὁ ἀνθύπατος τῆς αὐτῆς πόλεως ὁ ἐπίκλην Σύρος θέλων βοηθῆσαι τοῦ μὴ εἰσέρχεσθαι ἐν τοῖς εὐκτηρίοις, ἐπῆλθον αὐτῷ οἱ Σαμαρεῖται, καὶ ἔφυγεν εἰς τὸ πραιτώριον αὐτοῦ, καὶ κατεδίωξαν αὐτὸν καὶ ἔσφαξαν ἔσω τοῦ πραιτωρίου καὶ ἐπραίδευσαν τὰ πράγματα αὐτοῦ. ἡ δὲ γυνὴ τοῦ αὐτοῦ Στεφάνου ἀνῆλθεν εἰς τὸν βασιλέα Ἰουστινιανὸν καὶ ἐδεήθη αὐτοῦ, ὁ δὲ ὀργισθεὶς ἐκέλευσεν Ἀμαντίῳ τῷ στρατηλάτῃ ὄντι τότε ἐν τῇ ἀνατολῇ τῷ κατὰ Ζίμαρχον ἀπελθεῖν καὶ ἐκζητῆσαι τὸν φόνον τοῦ Στεφάνου. ὁ δὲ Ἀμάντιος ἐλθὼν ἐν Καισαρείᾳ ἤρξατο ζητεῖν τοὺς πεποιηκότας τὸν φόνον, καὶ εὑρὼν τοὺς μὲν ἐφούρκισε, τοὺς δὲ ἀπεκεφάλισεν, ἑτέρους δὲ ἐχειροκόπησε, τοὺς δὲ ἐδήμευσε· καὶ ἐγένετο φόβος μέγας ἐν Καισαρείᾳ τῆς Παλαιστίνης. 49. Ὅτι ἡμέρᾳ σαββάτῳ λύχνου δευτέρου ἐπιβουλὴν ἐμελέτησάν τινες ἐπὶ τῷ φονεῦσαι τὸν βασιλέα Ἰουστινιανὸν καθήμενον ἐν τῷ παλατίῳ ἐν τῇ αὐτῇ ἑσπέρᾳ. οἱ δὲ τὴν αὐτὴν σκέψιν τῆς ἐπιβουλῆς μελετήσαντες ἦσαν οὗτοι· Ἀβλάβιος ὁ κατὰ Μελτιάδην ὁ μελιστής, καὶ Μάρκελλος ὁ ἀργυροπράτης ὁ τῶν Κιλίκων ὁ ἔχων τὸ ἐργαστήριον πλησίον τῆς ἁγίας Εἰρήνης τῆς ἀρχαίας καὶ νέας 174 ὁ κατὰ Αἰθέριον τὸν κουράτορα, καὶ Σέργιος ὁ ἀνεψιὸς τοῦ αὐτοῦ Αἰθερίου, ἵνα καθημένου τοῦ βασιλέως ἐν τῷ παλατίῳ ὀψίας πρὸ μινσῶν σφάξωσιν αὐτὸν στήσαντες καὶ ἀνθρώπους ἰδίους εἴς τε τὸ Ἅρμα καὶ εἰς τὸ Σελεντιαρίκιν καὶ κατὰ τοὺς Ἰνδοὺς καὶ κατὰ τὸν Ἀρχάγγελον, ἵνα, γινομένης τῆς αὐτῆς ἐπιβουλῆς, ταραχὴν ποιήσωσιν. ὁ δὲ Ἀβλάβιος καὶ χρυσίον ἔλαβε παρὰ Μαρκέλλου τοῦ ἀργυροπράτου περὶ τὰς νʹ τοῦ χρυσίου λίτρας εἰς τὸ συνεπαμῦναι καὶ πάντως φονεῦσαι μετὰ τοῦ αὐτοῦ Μαρκέλλου καὶ Εὐσεβίου τὸν βασιλέα. καὶ δή, τοῦ θεοῦ οὕτως εὐδοκήσαντος, εἷς ἐξ αὐτῶν τῶν τὴν ἐπιβουλὴν μελετησάντων ὄνομα Ἀβλάβιος ἐθάρρησεν Εὐσεβίῳ τῷ ἀνθυπάτῳ καὶ κόμητι τῶν φοιδεράτων καὶ Ἰωάννῃ τῷ λογοθέτῃ τῷ κατὰ Δομνεντζίολον τὴν αὐτὴν σκέψιν ὅτι· ἐν ἑσπέρᾳ βουλὰς ἔχομεν ἐπιβῆναι τῷ βασιλεῖ καθημένῳ ἐν τῷ τρικλίνῳ. καὶ δή, γενομένης τῆς αὐτῆς σκέψεως, καὶ φανερωθείσης τῆς ἐπιβουλῆς, εὑρέθη Μάρκελλος ὁ ἀργυροπράτης τῇ αὐτῇ ἑσπέρᾳ, ἐν ᾗ τὴν σκέψιν τῆς ἐπιβουλῆς ἔμελλον ποιεῖν, εἰσερχόμενος ἐν τῷ παλατίῳ φορῶν βουγλήν, καὶ ὁ τὴν ἐπιβουλὴν φανερώσας Ἀβλάβιος ὁμοίως καὶ αὐτὸς ἀπὸ σπαθίου. καὶ ὡς προγνωσθέντες ἐκρατήθη Μάρκελλος ὁ ἀργυροπράτης ἐν τῷ τρικλίνῳ ἀπὸ τοῦ βουγλίου, καὶ ἀστοχήσας τοῦ προσδοκωμένου συσχεθεὶς ἑαυτῷ παρεχρήσατο, ἐπαγαγὼν ἑαυτῷ πληγὰς τρεῖς μετὰ τοῦ αὐτοῦ βουγλίου ἀπέθανε λαρυγγοτομήσας ἑαυτόν. Σέργιος δὲ ὁ ἀνεψιὸς Αἰθερίου δυνηθεὶς ἐκφυγεῖν προσφυγίῳ ἐχρήσατο ἐν τῇ δεσποίνῃ ἡμῶν τῇ θεοτόκῳ ἐν Βλαχέρναις, καὶ ἐκβληθεὶς ἐκ τῶν ὅρων ἐξεταζόμενος κατέθετο, ὅτι καὶ Ἰσάκιος ὁ ἀργυροπράτης ὁ κατὰ Βελισάριον τὸν πατρίκιον καὶ αὐτὸς σύνοιδε τῇ τοιαύτῃ ἐπιβουλῇ, ὡς οἷα καὶ δανεισαμένου χρυσίον Μαρκέλλου παρὰ τοῦ αὐτοῦ Ἰσακίου, καὶ Βῖτος ὁ ἀργυροπράτης καὶ Παῦλος ὁ ὀπτίων τοῦ αὐτοῦ Βελισαρίου σύνοιδαν τὴν αὐτὴν σκέψιν. καὶ συσχεθέντων ἀμφοτέρων καὶ κολασθέντων Προκοπίῳ τῷ ἐπάρχῳ τότε τὴν τοῦ ἐπάρχου ἀρχὴν ἰθύνοντος, συγκαθημένου αὐτῷ καὶ συνεξετάζοντος Κωνσταντίνου κοιαίστορος καὶ Ἰουλιανοῦ ἀντιγραφέως καὶ Ζηνοδώρου ἀσηκρήτου ἐκλαμβάνοντος κατέθεντό τινας, οἵτινες καὶ αὐτοὶ ἐξετασθέντες κατεῖπον καὶ Βελισαρίου, ὅστις Βελισάριος καὶ ὑπὸ ἀγανάκτησιν ἐγένετο. τινὲς δὲ τῶν ἐξονομασθέντων παρ' αὐτῶν καὶ φυγῇ ἐχρήσαντο. καὶ ἐποίησε σελέντιον ὁ βασιλεὺς Ἰουστινιανὸς καὶ 175 κόμεντον κελεύσας πάντας τοὺς ἄρχοντας εἰσελθεῖν καὶ τὸν πατριάρχην Εὐτύχιον καί τινας ἐκ τῶν σχολῶν, καὶ δεξάμενος αὐτοὺς ἐν τῷ τρικλίνῳ πάντων συναχθέντων ἐκέλευσεν ἀναγνωσθῆναι τὰς καταθέσεις πάντων τῶν ἐξετασθέντων ἕνεκε τῆς αὐτῆς ἐπιβουλῆς, λέγω δὴ Σεργίου τοῦ ἀνεψιοῦ Αἰθερίου καὶ Εὐσεβίου τοῦ ἀργυροπράτου καὶ Παύλου τοῦ ὑποπτίωνος καὶ Βίτου τοῦ ἀργυροπράτου. καὶ ἀνεγνώσθησαν αἱ καταθέσεις, καὶ ἐβαρήθη ἐκ τῶν καταθέσεων αὐτῶν ὁ Βελισάριος καὶ ἐγένετο ὑπὸ ἀγανάκτησιν. καὶ πέμψας ὁ βασιλεὺς ἐπῆρε τοὺς ἀνθρώπους τοῦ Βελισαρίου, καὶ οὐκ ἀντέστη, ἀλλὰ πάντας ἔπεμψε τῷ βασιλεῖ. καὶ ὑπονοηθεὶς ὁ κοιαίστωρ Κωνσταντῖνος καὶ ὁ ἀντιγραφεὺς Ἰουλιανός, ὥς φησι, ὑπὲρ Αἰθερίου ποιήσαντες, ὡς καὶ αὐτοῦ Αἰθερίου συνειδότος τῇ ἐπιβουλῇ ἄνωθεν, μετὰ ἡμέρας ἓξ ἐξητάσθησαν οἱ τὴν ἐπιβουλὴν μελετήσαντες ὑπὸ Μαρίνου τοῦ κόμητος τῶν ἐξσκουβιτόρων καὶ Κωνσταντίνου τοῦ πατρικίου καὶ στρατηλάτου. καὶ ἔμεινεν ὁ Βελισάριος ὑπὸ ἀγανακτήσεως ὢν καθήμενος εἰς τὸν ἴδιον οἶκον, μήτε δημευόμενος μήτε ἐξοριζόμενος, ἀλλ' ὢν ἐν τῷ ἰδίῳ οἴκῳ. 50. Ὅτι ἐπὶ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐκ τοῦ μέρους τοῦ πρασίνου ἐπόμπευσέ τις ὀφείλων ἀποτμηθῆναι ὡς φθείρας κόρην. ἡ δὲ κόρη ἦν θυγάτηρ Ἀκακίου τοῦ βασιλικοῦ κουράτορος. καὶ ἐν τῷ πομπεύειν αὐτὸν οἱ ἀπὸ τοῦ βενέτου μέρους ἐν τῷ διέρχεσθαι αὐτὸν πομπεύοντα ἐν τῇ τοποθεσίᾳ τῶν λεγομένων Πιττακίων ἐπιρρίψαντες ἥρπασαν αὐτὸν καὶ εἰσήγαγον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. καὶ ἐγένετο στάσις μεγάλη περὶ τούτου καὶ ἀκαταστασία ἐν τῇ αὐτῇ ἐκκλησίᾳ. ὁ δὲ βασιλεὺς ἐφιλανθρωπεύσατο δηλώσας τῷ δήμῳ διὰ σελεντιαρίου μανδάτα· τοὺς δὲ ἐκ τοῦ βενέτου μέρους ἐπόμπευσεν ἐπὶ ἡμέρας δύω. 51. Ὅτι ἐπὶ ἐπάρχου τῆς πόλεως Ζιμάρχου στάσις γέγονεν ἐν τῇ γειτονίᾳ τῇ λεγομένῃ τῶν Μαζεντιόλου τῷ τρόπῳ τούτῳ. πέμψας τινὰς τῶν κομενταρησίων Ζίμαρχος ὁ ἔπαρχος ἐπὶ τῷ κρατῆσαί τινα νεώτερον ὄνομα Καισάριον, ἀντέστησαν οἱ τῆς γειτονίας τῶν Μαζεντιόλου καὶ ἐκύλλωσαν πολλοὺς στρατιώτας καὶ αὐτούς γε μὴν τοὺς κομενταρησίους. καὶ ἐπεκράτησεν ἡ μάχη ἕως ἡμέρας δύω, καὶ ἔπεμψεν ὁ βασιλεὺς Ἰουστινιανὸς στρατιώ 176 τας ἔτι πλείονας καὶ ἐξσκουβίτορας, καὶ πολλοὶ ἐκ τῶν ἐξσκουβιτόρων καὶ στρατιωτῶν ἐφονεύθησαν, πολλοὶ δὲ καὶ ἐκ τοῦ μέρους τῶν πρασίνων ἀπέθανον. καὶ ἀνῆλθον μαχόμενοι ἕως τοῦ Φόρου καὶ τοῦ Τετραπύλου καὶ τοῦ πραιτωρίου τοῦ ἐπάρχου τῆς πόλεως. καὶ οὐ συνέβαλον μετὰ τῶν πρασίνων οἱ τοῦ βενέτου μέρους, ἀλλ' ἦν ἡ μάχη αὐτῶν μετὰ τῶν ἐξσκουβιτόρων καὶ τῶν στρατιωτῶν. συνέβαλον δὲ ἐν τῷ Στρατηγίῳ τῇ αὐτῇ ἡμέρᾳ. καὶ διεδέχθη Ζίμαρχος ὁ ἀπὸ ὑπάρχων ἀνύσας δὶς τὴν αὐτὴν τοῦ ἐπάρχου ἀρχήν, καὶ γέγονεν ἀντ' αὐτοῦ Ἰουλιανὸς ἔπαρχος ὁ ἀπὸ ἀντιγραφέων, καὶ ἐχρήσατο τοῖς δημόταις, ἐξαιρέτως τοῖς τοῦ πρασίνου μέρους, πικρῶς ἐπὶ μῆνας ιʹ καὶ προσκαίων καὶ κοντεύων καὶ ἀποτέμνων καὶ παρὰ μέλη ποιῶν αὐτούς, εὑρίσκων αὐτοὺς φονεῖς ὄντας καὶ ἐφόδους εἰς ὁδοὺς καὶ ἁρπαγὰς τολμῶντας καὶ λῃστείας καὶ πειρατείας, καὶ ἔμεινεν ἐναρμοσάμενος αὐτοῖς, ὡς ἐχρῆν. καὶ οὕτως διὰ τοῦ Ἰουλιανοῦ ἐπάρχου τῆς πόλεως ἔλαβεν ἦ πόλις κατάστασιν, καὶ πάντες ἐλευθερίως καὶ ἀφόβως προήρχοντο καὶ ἐθεραπεύοντο. Τέλος τῆς ἱστορίας Ἰωάννου τοῦ ἐπίκλην Μαλέλα περὶ ἐπιβουλῆς Περὶ ἐπιβουλῆς κατὰ βασιλέων γεγονυίας. Δ. Ἐκ τῆς ἱστορίας Γεωργίου μοναχοῦ. 1. Ὅτι ὁ θεὸς ἔπλασε τὸν Ἀδὰμ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ. ὁ δὲ Ἀδὰμ ἐγέννησεν υἱοὺς γʹ καὶ θυγατέρας βʹ, τὸν Κάϊν καὶ τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὴν Ἀζούραν καὶ τὴν Ἀσουάμ. καὶ ὁ Ἀδὰμ κατὰ κέλευσιν θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπετοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις. τὸ δὲ ἑαυτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος κυρίου εἶπεν αὐτοῖς. 177 2. Ὅτι ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν Ῥῶμος καὶ Ῥῆμοςἦσαν αὐτάδελφοι, οἱ καὶ τὴν Ῥώμην κτίσαντες. ἐν δὲ τῷ βασιλεύειν εἰς ἔχθραν ἐλθόντες, καὶ φονεύσας Ῥῶμος τὸν Ῥῆμον ἐβασίλευσε μόνος. 3. Ὅτι ἡ θεία δίκη μετῆλθε τὸν Ῥῶμον. ἀναιρεῖται γὰρ καὶ αὐτὸς μεληδὸν κατατμηθεὶς ἐν τῷ τῆς Ῥώμης βουλευτηρίῳ βασιλεύσας ἔτη λζʹ. 4. Ὅτι μετὰ Ὀχοζίαν τὸν τοῦ Ἰωρὰμ υἱὸν ἐβασίλευσε Γοθολία ἡ μήτηρ αὐτοῦ, καὶ ἀποκτείνασα πάντας τοὺς υἱοὺς Ὀχοζίου παρεκτὸς ἑνὸς νηπίου διασωθέντος παραδόξως ὑπὸ τῆς γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως, αἰφνίδιον τὸ κεκρυμμένον παιδίον ἀναγορεύεται βασιλεύς, Ἰωὰς ὄνομα. καὶ ὁ λαὸς τὴν Γοθολίαν ἀπέκτεινε ἐν τῷ οἴκῳ τοῦ βασιλέως. ὁ δὲ Ἰωὰς βασιλεύσας ἑπταέτης ἐγένετο εὐσεβὴς τὸ πρότερον, εἶτα παρατραπεὶς ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ βασιλεύσας ἔτη μʹ. ἕως μὲν γὰρ ἦν φωτιζόμενος ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως καλῶς ἐπολιτεύετο· μετὰ δὲ τὴν τελευτὴν τοῦ ἱερέως πρὸς ἀσέβειαν ἀποκλίνας ἀπέκτεινε Ζαχαρίαν τὸν προφήτην καὶ υἱὸν τοῦ διδασκάλου αὐτοῦ. ὁ δὲ Ζαχαρίας ἀποθνήσκων εἶπεν· ἴδοι κύριος καὶ κρινάτω. καὶ μετὰ ταῦτα ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαὲ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ. 5. Ὅτι μετὰ Ἰωὰς ἐβασίλευσεν Ἀμεσίας ὁ υἱὸς αὐτοῦ, καὶἐπάταξε τοὺς φονεύσαντας τὸν πατέρα αὐτοῦ, τοὺς δὲ υἱοὺς αὐτῶν οὐκ ἐθανάτωσεν διὰ τὸ γεγράφθαι· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν οὔτε υἱοὶ ὑπὲρ πατέρων, ἀλλ' ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται. 6. Ὅτι Ἰούλιος Καῖσαρ ὁ καὶ δικτάτωρ ἐπικληθείς, ὅ ἐστι μονάρχης, βασιλεύσας ἐν ἰταμότητι ἔτη ιηʹ ἀνῃρέθη ἐπὶ συγκλήτου. ὁ δὲ ἀνεψιὸς αὐτοῦ Καῖσαρ ὁ Αὔγουστος Ὀκταουίου υἱὸς πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας καὶ τοὺς φονεύσαντας τὸν θεῖον αὐτοῦ Ἰούλιον ἀνεῖλεν. 7. Ὅτι Γάιος πολλὰς μιαρίας καὶ ἀνοσιουργίας ἐπετέλει. καὶ τοῦτον οἱ στρατιῶται λουόμενον ἐν τῷ βαλανείῳ διέφθειρον. 8. Ὅτι Κλαύδιος ὁ βασιλεὺς ἐφόνευσε τοὺς φονεῖς Γαΐου, ἀνῃρέθη δὲ ὑπὸ τῆς ἰδίας γυναικὸς φαρμάκῳ. 9. Ὅτι τῷ δυσσεβεστάτῳ Νέρωνι λυττήσαντι κατὰ τῆς ὀρθῆς 178 καὶ ἀμωμήτου πίστεως ἡμῶν, μετὰ δὲ ταῦτα ἐπιβουλῆς κατ' αὐτοῦ μηνυθείσης αὐτῷ, εἰς ἄκρον μανίας ἐλθὼν ἀνεῖλε τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ ἄλλους μυρίους τῷ γένει προσήκοντας καὶ μέντοι καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους τὴν ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώμενος. καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτηνωθεὶς καὶ εἰς προάστειον ἐξελθὼν ἑαυτὸν διεχειρίσατο. ὡσαύτως δὲ καὶ Πιλάτος ποικίλαις περιπεσὼν συμφοραῖς ἑαυτὸν ἀνεῖλε, τῆς θείας ὡς ἔοικε δίκης οὐκ εἰς μακρὰν αὐτὸν μετελθούσης. 10. Ὅτι Λουκίβιος Ὤθων μανεὶς ἑαυτὸν ἀπέκτεινεν. 11. Ὅτι Οὐιτέλιος βασιλεύσας μῆνας βʹ ἐσφάγη μέσον τῆς Ῥώμης ὑπὸ τοῦ δήμου. 12. Ὅτι Δομετιανὸς ὁ ἀδελφὸς Τίτου τοῦ σώφρονος βασιλεύσας ἔτη ιεʹ ἐσφάγη ἐν τῷ ναῷ τῆς Ῥώμης κατ' ἐπιβουλὴν τῆς ἑαυτοῦ γυναικός. καὶ διάδοχος τοῦ ἀδελφοῦ γενόμενος οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν. 13. Ὅτι Βῆρος ὁ υἱὸς Μάρκου τοῦ βασιλέως βασιλεύσας ἔτη ηʹ ἐσφάγη ἐν προκένσῳ. 14. Ὅτι Περτίναξ βασιλεύσας μῆνας βʹ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν ἐξερχόμενος ἐκ τοῦ παλατίου. 15. Ὅτι καὶ Δάδιος ἐβασίλευσε μῆνας δʹ καὶ ἐσφάγη ὑπὸ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου θεωρῶν τοὺς ἰχθύας· 16. Ὅτι Ἀντωνῖνος σὺν τῷ ἀδελφῷ βασιλεύσας μῆνας δύω ἔσφαξε τὸν ἴδιον ἀδελφὸν καὶ ἐμονάρχησεν ἔτη ἕξ, καὶ ἀνταναιρεῖται ὑπὸ τῶν Ἰουδαίων. 17. Ὅτι καὶ Μακρῖνος ὑπ' Ἀντωνίνου ἐσφάγη, καὶ αὐτὸς ἐσφάγη ὑπ' Ἀλεξάνδρου. Ἀλέξανδρος δὲ ὁ Μαμαίας ἐσφάγη σὺν τῇ μητρὶ αὐτοῦ Μαμαίᾳ ἐξ ἐπιβουλῆς Μαξιμίνου στρατηγοῦ. 18. Ὅτι μετὰ Ἀλέξανδρον Μαξιμῖνος ἐβασίλευσεν ἔτη γʹ καὶ ἐσφάγη ὑπὸ τοῦ στρατοῦ αὐτοῦ. 19. Ὅτι Φίλιππος ὁ τὴν Φιλίππου πόλιν κτίσας ἐσφάγη ἐν τῷ παλατίῳ. 20. Ὅτι καὶ Οὐαλεριανὸς βασιλεύσας ἔτος ἓν ἐσφάγη ὑπὸ τοῦ λαοῦ αὐτοῦ. 179 21. Ὅτι Γάλλος ὁ υἱὸς Οὐαλεριανοῦ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός. 22. Ὅτι καὶ Αἰμιλιανὸς βασιλεύσας ἔτος ἓν ἐσφάγη ἐν τῷ παλατίῳ. 23. Ὅτι Αὐρηλιανὸς ὑπὸ κουβικουλαρίου ἐσφάγη. 24. Ὅτι Τάκιτος ὁ βασιλεὺς ἐσφάγη ὑπὸ Φλοριανοῦ, καὶ Φλοριανὸς ἐσφάγη ὑπὸ Πρόβου, Πρόβος δὲ ἐσφάγη ὑπὸ Κάρου, καὶ Κάρος ἐσφάγη ὑπὸ Καρίνου, Καρῖνος δὲ ἐσφάγη ὑπὸ Νουμεριανοῦ. 25. Ὅτι ἡ θεία δίκη μετῆλθε τοὺς ἀλητηρίους Διοκλητιανὸν καὶ Μαξιμιανόν. ὁ μὲν γὰρ ἐσφάγη ὑπὸ τῆς συγκλήτου, ὁ δὲ ἀπήγξατο. 26. Ὅτι Λικίννιος ὁ γαμβρὸς τοῦ μεγάλου Κωνσταντίνου περιορισθεὶς ἐν Θεσσαλονίκῃ καὶ πάλιν νεωτερίσας καὶ ὅπλων ἁψάμενος προστάξει Κωνσταντίνου ἀνῃρέθη. 27. Ὅτι Κώνσταντας ὁ υἱὸς τοῦ μεγάλου Κωνσταντίνου τὸν ἴδιον ἀδελφὸν Κώνσταντα φονεύσας μόνος τῆς δύσεως ἐκράτησε ἔτη ι ʹ. ἐσφάγη δὲ ὑπὸ τοῦ δήμου. 28. Ὅτι Οὐαλεντινιανοῦ τοῦ γέροντος τελευτήσαντος Μαξιμῖνος ὁ δήμιος τὴν ὑπαρχότητα τῶν Γαλλίων εἰς μανίαν ἔτρεψε καί τινα συσκευὴν συντεθεικὼς Θεοδόσιον τὸν πρεσβύτην τοῖς τροπαίοις κεκορεσμένον σφαγῆναι προσέταξεν· ὃς πρὶν τελευτήσει τὸ θεῖον βάπτισμα δεξάμενος καὶ εἰς τὴν ἀθανασίαν ἀναγεννηθεὶς ἐτελεύτησε. κατὰ δὲ τὸν αὐτὸν καιρὸν Θεοδόσιος ὁ νεώτερος ἐν τῇ τοῦ δουκὸς ἀξίᾳ ἐτύγχανεν, τῷ δὲ αὐτῷ βέλει τοῦ φθόνου ᾧπερ καὶ ὁ πατὴρ διὰ Μαξιμίνου ἀδίκως ὑπέπιπτεν. ἀλλ' ὁ θεὸς αὐτὸν διέσωσε. μεινάσης παρ' αὐτῷ τῆς ἀξίας, καὶ τῆς οὐσίας ἀναδοθείσης αὐτῷ, εἰς τὴν πατρῴαν γῆν τῶν Σπανίων, ἐν ᾗ καὶ ἐγεννήθη, ἐφοίτησε προστάγματι βασιλικῷ ἐκεῖσε ἡσύχως καὶ πράως τὸν βίον διάγων, Πλακίλλαν δὲ τότε τὴν γενομένην Αὐγούσταν γαμετὴν ἠγάγετο, τότε καὶ βασιλέας ἐξ αὐτῆς ποιήσων· ἥτις τὴν φύσιν τῷ λογισμῷ καὶ τὴν φήμην τοῖς ἐγκωμίοις ἐνίκα. ἐν δὲ τῷ μεταξὺ Οὐάλης γράμματα ἐκπέμπει πρὸς Γρατιανὸν τὸν βασιλέα προστάξας Θεοδόσιον ἀποσταλῆναι πρὸς αὐτόν. ἀρξά 180 μενος δὲ τῆς ὁδοιπορίας Θεοδόσιος καὶ γνοὺς τὴν Οὐάλεντος τελευτὴν ἔρχεται εἰς πόλιν καλουμένην Σέρμιον. τῶν δὲ Γότθων πᾶσαν πόλιν καὶ χώραν ἀφειδῶς λυμαινομένων, καὶ τῶν Ῥωμαϊκῶν στρατιωτῶν φευγόντων ἀπὸ προσώπου αὐτῶν, τότε Θεοδόσιον ἐν τῷ Σερμίῳ διάγοντα Γρατιανὸς προσκαλεῖται βουλῇ τῆς συγκλήτου Ῥωμαίων φθονούσης αὐτῷ, καὶ σὺν ὀλίγοις στρατιώταις εἰς τὸν οὕτως ὠμὸν καὶ τοσοῦτον πόλεμον ἀποσταλῆναι Θεοδόσιον πείθει ἐπικινδύνῳ ἀξιώματι τιμηθέντα στρατηλάτου ἀξίᾳ τὸν βασιλέα παρέπεισεν. καὶ ὁ μὲν βασιλεὺς τῆς ἐπιβουλῆς καὶ τοῦ φθόνου τοῦ κατὰ φύσιν εὐόπτου οὐδὲν ἔγνω, κατὰ κράτος δὲ τοὺς νομιζομένους ἀηττήτους εἶναι Γότθους νικήσας Θεοδόσιος σὺν τάχει πολλῷ τῷ βασιλεῖ τροπαιοφόρος παραστὰς θείᾳ ψήφῳ τὸ βασιλικὸν διάδημα περιβάλλεται. 29. Ὅτι Γρατιανὸς ὁ βασιλεὺς ὁ τὸν Θεοδόσιον στέψας πολλὰ εὐσεβῶς καὶ γενναίως κατορθώσας παρὰ Μαξίμου τοῦ τυράννου ταῖς Βρεττανίαις ἐπαναστάντος δι' ἀνδραγαθίαν τοῦ δουκὸς ἐν Λουγδόνῳ παρὰ τῶν ἰδίων προδοθεὶς μᾶλλον καὶ διὰ τῶν πολεμίων συσχεθεὶς ἀνῃρέθη. Οὐαλεντινιανὸς δὲ πτοηθείς, εἰρήνης αὐτῷ προταθείσης παρὰ Μαξίμου, καὶ αὐτὸς ὑποκρινόμενος ἡδέως ἐδέξατο. 30. Ὅτι τοῦ Θεοδοσίου ἀσχολουμένου περὶ τῶν τῆς Ἀλεξανδρείας Ἑλληνικῶν ναῶν τῶν ὑπὸ Θεοφίλου τοῦ ἐπισκόπου καταλυθέντων, ἐν τῷ μεταξὺ Οὐαλεντινιανὸς ἐν τοῖς τῆς δύσεως μέρεσι τῇ ψυχῇ πρὸς τὴν ἡλικίαν θερμαινόμενος τὴν πολιτείαν διοικῶν βρόχῳ χρησάμενος ἐπλήρωσε τὸ τοῦ βίου τέλος, δι' ἣν αἰτίαν μέχρι τοῦ παρόντος οὐκ ἴσμεν. τινὲς γὰρ ἔλεγον ἐπιβουλῇ τοῦ στρατηγοῦ Ἀρβογάστου γεγενῆσθαι τοῦτο, καὶ τοιαύτη παρὰ πᾶσιν ἐκράτει ὑπόληψις. ἄλλοι δὲ ἀθῶον μὲν εἶναι τὸν στρατηγὸν ἀπὸ τοῦ τοιούτου μύσους ἔλεγον, αἰτίαν δὲ αὐτὸν παρεσχηκέναι τοῦτον νεανίσκον ἀγανακτήσαντα εἰς τοῦτο προαχθῆναι, ἐπείπερ, φασίν, οὐ συνεχωρεῖτο παρ' αὐτοῦ ὡς μηδέπω βεβηκὼς κατ' ἐξουσίαν διὰ πάντων τὴν βασιλείαν διοικεῖν. Θεοδόσιος δὲ οὐδὲν ἧττον ἀναφθεὶς ὅπλα κατὰ Εὐγενίου τοῦ εἰς τὸν τόπον αὐτοῦ καταστάντος εἰς ἐκδίκησιν ἥρπασε, τὴν τοῦ θεοῦ γνώμην διὰ Ἰωάννου μοναχοῦ καὶ ἡσυχαστοῦ. Αἰγυπτίου μεμαθηκώς. οὗτος γὰρ ἐν οἰκίσκῳ ἐνενηκοντούτης πέλων ἐκέκλειστο τὰ μέλλοντα προλέγων. 181 οἱ δὲ Ἕλληνες κατὰ τὴν Ῥώμην θύειν ἤρξαντο καὶ σπλαγχνοκοπίας ἀπὸ θρεμμάτων ποιεῖσθαι νίκην ἄφροντιν ἀπαγγέλλοντες Εὐγενίῳ, Φλαβιανοῦ τοῦ ὑπάρχου ταῦτα σπουδαιότερον πράττοντος τῶν ἄλλων καὶ πάντας πείθοντος Εὐγένιον νικητὴν ἀναφανήσεσθαι. ὁ δὲ Θεοδόσιος, ἐπειδὴ τὰς Ἄλπεις κατέλαβε, στὰς ἐφ' ὑψηλῆς πέτρας ὅθεν θεωρεῖν καὶ θεωρεῖσθαι παρ' ἑτέρου στρατοπέδου ἠδύνατο, ἐκτείνας τὰς χεῖρας εἶπεν· θεὲ παντοκράτορ, σὺ οἶδας ὅτι ἐν τῷ ὀνόματι Χριστοῦ τοῦ υἱοῦ σου ἐκδικήσεως ἕνεκα δικαίας τὸν πόλεμον τοῦτον ἀνεδεξάμην. καὶ εἰ μὲν ψεύδομαι, τιμώρησόν με, εἰ δὲ μετὰ δικαίας αἰτίας καὶ σοὶ πεποιθὼς ἦλθον ἐνταῦθα, ἔκτεινον τὴν δεξιάν σου τοῖς σοῖς, μήποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁ θεὸς αὐτῶν. καὶ οἱ στρατηγοὶ εὐθὺς ἀνεψύχωσαν, ἐξαιρέτως δὲ Βακούριος ἀνὴρ πίστει καὶ εὐσεβείᾳ καὶ τῇ ἀρετῇ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔνδοξος, καὶ εὐθὺς πάντας τοὺς πλησίον τυγχάνοντας τοῦτο μὲν τῷ κοντῷ, τοῦτο δὲ τοῖς βέλεσιν, ἔστιν δ' ὅτε καὶ ξίφει ἐστρώννυεν καὶ τὰ τάγματα τῶν πολεμίων διέρρηξεν, καὶ διασχίσας τὰς τάξεις πρὸς αὐτὸν ἐπορεύετο τὸν τύραννον. καὶ τοῦ ἀνέμου σφοδροῦ γενομένου Εὐγένιος πρὸς τοὺς πόδας τοῦ βασιλέως ἤχθη. καὶ τοῦτον ἐθανάτωσαν. 31. Ὅτι Ζήνων ὁ Ἴσαυρος καὶ πατὴρ Λέοντος εὐθὺς μετὰ τὸ βασιλεῦσαι ἐπιβουλευθεὶς ὑπὸ Βηρίνης πενθερᾶς αὐτοῦ, γυναικὸς Λέοντος τοῦ μεγάλου, ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσαντος ἔφυγε πρὸς τὴν ἰδίαν πατρίδα. ἡ δὲ Βηρίνα στέψασα Βασιλίσκον τὸν ἀδελφὸν αὐτῆς ἐβασίλευσεν ἔτη βʹ, ἅπερ ἐτάγησαν εἰς τοὺς χρόνους Ζήνωνος, ὃς καὶ τὰ παλάτια τὰ βασιλικὰ ἔκτισεν. μετὰ δὲ ταῦτα Ζήνων ὑποστρέψας καὶ εἰσελθὼν ἐν Κωνσταντινουπόλει καὶ τὸν Βασιλίσκον χειρωσάμενος ἐν τῇ ἐκκλησίᾳ προσφυγόντα ἐξώρισεν ἅμα γυναικὶ καὶ τέκνοις ἐν φρουρίῳ Καππαδοκίας, ἐν ᾧ βληθέντες ἐν πύργῳ καὶ τῆς θύρας ἀναφραγείσης ἐτελεύτησαν. 32. Ὅτι Ἀναστάσιος ὁ Δυρραχίτης ἐβασίλευσεν ἔτη κζʹ. καὶ βροντῶν καὶ ἀστραπῶν περὶ τὸ παλάτιον εἰλουμένων, καὶ τοῦ βασιλέως μονωτάτου καταλειφθέντος καὶ ἀδημονοῦντος καὶ φεύγοντος ἀπὸ τόπων εἰς τόπους ἐν ἑνὶ τῶν κοιτωνίσκων κατέλαβεν αὐτὸν ἡ ὀργὴ καὶ ῥίψασα ἀπέκτεινεν, ὥστε εὑρεθῆναι νεκρόν. ἐφ' οὗ Βιταλιανὸς ὁ Θρᾲξ ἀντάρας καὶ παραλαβὼν τὴν Θρᾴκην ἅμα Σκυθίᾳ καὶ Μυσίᾳ ἦλθεν ἕως τοῦ Ἀνάπλου παρεδρεύων. καὶ 182 ναυμαχήσαντος αὐτῷ Μαρίνου τοῦ ἐπάρχου μετὰ θείου ἀπύρου κατέφλεξε τὰς ναῦς τῶν βαρβάρων. βυθισθέντων δὲ πάντων σχεδὸν Οὔννων καὶ Γότθων καὶ Βουλγάρων καὶ τοῦ λοιποῦ στρατοῦ ἐν τῷ Ῥεύματι, Βιταλιανὸς ἔφυγε μετὰ τῶν ὑπολειφθέντων ὀλίγων. 33. Ὅτι ἐπὶ Ἀναστασίου τοῦ βασιλέως γέγονε δημοτικῶν ἐπανάστασις περὶ τοῦ χριστιανικοῦ δόγματος ἐν Κωνσταντινουπόλει, ὡς βουληθέντος τοῦ βασιλέως προσθεῖναι εἰς τὸ τρισάγιον τό· σταυρωθεὶς δι' ἡμᾶς ἐλέησον ἡμᾶς. τοῦ γὰρ λογοθέτου καὶ τοῦ ἐπάρχου ἀνελθόντων ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας καὶ τὴν αἵρεσιν ἀρξαμένων ἐκ βασιλικῆς ἐπιτροπῆς κηρύττειν, ἐπῆλθεν ὁ δῆμος καὶ πᾶν τὸ πλῆθος τῆς πόλεως κατ' αὐτῶν, καὶ μόλις ἐξέφυγον. καὶ γέγονε τοιαύτη στάσις καὶ ταραχὴ κραζόντων· ἄλλον βασιλέα θέλομεν, ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄρχοντας φεύγειν καὶ ἀποκρύπτεσθαι τὴν ὀργὴν τοῦ λαοῦ. συναθροισθέντες οὖν οἱ στασιασταὶ εἰς τὸν οἶκον τοῦ λογοθέτου καὶ τοῦ ἐπάρχου καταδραμόντες καὶ πάντα διαρπάσαντες ἐνέπρησαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς εὑρεθέντας ἐκεῖσε κατέσφαξαν. εἶτα γενομένης ταραχῆς μεγάλης καὶ στάσεως ἐμπρησμοὺς οἴκων πολλῶν ἐποιήσαντο καὶ φόνους μυρίους εἰργάσαντο καὶ ἄλλα τοιαῦτα φοβερά τε καὶ ἐξαίσια κατετόλμησαν, ὑβρίζοντες Ἀναστάσιον μετὰ κραυγῆς μεγίστης καὶ Βιταλιανὸν εὐφημοῦντες. καὶ οὕτως ἐλθόντες πλησίον τῆς ὑπ' αὐτοῦ τοῦ βασιλέως κτισθείσης κινστέρνης τοῦ ἁγίου Μωκίου εὗρον τὸν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ἡγούμενον μοναστηρίου τοῦ ἁγίου Φιλίππου, ὃν καὶ φονεύσαντες τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρτήσαντες ἔκραζον· οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας τριάδος. ἐκβαλόντες δὲ καὶ γυναῖκα ἔγκλειστον οὖσαν πλησίον τῆς Ξηροκέρκου πόρτης, εἰς ἣν ὁ βασιλεὺς ὁμοίως εἶχε πίστιν, καὶ ταύτην ἀνεῖλον. τὸ δὲ σῶμα αὐτῆς δήσαντες μετὰ τοῦ προφονευθέντος ἡγουμένου καὶ σύραντες ἔκαυσαν ἀμφότερα εἰς τὰ Στουδίου. 34. Ὅτι πολλὰ καὶ ἄτοπα κακὰ ἐργαζομένων τῶν Ἰσαύρων ἐν Κωνσταντινουπόλει, Ἀναστάσιος ἅπαντας τῆς βασιλίδος ἐξέβαλεν. οἱ δὲ πρὸς τυραννίδα ὥρμησαν καὶ ἕως τοῦ Κοτιαείου ἐξέδραμον. καθ' ὧν ὁ βασιλεὺς Ἀναστάσιος διεγερθεὶς βασιλικώτερον τούτους ἐνίκησεν. 35. Ὅτι ἐπὶ Ἰουστινιανοῦ τοῦ κτίσαντος τὴν ἁγίαν Σοφίαν ὁ 183 δῆμος ἀντάρας τὸ λεγόμενον πρασινοβένετον, καὶ πολλὴν ἀταξίαν καὶ ἁρπαγὴν καὶ σφαγὴν καὶ ἐμπρησμὸν ἐν τῇ πόλει ποιήσαντες ἀναγορεύουσι βασιλέα Ὑπάτιον ἐν τῷ ἱππικῷ. πολλοῦ δὲ λαοῦ συνδραμόντος, καὶ τοῦ ἱππικοῦ πληρωθέντος, προσέταξεν Ἰουστινιανὸς τὸν στρατὸν αὐτοῦ, καὶ οἱ μὲν ἄνωθεν, οἱ δὲ κάτωθεν τοῦ καθίσματος τοξεύοντες ἀπέκτειναν χιλίους λʹ· ἐν οἷς καὶ τὸν Ὑπάτιον χειρωσάμενος ἀνεῖλεν ὡς βασιλικὸν διάδημα φορέσαντα. 36. Ὅτι πολέμου συγκροτηθέντος ποτὲ μεταξὺ Ῥωμαίων καὶ βαρβάρων ἐπὶ τὴν Μυσίαν ὑπέθετο βασιλεὺς ὁ Μαυρίκιος, ὥς φασιν, τῷ στρατηγῷ τῷ καταπιστευθέντι τὸ Ῥωμαίων στράτευμα παραδοῦναι τούτους τοῖς πολεμίοις διὰ τὴν ἀνταρσίαν αὐτῶν. ὅπερ καὶ γέγονεν. καὶ συνελήφθη λαὸς πολύς. τῆς δὲ συγκλήτου παρακαλεσάσης τὸν βασιλέα ἀγορασθῆναι αὐτούς, εἴξας ὁ βασιλεὺς ἀπέστειλε πρεσβευτὰς πρὸς τὸ ἀγοράσαι τοὺς αἰχμαλώτους. τοῦ δὲ δηλώσαντος ἀποδοῦναι πάντας κατ' ὄνομα, ὁ δὲ βασιλεὺς μὴ ἀνασχόμενος, ἐδήλωσε πάλιν ὁ βάρβαρος κατὰ
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).