Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De insidiis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1.1
Ὅτι Ἐπιμένης μετὰ ταῦτα αἰσυμνήτης ὑπὸ τοῦ δήμου χειροτονεῖται λαβὼν ἐξουσίαν κτείνειν οὓς βούλεται· καὶ ὃς τῶν μὲν παίδων Ἀμφιτρῆτος οὐδενὸς οἷός τ' ἦν ἐγκρατὴς γενέσθαι· ὑπεξῆλθον γὰρ παραχρῆμα δείσαντες· τὰ δὲ ὄντα αὐτοῖς ἐδήμευσεν, καὶ ἀργύριον ἐκήρυξεν, εἴ τις αὐτοὺς κτείνειεν· τῶν δὲ κοινωνῶν τοῦ φόνου τρεῖς ἀπέκτεινε, τοῖς δὲ ἄλλοις φυγὴν προεῖπεν· οἱ δὲ ᾤχοντο. οἱ μὲν δὴ Νηλεῖδαι κατελύθησαν ὧδε. 21. Ὅτι μετὰ τὸ ἀγαγεῖν τὸ νάκος τοὺς Ἀργοναύτας τῷ Πελίᾳ Ἰάσων εὐθὺς ἐλθὼν Πελίᾳ φόνον ἐβούλευε τῆς ἀρχῆς πέρι, Μήδεια δ' αὐτῷ ὑπέστη ἀνιδρωτὶ τοῦτο πράξειν. ταχὺ δὲ ταῖς ἐκείνου θυγατράσιν ἐν ὁμιλίᾳ γενομένη ἔπειθεν, ὅτι αὐταῖς τὸν πατέρα γηραιὸν ὄντα ἀνηβῆσαι ποιήσειε διὰ φαρμάκων, εἴ μιν κατακόψασαι εἰς λέβητα ζέοντα ἐμβάλοιεν· εἰς δὲ πίστιν τοῦ λόγου, ὥς φασιν, ἄλλα ἄττα κατακόψασα πρόβατα νέα ἐκ παλαιῶν ἐποίει. αἱ δὲ διὰ τοῦτο μάλιστα πεισθεῖσαι τὸν πατέρα ἔκτειναν· καὶ ὡς οὐδὲν ἐγίνετο ὧν προσεδόκων, ἐν πένθει μεγάλῳ ἦσαν. οἱ δὲ Ἰωλκοὶ ἐπὶ τῷ ἔργῳ ἤχθηραν Μήδειάν τε καὶ Ἰάσονα, καὶ τοὺς μὲν φυγῇ ἐζημίωσαν· οἱ δ' εἰς Κόρινθον ἀπεχώρησαν· ταῖς δὲ παισὶ συνέγνωσαν ὑπὸ ἀκακίας ἐξαπατηθείσαις· θανάτου γὰρ ῥυόμεναι τὸν πατέρα ἐκ γήρως ἄκουσαι ἀπέκτειναν. ἐπὶ δὲ τῷ Πελίου τάφῳ 20 ἆθλα ἐτέθη μέγιστα, καὶ τὰς θυγατέρας αὐτοῦ ἠγάγοντο, ὡς ἂν καθαρὰς φόνου, οἱ ἄριστοι. ἐκ Πελοπίας δὲ Κύκνος ἐγένετο, ᾧ Ἡρακλῆς ἐμαχέσατο ἐν Ἰτώνῳ τῆς Ἀχαΐας· Ἄκαστος δ' ὁ Πελίοἐν Ἰωλκῷ ἐβασίλευεν, τοῦ πατρὸς τελευτήσαντος, Ἰάσονος φυγόντος εἰς Κόρινθον σὺν Μηδείᾳ. 22. Ὅτι Κύψελος Βακχιάδης καὶ αὐτὸς ὢν ἐκ κήδους γυναικείου πρῶτος κτείνας τὸν τελευταῖον Ἱπποκλείδην ἐβασίλευσεν ἀντ' αὐτοῦ τρόπῳ τοιῷδε. λόγιον ἦν τοῖς Βακχιάδαις ὑπὸ τοῦ Κυψέλου τοῦ Ἀετίωνος καταλυθεῖσιν τὴν ἀρχὴν ἀφαιρεθῆναι. γενόμενον οὖν αὐτὸν καὶ ἐν σπαργάνοις ἔτι ὄντα ὑποπέμψαντες τῶν ὑπασπιστῶν τινὰς ἐκέλευον κτεῖναι. τῶν δὲ ἐπὶ τούτῳ ἐλθόντων ἐπὶ τὴν οἰκίαν καὶ μελλόντων ἀναιρεῖν, ὀρέγον τὰς χεῖρας τὸ παιδάριον προσεμειδία τοῖς ἀνθρώποις· τοὺς δὲ οἶκτος εἰσῆλθε, καὶ ἔγνωσαν μηκέτι ἀναιρεῖν, ἀλλὰ φράσαντες τῷ πατρὶ τὰς ἀληθείας ἐκποδῶν ἀπιέναι. δόξαν δὲ οἱ μὲν εἶπαν, ὁ δὲ Ἀετίων εἰς Ὀλυμπίαν αὐτὸ ὑπεκτίθεται καὶ ἔτρεφεν, ὡς ἂν ἱκέτην τοῦ θεοῦ. μετὰ δὲ ταῦτα θαρσήσας εἰς Κλεωνὰς ἤγαγε μειράκιον ἔτι ὄντα καὶ πολλῶν διαφέροντα τὴν ἰδέαν καὶ τὴν ἀρετήν. ἀνὰ δὲ χρόνον ὁ Κύψελος βουλόμενος κατελθεῖν εἰς Κόρινθον ἐχρηστηριάζετο ἐν Δελφοῖς. συμφέρουσαν δὲ δεξάμενος φήμην οὐδὲν μελλήσας ἧκεν εἰς Κόρινθον, καὶ ταχὺ τῶν ἀστῶν ἐν τοῖς μάλιστα ἀγαστὸς ἦν, ἀνδρεῖός τε καὶ σώφρων καὶ δημωφελὴς δοκῶν εἶναι παρὰ τοὺς ἄλλους Βακχιάδας ὑβριστάς τε ὄντας καὶ βιαίους. πολεμαρχήσας δὲ ἔτι μᾶλλον ἐστέρχθη τῶν πώποτε ταύτην ἀρξάντων τὴν ἀρχὴν μακρῷ ἄριστος γενόμενος· τἄλλα τε γὰρ ὀρθῶς ἔπραξε καὶ τόδε· νόμος καθεστήκει Κορινθίοις τοὺς ἐν δικαστηρίῳ ἁλισκομένους ἀπάγεσθαι πρὸς τὸν πολέμαρχον καὶ καθείργνυσθαι τῶν ἐπιτιμίων ἕνεκα, ὧν καὶ αὐτῷ μέρος τι ἦν. ὁ δὲ οὔτε καθεῖρξέ τινα πολίτην οὔτε ἔδησεν, ἀλλὰ τοὺς μὲν ἀπέλυεν δεχόμενος ἐγγυητάς, τῶν δὲ αὐτὸς ἐγίνετο, πᾶσί τε ἠφίει τὸ αὑτοῦ μέρος· ἐξ ὧν μάλιστα ἐν τῷ πλήθει ἐστέργετο. ὁρῶν δὲ τοὺς Κορινθίους ἐχθρωδῶς πρὸς Βακχιάδας διακειμένους, προστάτην δ' οὐκ ἔχοντας, ᾧ χρησάμενοι καταλύσειαν αὐτούς, ἐπέδωκεν αὑτὸν καὶ ἐδημαγώγει τὸ πλῆθος, τόν τε χρησμὸν λέγων, ὅτι ὑπ' αὐτοῦ πέπρωται καταλυθῆναι

Intertext edge

Open linked passage

Note