Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De insidiis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1.1
Ὅτι Ἀντιόχου, οὗ ἐπώνυμός ἐστι πόλις παρὰ Ἀσσυρίοις, υἱὸς Σέλευκος καὶ Ἀντίοχος ὁ ἐπικληθεὶς Θεός· ἀλλ' ὁ μὲν Σέλευκος ἐπιβουλεύειν ὑποπτευθεὶς τῷ πατρὶ κατακτείνεται. 20. Ὅτι Δημήτριος υἱὸς ἦν Φιλίππου τοῦ Μακεδόνων βασιλέως, ὃν οἱ Ῥωμαῖοι ὅμηρον ἔσχον· συμμαχήσαντος δὲ Φιλίππου τοῖς Ῥωμαίοις, τοῦτον ἀμειβόμενοι τῆς εὐνοίας ἀφιᾶσι τὸν παῖδα τῆς ὁμηρείας. ἐπανελθόντα δὲ τὸν Δημήτριον ἐκποδῶν ὁ Φίλιππος ἐποιήσατο, πρῶτος τῶν ἀπὸ τοῦδε τοῦ γένους μιαιφονήσας ἐς τοὺς οἰκείους. 21. Ὅτι Ἀντίοχος ὁ τῆς Συρίας βασιλεὺς τὸν Σελεύκου τοῦ ἀδελφοῦ παῖδα ὑποτοπήσας διέφθειρεν, ἑτέροις τὸν τούτου φόνον ἐπενεγκών, οὓς δὴ καὶ διὰ φόβον διεχρήσατο· αὖθίς τε πρὸς Πτο 65 λεμαῖον στρατεύει ἀναπαλαίειν ταῖς συνθήκαις ἐπιχειροῦντα. καὶ πολεμήσας αὐτῷ κατὰ τὸ Πηλούσιον κρατήσας τε παντελῶς τοῖς ὅπλοις φυγεῖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ἠνάγκασεν. καὶ ὁ μὲν Πτολεμαῖος οὐ προσδεχθεὶς ὑπὸ τῶν Αἰγυπτίων προσφεύγει τῷ γαμβρῷ Ἀντιόχῳ. ὁ δὲ τοῦτον πάλιν εἰς τὴν βασιλείαν ἀποκαθίστησιν, ἐκεῖθέν τε κατὰ Ἰουδαίων ὁρμήσας αἱρεῖ μὲν αὐτὸ τὸ ἄστυ καὶ τοὺς θησαυροὺς ἅπαντας καὶ τὰ ἱερὰ σκεύη, καὶ τοὺς ναοὺς συλήσας συνέχεε τὰ τοῦ ἔθνους νόμιμα, δειναῖς τε τιμωρίαις τοὺς ἄνδρας ὑποβαλὼν ἑλληνίζειν ἠνάγκαζε, τόν τε πάτριον αὐτῶν ἀφελόμενος κόσμον Διὸς Ὀλυμπίου ἀνέστησεν ἄγαλμα· ἐντεῦθέν τε ὡς ἐπὶ τὴν Σαμάρειαν ἀνῆλθε καὶ Διὸς Ξενίου τέμενος ᾠκοδόμησεν. καὶ Ματθίας Ἀσαμωνέου παῖς τὴν ἱερατείαν παρείληφεν ἐν Ἱερουσαλὴμ καὶ τοὺς Ἀντιόχου στρατηγοὺς διεχρήσατο. ἀλλ' ὁ μὲν ἀπὸ Σαμαρείας ἥκων αὐτόν τε τὸν Ματθίαν ἀναιρεῖ καὶ τοὺς λεγομένους Μακκαβαίους κολάζει τό τε ἱερὸν χοιρείοις αἵμασι βεβηλοῖ καὶ στρατηγοὺς ἰδίους ἄρχειν τοῦ ἔθνους καθίστησιν. αὐτός τε ἐπὶ τὴν Συρίαν ἀνελθὼν μεταλλάττει τὸν βίον, Ἀντιόχου τοῦ Εὐπάτορος τὴν ἀρχὴν διαδεξαμένου. Ἐπειδὴ δὲ Δημήτριος Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς παρὰῬωμαίοις ὁμηρεύων τὸν τοῦ πατρὸς ἐπύθετο θάνατον, καὶ τὴν βασιλείαν πρὸς τοῦ Εὐπάτορος ἁρπαγεῖσαν, ἱκετεύσας τὴν βουλὴν καὶ πολλῆς ἐπικουρίας τυχὼν ἐπὶ τὴν Συρίαν ἐπανέρχεται, καὶ κατακτείνει μὲν τὸν Εὐπάτορα δύω ἔτεσιν ἐπιτρυφήσαντα, ἀναλαμβάνει δὲ τὴν βασιλείαν· καὶ σύμμαχος τοῦ Ῥωμαίων δήμου κληθεὶς βεβαίως ἀπήλαυσε τῆς ἡγεμονίας. ἐνιαυτοὺς δὲ βʹ πρὸς τοῖς δέκα βιώσας ὑπὸ Ἀλεξάνδρου δολοφονεῖται, τοῦ καὶ τὴν ἀρχὴν διαδεξαμένου.

Intertext edge

Open linked passage

Note