Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De insidiis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1.1
αὐτούς, ἀνθ' ὅτου καὶ πάλαι γενόμενον αὐτὸν ὁρμήσειαν ἀνελεῖν, καὶ νῦν ἐπιβουλεύειν· ἀλλ' οὐ δεδυνῆσθαι παρατρέψαι τὰ μοιρίδια. οἱ δ' ἀσμένως προσίεντο τοὺς λόγους, τοῖς μὲν δυσμενεῖς ὄντες, τῷ δὲ εὖνοι, καὶ τὸ βέβαιον τοῦ κατορθώσειν τὸ ἔργον ἐκ τῆς περὶ αὐτὸν ἀνδρείας ἔχοντες. τέλος δὲ συστήσας ἑταιρικὸν κτείνει βασιλεύοντα Πατροκλείδην παράνομον ὄντα καὶ ἐπαχθῆ· ταχὺ δὲ ἀντ' ἐκείνου ὁ δῆμος αὐτὸν βασιλέα κατέστησεν. ὁ δὲ τούς τε φυγάδας κατάγει καὶ τοὺς ἀτίμους ὑπὸ τῶν Βακχιαδῶν γενομένους ἐπιτίμους πάλιν ἐποίησεν· καὶ διὰ τοῦτο ἐχρῆτο εἰς ὅ τι βούλοιτο αὐτοῖς· εἴς τε ἀποικίαν ἐξῆγε τοὺς μὴ φίλους, ὅπως ἂν ῥᾷον ἄρχοι τῶν λοιπῶν· ἔπεμψε δὲ εἴς τε Λευκάδα καὶ Ἀνακτόριον, οἰκιστὰς αὐτῶν Πυλάδην καὶ Ἐχιάδην τάξας, παῖδας αὐτοῦ νόθους· τοὺς δὲ Βακχιάδας φυγαδεύσας ἐδήμευσε τὰς οὐσίας αὐτῶν. οἱ δὲ εἰς Κέρκυραν ἀπεχώρησαν. Κύψελος δὲ Κορίνθου πράως ἦρχεν οὔτε δορυφόρους ἔχων οὔτ' ἀποθύμιος ὢν Κορινθίοις. βασιλεύσας δὲ ἔτη λʹ ἐτελεύτησεν τέσσαρας υἱοὺς καταλιπών, ὧν γνήσιος μὲν ἦν Περίανδρος, οἱ δὲ λοιποὶ νόθοι. 23. Ὅτι Περιάνδρῳ τῷ τυράννῳ Κορινθίων γηραιῷ ἤδη ὄντι πάντες οἱ υἱεῖς ἐτελεύτησαν, ὧν Εὐαγόρας μὲν ἀποικίαν εἰς Ποτίδαιαν ἐξαγαγών, Λυκόφρων δὲ τυραννίδα κατασκευαζόμενος παρὰ τοῖς περιοίκοις, Γόργος δὲ ἅρμα ἡνιοχῶν καὶ πεσὼν ἐπὶ τράχηλον, Νικόλαος δέ, ὅσπερ ἐδόκει μετριώτατος εἶναι, ὑπὸ Κερκυραίων δολοφονηθεὶς τρόπῳ τοιῷδε. Περίανδρος βουλόμενος τελευτήσαντος αὐτοῦ μένειν τοῖς ἐκγόνοις τὴν ἀρχὴν καὶ λογιζόμενος ὅτι αὐτῷ μὲν ἐπίθοιντο Κορίνθιοι, Νικόλαον δὲ βασιλεύοντα ἀνάσχοιντο διὰ τὴν ἐπιείκειαν, ἔγνω ἀποχωρήσας αὐτὸς εἰς Κέρκυραν Νικολάῳ παραδοῦναι τὴν Κόρινθον. αἰσθόμενοι δὲ [ταῦτα] Κερκυραίων τινὲς τὴν Περιάνδρου γνώμην καὶ ἐλευθεροῦν τὴν μητρόπολιν θέλοντες, τόν τε Περίανδρον, εἰ ἀφίκοιτο, ὀρρωδοῦντες, συστάντες κτείνουσι τὸν Νικόλαον διαιτώμενον παρὰ σφίσιν. ὁ δὲ Περίανδρος ἀθροίσας στράτευμα ἐνέβαλεν εἰς Κέρκυραν, καὶ τὴν πόλιν ἑλὼν νʹ τοὺς αἰτίους τοῦ φόνου ἀπέκτεινεν, τοὺς δὲ τούτων υἱέας πλείστους ὄντας ἔπεμψε πρὸς Ἀλυάττην τὸν Λυδῶν βασιλέα ἐπ' ἐκτομῇ. οἱ δὲ προσσχόντες Σάμῳ ἱκέται τῆς Ἥρας ἐγένοντο, καὶ αὐτοὺς 22 Σάμιοι αἰσθόμενοι τὸ σύμπαν ἐρρύσαντο. Περίανδρος δὲ Ψαμμητίχῳ Κέρκυραν παραδούς, ὅστις ἦν Γόργου μὲν υἱός, ἀδελφιδοῦς δὲ ἑαυτῷ, ἐπανῆλθεν εἰς Κόρινθον. 24. Ὅτι ἐκδέκτορα τῆς βασιλείας κατέλιπε Περίανδρος Κύψελον τὸν Γόργου παῖδα, τοῦ σφετέρου ἀδελφοῦ· ὃς ἐκ Κερκύρας ἀφικόμενος ἐτυράννευσε Κορίνθου ἄχρι αὐτὸν συστάντες τινὲς τῶν Κορινθίων ἔκτειναν βραχὺν χρόνον κατασχόντα τὴν τυραννίδα, καὶ τὴν πόλιν ἠλευθέρωσαν. ὁ δὲ δῆμος τάς τε οἰκίας τῶν τυράννων κατέσκαψεν καὶ τὰς οὐσίας ἐδήμευσεν, ἄταφόν τε ἐξώρισε τὸν Κύψελον, καὶ τῶν προγόνων τοὺς τάφους ἀνορύξας τὰ ὀστᾶ ἐξέρριψεν, αὐτὸς δὲ παραχρῆμα† ἐστρατεύσατο πολιτείαν τοιάνδε· μίαν μὲν ὀκτάδα προβούλων ἐποίησεν, ἐκ δὲ τῶν λοιπῶν βουλὴν κατέλεξεν ἀνδρῶν θʹ. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΠΟΛΙΤΙΚΩΝ.] 25. Ὅτι Μύρων ὁ Σικυωνίων βασιλεύς, ἀπὸ Ὀρθαγόρου κατάγων τὸ γένος, ἦν περί τε τὰ ἄλλα καὶ περὶ τὰς γυναῖκας ἀκόλαστος· ἃς οὐ λάθρα μόνον, ἀλλὰ καὶ φανερῶς βιασάμενος ᾔσχυνεν· τελευτῶν δὲ καὶ τὴν Ἰσοδήμου τοῦ ἀδελφοῦ γυναῖκα ἐμοίχευσεν. ὁ δὲ ᾐσθημένος πρότερον μὲν ἡσύχαζεν, ἐλθόντι δὲ ἐκ Λιβύης τῷ ἑτέρῳ ἀδελφῷ ἔφρασεν ἀδημονῶν. ἦν δ', ὥς φασιν, αὐτὸς μὲν ἁπλοῦς τὸ ἦθος καὶ ἄκακος, ὁ δὲ Κλεισθένης δόλιος. καί ποτε πυνθανομένου τί χρὴ ποιεῖν, αὐτὸς μὲν εἶπεν οὐδ' ἂν μίαν ἡμέραν ἀνασχέσθαι τοιαῦτα παθών, ἀλλὰ δι' αὐτοχειρίας ἂν τὸν δράσαντα τιμωρήσασθαι. ἔλεγε δὲ ταῦτα καὶ παρώξυνε τὸν Ἰσόδημον ἐπὶ τὸν Μύρωνα ἐπιβουλεύων τῇ τυραννίδι, τοῦ μὲν ἀποθανόντος, τοῦ δὲ θύειν τοῖς θεοῖς οὐκ ἂν ἔτι δυναμένου διὰ τὸ αἷμα τοῦ ἀδελφοῦ. ὅπερ ἐδήλωσεν. ὡς γὰρ ὁ Ἰσόδημος ἔκτεινε τὸν Μύρωνα ζʹ ἔτη τυραννεύσαντα εὑρὼν ἐπὶ τῇ γυναικί, καὶ πρὸς τὸν Κλεισθένη ἔφρασε μέγα στενάξας, ἐκεῖνος συνάχθεσθαι ἀμφοτέροις ἔφη, τῷ μὲν ἀποθανόντι, ὅτι ὑπὸ τἀδελφοῦ πάθοι ταῦτα, ἐκείνῳ δ' αὖ, ὅτι τὸν ἀδελφὸν κτείνας οὐκ ἂν ἔτι δύναιτο τοῖς θεοῖς θύειν, ἀλλὰ δεῖν ἕτερον τοῦτο ποιεῖν. ὁ δ' ἵνα μὴ τῆς ἀρχῆς διὰ τοῦτ' ἐκπέσοι, πεισθεὶς ἀληθῆ λέγειν αὐτόν, ἐνιαυτὸν 23 διαλιπὼν προσείλετο κοινωνόν. καὶ ὁ μὲν τοῦθ' ὅπερ ἐτέχναζεν κατειργάσατο διὰ τὴν εὐήθειαν ἐκείνου, καὶ ἀμφότεροι Σικυῶνος ἦρχον. πολὺ μέντοι μᾶλλον Κλεισθένει προσεῖχον οἱ ἄνθρωποι ἅτε φοβερῷ ὄντι καὶ δραστηρίῳ, καὶ οἱ ἐκείνου φίλοι τούτῳ προσεχώρουν. τελευτῶν δὲ καὶ τῆς ἀρχῆς τὸν Ἰσόδημον ἀπεστέρησεν τοιόνδε τι τεχνάσας. ἦν τις Χαιρέδημος, ἀνὴρ τῶν ἀστῶν Ἰσοδήμου φίλος. οὗτος ὁρῶν τὸν Κλεισθένη ἐργασιμώτερον, προσιὼν περὶ φιλίας διελέγετο. πολλὰ δὲ ὑπισχνουμένου, Κλεισθένης ἐκέλευσεν αὐτὸν εἰς πίστιν ὧν φησι παρελθόντα Ἰσοδήμῳ παραινεῖν ἀπενιαυτίσαι διὰ τὸν φόνον, ὅπερ ἔθος ἦν ποιεῖν, ὡς καὶ θύειν αὐτῷ καὶ τὰ ἱερὰ ἐξέσται κεκαθαρμένῳ καὶ τοῖς ἐκείνου παισὶν ἄρχειν· εἰ δὲ μή, ἔνοχον ὄντα χαλεπῶς μὲν αὐτὸν ἐμμενεῖν τῇ τυραννίδι, χαλεπῶς δὲ ἐγγόνοις λείψειν. ταῦτα λέγοντα ὁ Χαιρέδημος ἐδέξατο, καὶ τῷ Ἰσοδήμῳ συνεβούλευε μεταστῆναι ἐπ' ἐνιαυτόν. ὁ δὲ οἷα ἀνὴρ ἄκακος πεισθεὶς ἐπ' εὐνοίᾳ λέγειν αὐτόν. ἀπεχώρησεν εἰς Κόρινθον, παραδοὺς Κλεισθένει τὴν τυραννίδα. ὁ δὲ παραχρῆμα ἐξελθόντος διέβαλλεν ὡς μετὰ τῶν Κυψελιδῶν οἱ ἐπιβουλεύοντα, ὅπως ἂν μόνος ἄρχοι. καὶ διὰ τοῦτο στρατὸν ὁπλίσας ἐξεῖργε κατιόντα, καὶ αὐτὸς ἐτυράννει βιαιότατος ὢν τῶν πρὸ αὐτοῦ καὶ ὠμότατος, καὶ βοηθείας πολλοῖς ἐκπέμπων, ὡς ἂν ἔχοι συμμάχους. κατασχὼν δὲ τὴν ἀρχὴν ἓν καὶ λʹ ἔτη ἐτελεύτησεν. 26. Ὅτι ἐν τῇ Ἀσίᾳ τελευτήσαντος τοῦ Μήδων βασιλέως ἐκδέχεται τὴν ἀρχὴν Ἀστυάγης ὁ παῖς, ὅντινα μετὰ Ἀρβάκην λόγος ἔχει γενναιότατον γεγονέναι. ἐπὶ τούτου βασιλεύοντος ἡ μεγάλη γίνεται μεταβολή, καθ' ἣν εἰς Πέρσας ἐκ Μήδων περιῆλθεν ἡ ἀρχή, δι' αἰτίαν τοιάνδε. νόμος ἐγένετο ἐν Μήδοις, ὅστις πένης τροφῆς ἕνεκα προσίῃ ἀνδρὶ εὐπόρῳ ἑαυτὸν διδοὺς ὅπως τρέφοιτό τε καὶ ἀμπέχοιτο, ἴσα καὶ δοῦλον νομίζεσθαι ἐκείνου· ἢν δὲ μὴ παρέχῃ ταῦτα ὁ λαβών, ἐξεῖναι παρ' ἄλλον ἀποχωρεῖν. προσέρχεται δή τις μειρακίσκος, ὄνομα Κῦρος, Μάρδος γένος, θεράποντι 24 βασιλείῳ, ὃς ἦν ἐπὶ τοῖς καλλύνουσι τὰ βασίλεια. ἦν δὲ ὁ Κῦρος τοῦ Ἀτραδάτου παῖς, ὅστις ἐλῄστευεν ὑπὸ πενίας· ἡ δὲ γυνὴ αὐτοῦ, Ἀργόστη ὄνομα, ἡ Κύρου μήτηρ, αἰπολοῦσα ἔζη. ἐκδίδωσιν οὖν αὑτὸν ὁ Κῦρος ἐπὶ τῷ τρέφεσθαι τῷ ἀνδρί, καὶ ἐκάλλυνε τὰ βασίλεια, καὶ ἦν ἐπιμελητής. βελτίω οὖν αὐτῷ στολὴν ὁ ἐπιστάτης δίδωσι, καὶ ἐκ τῶν ἔξω εἰσήγαγεν εἰς τοὺς ἔσω καλλύνοντας παρὰ βασιλεῖ, καὶ τῷ τούτων ἐπιστάτῃ συνίστησι. χαλεπὸς δ' ἦν οὗτος καὶ ἐμαστίγου πολλάκις Κῦρον· καὶ ὃς ἀφίσταται παρὰ τὸν λυχνοφόρον· κἀκεῖνος αὐτὸν ἠγάπα, καὶ προσάγεται πλησίον βασιλέως, ἵν' ἐν τοῖς λυχνοφοροῦσιν αὐτῷ εἴη. εὐδοκιμῶν δὲ καὶ ἐν τούτοις μετῆλθε παρὰ Ἀρτεμβάρην, ὅστις τῶν οἰνοχόων ἐπεστάτει καὶ αὐτὸς βασιλεῖ ὤρεγε πιεῖν τὴν φιάλην. ὁ δὲ αὐτὸν προθύμως δέχεται καὶ οἰνοχοεῖν κελεύει τοῖς ὁμοτραπέζοις βασιλέως. οὐ πολλοῦ δὲ χρόνου, ἐπεὶ ἑώρα αὐτὸν Ἀρτεμβάρης εὖ καὶ ἐπιστρεφῶς διακονοῦντα καὶ τὴν φιάλην εὐσχημόνως ἐπιδιδόντα, πυνθάνεται βασιλεὺς Ἀρτεμβάρου ὁπόθεν εἴη ὁ νεανίσκος, ὡς καλῶς οἰνοχοεῖ. ὁ δ' εἶπεν· ὦ δέσποτα, σὸς δοῦλος, Πέρσης γένος, ἐκ τῶν Μάρδων, τροφῆς δὲ χάριν ἑαυτὸν δεδωκώς μοι. ἦν δὲ ὁ Ἀρτεμβάρης πρεσβύτης· καί ποτε δεῖται βασιλέως, ἐπεὶ ἐπύρεξε, μεθεῖναι αὐτὸν εἰς οἶκον ἔστ' ἂν ὑγιάνῃ. ἀντὶ δ' ἐμαυτοῦ, ἔφη, ὁ νεανίσκος ὅδε, (Κῦρον λέγων), ὃν σὺ ἐπαινεῖς, οἰνοχοήσει· υἱὸν δ' αὐτὸν κἀγὼ ποιήσομαι, εὐνοῦχος ὤν, εἴ σοι τῷ δεσπότῃ οἰνοχοῶν καταθύμιος γένοιτο. ταῦτα ἐπῄνει ὁ Ἀστυάγης· καὶ ὁ μὲν ἀπελύετο πολλὰ ἐντειλάμενος Κύρῳ καὶ φιλοφρονησάμενος ὡς ἂν υἱῷ, ὁ δὲ παρεστὼς βασιλεῖ τήν τε φιάλην ἐδίδου καὶ ᾠνοχόει νύκτα καὶ ἡμέραν, ὑπέφαινέ τε πολλὴν σωφροσύνην καὶ ἀνδρείαν. ὁ δ' Ἀρτεμβάρης ἐκ τῆς νόσου ταύτης θνήσκει υἱοποιησάμενος τὸν Κῦρον. δίδωσιν οὖν αὐτῷ ὁ Ἀστυάγης ὡς ἂν υἱεῖ τὸν σύμπαντα βίον Ἀρτεμβάρεω καὶ ἄλλα πολλὰ δῶρα, μέγας τε ἦν καὶ ὄνομα αὐτοῦ πάντῃ διεφέρετο. Ἦν δὲ Ἀστυάγῃ θυγάτηρ πάνυ γε γενναία καὶ εὐειδής, ἥντινα Σπιτάμᾳ δίδωσι τῷ Μήδῳ ἐπὶ προικὶ πάσῃ Μηδίᾳ. Κῦρος δὲ μεταπέμπεται τόν τε πατέρα Ἀτραδάτην καὶ Ἀργόστην τὴν μητέρα ἐκ Μάρδων. οἱ δὲ ἧκον ἐπ' αὐτῷ μεγάλῳ ὄντι. ἐξηγήσατο 25 δ' αὐτῷ καὶ ἡ μήτηρ ὄνειρον, ὡς κύουσα αὐτὸν δόξαι κοιμηθεῖσα ἐν τῷ ἱερῷ, ἡνίκα ἐν Μάρδοις ἦν αἰπολοῦσα. ἔδοξα γάρ, ἔφη, οὐρῆσαι τοσοῦτον κύουσα, ὦ Κῦρε, σέ, ὥστε ποταμοῦ μεγάλου ῥεύματι ὅμοιον γενέσθαι τὸ πλῆθος τοῦ οὔρου καὶ κατακλύσαι πᾶσαν τὴν Ἀσίαν, ῥυῆναι δὲ αὐτὸ ἄχρι θαλάττης. καὶ ὁ πατὴρ ἀκούσας κελεύει τοῖς ἐν Βαβυλῶνι Χαλδαίοις ὑπερθεῖναι. Κῦρος δὲ τὸν λογιώτατον αὐτῶν καλέσας ἐξηγήσατο· καὶ ὃς ἀποκρίνεται μέγα τε εἶναι τὸ προφαινόμενον ἀγαθὸν καὶ τὴν πρώτην αὐτῷ τιμὴν φέρον ἐν Ἀσίᾳ· δεῖν δὲ κρύπτειν, ὡς μὴ Ἀστυάγης ἀκούσῃ· κάκιστα γὰρ σέ τε ἀποκτενεῖ κἀμὲ τὸν κριτῆρα αὐτοῦ. ὤμοσαν δὲ ἀλλήλοις μηδενὶ κατερεῖν τὴν ὄψιν μεγάλην τε οὖσαν καὶ οἵαν οὐκ ἄλλην. ἐκ τούτου πολὺ μείζων ὁ Κῦρος γενόμενος σατράπην τὸν αὐτοῦ πατέρα Περσῶν ἐποίησεν καὶ τὴν μητέρα πλούτῳ τε καὶ δυνάμει Περσίδων πρώτην. Καδούσιοι δὲ τότε πολέμιοι ἦσαν βασιλεῖ, ἄρχοντα ἔχοντες Ὀναφέρνην, ὅστις προδιδοὺς τὸ ἔθνος τὰ βασιλέως ἐφρόνει, καὶ πέμψας ἄγγελον παρὰ Ἀστυάγην ᾐτεῖτο ἄνδρα πιστόν, ὡς σὺν αὐτῷ βουλεύσειεν τὰ περὶ τῆς προδοσίας. καὶ ὃς ἐκπέμπει Κῦρον, ὡς ἂν πάντα συμπράξειεν· ἡμέρᾳ δὲ τεσσαρακοστῇ ὥρισεν αὐτῷ παρ' αὐτὸν εἰς Ἐκβάτανα ἀνελθεῖν. καὶ ὁ τοῦ ὀνείρου κριτὴς παρεθάρρυνεν αὐτὸν εἰς Καδουσίους ἀπελθεῖν, καὶ φρονήματος ἐνεπίμπλα. εἰσῄει δὲ Κῦρον, ἅτε φύσει γενναῖον καὶ μεγαλόφρονα, ὡς χρὴ θεοῦ συλλαμβανομένου Πέρσας ἀποστῆσαι καὶ Ἀστυάγην πειρᾶσθαι τῆς ἀρχῆς παύειν, πιστεύειν τε τῷ Βαβυλωνίῳ τὰ θεῖα κάλλιστα ἐξεπισταμένῳ. ἐθάρρυνον δὲ ἀλλήλους· ὁ μὲν Βαβυλώνιος Κῦρον ὅτι εἱμαρμένον εἴη αὐτὸν καταλῦσαι Ἀστυάγην καὶ τὴν ἐκείνου βασιλείαν ἑλεῖν, καὶ τοῦτ' αὐτὸς ἄριστα γινώσκειν· ὁ δ' αὖ Κῦρος τὸν Βαβυλώνιον, ὅτι μεγάλων αὐτὸν καταξιώσει γενομένων τούτων, ἐὰν αὐτὸς βασιλεὺς γένηται. ἐνεθυμεῖτο δὲ ὡς καὶ Ἀρβάκης παύσας Σαρδανάπαλλον πρότερον τὴν ἐκείνου τιμὴν ἀφέλοιτο. καίτοι οὔτε Μῆδοι κρείσσους Περσῶν, οἷς ἐκεῖνος ἐπίστευεν, οὔτε Ἀρβάκης φρονιμώτερος ἐμοῦ· τύχη δὲ καὶ μοῖρα κἀμοὶ προδείκνυσιν, ὥσπερ ἄρα κἀκείνῳ. ταῦτα ἐνθυμουμένῳ ὑπήντησε μεμαστιγωμένος ἀνὴρ κόπρον ἐν κοφίνῳ ἐκφέρων, ἐπειδὴ ἐν τοῖς ὅροις γίνεται Καδουσίων· οἰωνισάμενος καθυπερτίθεται τῷ Βαβυλωνίῳ. ὁ δὲ ἐκέλευε πυθέσθαι τίς τε εἴη ὁ 26 ἀνὴρ καὶ ποδαπὸς γένος. πυθομένῳ δὲ Κύρῳ ἀποκρίνεται ἐκεῖνος ὅτι Πέρσης εἴη, Οἱβάρας ὄνομα. καὶ ὃς ἥσθη πάνυ· ὁ γὰρ οἱβάρας δύναται Ἑλλάδι γλώσσῃ ἀγαθάγγελος. ἔφη δ' ὁ Βαβυλώνιος πρὸς Κῦρον καὶ τἄλλα σύμβολα εἶναι ἄριστα, ὅτι τε Πέρσης ἐστί σοι πολίτης καὶ ὅτι κόπρον ἱππίαν φέρει, ἥτις πλοῦτον καὶ δύναμιν προσημαίνει, ὥσπερ καὶ τοὔνομα λέγει. ταχὺ δὴ τὸν ἄνθρωπον ὁ Κῦρος παραλαμβάνει συνεῖναί τε ἐκέλευεν αὐτῷ· ὁ δὲ πείθεται. Ἐκ τούτου παρὰ τὸν Ὀναφέρνην εἰς Καδουσίους ἧκε, καὶ πίστεις λαμβάνει τε καὶ δίδωσι περὶ τῆς προδοσίας· ἐπανῄει τε εἰς Μηδίαν· τὸν δὲ Οἱβάραν ἵππῳ τε καὶ στολῇ Περσίδι καὶ θεραπείᾳ ἐτίμησεν, εἶχέ τε πέλας, τὴν γνώμην ὁρῶν ἀγαθόν, καὶ ἅμα τοῦ Βαβυλωνίου κελεύοντος διαλέγεσθαι αὐτῷ. ἐκ δὲ τοῦ κατ' ὀλίγον ἑταιριζόμενος ἐποιεῖτο καὶ σύμβουλον, καί ποτ' εἰς λόγους ἦλθε τοιούτους, ὡς ἄχθοιτο ὁρῶν Πέρσας ὑπὸ Μήδων κακουμένους, καὶ ταῦτα οὐδὲν χείρους ὄντας τὰς φύσεις. καὶ ὁ Οἱβάρας εἶπεν· ὦ Κῦρε, οὐ γὰρ ἔστιν ἀνὴρ τὰ νῦν μεγαλόφρων τε καὶ μεγαλογνώμων, ὃς παῦσαι Μήδους ἐθελήσει τῶν κρειττόνων ἄρχειν ἀξιοῦντας. καὶ Κῦρος ἔφη· πῶς οὐκ ἔστιν, ὦ Οἱβάρα; ἔστιν μὲν ἴσως, ἀλλὰ πολλῇ καὶ κακῇ ἀτολμίᾳ χρῆται, δι' ἣν οὐδὲν δρᾷ δυνάμενος. καὶ ὁ Κῦρος ἐκπειρώμενος· εἰ δὲ φανείη τολμητὴς ἀνήρ, πῶς ἂν δύναιτο τοῦτο κατεργάζεσθαι; ὁ δὲ ἀποκρίνεται· πρῶτον μὲν Καδουσίους προσαγαγόμενος ἐθέλοντας· Πέρσας μὲν φιλοῦσι, Μήδους δὲ πάνυ μισοῦσι· ἔπειτα δὲ καὶ Πέρσας θαρρύνας τε καὶ ὁπλίσας περὶ μʹ ὄντας μυριάδας, καὶ ἀσμένως ἂν ἐθελήσαντας δι' ἃ πάσχουσιν ὑπὸ Μήδων· ἐπιτηδειοτάτη δ' αὐτοῖς πρὸς τοῦτο καὶ ἡ χώρα πετρώδης τε καὶ† θρανὴ οὖσα, ἐφ' ἣν εἰ στρατεύειν Μῆδοι θέλοιεν, κακῶς ἀπαλλάξουσι. Κῦρος δὲ ἠρώτα· εἰ ἀνὴρ φανείη ταῦτα δρῶν, συνανακινδυνεύσεις αὐτῷ; καὶ ὅς· εἰ γάρ, ὦ Ζεῦ, ἔφη, μάλιστα μὲν σὺ εἴης ὁ τούτοις ἐγχειρῶν, ἐπειδὴ καὶ ὁ σὸς πατὴρ ἄρχει Περσῶν, καὶ σὺ† ἐνασυλώτατος εἶ καὶ δυνατώτατος· εἰ δὲ μή, ὅστις οὖν εἴη. 27 Ἐκ τούτου τὸ ὅλον βούλευμα ἐκκαλύπτει τε αὐτῷ ὁ Κῦρος καὶ συμβούλῳ χρῆται, ὁρῶν ἄνδρα φρόνιμον καὶ ἀνδρεῖον καὶ ἐν αὐτῷ πάσας ἔχοντα τὰς ἐλπίδας. καὶ ὃς συνεπῄνει τε καὶ συνεξώτρυνε γνώμας τε ἀγαθὰς ὑφηγεῖτο, καὶ ὡς χρὴ πέμψαντα παρὰ Ἀτραδάτην τὸν πατέρα κελεύειν ὁπλίζειν Πέρσας, τῷ λόγῳ μέν, ὡς ἕτοιμοι εἶεν βασιλεῖ ἐπὶ Καδουσίους, τῷ ἔργῳ δὲ εἰς ἀπόστασιν· ἔπειτα ὡς χρὴ παρὰ Ἀστυάγου αἰτησάμενον ἡμέρας ἐλθεῖν αὐτὸν εἰς τὴν Περσίδα, ὡς ἱερὰ εὐκταῖα θύσειεν ὑπὲρ βασιλέως καὶ τῆς ἐκείνου σωτηρίας, ἅμα δὲ καὶ τοῦ πατρός, ἐπειδὴ φαύλως ἔχει ὑπὸ νόσου. εἰ δὲ ταῦτα πράξει, ἐγχειρητέον ἔσται τῷ σύμπαντι ἀνδρείως. οὔτοι δεινόν, ὦ Κῦρε, καὶ ἀποκινδυνεύειν τῇ ψυχῇ μεγάλοις ἐγχειροῦντα ἔργοις, καὶ παθεῖν, εἰ δέοι, τοῦτο ὃ καὶ μηδὲν δρῶντας ἀναμένει παθεῖν. ἥσθη τε οὖν ὁ Κῦρος ἐπὶ τῇ γενναιότητι τοῦ ἀνδρός, καὶ ἅμα θαρρύνων αὐτὸν καὶ τὸν ὄνειρον ἐξηγήσατο τῆς μητρὸς καὶ τὴν τοῦ Βαβυλωνίου γνώμην, ἣν εἶπε περὶ αὐτοῦ. καὶ ὁ Οἱβάρας ἅτε ἀγχίνους πολὺ μᾶλλον αὐτὸν ἐξώτρυνεν καὶ διεκελεύσατο φυλάττειν τὸν Βαβυλώνιον, ὡς μὴ ἐξάγγελος εἴη βασιλεῖ τοῦ ὀνείρου, εἰ ἄρα κτείνειν αὐτὸν οὐχ ὑπομένοις, ὅπερ ἦν ἄριστον. καὶ ὁ Κῦρος· ἀποτρόπαιον ἂν εἴη τοῦτό γ', εἶπεν. συνεσιτοῦντο δὴ καὶ συνῆσαν Κύρῳ τὸ ἀπὸ τοῦδε ὅ τε Οἱβάρας καὶ ὁ Βαβυλώνιος. ἐν δέει δὲ ὢν ὁ Πέρσης, μὴ κατείποι πρὸς Ἀστυάγην ὁ Βαβυλώνιος περὶ τοῦ ὀνείρου, προσεποιήσατο ἱερὰ πάτρια νύκτωρ ἐπιτελεῖν τῇ σελήνῃ, καὶ τὸν Κῦρον ᾔτησε θύματά τε καὶ οἶνον καὶ οἰκέτας καὶ στρώματα καὶ τἄλλα ὧν ἔδει· ἠξίου δὲ Κῦρον προστάξαι τοῖς θεραπεύουσι πείθεσθαι αὐτῷ. καὶ ὃς προσέταξέ τε καὶ τῆς θυσίας οὐ μετεῖχεν, Οἱβάρα τεχνήσαντος, ὃς παρασκευάζεται τά τε ἄλλα† νύκτα καὶ στιβάδας βαθείας ἐφ' ὧν εὐωχήσονται, καὶ βόθρον ὤρυξεν ἐν τῇ αὑτοῦ σκηνῇ βαθύτατον. ἐπεὶ δὲ πάντα ἔπραξε καὶ εὐώχησε τὸν Βαβυλώνιον καὶ ἐμέθυσεν, ὑπέρ τε τὸν βόθρον αὐτῷ κοίτην στορέσας, ὡς κατακλίνει ἐς ταύτην, ὦσεν αὐτὸν εἰς τὸν βόθρον κάτω· συνέβαλε δ' αὐτῷ καὶ τὸν οἰκέτην. καὶ ἅμα ὄρθρῳ Κύρου ἀπάραντος συνωδοιπόρει. οὐ πολὺ δὲ προελθόντων, ἐπεζήτει τὸν ἄνθρωπον 28 ὁ Κῦρος· ὁ δὲ τὸ μὲν πρῶτον ἔφη καταλελοιπέναι αὐτὸν ἔτι καθεύδοντα ὑπὸ μέθης. ἀγανακτοῦντος δὲ Κύρου, τελευταῖον ἐξέφηνε τἀληθές, ὅτι αὐτὸν κτείνειεν, ἐπειδὴ μόνην σωτηρίαν ταύτην ἑώρα Κύρῳ τε καὶ τοῖς Κύρου παισὶν οὖσαν. λυπηθεὶς δὲ πάνυ ἐπὶ τοῖς πραχθεῖσι καὶ ἔτι μᾶλλον ὀργισθείς, ὥστε μηκέτι προσίεσθαι τὸν Οἱβάραν, αὖθις μετέγνω καὶ προσίετο αὐτὸν συμβούλῳ τε ἐχρῆτο περὶ τῶν αὐτῶν. τῇ δὲ τοῦ Βαβυλωνίου γυναικὶ πυνθανομένῃ περὶ τοῦ ἀνδρὸς εἶπεν ὅτι ὑπὸ λῃστῶν ἀποθάνοι καὶ ταφείη ὑπ' αὐτοῦ. Μετὰ ταῦτα παρὰ βασιλέα Κῦρον ἀφικόμενον ὁ Οἱβάρας ἀνεδίδασκε καὶ ἐξώτρυνε τὰ βεβουλευμένα σφίσιν δρᾶν καὶ πέμπειν τε εἰς Πέρσας καὶ ὁπλίζειν τοὺς ἐν ἥβῃ καὶ Ἀστυάγην αἰτεῖσθαι δοῦναί οἱ ἡμέρας, ὥς τε τὰ ἱερὰ θύσειε καὶ τὸν πατέρα νοσηλεύσειε φαύλως ἔχοντα. καὶ ὃς ἐπείσθη, τά τε ἄλλα ὅπλα ἤδη ἦν ἕτοιμα, καὶ ὁ Κῦρος ᾐτήσατο βασιλέα τὴν εἰς Πέρσας πορείαν, ὡς ἂν θύσειεν ὑπὲρ αὐτοῦ καὶ ἅμα τὸν πατέρα ἴδοι κακῶς διακείμενον. ὁ δ' οὐ δίδωσιν αὐτῷ ὑπ' εὐνοίας συνεῖναι θέλων· καὶ ὁ Κῦρος ἐν ἀθυμίᾳ ἦν Οἱβάρᾳ δηλώσας ὡς ἀποτύχοι. καὶ ὃς ἐθάρρυνέ τε αὐτὸν καὶ αὖθις ἐκέλευε διαλιπόντα ἡμέρας δεῖσθαι αὐτοῦ περὶ τῶν αὐτῶν, καὶ τεύξεσθαι· δεῖν δὲ αὐτὸν θεραπεύειν προθύμως ἔτι μᾶλλον ἢ πρότερον· καὶ ἐπειδὰν δέηται, δι' ἑτέρου τοῦτο ποιεῖν καὶ μὴ δι' αὑτοῦ. καὶ ὁ μὲν ᾤχετο παρὰ βασιλέα, καὶ τοῦ πιστοτάτου τῶν εὐνούχων ἔχρῃζεν, ὅταν ᾖ καιρός, αἰτήσασθαι αὐτῷ τὴν ἄφοδον παρὰ βασιλέως. ἐπεὶ δ' οὖν ποτε ἑώρα βασιλέα ἐν πολλῇ ὄντα παιδιᾷ τε καὶ μέθῃ, νεύει τῷ εὐνούχῳ λέγειν βασιλεῖ ὅτι· Κῦρος ὁ σὸς δοῦλος αἰτεῖται δοῦναι αὐτῷ ἅ ποτε εὔξατο ἱερὰ ὑπὲρ σοῦ, ὅπως ἂν αὐτῷ εὐμενὴς εἴης, θῦσαι, καὶ ἅμα τὸν αὑτοῦ πατέρα ἀσθενῶς ἔχοντα θεραπεῦσαι. καὶ ὁ Ἀστυάγης καλέσας Κῦρον καὶ μειδιῶν δίδωσι αὐτῷ εʹ μῆνας ὁρίσας, τῷ δὲ ἕκτῳ ὅπως ἐπάνεισι διεκελεύσατο.* προσκυνήσας καθίστησιν ἀνθ' ἑαυτοῦ Τιριδάτην οἰνοχόον βασιλεῖ, ἄχρι αὐτὸς ἐπανίοι. καὶ ἐπὶ Οἱβάραν ἦλθε γεγηθώς. ὁ δ' αὐτὸν ἐκέλευσε παραχρῆμα τοὺς οἰκέτας συλλαβόντα ἀπαίρειν· καί, ἦν γὰρ αὐτὸς 29 ἐπιμελητής, νύκτωρ πάντα εὐτρεπίζει, καὶ ἕωθεν εἰς Πέρσας ὁδοιπόρουν. Ἡ δὲ τοῦ Βαβυλωνίου γυνή, ὃς τὸν ὄνειρον ἔφρασε Κύρῳ, προακηκοϋῖα ἄρα παρὰ τοῦ ἑαυτῆς ἀνδρός, ἡνίκα ἔζη, τὴν ὄψιν, ἥντινα ἔφρασεν αὐτῷ ὁ Κῦρος, τελευτήσαντος αὐτῇ τοῦ ἀνδρός, συνοικοῦσα τῷ ἐκείνου ἀδελφῷ, ἐκείνης τῆς νυκτὸς συναναπαυομένη ἤκουσε παρ' αὐτοῦ ὅτι μέγας γενόμενος οἴχοιτο εἰς Πέρσας. ἡ δὲ αὐτῷ διηγεῖτο τὸν ὄνειρον καὶ τὴν τούτου κρίσιν, ὥσπερ ἤκουσε παρὰ τοῦ ἀνδρός, ὅτι βασιλεύσει Περσῶν. ἕωθεν δὲ ὁ ἀνὴρ ἀτρέμας ἧκε παρὰ Ἀστυάγην, καὶ δι' εὐνούχου ἐρόμενος τὴν εἴσοδον πάντα ἀπήγγειλεν, ὡς ἀκούσειε παρὰ τῆς ἑαυτοῦ γυναικός, ὅτι Κύρῳ ἐφράσθη ὑπὸ τοῦ ἀποθανόντος ἀνδρὸς θεολόγου πρὸς τὴν γενομένην ὄψιν βασιλεῦσαι, καὶ τοῦδ' οὕνεκα ἄρα οἴχοιτο νῦν εἰς Πέρσας οὐ πάλαι δὲ καὶ αὐτὸς ταῦτα ἀκηκοέναι παρὰ τῆς γυναικός· ἕκαστά τε σαφῶς διηγήσατο τοῦ τε ὀνείρου καὶ τῆς† χρηστύος. ἐν πολλῇ δὲ συννοίᾳ γενόμενος Ἀστυάγης πυνθάνεται τοῦ Βαβυλωνίου· τί οὖν χρὴ ποιεῖν. καὶ ὃς ἔφη· κτείνειν αὐτὸν ἐπανελθόντα ὡς τάχιστα· μόνη περ αὕτη ἀσφάλεια ἂν εἴη. καὶ ὁ Ἀστυάγης ἀποπεμψάμενος τὸν Βαβυλώνιον μᾶλλόν τι ἐνεθυμεῖτο τοὺς λόγους αὐτοῦ. εἰς ἑσπέραν δὲ πίνων ἐκάλεσε τὰς παλλακίδας ὀρχηστρίδας οὔσας καὶ κιθαριστρίδας. καί τις αὐτῶν ᾄδουσα τοιαῦτ' ἔλεγεν· ὁ λέων τὸν κάπρον ὑποχείριον ἔχων μεθῆκεν εἰς τὰς λόχμας τὰς ἑαυτοῦ, ἐν αἷς κρείττων γενόμενος πολὺν πόνον αὐτῷ παρέξει, καὶ τελευτῶν ἀσθενέστερος ὢν τὸν ἰσχυρότερον χειρώσεται. ταῦτα ᾀδούσης ἐνθύμια ποιεῖται Ἀστυάγης ὡς τείνοντα εἰς αὐτόν. παραχρῆμα δὴ πέμπει τʹ ἱππεῖς ἐπὶ Κῦρον, οἷς ἐκέλευσεν αὐτὸν καλεῖν ὀπίσω· ἐὰν δὲ μὴ ἕπηται, τὴν κεφαλὴν ἀποτεμόντας φέρειν. οἱ δὲ ᾤχοντο, καὶ ἐπεὶ ἧκον παρὰ Κῦρον, ἔφρασαν τὰ παρ' Ἀστυάγους. κἀκεῖνος, οἷα ἀγχίνους, εἴτε καὶ Οἱβάρα παραινοῦντος, εἶπεν· πῶς δ' οὐ μέλλω ἰέναι, καλοῦντός με τοῦ δεσπότου; ἀλλὰ νῦν δειπνήσατε, πρωῒ δὲ χωρῶμεν παρ' αὐτόν. οἱ δὲ ταῦτ' ἐπῄνουν. ὁ δὲ περσικῶς ὀπτὰ κατακόψας ἱερεῖα πολλὰ καὶ βοῦς εἱστία τε τοὺς ἱππέας καὶ μεθύσκει· προαπέσταλτο δ' αὐτῷ ἄγγελος ἐπὶ τὸν πατέρα χιλίους ἱππεῖς κελεύων καὶ πεντακισχιλίους πεζοὺς ἐπὶ Ὕρβαν† ἑτέραν πόλιν πέμπειν πρὸ ὁδοῦ κειμένην, τοὺς δὲ ἄλλους Πέρσας ὁπλίζειν αὐτὸν τάχιστα, ὡς βασι 30 λέως προστάττοντος· οὐ γὰρ ἐδήλωσε τὸν ὄντα λόγον. μετὰ δὲ τὴν ἑστίασιν εἰς ὕπνον τετραμμένων τῶν ἱππέων, αὐτός τε καὶ Οἱβάρας ὡς εἶχον ἀναβάντες ἐπὶ τοὺς ἵππους ἀπελαύνουσι, καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν ἔτι νυκτὸς οὔσης, καὶ ὁπλίζει ὁ Κῦρος τοὺς ἀνθρώπους· καὶ συντάττει τοὺς παρὰ τοῦ πατρὸς ἥκοντας ὡς εἰς μάχην· καὶ αὐτὸς μὲν ἐν τῷ δεξιῷ ἵσταται, καὶ Οἱβάρας ἐν τῷ εὐωνύμῳ. καὶ ὁ οἶνος ἀνῆκε τοὺς παρὰ Ἀστυάγους πρωῒ οἰχομένους, καὶ γνόντες Κῦρον διώκουσι. καὶ ἧκον ἐπὶ τὴν Ὕρβαν, καὶ εὑρόντες ἐκτεταγμένον συμβάλλουσιν ὡς εἰς μάχην. ἔνθα δὴ πρῶτον πολλὴν ἀνδρείαν Κῦρος ἀποδειξάμενος σὺν τρισὶ Πέρσαις κτείνει περὶ σʹ καὶ νʹ ἱππεῖς· οἱ λοιποὶ δὲ φεύγουσι παρὰ βασιλέα καὶ ταῦτ' ἀπήγγειλαν. καὶ ὃς παίσας τὸν μηρὸν εἶπεν· ὤ μοι ὡς πολλάκις γνοὺς ὅτι οὐ χρὴ κακοὺς εὖ ποιεῖν ὅμως ἁλίσκομαι χρηστοῖς λόγοις, ὃς καὶ Κῦρον παραλαβὼν πολλῶν κακῶν, Μάρδον γένος, ὄλεθρον τηλικοῦτον ἐποίησα κατ' ἐμαυτοῦ· ἀλλὰ καὶ νῦν οὐ χαιρήσει οἷς θέλει. καὶ παραχρῆμα καλέσας τοὺς στρατηγοὺς ἀθροίζειν τὴν δύναμιν κελεύει. ὡς δὲ ἠθροίσθη εἰς ρʹ μὲν πεζῶν μυριάδας, εἴκοσιν δὲ ἱππέων, τρισχίλια δὲ ἅρματα, ἐλαύνει ἐπὶ Πέρσας. ἤδη δὲ ὥπλιστο κἀκεῖ ἡ στρατιὰ ὑπὸ Ἀτραδάτα πάντα εἰδότος· καὶ ἦσαν λʹ μὲν μυριάδες πελταστῶν, εʹ δὲ ἱππέων, ρʹ δὲ δρεπανηφόρα. ὡς δ' εἰς ἓν συνῆλθε Κύρῳ ἡ δύναμις, παρῄνεσε τούτοις. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ.] Ἐκ τούτου αὐτός τε καὶ ὁ πατὴρ συνέταττον τὴν στρατιάν, καὶ Οἱβάραν ἀποφαίνουσι στρατηγόν, ἄνδρα εὔβουλον καὶ δραστήριον, ὃς προκαταλαμβάνει μὲν τὰς στενοπόρους ὁδοὺς φυλακαῖς καὶ τὰ ὑψηλότατα ὄρη, τὸν δὲ ὄχλον ἐκ τῶν ἀτειχίστων πόλεων εἰς τὰς εὐερκεῖς μετάγει, φρούρια δ' ἔνθα καιρὸς ἦν ἐντειχίζεται. καὶ μετ' οὐ πολὺ Ἀστυάγης ἧκε σὺν τῷ στρατῷ καὶ τὰς ἐρήμους πόλεις κατέκαε· πρός τε Κῦρον καὶ Ἀτραδάταν τὸν τούτου πατέρα πέμψας ἀγγέλους πολλά τε ἠπείλει καὶ ὠνείδιζε τὴν πρόσθεν πτωχείαν, ἐκέλευέ τε ὀπίσω παρ' αὐτὸν ἰέναι· δήσειν γὰρ αὐτοὺς μόνον παχείαις πέδαις· εἰ δ' ἁλώσεσθε, ἔφη, κακοὶ κακῶς ἀπολεῖσθε. Κῦρος δὲ ἀποκρίνεται· οὐκ ἄρα σύ γε, ὦ Ἀστυάγη, θεῶν 31 δύναμιν ᾔδεις, ὃς οὐκ οἶσθα ὑπ' ἐκείνων τοὺς αἰπόλους ἐποτρυνθέντας ἐπὶ τάδε τὰ πράγματα, οἷς ἑπόμεθα καὶ εἰς τέλος. καὶ σοὶ παραινοῦμεν, ὅτι ἡμᾶς καὶ αὐτὸς εὖ ποιεῖς, θεῶν σοι ἐπὶ νοῦν ἀγόντων, ἀπάγειν τὴν δύναμιν καὶ Πέρσας ἐλευθέρους ἐᾶν κρείττους ὄντας Μήδων, ὡς μὴ τούτους δουλούμενος καὶ τῶν ἄλλων ἀποστερηθῇς. ταῦτα μὲν ὁ ἄγγελος ἀπήγγειλεν Ἀστυάγῃ. ὁ δὲ ὑπὸ ὀργῆς ἐξάγει τὴν στρατιὰν εἰς μάχην καὶ ἐκτάττει· αὐτὸς δὲ προεκάθητο ἀναβὰς δισμυρίους ἔχων δορυφόρους περὶ αὑτόν. ἀντεπῄει δὲ Κῦρος, Ἀτραδάτην μὲν ἐν τῷ δεξιῷ κέρατι στήσας, Οἱβάραν δὲ ἐπὶ τῷ εὐωνύμῳ· αὐτός τε μετὰ τῶν ἀρίστων Περσῶν ἐν μέσοις ἦν. ἔνθα δὴ δεινὴ μάχη γίνεται· καὶ πλείστους ἔκτεινε Κῦρός τε καὶ οἱ λοιποὶ Πέρσαι. σχετλιάζων δὲ ὁ Ἀστυάγης ἐπὶ τοῦ θρόνου εἶπεν· οἴ μοι τοὺς τερμινθοφάγους Πέρσας οἷα ἀριστεύουσι. καὶ πέμψας ἠπείλει τοῖς ἑαυτοῦ στρατηγοῖς, εἰ μὴ νικήσουσι τοὺς ἀντίους, οἷα πείσονται. κάμνοντες δὲ οἱ Πέρσαι ὑπὸ πλήθους πολεμίων ἄλλων ἐπ' ἄλλοις ἐπιόντων, κλιθέντες ἀναχωροῦσιν εἰς τὴν πόλιν, πρὸ ἧς ἐμάχοντο. εἰσεληλυθότας δὲ θαρρύνει Κῦρος καὶ Οἱβάρας, ὅτι πλείους αὐτοὶ τῶν πολεμίων ἔκτειναν, καὶ παραινοῦσι παῖδας μὲν καὶ γυναῖκας εἰς Πασαργάδας τὸ ὑψηλότατον ὄρος ἀποπέμψαι, αὐτοὶ δὲ εἰς αὔριον ἐπεξελθόντες τέλος ἐπιθεῖναι τῇ νίκῃ. πρόκειται γὰρ ἀποθανεῖν πᾶσιν [ἢ] ἡττηθεῖσι· βέλτιον οὖν μετὰ τοῦ νικᾶν, εἰ δέοι, παθεῖν τοῦτο ἐλευθερώσαντας τὴν πατρίδα. ταῦτα εἰπόντος, ὀργὴ καὶ μῖσος παρίσταται πᾶσιν ἐπὶ Μήδους, καὶ ἕωθεν ἀναπετάσαντες τὰς πύλας ἐπεξίασιν, ἡγουμένου Κύρου καὶ Οἱβάρα. ὁ δ' Ἀτραδάτης μετὰ τῶν γερόντων ἐρρύετο τὸ τεῖχος. ἀντεπίασι δ' αὐτοῖς παμπληθεῖς Ἀστυάγου φάλαγγες σὺν ὁπλίταις τε καὶ ἱππεῦσι. τῶν δὲ μαχομένων, ιʹ μυριάδες ἐκπεριελθοῦσαι, καθότι ἔταξεν Ἀστυάγης, αἱροῦσι τὴν πόλιν καὶ Ἀτραδάτην πολλὰ τραύματα ἔχοντα ἀναπέμπουσιν ἐπὶ βασιλέα. γενναίως δὲ καὶ οἱ Κύρου ἀγωνισάμενοι φεύγουσιν εἰς Πασαργάδας, ἔνθ' αὐτοῖς τέκνα καὶ γύναια ἦν. Ἀστυάγης δ', ἐπεὶ αὐτῷ ἤχθη ὁ Κύρου πατήρ, ἔφη· οὗτος σὺ δή μοι ἀγαθὸς σατράπης, ὃν ἐγὼ ἐτίμησα, τοιαύτας χάριτας σὺν τῷ υἱεῖ ἀπεδώκατε. καὶ ὁ γέρων ἐκπνέων ἤδη· οὐκ οἶδ', ἔφη, ὦ δέσποτα, ὅστις θεῶν τήνδε τὴν μανίαν ἐφώρμησε τῷ ἐμῷ παιδί· σὺ δὲ μή με αἰκίζου· ταχὺ γὰρ ὧδ' ἔχων ἀποπνεύσομαί σοι. 32 καὶ ὃς ᾤκτειρεν αὐτὸν καὶ εἶπεν· τοιγαροῦν σὲ ἐγὼ οὐδὲν αἰκίζομαι· οἶδα γὰρ ὅτι, εἴ σοι ὁ υἱὸς ἐπείσθη, οὐκ ἂν ταῦτα ἔπραξεν. ἀλλὰ καὶ θάπτειν σε κελεύω οὐκ ὄντα ἐκείνῳ ὁμογνώμονα τῆσδε τῆς μανίας. τοῦτον μὲν οὖν ταχὺ ἀποθανόντα θάπτουσι καλῶς τε καὶ εὖ, Ἀστυάγης δ' ἐπὶ Πασαργάδας ᾔει διὰ στενῶν ὁδῶν. ἔνθεν δὲ καὶ ἔνθεν λισσάδες πέτραι καὶ ὄρος διερρωγὸς ὑψηλὸν ἦν· διὰ μέσου δὲ διεξιέναι τὰς ἐμβολὰς Οἱβάρας ἐφύλαττε μυρίοις ὁπλίταις· καὶ ἦν ἀνέλπιστον διελθεῖν. ἃ δὴ γνοὺς Ἀστυάγης ἐκπεριελθεῖν ἐκέλευε τὸ ὄρος δέκα μυριάσι ἐν κύκλῳ, εἰς ὃ εὑρόντες ἄνοδον ἀνέρπουσι καὶ τῶν ἄκρων κρατοῦσιν. Οἱβάρας δὲ καὶ Κῦρος σὺν τῷ πλήθει παντὶ νύκτωρ φεύγουσιν εἰς ἄλλο ὄρος χθαμαλώτερον τοῦ προτέρου. εἵπετο δ' ἡ Ἀστυάγεω στρατιὰ κατ' ἴχνος διώκουσα ἤδη μεταξὺ τῶν ὀρῶν· ἐπῄει δὴ τοὐντεῦθεν ἡ Ἀστυάγου στρατιὰ καὶ ἐμάχετο πρὸς τὸ ὄρος ἀνιοῦσα μάλα εὐψύχως. κρημνοὶ δὲ πάντῃ καὶ δρυμῶνες ἀγριέλαιοί τε συνεχεῖς ἦσαν. γενναιότερον δ' ἔτι οἱ Πέρσαι ἐμάχοντο, ἔνθεν Κύρου ἐξορμῶντος, ἔνθεν Οἱβάρα, ὃς αὐτοὺς ἀνεμίμνησκε παίδων τε καὶ γυναικῶν καὶ πατέρων γερόντων καὶ μητέρων, οὓς αἰσχρὸν εἶναι προέσθαι Μήδοις κατατέμνειν τε καὶ αἰκίζεσθαι. ὧν ἀκούοντες ἐρρώσθησαν καὶ σὺν ἀλαλαγμῷ κατιόντες χερμάσι τε ἀπλέτοις βάλλοντες ἀπορίᾳ βελῶν καταράσσουσιν ἐκ τοῦ ὄρους τοὺς πολεμίους. καί πως Κῦρος ἧκεν ἐπὶ τὸ πατρῷον οἴκημα αὐτοῦ, ἔνθα αἰπολῶν, ὅτε μικρὸς ἦν, ηὐλίζετο, καὶ ἐν αὐτῷ ἔθυσεν ἄλευρα πυρῶν καὶ κυπαρίττου ὕλην δάφνην τε ὑποθεὶς καὶ πῦρ ἐκτρίψας, ὡς ἂν κεκμηκώς τε καὶ ἀπόρως ἔχων. εὐθὺς δ' ἐκ δεξιᾶς ἤστραψέ τε καὶ ἐβρόντησεν. Κῦρος δὲ προσεκύνησεν, οἰωνοί τε αἴσιοι ἐπὶ τῷ οἰκήματι αὐτῷ ἑζόμενοι προύφαινον ὡς εἰς Πασαργάδας ἀφίκοιτο. ἐκ τούτου δειπνοποιησάμενοι ἐκοιμήθησαν ἐν τῷ ὄρει· καὶ τῇ ὑστεραίᾳ τοῖς οἰωνοῖς πίσυνοι ἐπικαταβαίνουσιν ἐπὶ τοὺς πολεμίους ἀνέρποντας ἤδη εἰς τὸ ὄρος· καὶ ἐπὶ πολὺ ἐμάχοντο ἀνδρείως. Ἀστυάγης δὲ πεντακισμυρίους ἐπὶ τὸ ὄρος ἔστησε, καὶ ἐκέλευσε τοὺς κατορρωδοῦντας τὴν ἀνάβασιν ἢ φεύγοντας κάτω παρὰ σφᾶς ἀποκτείνειν. ἀνάγκῃ οὖν ἐχόμενοι Μῆδοί τε καὶ οἱ σύμμαχοι ἀνῄεσαν ἐπὶ τοὺς Πέρσας. ἔνθα δὴ κάμνοντες ὑπὸ τοῦ πλήθους οἱ Πέρσαι ἔφευγον ἐπ' ἄκρον τὸ ὄρος, ἵνα αὐτοῖς αἱ γυναῖκες ἦσαν. αἱ δὲ ἀνασυράμεναι ἐβόων 33 ποῖ φέρεσθε, ὦ κάκιστοι; ἢ ἄχρι ἂν εἰσδύητε ἔνθεν γεγένησθε; διὰ τοῦτο ὁ Περσῶν βασιλεύς, ἐπειδὰν εἰς Πασαργάδας ἀφίκηται, χρυσὸν δωρεῖται ταῖς Περσίσι γυναιξίν, καὶ διανέμει ἑκάστῃ εἰς λόγον δραχμῶν εἴκοσιν Ἀττικῶν. οἱ δὲ Πέρσαι καταισχυνθέντες ἐφ' οἷς εἶδον καὶ ἤκουσαν ἐπιστρέφουσιν ἐπὶ τοὺς πολεμίους, καὶ μιᾷ ὁρμῇ ἐπιδραμόντες ἐξωθοῦσιν αὐτοὺς ἐκ τοῦ ὄρους καὶ κτείνουσιν οὐκ ἐλάττους ἑξακισμυρίων. οὐ μὴν Ἀστυάγης ἀφίστατο τῆς πολιορκίας. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΗΜΑΤΩΝ ΚΑΙ ΣΤΡΑΤΗΓΗΜΑΤΩΝ]. Πολλῶν δὲ ἀναμεταξὺ γενομένων, Κῦρος εἰς τὴν σκηνὴν παρελθὼν καθίζει εἰς τὸν τοῦ Ἀστυάγου θρόνον καὶ τὸ σκῆπτρον αὐτοῦ λαμβάνει. ἐπευφήμησαν δὲ Πέρσαι, καὶ Οἱβάρας αὐτῷ τὴν κίδαριν ἐπιτίθησιν εἰπών· ἀξιώτερος σύ γε εἶ Ἀστυάγου φορεῖν, θεοῦ σοι διδόντος δι' ἀρετήν, καὶ Πέρσας Μήδων βασιλεύειν. τά τε χρήματα πάντα εἰς Πασαργάδας ἀπεκόμιζον, ἐφεστῶτος Οἱβάρα καὶ ἐπιμελητὰς καταστήσαντος. ἄπλετα δ' ἦν καὶ ἃ οἱ Πέρσαι κατὰ σκηνὰς τρεπόμενοι τὰς ἰδιωτικὰς ὠφελοῦντο. καὶ μετ' οὐ πολὺ φήμη πάντῃ διήγγειλεν τὴν Ἀστυάγου φυγήν τε καὶ ἧτταν, ὥς τε ὑπὸ θεῶν του ἀφῄρηται τὸ κράτος. καὶ οἱ ἄνθρωποι ἀφίσταντο καὶ τὰ ἔθνη. πρῶτος δ' Ὑρκανῶν ἄρχων Ἀρτασύρας ἧκε εʹ μυριάδας ἄγων στρατιᾶς Κύρῳ, καὶ προσεκύνησεν εἶπέ τε ἑτοίμην εἶναι καὶ ἄλλην πολὺ πλείω, ἐὰν κελεύῃ· μετὰ δὲ ὅ τε Παρθυαῖος καὶ Σάκης καὶ Βάκτριος καὶ οἱ ἐφεξῆς ἅπαντες, ὥστε σπουδὴν εἶναι ἑκάστου τὸν ἕτερον φθῆναι θέλοντος· εἰς ὃ Ἀστυάγης μετ' ὀλίγων ὑπολειφθείς, ἐπᾴξαντος μετ' οὐ πολὺ Κύρου καὶ ἐκ τοῦ ῥᾴστου μάχῃ κρατήσαντος, αἰχμάλωτος ἐπ' αὐτὸν ἄγεται. 27. Ὅτι ὁ νέος Καῖσαρ τρίτον ἄγων ἐν τῇ Ῥώμῃ μῆνα ἐνταυθοῖ παρεπεδήμει, ζηλούμενος μὲν ὑπὸ τῶν ἡλίκων καὶ φίλων, θαυμαζόμενος δὲ ὑπὸ τῶν ἐν τῇ πόλει πάντων, ἐπαινούμενος δ' ὑπὸ τῶν παιδευτῶν. τετάρτῳ δὲ μηνὶ ἧκεν ἐκ τῆς πατρίδος πεμφθεὶς ὑπὸ τῆς μητρὸς ὡς αὐτὸν ἀπελεύθερος τεταραγμένος καὶ πολλῆς ἀθυμίας μεστός, ἐπιστολὴν κομίζων, ἐν ᾗ ἐγέγραπτο ὡς 34 Καῖσαρ μὲν ἐν τῇ συγκλήτῳ ἀποθάνοι ὑπὸ τῶν περὶ Κάσσιον καὶ Βροῦτον. ἠξίου δὲ τὸν παῖδα ἐπανελθεῖν ὡς αὐτήν· ἀγνοεῖν γὰρ ἔφη καὐτὴ τἀπὸ τοῦδε ἐσόμενα· δεῖν δὲ ἤδη ἄνδρα γίγνεσθαι, καὶ γνώμῃ τε ἃ χρὴ φρονεῖν καὶ ἔργῳ πράττειν ἑπόμενον τῇ τύχῃ τε καὶ τοῖς καιροῖς. τοιαῦτα ἐδήλου τὰ παρὰ τῆς μητρὸς γράμματα. ὅμοια δὲ καὶ ὁ ταῦτα κομίζων ἀπήγγελλεν· ἔφη τε ὡς παραχρῆμα Καίσαρος ἀναιρεθέντος πεμφθείη καὶ οὐδαμῇ διατρίψειεν, ὡς θᾶττον ἔχοι μαθὼν τὰ γενόμενα βουλεύσασθαι περὶ αὐτῶν· μέγαν δ' εἶναι τὸν κίνδυνον τοῖς τοῦ ἀνῃρημένου συγγενέσι, ὃν δεῖ πρῶτον σκοπεῖν ὅπως διαφεύξεται· οὐ μικρὰν γὰρ εἶναι μερίδα τὴν τῶν σφαγέων, οἳ τοὺς Καίσαρος ἐλαύνουσί τε καὶ ἀναιροῦσι. ταῦτ' ἀκούσαντες ἐν πολλῷ θορύβῳ ἦσαν, μέλλοντες ὅσον οὔπω δειπνήσειν. ταχὺ δ' ἡ φήμη καὶ τοῖς ἔξω διήγγειλε καὶ ἀνὰ πᾶσαν ἐφοίτα τὴν πόλιν τἀκριβὲς μὲν οὐ δηλοῦσα, ὅτι μέντοι κακόν τι μέγα εἴη προσπεπτωκός. συνῄεσαν γοῦν πολλοὶ περὶ ἄκραν ἑσπέραν σὺν φωτὶ τῶν πρώτων Ἀπολλωνιατῶν διαπυνθανόμενοι ὑπ' εὐνοίας ὅ τι εἴη τὸ ἠγγελμένον. βουλευομένῳ δὲ Καίσαρι μετὰ τῶν φίλων ἔδοξε χρῆναι τοῖς ἐπιφανεστάτοις δηλῶσαι, τὸ πλῆθος δὲ ἀποπέμψασθαι. καὶ ἐπεὶ ταῦτα ἔπραξαν, μόλις μὲν ἀπῆλθεν ὁ ὄχλος πεισθεὶς ὑπὸ τῶν πρώτων, καιρὸν δ' ἔσχεν Καῖσαρ περὶ τῶν ὅλων βουλεύσασθαι μετὰ τῶν φίλων, πόρρω τῆς νυκτὸς ἤδη διεληλυθυίας, ὅ τι ποιητέον εἴη καὶ ὅπως χρηστέον τοῖς πράγμασιν. πολλῆς δὲ σκέψεως γενομένης, οἱ μὲν παρῄνουν τῶν φίλων ἐπὶ τὸ ἐν Μακεδονίᾳ στράτευμα χωρεῖν, ὃ προεξεπέπεμπτο ἐπὶ τὸν Παρθικὸν πόλεμον, (ἡγεῖτο δ' αὐτοῦ Μάρκος Αἰμίλιος) καὶ σὺν αὐτῷ ἥκειν τἀσφαλοῦς ἕνεκεν εἰς Ῥώμην ἐπὶ ἄμυναν τῶν σφαγέων· ὑπάρχειν δὲ καὶ τοὺς στρατιώτας ὑπ' εὐνοίας τῆς πρὸς ἐκεῖνον τοῖς* ἀχθομένους· προσγενήσεσθαι δὲ καὶ τὸν ἀπὸ τοῦ παιδὸς οἶκτον ὀφθέντος τῷ στρατῷ. ἀλλὰ ταῦτα δυσχερῆ ὑπεφαίνετο ἀνδρὶ κομιδῆ νέῳ καὶ μείζω ἢ κατὰ τὴν παροῦσαν ἡλικίαν τε καὶ ἀπειρίαν, ἄλλως τε καὶ ἀδήλου ἔτι οὔσης τῆς τῶν πολλῶν διανοίας, καὶ πολλῶν ἐφεστώτων ἐχθρῶν. οὐκ ἐκράτει οὖν ἥδε ἡ γνώμη. τιμωροί τε ἔσεσθαι Καίσαρι προσεδοκῶντο οἳ καὶ ζῶντος ἀπήλαυον τῆς τύχης, εἴς τε 35 ἀρχὰς καὶ πλοῦτον ὑπ' αὐτοῦ προηγμένοι δωρεάς τε μεγάλας ἔχοντες καὶ οἵας οὐδ' ὄναρ ἤλπισαν. ἄλλων δὲ ἄλλα παραινούντων, ὡς ἂν ἐν ἀσκόποις καὶ ἀσταθμήτοις πράγμασι, κράτιστον εἶναι ἐδόκει Καίσαρι τὴν ὑπὲρ τῶν ὅλων βουλὴν ἀναβαλέσθαι ἄχρι ἂν τοῖς καὶ γήρᾳ καὶ φρονήσει διαφέρουσι τῶν φίλων συμμίξας κοινωνοὺς ποιήσαιτο τῆς γνώμης. ἔδοξεν οὖν δεῖν ἠρέμα ἔχειν καὶ εἰς Ῥώμην βαδίζειν, πρότερον δ' ἐν Ἰταλίᾳ γενόμενον γνῶναι τὰ μετὰ τὴν Καίσαρος τελευτὴν ἐπισυμβάντα καὶ μετὰ τῶν ἐκεῖ βουλεύσασθαι περὶ τῶν ὅλων. Καὶ οἱ μὲν πρὸς τὸν πλοῦν παρεσκευάζοντο· Ἀλέξανδρος δὲ ὑποτιμώμενος τό τε γῆρας καὶ τὴν ἀσθένειαν εἰς τὴν πατρίδα τὸ Πέργαμον ἀπελύετο. Ἀπολλωνιᾶται δὲ ἀθροισθέντες ἄχρι μέν τινος ἐδέοντο Καίσαρος ὑπὸ φιλοστοργίας μένειν παρὰ σφᾶς· παρέξειν γὰρ αὐτῷ τὴν πόλιν εἰς ὅ τι βούλεται, ὑπό τε τῆς πρὸς αὐτὸν εὐνοίας καὶ τῆς πρὸς τὸν τεθνηκότα εὐσεβείας· καὶ αὐτῷ δὲ ἄμεινον εἶναι, τοσούτων ἐχθρῶν ἐφεστώτων, ἐν φίλῃ πόλει τὰ ἐσόμενα καραδοκεῖν. ὁ δὲ βουλόμενος παρὼν τοῖς πραττομένοις καιροφυλακεῖν, οὐ παρέλυε τὴν γνώμην, ἀλλ' ἀναγκαῖον ἔφη εἶναι ἀποπλεῖν· Ἀπολλωνιάτας δὲ τότε ἐπῄνεσε, καὶ παρελθὼν εἰς τὴν ἀρχὴν ἐλευθερίαν τε αὐτοῖς καὶ ἀτέλειαν ἄλλας τε οὐκ ὀλίγας χάριτας ἐπιδοὺς καὶ εὐδαίμονα τὴν πόλιν ἐν τοῖς μάλιστα ποιήσας. τότε δὲ μετὰ δακρύων αὐτὸν ὁ πᾶς δῆμος ἀποσπώμενον προύπεμψε, θαυμάζων τὸ ἐν τῇ παρεπιδημίᾳ κόσμιον καὶ σῶφρον, καὶ ἅμα οἰκτείρων τὴν τύχην. ἦλθον δ' ὡς αὐτὸν ἐκ τῆς στρατιᾶς οὐκ ὀλίγοι ἱππεῖς τε καὶ πεζοί, χιλίαρχοί τε καὶ ἑκατοντάρχαι ἄλλοι τε πάμπολλοι θεραπείας χάριν, οἱ δὲ κατ' ἰδίας χρείας· οἳ τότε παρῄνουν ἐπὶ τὰ ὅπλα χωρεῖν, καὶ αὐτοὶ ὑπισχνοῦντο συστρατεύσειν τε καὶ ἄλλους προσποιήσειν ἐπεξιόντας τὸν Καίσαρος θάνατον. ὁ δ' ἐπαινέσας αὐτοὺς οὐθὲν δεῖν ἔφη ἐν τῷ παρόντι· ὅταν μέντοι καλῇ ἐπὶ τὴν τιμωρίαν, ἠξίου ἑτοίμους εἶναι. οἱ δ' ἐπείθοντο. Καῖσαρ δ' ἀνήχθη τοῖς ἐπιτυχοῦσι πλοίοις χειμῶνος ἔτι ὄντος σφαλερώτατα, καὶ διαβαλὼν τὸν Ἰόνιον πόντον ἴσχει τῆς Καλαβρίας τὴν ἔγγιστα ἄκραν, ἔνθα οὐδέν πω σαφὲς διηγγέλλετο τοῖς ἐνοικοῦσι τοῦ ἐν Ῥώμῃ νεωτερισμοῦ. ἐκβὰς οὖν ταύτῃ πεζὸς ὥδευεν ἐπὶ Λύππας. καὶ ὡς ἀφίκετο, ἐντυγχάνει τοῖς ἐν Ῥώμῃ θαπτομένῳ Καίσαρι*, οἳ ἀπήγγελλον τά τε ἄλλα καὶ ὡς ἐν ταῖς 36 διαθήκαις ὡς υἱὸς εἴη Καίσαρι ἐγγεγραμμένος, καὶ τρία μέρη τῶν χρημάτων, τὸ δὲ τέταρτον τοῖς ἄλλοις εἴη δεδομένον, ἐξ οὗ καὶ τῷ δήμῳ δοίη κατ' ἄνδρα εʹ καὶ οʹ δραχμάς, ἐπισκήψειε δὲ καὶ Ἀτίᾳ τῇ μητρὶ τοῦ παιδὸς τῆς ἑαυτοῦ ταφῆς ἐπιμεληθῆναι, ὅπως τε ὁ ὄχλος βιασάμενος ἐν μέσῃ ἀγορᾷ αὐτὸν καύσειέ τε καὶ θάψειεν· τοὺς δὲ περὶ Βροῦτον καὶ Κάσσιον σφαγεῖς κατειληφότας τὸ Καπιτώλιον φρουρεῖν τούς τε δούλους καλεῖν ἐπ' ἐλευθερίᾳ συμμάχους· τῇ τε πρώτῃ ἡμέρᾳ καὶ δευτέρᾳ, καταπεπληγμένων ἔτι τῶν Καίσαρος φίλων, πολλοὺς αὐτοῖς προσέχειν, ἐπεὶ δ' οἱ ἐκ τῶν περιοικίδων πόλεων κληροῦχοι, οὓς ἐκεῖνος κατῴκισέ τε καὶ ταῖς πόλεσιν ἐγκατέστησεν, ἧκον παμπληθεῖς ὡς τοὺς περὶ Λέπιδον τὸν ἱππάρχην καὶ Ἀντώνιον τὸν συνύπατον Καίσαρος ἐπεξιέναι αὐτοῦ τὸν φόνον ὑπισχνουμένους, σκεδασθῆναι τοὺς πολλούς· ἐκείνους δὲ μονωθέντας μονομάχους τινὰς ἀθροίζειν καὶ ἄλλους, οἷς ἦν ἀκήρυκτος ἔχθρα πρὸς Καίσαρα, οἳ τῆς ἐπιβουλῆς ἐκοινώνουν. καὶ τούτους μέντοι ὀλίγον ὕστερον καταβῆναι πάντας ἐκ τοῦ Καπιτωλίου πίστεις λαβόντας παρὰ Ἀντωνίου δύναμιν ἤδη μεγάλην ἔχοντος καὶ διαμεθιέντος ἐν τῷ παρόντι τὴν ὑπὲρ Καίσαρος ἐπέξοδον· ὃ κἀκείνοις αἴτιον ἐγένετο τοῦ ἀσφαλῶς ἐκ τῆς Ῥώμης ὑπεξελθεῖν ἐς Ἄντιον· πολιορκηθῆναι δ' αὐτῶν ὑπὸ τοῦ δήμου καὶ τὰς οἰκίας, ἡγεμόνος μηδενὸς ἐφεστῶτος, ἀλλ' αὐτοῦ τοῦ πλήθους ὑπὸ τῆς περὶ Καίσαρα εὐνοίας δυσχεραίνοντος τὸν φόνον, καὶ μάλιστα ἐπειδὴ τήν τε ἐσθῆτα εἶδεν ᾑμαγμένην καὶ τὸ σῶμα νεοσφαγὲς ἐκκομιζόμενον εἰς ταφήν, ὅτε καὶ βιασάμενος θάψειεν αὐτὸ ἐν μέσῃ ἀγορᾷ. Ταῦτα ὡς ἤκουσε Καῖσαρ ὁ νέος, εἴς τε δάκρυα καὶ οἶκτον ὑπὸ μνήμης τἀνδρὸς καὶ φιλοστοργίας ἐρρύη, καινότερόν τε τὸ πένθος ἐποίει. παυσάμενος δέ ποτε ἀνέμενεν ἕτερα γράμματα παρὰ τῆς μητρὸς καὶ τῶν ἐν Ῥώμῃ φίλων, καίπερ οὐκ ἀπιστῶν τοῖς τὰ γινόμενα ἀπηγγελκόσιν· οὐ γὰρ ἑώρα διότι ἂν πλάσαιντο τὰ ψευδῆ. καὶ μετὰ ταῦτα ἀπῆρεν εἰς Βρεντέσιον· ἔγνω γὰρ οὐδένα ἐνόντα τῶν ἐχθρῶν αὐτόθι, πρότερον δ' ὑπειδόμενος μὴ ὑπό του φρουροῖτο ἡ πόλις, οὐκ εἰκῆ τὸν πλοῦν ἐκ τοῦ πέραν ἀπηύθυνεν. ἧκε δ' αὐτῷ καὶ παρὰ τῆς μητρὸς ἐπιστολή, ἐν ᾗ ἐγέγραπτο δέησις ἰσχυρὰ ὡς τάχιστα ἀφικέσθαι καὶ ἑαυτὸν ἐκείνῃ τε ἀπο 37 δοῦναι καὶ τῷ σύμπαντι οἴκῳ, ὡς μήτις ἐπ' αὐτὸν ἔξωθεν ἐπιβουλὴ συσταίη παῖδα Καίσαρος ἀναδεδειγμένον. ἐδήλου δ' ὅμοια τοῖς πρότερον ἠγγελμένοις, καὶ ὡς ἐπὶ τοὺς περὶ Βροῦτον καὶ Κάσσιον ἐγήγερται ὁ πᾶς δῆμος δυσανασχετῶν ἃ δράσειαν. ἐπέστειλε δ' αὐτῷ καὶ ὁ πατρῳὸς Φίλιππος δεόμενος μὴ προσελθεῖν τῇ Καίσαρος κληρονομίᾳ, φυλάξασθαι δὲ καὶ αὐτὸ τοὔνομα, δι' ἃ πάθοι κεῖνος, ζῆν δ' ἀπραγμόνως καὶ ἀσφαλῶς. ὁ δὲ Καῖσαρ ᾔδει μὲν ὑπ' εὐνοίας ταῦτα παραινοῦντα, ἐγίνωσκε δὲ τἀναντία, μεγάλα ἐπινοῶν ἤδη καὶ φρονήματος μεστὸς ὤν, ποιούμενος δὲ ἴδια πόνον καὶ κίνδυνον ἢ ἀνδρῶν ἀπέχθειαν, οἷς οὐκ ἔμελλεν ἀρεστὸς φανεῖσθαι, εἰ τοσοῦδε ὀνόματος καὶ ἀρχῆς παραχωρήσειεν ὁτῳοῦν, ἄλλως τε καὶ τῆς πατρίδος συμπροθυμουμένης καὶ ἐπὶ τὰς πατρῴους τιμὰς καλούσης αὐτὸν ἐκ τοῦ δικαιοτάτου· καὶ γὰρ φύσει καὶ νόμῳ τὰς ἀρχὰς αὐτῷ προσήκειν, ἄγχιστα τοῦ γένους ὄντι καὶ ὑπ' αὐτοῦ κείνου παιδὶ τεθειμένῳ· καὶ τὸ ἐπεξελθεῖν δ' αὐτῷ καὶ τιμωρῆσαι τοιαῦτα πεπονθότι πάντων εἶναι δικαιότατον. ὁ μὲν δὴ ταῦτα ἐφρόνει τε καὶ τὸν Φίλιππον γράφων ἀνεδίδασκεν οὐ μάλα πειθόμενον. Ἀτία δὲ ἡ μήτηρ τὸ μὲν εὐκλεὲς τῆς τύχης καὶ τὸ μέγεθος τῆς δυναστείας ἔχαιρεν ὁρῶσα περιεληλυθὸς τῷ ἑαυτῆς παιδί, εἰδυῖα δὲ μεστὸν τὸ πρᾶγμα φόβων τε καὶ κινδύνων, καὶ ἅμα ἑωρακυῖα Καίσαρα τὸν ἑαυτῆς θεῖον οἷα πάθοι, οὐ πάνυ προσίετο πάλιν· ἐῴκει δὲ μεταξὺ ἀμφοτέρων εἶναι τῶν γνωμῶν, τῆς τε τοῦ ἀνδρὸς Φιλίππου καὶ τοῦ υἱέος. καὶ ἡ μὲν διὰ τοῦτο ἐν φροντίσι μυρίαις ἦν, τοτὲ μὲν ἀνιωμένη, ἐπειδὰν τοὺς ἠρτημένους ἀριθμῆται κινδύνους τῶν συμπάντων ἄρχειν ἀξιοῦντι, τοτὲ δ' ἐπαιρομένη, ἐπειδὰν τὸ μέγεθος τῆς ἐξουσίας τε καὶ τιμῆς λογίζηται. διὸ ἀποτρέπειν μὲν τὸν παῖδα οὐκ ἐτόλμα μεγάλοις ἐγχειροῦντα καὶ ἐπὶ δικαίαν ἄμυναν ὡρμημένον, οὐ μὴν δὴ οὐδὲ συμπαρορμᾶν διὰ τὸ ἄδηλον τοῦ δαίμονος· συνεχώρει δ' ὅμως τοὔνομα ἔχειν τὸ Καίσαρος, καὶ αὐτὴ πρώτη συνέπαινος ἦν. πάντων δὲ τῶν φίλων καὶ περὶ τοῦδε ὁ Καῖσαρ πυθόμενος ἃ ἐφρόνουν, οὐδὲν μελλήσας τύχῃ ἀγαθῇ καὶ ἐπ' εὐφήμῳ κληδόνι δέχεται τοὔνομά τε καὶ τὴν υἱοθεσίαν, ἣ καὶ αὐτῷ καὶ πᾶσιν ἀνθρώποις ἀρχὴ ἀγαθῶν ἦν, πολὺ δὲ μάλιστα τῇ πατρίδι καὶ σύμπαντι τῷ Ῥωμαίων γένει. ἔπεμψε δὲ παραχρῆμα 38 καὶ ἐπὶ τὰς ἐν τῇ Ἀσίᾳ παρασκευὰς καὶ τὰ χρήματα ἃ προύπεμψε Καῖσαρ πρότερον ἐπὶ τὸν Παρθικὸν πόλεμον. καὶ ἐπειδὴ ἐκομίσθη, καὶ σὺν αὐτοῖς ὁ ἐτήσιος φόρος τῶν ἐν Ἀσίᾳ ἐθνῶν, ἀρκούμενος Καῖσαρ τοῖς πατρῴοις τὰ δημόσια εἰς τὸ ταμιεῖον τῆς πόλεως ἀπέπεμψεν. παρῄνουν δὲ καὶ τότε αὐτῷ τῶν φίλων οἱ καὶ ἐν Ἀπολλωνίᾳ χωρεῖν ἐπὶ τὰς ἀποικίας τοῦ πατρὸς καὶ τὰ στρατεύματα συγκροτεῖν, κἀκείνους εἰς τὴν ὑπὲρ αὐτοῦ ἔξοδον ἄλλως τε καὶ τοῦ ὀνόματος μεγάλου*. ἥδιστα γὰρ καὶ τοὺς στρατιώτας ἡγουμένου τοῦ Καίσαρος υἱέος ἀκολουθήσειν τε καὶ πάντα δράσειν· θαυμαστὴ γάρ τις αὐτοῖς πίστις τε καὶ εὔνοια ὑπῆρχε πρὸς ἐκεῖνον καὶ μνήμη ὧν συγκατειργάσαντο ζῶντι, πόθος τε ἐπὶ τοῦ ἐκείνου ὀνόματος συναγωνίζειν ἣν αὐτοὶ ἐκείνῳ πρότερον περιέθεσαν ἀρχήν. ἀλλὰ τῶνδε μὲν οὐδέπω ὁ καιρὸς ἐφαίνετο εἶναι· ἐσπούδαζε δὲ νομίμως τὰς πατρίους ἀρχὰς μετιὼν γνώμῃ συγκλήτου μὴ λαβεῖν δόξαν φιλοτιμουμένου μᾶλλόν περ ἢ νομίμου. διὸ τῶν φίλων τοῖς πρεσβυτάτιος τε καὶ ἐμπειρίᾳ προύχουσι μάλιστα ἐπείθετο, ἀπό τε Βρεντεσίου ὥρμησεν ἐπὶ Ῥώμης. Ἐπιζητεῖ δὲ τοὐντεῦθεν ὁ λόγος ὅπως συστήσειαν τὴν ἐπιβουλὴν οἱ σφαγεῖς ἐπὶ Καίσαρα καὶ ὡς τὸ σύμπαν κατειργάσαντο, τά τε μετὰ ταῦτα πραχθέντα, κινηθέντων τῶν ὅλων. διέξειμι οὖν, αὐτήν τε πρῶτον καθότι ἐγένετο καὶ ὅπως τάς τε αἰτίας ὑφ' ὧν συστᾶσα τοσόνδε ἐπεξῆλθεν· ἔπειτα δὲ περὶ τοῦ ἑτέρου Καίσαρος, οὗ ἕνεκα ὅδε ὁ λόγος ὥρμηται, ὅπως τε παρῆλθεν εἰς τὴν ἀρχὴν καί, ἐπειδὴ ἀντ' ἐκείνου κατέστη, ὅπως ἔργα πολέμου καὶ εἰρήνης ἀπεδείξατο. ἦρξαν μὲν οὖν τῆς ἐπιβουλῆς ἄνδρες τὸ μὲν πρῶτον ὀλίγοι, μετὰ δὲ ταῦτα πολλοὶ καὶ ὅσοι οὔτε πρότερον ἐπὶ ἡγεμόνα μνημονεύονται συστῆναι. φασὶ γὰρ τοὺς μετασχόντας τοῦ λόγου γενέσθαι ὑπὲρ πʹ· ἐν οἷς μέγιστον ἠδύνατο Δέκμος τε Βροῦτος, φίλος ἐς τὰ μάλιστα ὢν Καίσαρι, καὶ Γάιος Κάσσιός τε καὶ Μάρκος Βροῦτος, οὐδενὸς ἧττον παρὰ Ῥωμαίοις τότε ἐπαινούμενος· πάντες δὲ πρότερον ἀντιπόλεμοί τε ἦσαν καὶ τὰ Πομπηίου ηὖξον· ἐκείνου τε ἡττηθέντος, γενόμενοι ὑπὸ Καίσαρι τὸ ἀπ' αὐτοῦ εἰρηνικὸν βίον εἶχον· οὐδὲ γὰρ ἄλλως φιλανθρώπως προσαγομένου ἕκαστον ἐν τῇ διανοίᾳ τὸ δύσελπι αὐτῶν ἀφῃροῦντο,

Intertext edge

Open linked passage

Note