De insidiis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1.1
Ὅτι κατὰ τὴν Ἰβηρίαν Βορίανθος ἦν ἀνὴρ ἀφανὴς μὲν τὸ γένος, εὐτελής τε τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ' ἀρχάς. οὗτος μετὰ ταῦτα λῃστρικοῦ τινος ἡγήσατο τάγματος· τελευταῖον τοσαύτην περιεβάλετο δύναμιν καὶ τοσαῦτα κοινωνῆσαί οἱ τῆς ἐπιχειρήσεως ἀνέπεισε γένη, ὡς ἀξιόμαχος νομισθῆναι Ῥωμαίοις ἱκανός τε πρὸς τὴν ἀρχαίαν καὶ πάτριον τοὺς Ἴβηρας ἐπαναγαγεῖν πολιτείαν. πρῶτος γοῦν Κόιντος Κεκίλιος Μέτελλος 66 ἐπὶ τόνδε τὸν πόλεμον στρατηγὸς ἐκπέμπεται, ἄριστα καὶ τῆς Ῥωμαίων δυνάμεως ἀξίως τοῖς ἀποστᾶσι Κελτιβήρων προσεπολέμησεν. μηκυνομένου δὲ παρ' ἐλπίδα τοῦ πολέμου, Κόιντος Πομπήιος αὖθις στρατηγὸς ἐξέπλει, μεθ' ὃν Κόιντος Σκιπίων ἐπὶ τὸν αὐτὸν ἐξεπέμφθη πόλεμον. ὧν μάλιστα πάντων ἕνεκα δείσαντες οἱ βάρβαροι κτείνουσιν τὸν Βορίανθον τέσσαρα καὶ δέκα Ῥωμαίοις ἔτη ἐναντία πολεμήσαντα, ταύτῃ προσάγεσθαι τὸν ἡγούμενον τῆς Ῥωμαϊκῆς στρατιᾶς ἐς εὔνοιαν αὐτῶν καὶ φειδὼ λογισάμενοι. καὶ δὴ ἀφικόμενοι τῶν αὐθεντῶν τοῦ Βοριάνθου τινὲς ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ τοῦ ὑπάτου κομίζεσθαι οἷς ὁ Σκιπίων ἀποκρίνεται, μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐν ἐπαίνῳ ποιεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχειρουμένας ἐπιβουλάς. 23. Ὅτι ἐπὶ ὑπάτων Γαΐου Κεκιλίου Μετέλλου καὶ Γναΐου Κάρβωνος ἐπὶ τῆς ρξζʹ Ὀλυμπιάδος ὁ δουλικὸς πόλεμος ἐγένετο ἐν Σικελίᾳ. οἱ γὰρ ταύτην νεμόμενοι τὴν χώραν πολλῇ τῶν ἐπιτηδείων ἐντρυφῶντες δαψιλείᾳ οὐ σταθμητὸν ἐκτήσαντο δούλιον πλῆθος, πρός γε τὰς τῶν ἀγρῶν ἐξασκοῦντες αὐτοὶ τριβὰς καὶ πρός γε τῇ πανοπλίᾳ γυμνάζοντες οὐ μόνον τοὺς περιοίκους ἐληΐζοντο, ἀλλὰ καὶ τοῖς διοδευομένοις ξένοις ἐπαφιέντες τούτους τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. καὶ τοῖς μὲν δραπέταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων ἐκράτουν μανικῶς ἁπάσης τῆς Λιβύης. οἱ γοῦν δραπέται τῇ σπάνει τῶν ἀναγκαίων βεβιασμένοι τῇ τε τῶν ὅπλων θαρροῦντες ἀσκήσει καὶ τῇ καθαρᾷ συνελαυνόμενοι δίκῃ ἐπὶ τοὺς αὐθέντας τῶν δεινῶν μεταβάλλουσι τὰς χεῖρας, σύνθεμα νυκτερινὸν ἐπαγγείλαντες παντὶ τῷ δουλικῷ πλήθει, Εὔνουν τέ τινα λεγόμενον δραπέτην, φύσει τε μιαρὸν καὶ πανοῦργον, καὶ τῆς μυσαρᾶς μιαιφονίας αὐθέντην ἀποδεικνύντες. ἐπειδὴ δὲ οὗτος τῆς νυκτερινῆς ἐκείνης μανίας βασιλεὺς ὠνομάσθη, συνεσκεύαζε τὰς 67 ἀρχὰς δορυφόρους τε πλείστους, καὶ τῶν δραμάτων ἄρχοντας ἀπεδείκνυ. καὶ πάλαι μὲν τοῖς ἑαυτοῦ δεσπόταις ταῦτα τερατευόμενος ἐπήγγελτο· ἐπειδὴ δὲ τῆς ὀλεθρίας ἐπελάβετο δυναστείας μυριάδας τε πλείους ἢ μʹ συναθροίσας, ἐν αὐτοῖς τοῖς οἴκοις ἀναιρεῖ τοὺς δεσπότας, τοὺς μὲν αἰκίαις ὑποβάλλων, τοὺς δὲ καὶ κατὰ τῶν ῥευμάτων ἀκοντίζων, ἑτέρους δὲ τῶν κεφαλῶν ζημιῶν διετίθει· γυναικῶν δὲ ὅσαι μὲν ἐν παρθενίᾳ ὑπῆρχον, συνηρπάζοντο δουλεύειν τοῖς δραπέταις ἠναγκασμέναι, ὅσαι δὲ τὸ πρὶν ἤδη τοῖς ἀνδράσι συνῴκουν, πρὸς βίαν ᾐσχύνοντο. τοῦ δὲ πάθους καὶ ταῖς ἄλλαις πόλεσιν ἐπιδημοῦντος μέλλοντός τε καὶ ἐν αὐτῇ ἐπιφοιτᾶν τῇ Ῥώμῃ, Πόπλιος Σκιπίων κατ' αὐτῶν στρατεύσας τούτων τοὺς μὲν ἀναιρεῖ, τοὺς δὲ ὑπὸ ζυγὸν τίθησι. 24. Ὅτι μετὰ τὴν τῶν ἀποστατῶν δούλων καθαίρεσιν Σκιπίων Ἀφρικανὸς κατὰ τὸ βουλευτήριον Τιβέριον Γράκχον, ἄνδρα τῶν ἐν τέλει στρατηγῶν, νεωτέρων ἁπτόμενον καὶ τὸν δῆμον ἀνασείοντα ξύλῳ παίσας κατέκτεινεν. 25. Ὅτι ἐν τούτῳ τῷ χρόνῳ, ἐπαναστάντος τοῦ δήμου, Σκιπίων Ἀφρικανὸς φυγὰς τῆς πόλεως γίνεται, ζημιοῦται δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα σὺν παρθένῳ παιδί, καὶ τῆς οἰκίας ἅμα τοῖς ὑπάρχουσιν ἀποστερεῖται. τὰ μὲν γὰρ πυρὶ κατεφλέχθη, τὰ δὲ ὑπὸ τοῦ δήμου διηρπάγη τε καὶ ἀνῃρέθη· ὡς δόγματι τῆς βουλῆς μετὰ ταῦτα ἐκ τοῦ δημοσίου μοῖραν οὐ μικρὰν τῷ ἀνδρὶ ἐπιδοθῆναι. 26. Ὅτι Ποπλίου Σκιπίωνος ἐπίκλησιν Νασικᾶ καὶ Καλαβιστίου ὑπατευόντων, αὖθις ἐς τὴν Λιβύην ἐπεραιοῦντο Ῥωμαῖοι ἐναντία Ἰουγούρθα τῷ Νουμιδῶν δυνάστῃ πολεμήσοντες. αἰτία δὲ τῆς πρὸς τὸν ἄνδρα διαφορᾶς τοιάδε τις ἦν. Μασσανάσης ἐγεγόνει κατὰ τοὺς ἄνω χρόνους βασιλεὺς τῆς Νουμιδίας, Ῥωμαίοις γεγονὼς πιστὸς σύμμαχος. τούτῳ παῖδες γίνονται Μασθανάβαλλός τε καὶ Γολούσσας καὶ τρίτος Μιχίψας. τελευτησάντων δὲ τῶν ἑτέρων νέων ἔτι, Μιχίψας χρόνοις ὕστερον τὴν βασιλείαν ἐκδέχεται. γενομένοις δὲ ἀφ' ἑαυτοῦ δύω παισὶ Ἀδερβάλλῳ τε καὶ Ἱεμψάλῳ τὸ τῆς Νουμιδίας παραπέμπει τούτοις κράτος, συνάρ 68 χοντα τοῖς ἑαυτοῦ παισὶν ἀποφήνας τουτονὶ τὸν Ἰουγούρθαν, Μασθαναβάλλου μὲν τοῦ ἀδελφοῦ παῖδα τυγχάνοντα, τεχθέντα δὲ ἐκ παλλακίδος. Ὁ δὲ δὴ Ἰουγούρθας, τοῦ θείου μεταστάντος, οὐκ ἀγαπήσας τὴν οἰκείαν τῆς βασιλείας μοῖραν ἐπιβουλεύει τοῖς περὶ τὸν Ἀδέρβαλλον, ἅμα τῷ παππῴῳ καὶ πατρῴῳ κλήρῳ καὶ τὴν πρὸς Ῥωμαίους εὔνοιάν τε καὶ φιλίαν διαδεξαμένοις, καὶ διαφθείρας τοὺς ἄνδρας αὐτὸς ἁπάσης παρανόμως ἐκράτει τῆς Νουμιδίας. ἐδόκει δὴ οὖν τῷ δήμῳ μὴ περιορᾶν ἀνδρῶν ἀνέκαθεν φίλων τε καὶ συμμάχων συμφοράν, ἀλλ' ἀμύνειν πάσῃ δυνάμει. καὶ δὴ στρατεύειν ἐπ' αὐτὸν ἅτερος τῶν ὑπάτων Βεστίας προστάττεται· ὃς τοῖς δώροις τοῦ Ἰουγούρθου διαφθαρεὶς ἐς διαλλαγὰς αἰσχράς τε καὶ τῆς Ῥωμαίων δυνάμεως ἀναξίας ἀφίκετο. Ταύτας οὖν διαλῦσαν καὶ ἀκύρους εἶναι ψηφισάμενον τὸ συνέδριον ἀπαλλάττει τῆς ἀρχῆς τὸν Βιστίαν, ἡγεμόνα δὲ τῷ κατόπιν ἐνιαυτῷ τοῦδε τοῦ πολέμου Σπόριον Ποστούμιον Ἀλβῖνον ἀποδείκνυσιν. ἐπειδὴ δὲ καὶ οὗτος ἀμαθῶς τε καὶ λίαν ἀσθενῶς διὰ τοῦ ἀδελφοῦ τοῖς ἐναντίοις προσεπολέμησεν ἥττων τῶν βασιλικῶν χρημάτων γενόμενος, τρίτον Κόιντον Κεκίλιον Μέτελλον τὸν ὕπατον ἐπὶ τὸν αὐτὸν τοῦτον ἐκπέμπει πόλεμον. ὃς ἀφικόμενος τὴν μὲν στρατιὰν διεφθαρμένην ὑπὸ τῆς κακίας τῶν ἔμπροσθεν ἡγησαμένων φρονήματι γενναίῳ καὶ μετρίᾳ τῶν ἁμαρτανομένων ἐπανορθώσει πρὸς τὸν Ῥωμαϊκὸν ἐπανήγαγε κόσμον, οὐδὲν ἀπηνὲς οὐδὲ πικρὸν ἐς οὐδένα τῶν ὑπηκόων εἰργασμένος· τὸν δὲ Ἰουγούρθαν συχναῖς ἐταπείνωσε μάχαις, πόλεις τῶν Νουμιδῶν πολλὰς κατὰ κράτος ἐξελὼν καὶ τῶν ἐλεφάντων τοὺς μὲν διαφθείρας, τοὺς δὲ ζῶντας χειρωσάμενος. οὐ πόρρω γοῦν ἀπέχων τοῦ τέλους τῶν πραττομένων, παρελύθη τῆς ἀρχῆς, Γαΐου Μαρίου τὴν ἀρχὴν διαδεξαμένου. παραλαβὼν δὲ τὰς δυνάμεις ὁ Μάριος κρατεῖ μὲν ἀντιταξαμένων τῶν περὶ τὸν Ἰουγούρθαν τὸν βασιλέα τῶν Μαυρουσίων, πόλεις δὲ καὶ οὗτός τινας τῶν Νουμιδῶν καθελὼν ἐς πέρας εὐτυχὲς δι' ὀλίγου τοῦ παντὸς ἀγῶνος ἀφίκετο, ἑλὼν ὑπὸ χεῖρα τὸν βασιλέα τῶν 69 ἐναντίων, προδοθέντα μὲν ὑπὸ τοῦ Βόκχου τοῦ Μαυρουσίου συμμάχου τοῖς ἐναντίοις, ἀχθέντα δὲ αἰχμάλωτον ὑπὸ Κορνηλίου Σύλλου, ἀνδρὸς μεγάλου τε καὶ γενναίου τὰ πολεμικά. Ὁ γάρ τοι Βόκχος τιθασσευθεὶς ὑπὸ τοῦ Σύλλου καὶ φιλοφροσύνῃ λόγου πρὸς εὔνοιαν ὑπαχθεὶς τὸν μὲν Ἰουγούρθαν καταφυγόντα μετὰ τὴν ἧτταν ὡς αὐτόν, καίτοι γαμβρὸν ὄντα, σὺν ὀλίγοις στρατιώταις ἀφικομένῳ τῷ Σύλλᾳ δίδωσιν ἄγειν, αὐτὸς δὲ τὰ Ῥωμαίων εἵλετο. οὕτως ἄρα λόγος μέτριος καὶ φιλοφροσύνη μείζονα πολλάκις τῶν ὅπλων καὶ τῶν πολυανθρώπων καθώρθωσε στρατοπέδων. ὁ γοῦν Σύλλας ἐπὶ τούτων μεγαλαυχούμενος καὶ πᾶν τὸ πραχθὲν περὶ τὸν Ἰουγούρθαν οἰκειούμενος ἐς τοῦτο προῆλθε φιλοτιμίας, ὡς ἐντυπῶσαι δακτυλίῳ τὴν εἰκόνα τῆς πράξεως· ἐνεγέγλυπτο γὰρ ὁ μὲν Βόκχος παραδιδούς, ὁ δὲ Σύλλας τὸν Ἰουγούρθαν παραλαμβάνων· ἐφ' ᾧ δὴ χαλεπαίνειν αὐτῷ καὶ φθονεῖν ἀδήλως ὁ Μάριος ἤρξατο. 27. Ὅτι Τρύφων τὸν βασιλέα Συρίας Ἀντίοχον, οὗ μικρὸν πρόσθεν σύμμαχος ἐγεγόνει, διεχρήσατο δόλῳ· αὐτός τε τὴν ἀρχὴν διαδεξάμενος αὐτίκα ὑπὸ τῶν Σύρων διαφθείρεται. κρατεῖ δὲ τῆς ἡγεμονίας Ἀντίοχος ὁ Σιδήτης, Δημητρίου μὲν παῖς τοῦ προτέρου γεγονώς, ἀδελφὸς δὲ τοῦ δευτέρου Δημητρίου. 28. Ὅτι Ἀντίοχος ὁ Σιδήτης ἐπίκλην, ὁ τὴν Ἱερουσαλὴμ πορθήσας Συρίας βασιλεύς, Ἀρσάκῃ τῷ Παρθυαίων δυνάστῃ προσπολεμήσας ἀναιρεῖται ἐνάτῳ τῆς βασιλείας ἐνιαυτῷ, Σέλευκος δὲ ἐπὶ τούτῳ τὴν ἀρχὴν διαδέχεται. ἀλλ' ὁ μὲν ὑπὸ Δημητρίου αὖθις ἐπανελθόντος καθαιρεῖται τῆς ἐξουσίας καταφεύγει τε πρὸς τὸν Παρθυαῖον, καὶ τὴν αὐτοῦ θυγατέρα λαβὼν μένει κατὰ τὴν χώραν. Σκυθῶν δὲ τότε τὴν μέσην τῶν ποταμῶν ἐπιτρεχόντων καὶ τὴν Ἀρσάκου βασιλείαν ληιζομένων, αὐτός τε ὁ Παρθυαῖος κατὰ τὸν πόλεμον ἀναιρεῖται, καὶ ὁ μετὰ τοῦτον τὴν ἡγεμονίαν παρειληφὼς ὑπόφορος γίνεται Σκύθαις. Ἀλέξανδρος δὲ ὁ πρεσβύτερος ἐκ τῆς Ἀραβίας ἥκων πολύ τε πλῆθος ἀκοντιστῶν ἐπαγόμενος Δμητρίῳ κατὰ τὴν Συρίαν ἐπολέμει· ἐπὶ πολύ τε αὐτοῖς τῆς μάχης ἐκτεινομένης, φεύγει Δημήτριος εἰς Τύρον, καὶ συλληφθεὶς ἀναιρεῖται ἔτη δʹ τῆς ἀρχῆς ἀπολαύσας. συνδιαφθείρεται δὲ τούτῳ κατὰ τὴν Δαμασκὸν καὶ ὁ παῖς Σέλευκος ὑπὸ τῆς ἑαυτοῦ μητρὸς δολοφονηθεὶς Ἀπάμης. 70 29. Ὅτι Μιθριδάτης ὁ τοῦ Πόντου βασιλεὺς χαλεπὸς ὢν καὶ τραχὺς καταστασιασθεὶς ὑπὸ τοῦ παιδὸς Φαρνάκου παρὰ τοῖς οἰκείοις στρατιώταις, πρός τε θάνατον ἀναγκαῖον συνελασθείς, φάρμακον δηλητήριον ἐκπιὼν τελευτᾷ περὶ τὸν Βόσπορον. 30. Ὅτι Κάσσιος ὁ ταμίας πρῶτος τὸν τοῦ Καίσαρος φόνον ἐπὶ νοῦν ἐβάλετο τοὺς περὶ Βροῦτον ἐς τὴν τοῦ ἔργου κοινωνίαν προελόμενος. μετὰ δὲ τὴν τοῦ Κράσσου συμφορὰν ὁ πολιτικὸς διεδέξατο πόλεμος, ἐπάρατός τε καὶ πολλῶν δακρύων γεγονὼς αἴτιος, ὅτι δὴ πρὸς ταῖς ἄλλαις ταῖς κατ' αὐτὸν συμβεβηκυίαις συμφοραῖς καὶ ἡ τύχη τοῦ δήμου τοῦ Ῥωμαίων ἐκ τοῦ ἡγεμονικοῦ μετέστη πρὸς τὸ ὑπήκοον. Γάιος δὴ Καῖσαρ ἀναστρέφων ἐκ τῆς Γαλατίας πολλῶν τε καὶ ἀλκίμων ἐθνῶν νικητὴς ὑπατείαν ἐπήγγελλεν, ἀναμφιλόγως οἱ διὰ τῶν πεπραγμένων προστεθήσεσθαι ταύτην ὑπολαμβάνων. ἀντειπόντων δὲ τῇ ἐξαιτήσει Μαρκέλλου τε τοῦ ὑπάτου καὶ Βιβούλου ἔτι τε Πομπηίου καὶ τοῦ φιλοσόφου Κάτωνος, ἐπανιέναι πρὸς τὴν πόλιν τὰς δυνάμεις διαφεὶς παρατάττεται. οἱ δὲ οὐχ ὑπατείαν, ἀλλὰ θριάμβου καταγωγὴν αἰτοῦντι τῷ Καίσαρι ἐναντιωθῆναι τοὺς περὶ τὸν Πομπήιον· οἱ δὲ προσθήκην τινὰ τοῦ ὡρισμένου χρόνου λαβεῖν βουλόμενον, ἐπὶ τῷ πάντας ὁμοῦ τοὺς βαρβάρους καταγωνίσασθαι, οὐ προσδεχθῆναι μὲν ἀπὸ τῆς συγκλήτου βουλῆς. Κουρίωνος δὲ τοῦ κατ' ἐκεῖνο δημαρχοῦντος μόνου ψηφισαμένου, διαλύει μὲν τὸν πρὸς τοὺς βαρβάρους πόλεμον ὁ Καῖσαρ, θυμωθεὶς δὲ πολέμια κατὰ τῆς βουλῆς φρονεῖν ἤρξατο. ἄρας δὲ ἐξ Ἀριμηνοῦ πόλεως, οὗ τὰς δυνάμεις εἶχεν ἠθροισμένας, συντεταγμένην ἐπῆγε τῇ πόλει τὴν στρατιάν. οἱ δὲ ὕπατοι καὶ ὁ Πομπήιος ἅμα τῇ βουλῇ καὶ παντὶ τῶν ἀστῶν γνωριμωτέρῳ, καταδείσαντες τὴν τοῦ Καίσαρος ὁρμὴν τὴν μὲν πόλιν ἐκλείπουσιν, ἐς δὲ τὴν Μακεδονίαν καὶ τὴν Ἤπειρον φεύγοντες ᾤχοντο. Καὶ ὁ μὲν Πομπήιος σὺν τοῖς ἀπὸ τῆς βουλῆς ἐνταῦθα δυνάμεις ἤθροιζεν καὶ τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο, Καῖσαρ δὲ παρελθὼν ἐς τὴν Ῥώμην, οὐδενὸς ἐναντιουμένου, καὶ ἀποδείξας ἑαυτὸν δικτάτορα, τούς τε δημοσίους θησαυροὺς ἀναρρήξας, ἐς τοὺς στρατιώτας ἐκένωσεν. καὶ εὐθέως πρὸς τὰς ἐν Ἰβηρίᾳ δυνά 71 μεις τοῦ Πομπηίου τρέπεται, ὡς μηδεὶς ὑπολείποιτο κατὰ νώτου πολέμιος. Ἐπειδὴ γὰρ ὁ Πομπήιος ἔγνω προκατειλῆφθαι τὰ ἐν Ἰβηρίᾳ, ἐπὶ τὸ Βριττήσιον στρατοπεδεύσας ἐς χεῖρας τῷ Καίσαρι γίνεται. διαμαρτήσας δὲ τῆς ἐλπίδος, αὖθις ἐπὶ τὸ Δυρράχιον καταφεύγει, πολύν τε διατρίψας χρόνον ἅπαντα τὰ τοῦ πολέμου παρεσκευάζετο, καίτοι πρὸς μικρὸν ἀναβαλλόμενος ἐπεξελθεῖν τῷ πολέμῳ ἕνεκεν σημείων τινῶν. Αἱ μὲν οὖν Ῥωμαίων δυνάμεις μετέωροι πρὸς τὴν κατ' ἀλλήλων διέκειντο μάχην· ἥ τε σύγκλητος τὰ δίκαια τῆς Ῥώμης κατὰ τὴν Θετταλονίκην μεταγαγοῦσα προεκάθητο τῶν πραττομένων· αὐτός τε Καῖσαρ καὶ Πομπήιος διὰ τῶν ὅπλων ἐκρίνοντο. τρεῖς δ' οὖν στρατιὰς ἐνταῦθα καὶ μεγάλας Καῖσαρ καταγωνισάμενος ὑφ' ἡγεμόσι ταττομένας Λουκίῳ τε Ἀφρενίῳ καὶ Μάρκῳ Πετροκίῳ καὶ Μάρκῳ Βάρωνι ἐν οὐ πολλῷ χρόνῳ, διὰ μάχης ἐλθὼν τῷ Πομπηίῳ φεύγει τὸ πρῶτον ἐλαττωθεὶς καὶ μικρὸν ἀποσχὼν ἐλαττωθῆναι παντάπασιν. οὐ γὰρ ἂν ὑπεξέδυ τὸ κακόν, εἰ μὴ νὺξ ἐπιγενομένη τῷ ἔργῳ τὸν μὲν ἅμα τοῖς ὑπολειπομένοις τῶν οἰκείων διέσωσεν, Πομπήιον δὲ τὴν στρατιὰν ἀπάγειν θᾶττον ἢ δεῖ παρεσκεύασεν κατὰ σκότος ποιεῖσθαι τὴν δίωξιν οὐ προελόμενον. φασὶ γοῦν τὸν Καίσαρα παρ' ὅσον ἦλθε κινδύνου λογιζόμενον πολλάκις εἰπεῖν, ὡς μάχεσθαι μὲν ἀγαθὸς εἴη Πομπήιος, νικᾶν δὲ ἀμαθῶς ἔχοι· οὐ γὰρ ἐν ἑτέρῳ χρόνῳ ἢ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γεγενῆσθαι τοῖς ἐναντίοις ἁλώσιμος. μετὰ δὲ τοῦτο πόλεως Θεσσαλικῆς Φαρσάλου πλησίον μεγάλας αὖθις ἑκάτεροι δυνάμεις ἀγείραντες συνῄεσαν. Πομπηίῳ μὲν οὖν τέσσαρες μυριάδες ὁπλιτῶν ἦσαν, καὶ ἱππεῖς πλείους ἢ τετρακισχίλιοι καθ' ἑκάτερον τῶν κεράτων νενεμημένοι· πρὸς δὲ τούτοις τὸ ἐξ ἁπάντων τῶν ἑῴων ἐθνῶν συμμαχικόν, καὶ πᾶν ὃ ἦν ἐπίσημον Ῥωμαίων εἵπετο, οἵ τε ἀπὸ τῆς βουλῆς, πλῆθος οὐκ εὐαρίθμητον ὄν, συνετάττοντο, ἐν οἷς στρατηγικοί τε καὶ ὑπατικοὶ ἄνδρες ἦσαν, πολλῶν ἤδη στρατοπέδων ἐξηγησάμενοι καὶ πολλοὺς διαπεπραγμένοι πολέμους. Καίσαρί γε μὴν οὐδὲ ὅλαι τρεῖς μυριάδες ἀπεπλήρουν τὴν φάλαγγα, καὶ οἱ ἱππεῖς χίλιοι. οὐδεπώποτε δὲ τοσαίδε Ῥωμαϊκαὶ συνῆλθον ἐς τὸ αὐτὸ δυνάμεις, οὐδὲ ὑπὸ βελτίοσιν ἡγεμόσι ταττόμεναι· 72 αἳ ῥᾳδίως ἂν ἅπασαν ἐσχατιὰν τῆς γῆς ὑποκύψαι Ῥωμαίοις ἠνάγκασαν, εἰ πρὸς ὀθνείους ἀλλὰ μὴ πρὸς ἐμφυλίους ἀγῶνας ἤχθησαν. Τότε δ' οὖν συνελθόντες ἐμάχοντο καρτερῶς, οὐδέτεροι διά τε ἀρετὴν καὶ τὴν ἐς τοὺς ἐναντίους ἀπέχθειαν εἴκοντες. πολλῆς τε διαφθορᾶς ἀφ' ἑκατέρων γενομένης, τέλος οἱ περὶ τὸν Πομπήιον ἐκλείπουσι, καὶ πολλοὶ μὲν αὐτοῦ πίπτουσι, πολλοὶ δὲ σποράδες ἀπεχώρουν τὸ στρατόπεδον ἔρημον διαρπάσαι τοῖς ἐναντίοις παραδόντες. αὐτὸς δὲ Πομπήιος ὀλίγοις ἅμα τῶν ἑταίρων καὶ τοῖς φιλτάτοις ἀπεχώρει, Αἴγυπτον καταλαβεῖν ἐν σπουδῇ ποιούμενος, ὡς ἂν δοθείη οἱ πρὸς τοῦ τότε δυναστεύοντος ὠφέλεια, οὗπερ δὴ πάλαι τὸν πατέρα ὑπὸ τῶν πολιτῶν φυγαδευθέντα εἰς τὴν βασιλείαν ἀποκατέστησεν. Ὁ δὲ Πτολεμαῖος ἀναπεισθεὶς ὑπὸ Θεοδότου τοῦ Χίου, πονηροῦ τὸν τρόπον ῥήτορος, τῆς τῶν κρατούντων γενέσθαι μοίρας, ἐν οὐδενὶ δὲ θέσθαι τὰ τῶν φίλων ἀτυχούντων, πρὶν καταπλεῦσαι μηδὲν μήτε εἰπόντα μήτε ὀδυρόμενον ἀναιρεῖ τὸν Πομπήιον. ὡς γὰρ ᾔσθετο ὅτι οὔτε λαθεῖν οὔτε διαφυγεῖν δύναται, συνεκαλύψατο ἅμα καὶ ἀπώλετο. ἀνοσίᾳ τε πράξει μεῖζον ἔτι προστιθεὶς ὁ Πτολεμαῖος ἀσέβημα τῆς κεφαλῆς ἀφαιρεῖται τὸν ἄνδρα. Μετὰ δὲ τὸ πάθος τοῦ Πομπηίου παρῆν εὐθὺς καὶ ὁ Καῖσαρ ἐς Αἴγυπτον, πάλαι μὲν διώκων τὸν πολέμιον, τότε δὲ ὡς παρὰ φίλον τὸν Πτολεμαῖον ἀφιγμένος. ὁ δὲ ἄρα παραπλήσια καὶ κατὰ τοῦ Καίσαρος ἐβουλεύετο, ἀνελεῖν τὸν ἄνδρα λόχῳ διεγνωκώς. ἀνοιχθείσης δὲ τῆς ἐπιβουλῆς, πολέμιος ὁ Πτολεμαῖος ἀναφαίνεται καὶ διὰ μάχης ἐλθὼν τοῖς Ῥωμαίοις κατ' αὐτὸν τὸν ἀγῶνα διαφθείρεται. μικρὸν γοῦν ὕστερον ἐν τοῖς νεκροῖς ἀνευρέθη κρικωτὸν θώρακα χρυσοῦν περικείμενος. Αἴγυπτον δὲ Καῖσαρ ἑλὼν Κλεοπάτρᾳ τὴν ἀρχὴν παραδίδωσιν, ἀδελφῇ μὲν τοῦ πρότερον βασιλεύοντος οὔσῃ, ἀπὸ δὲ τῆς ὥρας αὐτῷ τοῦ σώματος ἐγνωσμένῃ. φασὶ γὰρ αὐτὴν τῷδε πρώτῳ Ῥωμαίων ἐς κοινωνίαν λέχους ἐλθεῖν. ἐνδημοῦντος δὲ διὰ ταύτην τοῦ Καίσαρος ἐν Αἰγύπτῳ, λόγος κατέσχε τὸ πλῆθος. ὡς καὶ ἐπανάστασιν αὐτῷ παρὰ τῶν ἐγχωρίων γενέσθαι, καὶ πολλὰς μυριάδας ὑπὸ τῶν Ῥωμαϊκῶν ὅπλων ἐντεῦθεν διαφθαρῆναι. 73 Ὁ δὲ Καῖσαρ ἀκούσας τὸν Μιθριδάτου παῖδα Φαρνάκην αὖθις νεωτερίζειν ἀρξάμενον ἀπῆρε μὲν ἀπὸ τῆς Αἰγύπτου· καὶ καταστρατευσάμενος ἐπ' αὐτὸν καὶ περικλείσας ἐν τόπῳ τινὶ τῆς Θετταλίας, πρὸς αὐτόχειρα θάνατον τοῦτον ἐλθεῖν ἠνάγκασεν, ἐς ταύτην αὐτὸν ἀγαγὼν τὴν τελευτὴν τοῦ βίου, ἐς ἣν αὐτὸς πρότερον τὸν πατέρα συνήλασεν. Ἐπειδὴ ταῦτα διαπραξάμενος ἐπανῆλθεν ἐς τὴν Ῥώμην, τρίτον ἑαυτὸν ὕπατον ἀνειπὼν καὶ κοινωνὸν τῆς ἀρχῆς προσελόμενος Μάρκον Αἰμίλιον Λέπιδον, ὃς κατὰ τὸν ἔμπροσθεν ἐνιαυτὸν ἵππαρχος ἦν αὐτῷ κατὰ μοναρχίαν ἐξηγουμένῳ. πολλούς τε τῶν Πομπηιανῶν ἀνακαλεσάμενος τῷ τε δήμῳ Ῥωμαίων μεγάλας δωρεὰς καὶ ἀφέσεις χρεῶν χαρισάμενος, στρατηγούς τε τῶν ἀναγκαίων ἐπιμελητὰς καὶ ἱερεῖς ὑπὲρ τὸ νενομισμένον καταστήσας τῇ πόλει, τούς τε ἱππέας καὶ ἑκατοντάρχας ἄλλους τέ τινας καταλέξας, Σαλουστίῳ τὴν πολιτικὴν διοίκησιν καταλιμπάνει καὶ τοὺς γεγηρακότας στρατιώτας, αὐτός τε ἐπὶ τὴν Λιβύην ἐπεραιοῦτο, ἔνθα τὸ πολὺ καὶ γνωριμώτατον τῆς Ῥωμαϊκῆς εὐγενείας συνελθὸν συμμάχῳ τε χρώμενον Ἰώβᾳ τῷ βασιλεῖ τῶν Μαυρουσίων ἀνενεοῦτο τὸν πόλεμον. Ἡγοῦντο δὲ τῶν συνεληλυθότων ἐνταῦθα Ῥωμαίων Πόπλιος Κορνήλιος Σκιπίων ἐκ τοῦ παλαιτάτου μὲν γένους Σκιπίωνος Ἀφρικανοῦ γεγονώς, κηδεστὴς δὲ Πομπηίου τυγχάνων, καὶ Μάρκος Πετρήιος καὶ Κόιντος Βάρος καὶ Μάρκος Πόρκιος Κάτων ὁ φιλόσοφος καὶ Κορνήλιος Φαῦστος Σύλλου τοῦ μοναρχήσαντος παῖς ὤν. οἷς ἀντιταξάμενος ὁ Καῖσαρ μετὰ πολλὰς προσβολὰς καὶ διαφόρους τῶν πραττομένων τύχας κρατεῖ παντάπασιν· ὡς Κάτωνα μὲν καὶ Σκιπίωνα, Πετρήιόν τε καὶ Ἰώβαν αὐτόχειρας σφᾶς αὐτοὺς ἀνελεῖν, Φαῦστόν τε τὸν παῖδα Σύλλου συνοικοῦντα θυγατρὶ Πομπηίου πρὸς αὐτοῦ διαφθαρῆναι τοῦ Καίσαρος. Ἐνιαυτὸν δὴ οὖν ὕστερον ἀναστρέψας ἐπὶ τὴν Ῥώμην ὁ Γάιος, τέταρτον ἑαυτὸν ἀπέδειξεν ὕπατον, καὶ τὰς δυνάμεις ἀναλαβὼν εὐθὺ τὰς Ἰβηρίας ἐχώρει. οἱ γὰρ δὴ τοῦ Πομπηίου παῖδες, ἑαυτοῖς τε καὶ τῷ πατρὶ καθεστῶτες ὁμώνυμοι, Γναῖος Πομπήιος καὶ Σέξτος Πομπήιος, μεγάλας ἐγείραντες αὖθις δυνάμεις ἀνενεοῦντο τὸν πόλεμον. ἐπεὶ γοῦν Καῖσαρ ἀφίκετο, πολλαὶ μὲν καὶ καρτεραὶ συνίσταντο μάχαι, ἐσχάτη δὲ πόλεως Μούνδης πλησίον γίνεται· καθ' ἥν φασι παρὰ τόσον ἐλθεῖν κινδύνου τὸν Καίσαρα, 74 ὡς, παρερρηγμένης ἤδη τῆς οἰκείας φάλαγγος, σπάσαι καθ' ἑαυτοῦ τὸ ξίφος τεθνάναι βουλόμενον, πρὶν μετὰ τοσήνδε τῶν πολεμικῶν ἔργων δόξαν ὑπὸ χεῖρα δύω μειρακίων πέσοι ἀνὴρ ἤδη πρὸς γῆρας σχεδὸν ἀφιγμένος. ἀνακαλεσάμενος δὲ ὅμως τοὺς φεύγοντας καὶ τὰς τάξεις ἀνανεωσάμενος ἐπιπίπτει τοῖς ἐναντίοις καὶ κρατεῖ περιφανῶς. τῶν δὲ Πομπηίου παίδων ὁ μὲν πρεσβύτερος ἐν τῇ παρατάξει διαφθείρεται, ὁ δὲ νεώτερος ἀγαπητῶς διασώζεται. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολέμων κατειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγαθίαις ἐξωγκωμένος καὶ παρὰ τὸ σύνηθες τῇ Ῥωμαίων ἐλευθερίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀλαζονευόμενος. ἐπεὶ γοῦν τάς τε τιμὰς καὶ τὸ κῦρος τοῦ δήμου παρελόμενος αὐτὸς ἐπέτρεπεν οἷς ἐβούλετο, καί, τῆς βουλῆς πρὸς αὐτὸν ἰούσης, οὐχ ὑπανίστατο, ἀλλὰ βασιλικοῖς εἴτε ἀληθέστερον εἰπεῖν τυραννικοῖς χαίρων δῆλος ἦν ἐπιτηδεύμασιν (εἰκόνας τε γὰρ καὶ ἀνδριάντας καὶ ἀφιδρύματά τινες αὐτῷ τῶν κολάκων προσέφερον, ἄλλοι τε καὶ βασιλέα προσηγόρευον), οὕτω τοίνυν πάντων τῶν ἐν μνήμῃ Ῥωμαίων κρείττων φανεὶς διὰ τὴν ὑπὲρ ἄνθρωπον δύναμιν θεὸς ὠνομάσθη. εἰσὶ δὲ ἀπὸ τῶν Τρωϊκῶν ἐπὶ Ἰούλιον Καίσαρα ἐνιαυτοὶ χίλιοι ρκδʹ. Ἐπεὶ δὲ Καῖσαρ ὑπερόγκῳ φρονήματι ἐς τὴν σύγκλητον διεγένετο, βουλεύουσι κατ' αὐτοῦ θάνατον, φθόνῳ τε τοῦ προσήκοντος καὶ μίσει τοῦ προτετιμημένου, ἄνδρες ὑπὲρ ξʹ τῶν τε ἀπὸ τῆς συγκλήτου καὶ τῶν ἐς τοὺς ἱππέας τελούντων, ὅρκῳ τὴν κατ' αὐτοῦ σύστασιν βεβαιωσάμενοι. ἐνῆγον δὲ ἄρα μάλιστα πάντων τοὺς συνωμότας ἐς τὴν ἐπιχείρησιν Βροῦτοι δύω, γένους ὄντες ἀνέκαθεν αὐστηροτάτου· ἐς γὰρ δὴ τὸν παλαιὸν Βροῦτον τοῦ αἵματος ἀνέφερον τὴν ἀρχήν, ὃς τοὺς τυράννους ἐν τοῖς ἀνωτάτω χρόνοις ἐκβαλὼν πρῶτος ἀπεδείχθη παρὰ Ῥωμαίοις ὕπατος. καίτοι φασί τινες δημοτικοῦ γεγενῆσθαι πατρὸς αὐτοὺς ἄρτι καὶ πρώην ἐς ἄρχοντας παρεληλυθότος· οὐ γὰρ τῷ παλαιῷ γε Βρούτῳ λειφθῆναι γένος ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος τοὺς μὲν ἐν ἡλικίᾳ φησὶν ἀπολωλέναι τοῦ Βρούτου παῖδας, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ' οὗ τὸ γένος εἰς τούσδε καθήκειν. μήτηρ δὲ αὐτοῖς ἀδελφὴ τοῦ φιλοσόφου Κάτω 75 νος, ὃν μάλιστα Ῥωμαίων ὁ πρεσβύτερος ἐζήλωσε Βροῦτος θεῖον ὄντα καὶ κηδεστὴν ὕστερον γενόμενον. Πορκίᾳ γὰρ δὴ τῇ Κάτωνος συνῴκησε θυγατρί, γυναικὶ σώφρονι καὶ γενναίᾳ. ἐπὶ δὲ τοῖς Βρούτοις Γάιος Κάσσιος ἦν ἐν τῇ συνωμοσίᾳ, ὁ Κράσσῳ ἐπὶ Παρθυαίους συστρατευσάμενος, καὶ Σερβίλιος Κάσκας, ὃς δὴ καὶ πρῶτος σπάσαι τὸ ξίφος κατὰ τοῦ Καίσαρος λέγεται. Ἐπιστάντος δὲ τοῦ καιροῦ, καθ' ὃν ἔδει τὴν βουλὴν συνελθοῦσαν χρηματίσαι τι περὶ τῶν κοινῶν, παρῆν καὶ ὁ Καῖσαρ ἐς τὸ βουλευτήριον μεθέξων τῶν γινομένων. ὡς δὲ τὰ ξίφη διεκόμισαν ἐν κιβωτίῳ τινὶ κατακρύψαντες, τρόπῳ δὲ συμβολαίων παρὰ τὸ συνέδριον ἤγαγον, αὐτίκα ἀναστάντες καὶ περιστάντες τὸν Καίσαρα κατετίτρωσκον, ἐπιθεμένων δὲ αὐτῶν, τὰ μὲν πρῶτα διώθει τοὺς ἐπιόντας καὶ κατὰ δύναμιν ἠμύνετο· ἐπεὶ δὲ τὸν Βροῦτον γυμνῷ τῷ ξίφει ἐπ' αὐτὸν χωροῦντα καὶ σὺν τοῖς πολεμίοις τεταγμένον ἐθεάσατο, ἐγκαλυψάμενος παρέδωκε παίειν τὸ σῶμα. τρεῖς γοῦν καὶ κʹ πληγὰς ἀναδεξάμενος ἀναλίσκεται· ἐτῶν δὲ τῇ πόλει μετὰ τὸν ἀνοικισμὸν ἐννέα που πρὸς τοῖς ψʹ γεγονότων. Ἐπειδὴ Καῖσαρ ἀνῃρέθη κατὰ τὸ βουλευτήριον, αὖθις ἐμφύλιος ἀνήφθη πόλεμος. τοὺς μὲν γὰρ αὐθέντας τοῦ Καίσαρος, οἷα τῆς κοινῆς ἐλευθερίας προστάτας, περιεῖπε τὸ συνέδριον· ὅ γε μὴν ὕπατος Ἀντώνιος τοῖς ἀχθομένοις τῇ τοῦ Καίσαρος τελευτῇ προσθέμενος πιέζειν τοὺς ἄνδρας καὶ καταναλίσκειν ἐκ παντὸς ἐπενόει τρόπου, καὶ οὐ καθῆκεν, ἄχρις οὗ φυγάδας τῆς πόλεως τοὺς περὶ τὸν Βροῦτον κατέστησεν. οἱ μὲν γὰρ ὑπεξῆλθον δείσαντες τὴν τοῦ Ἀντωνίου δύναμιν δημαγωγοῦντος κατ' αὐτῶν τὸ πλῆθος· ἡ δὲ βουλὴ ἀρχάς τε καὶ τιμὰς τοῖς ἀνδράσι προσένειμεν ἄρχειν Συρίας τε καὶ Μακεδονίας ψηφισαμένη. ταραχθείσης δὲ τῆς πόλεως ἐν ἑαυτῇ, πολλά τε καὶ ἔκνομα τὸν Ἀντώνιον διαπραττόμενον, πολέμιον ἀνεῖπεν ἡ βουλή, ἐπί τε τῇ συλλήψει τοῦ ἀνδρὸς ἤδη τῆς πόλεως σὺν ταῖς οἰκείαις δυνάμεσιν ἀπεληλυθότος Πάνσαν τε καὶ Ἵρκτιον τοὺς ὑπάτους ἐκπέμπει, τρίτον ἡγεμόνα τούτοις ἐπιτάξασα τὸν Ὀκταούιον ἔτι νέον ὄντα. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΚΑΙΣΑΡΩΝ]. 76 31. Ὅτι μετὰ τὸ ἀνελεῖν Βροῦτον καὶ Κάσσιον τοὺς αὐθέντας Καίσαρος τὸν Αὔγουστον καὶ διαλαχεῖν κλήρῳ τὴν ἀρχὴν Ἀντώνιος ὁ ὕπατος πόλεμον ἔγνω κινεῖν κατὰ τὴν Ἰταλίαν ἐμφύλιον. ἦν δὲ οὗτος ἀδελφὸς Μάρκου Ἀντωνίου, τοῦ σὺν Καίσαρι Βρούτῳ καὶ Κασσίῳ συμπολεμήσαντος. οὐ πολλῷ γε μὴν χρόνῳ ἐν Περουσίῳ πόλει Τυρρηνικῇ σφόδρα τῶν ἀναγκαίων ἐνδείᾳ πιεσθεὶς ἥλω μέν, οὐ μὴν ἀνῃρέθη, ἀλλ' ἐξηλάθη τῆς Ῥώμης πρὸς τοῦ Καίσαρος σὺν τῇ γαμετῇ τοῦ Ἀντωνίου Φολουίᾳ· οὓς ὁ Καῖσαρ ἤλασεν ὡς νεωτεροποιοὺς καὶ πολυπράγμονας. 32. Ὅτι Ἡρώδης ὁ τὸν πρόδρομον ἀποκεφαλίσας γενόμενος ἐμπληθὴς ἐκρίνετο μῆνας ηʹ, καὶ κατὰ τὸν αὐτοῦ κοιτῶνα ἀνῃρέθη ξίφει, συνειδυίας, ὥς φασι, καὶ τῆς γυναικὸς αὐτοῦ. 33. Ὅτι ἐπὶ Τιβερίου τοῦ βασιλέως γενόμενος ὁ κύριος Ἰησοῦς ἐτῶν λγʹ ὑπὸ τῶν Ἰουδαίων κατηγορεῖτο, ὡς καταλύων αὐτῶν τὴν δόξαν καὶ ἑτέραν ἀντεισάγων καινήν. καὶ συναχθέντες ἅπαντες ἐν Ἱεροσολύμοις στάσιν ἐκίνουν κατ' αὐτοῦ, βλασφημίας καταχέοντες εἴς τε τὸν θεὸν καὶ τὸν Καίσαρα. ἐντεῦθεν παρρησίαν λαβόντες καὶ κρατήσαντες αὐτὸν ἐν νυκτὶ παρέδωκαν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι· ὅστις εἴτε διὰ δειλίαν τοῦ πλήθους εἴτε δι' ἐπαγγελίαν χρημάτων, μηδεμίαν αἰτίαν εὑρηκώς, ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. καὶ σταυρωθέντος αὐτοῦ, σεισμὸς ἐγένετο μέγας καὶ σκότος ἐπὶ πᾶσαν τὴν γῆν. γευσάμενος δὲ θανάτου ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελήφθη εἰς τοὺς οὐρανούς. μάρτυρες γεγόνασι πολλοὶ θεασάμενοι καὶ συγγράψαντες. 34. Ὅτι ποτὲ τὸν δῆμον συνελθόντα ἐν τῷ ἱπποδρομίῳ καὶ τοῦτον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες ἐσιώπησαν, ἄχρις οὗ Κάσσιός τε καὶ Χεραίας, Κορνήλιός τε καὶ Σαβῖνος, καίτοι χιλιαρχίας παρ' αὐτοῦ πεπιστευμένοι, συνωμόσαντο, πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν κοινῶν ἐκινήθησαν· καὶ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐρχόμενον, ὅτε δὴ τοὺς ἐκ τῆς Ἑλλάδος παῖδας ἐπὶ τὸν ἴδιον ὕμνον μετεπέμπετο, ἐν στενωπῷ τινι τόπῳ προσπεσόντες τιτρώσκουσιν, ἄλλοι τε ἐκ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. εὐθέως τε τὴν γυναῖκα καὶ τὴν θυγατέρα διεχρήσαντο. καὶ τὰ μὲν Γαΐου τοιαῦτα τρισὶν 77 ἔτεσι καὶ μησὶ θʹ ἡμέραις τε ηʹ καὶ κʹ βασιλεύσαντος. καὶ αὐτὸς τοῖς ἔργοις ὡς οὐκ ἦν θεὸς ἐξέμαθεν, ὑφ' ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κατεπτύετο, καὶ ὑφ' ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγράφετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δήμου ὧν ἐπεπόνθει δεινῶν. οἱ δὲ στρατιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύβουν τε καὶ ἐστασίαζον, ὥστε καὶ σφαγὰς ποιεῖν· ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρκοις ἡσύχασαν. τούτων δὲ περὶ τὸν Γάιον πραττομένων, Σέντιός τε καὶ Σεκοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα ἐς τὸ Καπιτώλιον μετεκόμισαν, φύλακάς τε τοὺς πλείους τῆς γερουσίας ἐπέστησαν καὶ στρατιώτας ἱκανούς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χεραίαν τὸ πρακτέον ἐσκοποῦντο. 35. Ὅτι ὁ Κλαύδιος ὁ βασιλεὺς τῶν Ῥωμαίων τόν τε Χεραίαν καὶ τοὺς ἄλλους, καίπερ ἐπὶ τὸν τοῦ Γαΐου θάνατον ἡσθείς, πρῶτα μὲν τῆς πόλεως ἐξέβαλεν, ἔπειτα καὶ ἐδολοφόνησεν. οὐ γὰρ ὅτι τὴν ἀρχὴν διὰ τὴν ἐκείνων πρᾶξιν εἰλήφει χάριν αὐτοῖς εἶχεν, ἀλλ' ὅτι ἐτόλμησαν αὐτοκράτορα ἀποσφάξαι ἐδυσχέραινεν. 36. Ὅτι Κλαύδιος ὑπὸ Ἀγριππίνης ἀναιρεῖται τρόπῳ τοιῷδε. αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη ἐν τοῖς καλουμένοις μύκησιν ἐνέβαλεν. ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ τῆς ἄλλης διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπεβουλεύθη· καὶ ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθῃ ἐξεκομίσθη, διά τε τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ ἡμέρας ιγʹ, αὐταρχήσας δὲ ἔτη ιʹ καὶ γʹ. ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Νάρκισσον συνέβη μὴ παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ ἐδεδράκει τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. ἀποθανόντος δὲ τοῦ Κλαυδίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη παρὰ τῷ τῆς Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης ἐνομίσθη. καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι' ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται. 78 37. Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάιος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι, πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. ὁ γοῦν Νέρων οὐ μετρίως ἐπὶ τούτῳ ταραχθεὶς στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει, ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν ὁμολογεῖ τί καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα, αὐτὸς μὲν τῶν Γαλλίων ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν καὶ ὅσα τῇ Ῥωμαίων ἀρχῇ πρὸς ὑπακοὴν ἔθνη τυγχάνει. Τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. ἀλλ' ὁ μὲν Οὐίνδιξ, καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυρόμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία ἀμφότεροι τῷ Νέρωνι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνούς, καί τι πρὸς τὸ δαιμόνιον εἰπών, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατειργάσατο. ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας καί τινας τῶν στρατιωτῶν κολάσας ἐν ἀφασίᾳ κατέστη. ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοιποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ' ἐβουλεύσατο ἀμφ' αὑτὸν ἄλλο πρᾶξαι. καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, εἰπὼν ὅτι· κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τὸ δὲ τέχνιον ἡμᾶς θρέψει. οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα πρὸς τοὺς δορυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσιν αὐλήν, προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι καὶ μεταποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκίπουλον ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως φρουρᾶς. 79 Ὁ δὲ Νέρων, ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ, φυγεῖν δὲ ἐπεχείρησεν, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος καὶ ἐφ' ἵππον οὐδὲν βελτίονα ἀναβάς, κατακεκαλυμμένος πρὸς χωρίον τι λεγόμενον Καισαρίου μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. νυκτὸς δ' ἔτι οὔσης, καὶ αὐτοῦ ταῦτα πράσσοντος, σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονεν. καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, ἔς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα, ἐν ᾧ μέχρι πολλοῦ ἐρριμμένος πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν ὡς καὶ ἀναζητοῦσαν ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ' ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον, καὶ διψήσας ἔπιεν ὕδωρ. ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνόν, κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. ἃ δὴ προαισθόμενος ὁ Νέρων τούς τε χωροῦντας ἐπ' αὐτὸν καταδείσας προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. τότε ἔφη· ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω· καὶ τοῦτο εἰπὼν ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. καὶ ὁ μὲν Νέρων φὺς ἄριστα καὶ τραφεὶς κάκιστα οὕτως τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. καὶ ἡ πόλις στεφανώμασι καὶ δᾳδουχίαις διακεκόσμηται, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, καὶ τούς τι δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες, εἰκόνας τε καὶ ἀνδριάντας κατασπῶντες ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. 38. Ὅτι Γάλβας ὁ μετὰ Νέρωνα θαυμαζόμενος ἐν τοῖς κατὰ τὴν ἀρχὴν ἐπιτηδεύμασιν ἔδοξέ πως εἶναι τραχύς τε καὶ πρόχει 80 ρος ἐν ταῖς τῶν ἁμαρτανομένων ἐπανορθώσεσι· βραχὺν γάρ τινα† πρὸς τὸν τῆς ἡγεμονίας διατελέσας, ἐπιβουλευθεὶς ὑπὸ τοῦ Ὄθωνος ἀναιρεῖται κατὰ μέσην ἀγοράν. 39. Ὅτι Ὄθων ἀνελὼν τὸν Γάλβαν ὡς παρῆλθεν εἰς τὴν ἡγεμονίαν, Βιτέλλιος ὑπὸ τῶν Γαλατικῶν τε καὶ Γερμανικῶν στρατοπέδων αὐτοκράτωρ ἀναγορευθεὶς ἤλασεν ἐπ' αὐτόν. Ὄθων δὲ σὺν ταῖς οἰκείαις ὑπαντήσας δυνάμεσιν ἐλαττοῦται κατὰ τὴν πρώτην συμβολήν, καὶ τοῖς παροῦσιν ἀθύμως διατεθείς, καίτοι στρατιᾶς αὐτάρκους αὐτῷ καθεστηκυίας, ὑπεξάγειν ἑαυτὸν ἐκ παντὸς ἔγνω τρόπου. δεομένων δὲ τῶν στρατιωτῶν, μὴ ταχέως οὕτω τὰς περὶ τοῦ παντὸς καταβαλεῖν ἐλπίδας, ἀποκρινάμενος, οὐδαμῶς ἄξιον ἑαυτὸν ἡγεῖσθαι τοσαύτης ἐμφυλίου ταραχῆς καὶ κινήσεως, ἑκουσίως ὑποδέχεται τὸν θάνατον ὀγδόῳ καὶ λʹ τῆς ἡλικίας ἔτει, τῆς γε μὴν βασιλείας ἡμέρᾳ εʹ καὶ ʹ. ἡ δὲ στρατιὰ ἐπένθησεν αὐτὸν ἡττηθέντες τοῦ πάθους. καὶ ὁ μὲν τὴν ἀσέλγειαν τοῦ ἔμπροσθεν βίου ἐν τούτοις θαυμαστῶς συνεσκιάσατο βεβαίως τὸν τοιόνδε πόλεμον τῷ ἑαυτοῦ κατασβέσας αἵματι. 40. Ὅτι Βιτέλλιος βασιλεύσας κακῶς καὶ αἰσχρῶς, τῶν Ἰουδαίων νεωτερίζειν ἀρξαμένων, Βεσπασιανὸν στρατηγὸν ἐκπέμπει τῆς ἕω, τὴν τούτων κελεύσας αὐτῷ καταλῦσαι θρασύτητα. ὡς οὖν ἐπολιόρκει τὴν Ἱερουσαλήμ, οἱ στρατιῶται περὶ αὐτὸν ἀθροισθέντες ἀναγορεύουσιν αὐτὸν βασιλέα. ὅπερ ἀκηκοὼς Βιτέλλιος Σαβῖνον τὸν ἀδελφὸν Βεσπασιανοῦ ἐν τῷ Καπιτολίῳ προσφυγόντα συγκατέπρησε τῷ ἱερῷ. κινήσεως δὲ ἐντεῦθεν μεγίστης γενομένης, ἐπειδὴ καὶ ὁ τοῦ Βεσπασιανοῦ στρατὸς ἐγγίζειν ἔμελλε τῇ πόλει, συνδραμόντες ἅπαντες κρατοῦσι τὸν Βιτέλλιον καὶ προσάγουσι τοῖς Βεσπασιανοῦ στρατιώταις καὶ κατακρίνουσιν αὐτὸν τελευτῆς ἀσχήμονος, τῆς ἐπὶ τῷ Νέρωνι πρώην ἐψηφισμένης. εἱλκύσθη γὰρ διὰ πάσης τῆς πόλεως γυμνὸς ἐσθήματος, ἀνελκομένου μὲν αὐτῷ τοῦ κρανίου διὰ τῆς κόμης, τοῦ δὲ ξίφους ὑποβεβλημένου τῷ ἀνθερεῶνι, βαλλόμενος ὑπὸ τῶν προστυγχανόντων, τέλος διατμηθεὶς τὸν λαιμὸν ἐνεβλήθη τῷ Θύβριδι ἕβδομον καὶ νʹ ἔτος ἄγων. 81 41. Ὅτι ὁ Βεσπασιανὸς οὕτως ἄρα τὸ πεπρωμένον ἐπὶ τοῖς ταισὶ ἐγίνωσκε τέλος, βίου τε αὐτῶν πέρι καὶ τῆς ἐς τὴν ἡγεμονίαν παρόδου, ὡς πολλάκις, μηνυθείσης ἐπιβουλῆς, μηδὲν μὲν ἐργάσασθαι τοὺς ἐπ' αὐτῷ συνεστῶτας κακόν, διαρρήδην δὲ ἐν τῷ βουλευτηρίῳ ὑπὸ τῇ πάντων ἀκοῇ προσειπεῖν, ἢ τοὺς παῖδας ἕξειν ἢ μηδένα παντελῶς τῆς βασιλείας διάδοχον. 42. Ὅτι ἐπὶ Τίτου τοῦ Ῥωμαίων βασιλέως ἀνήρ τις Ἴων τὸγένος, Τερέντιος Μάξιμος ὄνομα, τά τε ἄλλα καὶ τὴν φωνὴν προσεοικὼς τῷ Νέρωνι, (καὶ γὰρ δὴ καὶ οὗτος ᾖδε πρὸς κιθάραν) Νέρων τε εἶναι ἐπλάττετο καὶ διαπεφευγέναι πάλαι τοὺς ἐπ' αὐτὸν σταλέντας στρατιώτας, ἐν ἀφανεῖ δέ που πεποιῆσθαι τὰς διατριβὰς ἐς τόδε. πολλοὺς γοῦν ἔκ τε τῆς κάτω Ἀσίας τούτοις ἀπατήσας τοῖς λόγοις ἕπεσθαί οἱ ἀνέπεισεν, καὶ ἐπὶ τὸν Εὐφράτην προϊὼν πολλῷ πλείους προσεποιήσατο. τέλος πρὸς Παρθυαίους, ὡς καὶ ὀφειλομένης αὐτῷ πρὸς ἐκείνων ἀμοιβῆς τινος διὰ τὴν τῆς Ἀρμενίας ἀπόδοσιν, κατέφυγεν. οὐ μὴν ἄξιόν τι τῆς ἐπινοίας εἰργάσατο, ἀλλὰ φωραθεὶς ὃς ἦν, ταχέως ἀπώλετο. 43. Ὅτι πολλῶν ἀγαθῶν ἕνεκα πέρα τοῦ συνήθους πρὸς πάντων ποθούμενός τε καὶ θαυμαζόμενος νόσῳ τελευτᾷ τὸν βίον προστὰς τῆς ἡγεμονίας Ῥωμαίων βʹ ἔτη πρὸς μησὶν ηʹ. γέγονε μὲν οὖν πολλοῖς οὐ διὰ μικρᾶς ὑπονοίας ἐπιβουλευθέντα μιν πρὸς τοῦ ἀδελφοῦ τεθνηκέναι, λαγὸν θαλάσσιον ἐν δείπνῳ τινὶ προσενεγκάμενον. φασὶ δὲ προειπεῖν αὐτῷ τὸν Ἀπολλώνιον, φυλάττεσθαι μάλιστα τὴν ἀπὸ τῶν οἰκειοτάτων ἐπιβουλήν. τοῦ δὲ ἐρομένου· ἀποθανοῦμαι δὲ τίνα τρόπον; εἰπεῖν τὸν Ἀπολλώνιον· ὅν γε Ὀδυσσεὺς λέγεται. φασὶ γὰρ κἀκείνῳ ἐκ θαλάττης ἀφικέσθαι τὸν θάνατον. φασὶ δὲ αὐτὸν ἔτι ἔμπνουν ὄντα καὶ τυχὸν περιγενόμενον ἐς λάρνακα πλήρη χιόνος ἐμβαλών, ὡς ἂν θᾶττον ἀπὸ ψύχους ἐκλείποι, αὐτὸν ἐπὶ τὴν Ῥώμην παραληψόμενος τὴν βασιλείαν ἀφίππευσεν. ὁ δ' οὖν Τίτος ψυχοραγῶν ἤδη ἔφη· ἓν μόνον ἐπλημμέλησα· τὸ δὲ τί τοῦτο ἦν αὐτὸς μὲν οὐ διεσάφησεν, οἱ δὲ παρόντες ἐς τὸν Δομετιανὸν οὐκ ἔξω τοῦ εἰκότος ἀποτείνειν ἐλογίσαντο, ὅτι αὐτὸν ἐπιβουλεύσαντά οἱ πολλάκις λαβὼν μεθῆκεν, καὶ περιέμεινεν αὐ 82 τὸς ὑπ' ἐκείνου διαφθαρῆναι, καὶ τὴν ἀρχὴν εἰς ἄνδρα κακὸν καὶ ἀνοσιουργὸν περιελθεῖν. 44. Ὅτι ἅπασιν ὁ Δομετιανὸς διὰ τὸ φονικὸν καὶ θηριῶδες τῆς γνώμης ἔχθιστος ὢν πρὸς τῶν οἰκείων συστάντων ἐπ' αὐτῷ κατακτείνεται, εʹ καὶ λʹ γεγονὼς ἔτη, ἄρξας δὲ ιεʹ. τό γε μὴν σῶμα τοῦ ἀνδρὸς ὑπὸ τῶν ἀτιμοτάτων τῆς πόλεως ἐκφορηθὲν ἀσήμῳ τε καὶ ἀπρεπεῖ παρεδόθη ταφῇ. ἐπιβουλεῦσαι δὲ μάλιστα τούτῳ τὸν φόνον Παρθένιόν τε καὶ Σιγηρὸν τοὺς προκοίτους καὶ Ἔντελλον τὸν τὰ τῆς ἀρχῆς διέποντα βιβλίδια, οὔτε τῆς Δομιτίας τῆς τοῦ τυράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοούσης τὴν ἐπιβουλήν, οὔτε Νορβάνου καὶ Σεκούνδου τῶν ὑπάρχων. τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκποδῶν ἀθρόως ὁ Δομετιανὸς ποιήσασθαι διέγνωκεν, καί τινα καὶ γράμματα περὶ τούτου θεασαμένους οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, ἀλλ' ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσπέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον, καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν. ἀναπηδήσαντος γοῦν ἐκείνου καὶ τὸν Στέφανον καταβάλλοντος, δείσαντας τοὺς περὶ τὸν Παρθένιον μὴ καὶ περιγένηται, ἐπεισελθεῖν καὶ παντελῶς αὐτὸν προσκατεργάσασθαι. προσημῆναι δὲ τῷ Δομετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλά, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, καὶ μάλιστα πάντων Λάργικνον ἀστρολόγον τινά. τοῦτον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ. τὴν τελευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώσαντα πρὸς τοῦ ὑπάρχου ἀναπεμφθῆναι τῷ Δομετιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μέν, οὐ μὴν ἀποθανεῖν, τοῦ τυράννου ἀναβαλλομένου τὴν τιμωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δικαιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειεν· κἀν τούτῳ, ἀναιρεθέντος τοῦ Δομετιανοῦ, διαφυγεῖν τὸν ἄνδρα. κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τελευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ' ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ' αὐτὸν τὸν καιρὸν τῆς σφαγῆς, προειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν Δομετιανὸν πάθος τοῖσδε 83 τοῖς ῥήμασι· καλῶς, ὦ Στέφανε, εὖ γε, ὦ Στέφανε, παῖε τὸν μιαιφόνον. ἔπληξας, ἔτρωσας, ἀπέκτεινας. 45. Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον προσφιλεστάτους οἱ ὄντας ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ' οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. λέγεται δὲ Τραιανῷ ἄλλα τέ τινα τελευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν ἐπιθεῖναι στίχον· Τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. 46. Ὅτι ὁ Τραιανὸς τὸ πιστὸν πρὸς τοὺς φίλους οὕτως εἶχεν ἀκίνητον, ὥστε Σούραν Λικίννιον, ἄνδρα μέγα μὲν παρ' αὐτῷ δυνάμενον, διαβληθέντα δὲ πρός τινων φθονούντων οἱ τῆς εὐπραγίας, μήτε ὑποπτεύσας μήτε μισήσας, ἐγκειμένων τῶν διαβαλλόντων καὶ ἐπιβουλεύειν αὐτῷ τὸν ἄνδρα φασκόντων, ἐπὶ δεῖπνον ὡς τὸν Λικίννιον ἀπῆλθεν ἄκλητος, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπεμψάμενος, πρῶτα μὲν τὸν ἰατρὸν τὸν τοῦ Λικιννίου καλέσας ὑπ' ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα δὲ τὸν κουρέα μετακαλεσάμενος ξυρεῖν ἐκείνῳ τὸ γένειον παραδέδωκεν. ἐπεὶ δ' ἀπῆλθεν οἴκαδε πρὸς τοὺς εἰωθότας διαβάλλειν τὸν ἄνδρα· εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπέκτεινεν. οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον, ἐβεβαιοῦτο. διὸ δὴ ζῶν τε ὁμοίως ἔτι καὶ μετὰ τοῦτο τοῦ βίου παυσάμενος κατ' ἴσον προσεκυνεῖτο τοῖς κρείττοσιν. 47. Ὅτι Κάσσιος ὁ τῆς Συρίας ἡγούμενος, ἀνὴρ δεινὸς τὰ πολέμια πλεῖστά τε καὶ λόγου ἄξια κατὰ τὸν Παρθικὸν πόλεμον ἀποδειξάμενος, ἄλλως δὲ οὖν νεωτεροποιός, καινοτομεῖν ἐπήρθη, πρὸς τῆς Φαυστίνης τῆς τοῦ Μάρκου γαμετῆς ἐς τήνδε προαχθεὶς τὴν ἔννοιαν. αὕτη γὰρ τὸν Μάρκον ἀρρωστήσαντα τεθνήξεσθαί τε καὶ ἄλλως νοσώδη ὄντα οἰηθεῖσα, δείσασα τὸ μὴ εἰς ἕτερον περιελθούσης τῆς ἡγεμονίας ἰδιωτεύσῃ, τοῦ Κομόδου ἔτι νέου ὄν 84 τος καὶ ἄρχειν οὐκ ἐπιτηδείου, ἔπεισε τὸν Κάσσιον, κρύφα πέμψασα τῶν αὐτῇ πιστῶν τινας, ἐπιθέσθαι τῇ βασιλείᾳ, ἢν αἴσθηται τὸν Μάρκον τεθνεῶτα, συνοικήσειν τε αὐτῷ καὶ τἄλλα συμπράξειν ὑποσχομένη. ὅς, φήμης τινὸς ψευδοῦς τεθνηκέναι οἱ δηλωσάσης τὸν βασιλέα, προεξανέστη τῆς ἀληθείας ἄκων τε πολέμιος ἀνεφάνη τῷ αὐτοκράτορι. Τούτων μὲν οὖν ἕνεκα ὁ Μάρκος τόν τε Κόμοδον ἐκ τῆς Ῥώμης διεπέμψατο, καὶ ἐπὶ τὴν Συρίαν ἐκ τῆς Παιονίας ἐστάλη. οὐ μὴν ὅπλων αὐτῷ κατὰ τῶν ἐπαναστάντων ἐδέησεν. ὁ γάρ τοι Κάσσιος ἀναιρεθεὶς πρός τινος τῶν ἀμφ' αὐτὸν ἔφθασεν. καθ' ἡσυχίαν δ' οὖν τήν τε Συρίαν καὶ Αἴγυπτον ἐπελθὼν οὔτε δῆμον οὔτε πόλιν οὔτε ἰδιώτην οὔτε ἄρχοντα ἐσπουδακέναι τὰ τοῦ Κασσίου δόξαντα ἐπολυπραγμόνησεν ἢ ἐκόλασεν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐν Ῥώμῃ συνειλημμένων (ἐξεληλεγμένοι γὰρ ἦσαν κἀνταῦθα τῶν βουλευτῶν συχνοὶ τὰ τοῦ Κασσίου περιφανῶς ἐσπουδακότες) ἐπέστειλε τῇ βουλῇ μηδὲν χαλεπὸν γνῶναι, τούτοις ἄντικρυς τοῖς ῥήμασι χρησάμενος· αὐτὰ γὰρ εἰρήσεται τὴν χρηστότητα τοῦ ἀνδρὸς σαφῶς ἐνδεικνύμενα. ἦν δ' οὖν τοιαῦτα· ἱκετεύω ὑμᾶς, ὦ βουλή, καθαράν μου τὴν ἀρχὴν ἀπὸ παντὸς αἵματος βουλευτικοῦ φυλάξασθαι· μὴ γένοιτό τινα ἐξ ὑμῶν ἐπ' ἐμοῦ ἢ τῇ ἐμῇ ἢ τῇ ὑμετέρᾳ ψήφῳ θανατωθῆναι. καὶ τέλος ἔφη ὅτι· ἂν μὴ τούτου τύχω, ἀποίσομαι πρὸς τὸν θάνατον. καὶ οὐκ ἐπῆρε τὸν Μάρκον οὐδὲ προσηγάγετο ἐκβῆναι τῶν συνήθων λογισμῶν οὐ τὸ ἄδικον καὶ ἀνόσιον τῶν τετολμημένων, οὐχ ἡ ἀπιστία τῶν τολμησάντων, οὐ τὸ ὑπὲρ τῶν ὁμοίων ἐς αὖθις δέος. 48. Ὅτι μέχρι μέν τινος ὁ Κόμοδος πάντα ἔπραττε τοῖς πατρικοῖς φίλοις συμβούλοις χρώμενος. ἐπειδὴ δὲ Περέννιον ἔπαρχον τῶν στρατοπέδων κατέστησεν, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, πονηρὸν δὲ τὸ ἦθος, αὐτὸς μὲν τρυφαῖς καὶ συμποσίοις ἐσχόλαζεν, οὗτος δὲ πάσης τῆς ἀρχῆς τὴν ἐξουσίαν ἐνδυσάμενος τούς τε πατρῴους φίλους πρῶτος διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοι ἦσαν, τούτους εἰς ὑποψίαν ἄγων τὸ μειράκιον ἐξεφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὐτῷ παράσχοι ἁρπάζειν τὰ ἐκείνων. μέχρι μὲν οὖν τινος ἐπεῖχε τὸν νέον ἡ τοῦ πατρὸς μνήμη καὶ ἡ τῶν φίλων αἰδώς· ἀλλ' ὥσπερ τινὸς βασκάνου τύχης 85 ἀνατρεπούσης αὐτοῦ τὴν κοσμίαν ἀρχήν, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομόδῳ πρεσβυτάτη ἀδελφή· αὕτη πρότερον Λουκίῳ Βήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ἐποιήσατο. ἐπειδὴ οὖν συνέβη τὸν Λούκιον τελευτῆσαι, μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων, Πομπηιανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν· ἀλλὰ καὶ ὁ Κόμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ. ἐπειδὴ δὲ ἠγάγετο αὐτὸς Κρισπίναν, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικί, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα τῷ μὲν ἀνδρὶ οὐκ ἐθάρρησεν εἰπεῖν, Κοδράτῳ δέ τινι, εἰς ὃν καὶ διεβάλλετο, ὑπέθετο τὸν Κόμοδον ἀνελεῖν· ὁ δὲ Κυντιανῷ νεανίᾳ θρασυτάτῳ τε καὶ φονικωτάτῳ τὴν ὀλεθρίαν ἐπέτρεψε πρᾶξιν. ὅστις λαβὼν ἐγχειρίδιον καὶ ὑποστὰς ἐν τῇ τοῦ θεάτρου εἰσόδῳ (ἔστιν δὲ αὕτη ζοφώδης) ὥρμησε κατὰ τοῦ Κομόδου. ὡς δὲ διήμαρτε τῆς πληγῆς, κρατηθεὶς ὑπὸ τῶν σωματοφυλάκων ἅπαντα διήλεγξε. καὶ αὐτὸς μὲν παραχρῆμα δίκην ἀνοίας ὑπέσχεν, ὁ δὲ Κόμοδος ἔκτοτε κοινοὺς ἐχθροὺς ἅπαντας ἐλογίζετο. ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασις, ἣν ἐζήτει· τήν τε γὰρ ἀδελφὴν ὁ Κόμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ὡς ἔτυχε διαβαλλομένους ἀπεσκευάζετο, μάλιστα τοὺς πατρῴους καὶ ἀναγκαίους φίλους, τοῦτο τοῦ Περεννίου κατασκευάζοντος. ποιησάμενός τε γὰρ ἑαυτὸν ὑπὸ ἐξουσίαν ἐπεβούλευε τῇ ἀρχῇ, τόν τε Κόμοδον κατεργάσασθαι βουλόμενος καὶ τοῖς ἑαυτοῦ παισὶ τὴν βασιλείαν διανεῖμαι. ἐγνώσθη δὲ ἡ ἐπιβουλὴ παραδόξως ὑπὸ φιλοσόφου τινὸς ἐν τῷ θεάτρῳ μεγάλῃ τῇ φωνῇ ἀνακράζοντος. καὶ ὁ μὲν ὑπὸ τοῦ Περεννίου δίκας τῆς παρρησίας λαβὼν πυρὶ παρεδόθη, ὁ δὲ Κόμοδος ὑπετόπει τε τὸν Περέννιον καὶ ἐμέμνητο τῶν λεχθέντων. ὀλίγου δὲ χρόνου διελθόντος, στρατιῶταί τινες τῶν Ἰλλυριῶν λαθόντες τὸν Περεννίου παῖδα νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου εἰκόνα· ἅπερ ἑωρακὼς ὁ Κόμοδος, πεισθεὶς δὲ τοῖς λεχθεῖσιν αὐτῷ πολλάκις, πέμψας διὰ νυκτὸς ἀποτέμνει τὴν κεφαλὴν τοῦ Περεννίου, καὶ τὴν ταχίστην ἐκπέμπει πρὸς τὸν αὐτοῦ παῖδα, ὃς ἦν ἔπαρχος τοῦ ἐν Ἰλλυριοῖς στρατοπέδου, τὰ ἐπὶ τῆς Ῥώμης ἔτι ἀγνοοῦντι, κελεύει τε αὐτὸν διά τε φιλικῶν γραμμάτων ἥκειν ἐν τῇ Ῥώμῃ, ὡς καὶ τοῦ πατρὸς αὐτοῦ βουλομένου, καὶ τὴν ὕπατον ἀρχὴν αὐτοῦ ληψομένου. ὁ δέ, τῶν ἀγγέλων 86 εἰπόντων ταῦτα, ἀσχάλλων μὲν ὅτι ἀτελῆ κατέλιπε τὰ τῆς τυραννίδος, θαρρῶν δὲ τῇ τοῦ πατρὸς δυνάμει, ποιεῖται τὴν ὁδοιπορίαν. γενομένου δὲ αὐτοῦ κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο, διεχρήσαντο. Τοιοῦτον μὲν δὴ τέλος ἐκείνους κατέλαβεν. ὁ δὲ Κόμοδος δύω τοὺς ἐπάρχους καταστήσας ἀσφαλέστερον ᾠήθη πράττειν. χρόνου δέ τινος διαδραμόντος, ἑτέρα τις ἐπιβουλὴ κατ' αὐτοῦ γέγονεν. Μάτερνός τις ἐκ τῶν στρατιωτῶν φυγάς, πολλὰ καὶ δεινὰ διαφόρως τολμήσας πείσας τέ τινας ἀπὸ τῶν αὐτῶν ἔργων χεῖρα πολλὴν κακούργων συναθροίζει. καὶ πρότερον μὲν τὰς πλησίον ἐλῄστευσε πόλεις, εἶτα καὶ μείζονα τολμήσας εἰς τὴν Ἰταλίαν εἰσέδυ· καὶ ἐπιτηρήσας ἡμέραν, ἐν ᾗ ὁ βασιλεὺς πανδημεὶ ἑορτὰς ἐπιτελεῖ, καὶ πάντες τὰ ἑαυτῶν σχήματα διήλλαττον ὡς ἐβούλοντο, καιρὸν ἐπιτήδειον νομίσας λαβών τε δορυφόρου σχῆμα ἐπεπήδησε διαχρήσασθαι τῷ Κομόδῳ. ἀλλ' εἷς τῶν σὺν αὐτῷ κακούργων παροξυνθεὶς ὑπὸ φθόνου προδιαγγέλλει τοῖς τοῦ βασιλέως οἰκείοις· καὶ συλλαβόντες τὸν Μάτερνον ἀπέτεμον αὐτοῦ τὸν αὐχένα. Κόμοδος δὲ τοῖς ἑαυτοῦ θεοῖς ὁμολογήσας χαριστηρίους τιμὰς ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς βασιλείας ἐπανηγύριζεν. Ὁ δὲ Κόμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλὴν πλείονί τε φρουρᾷ ἐχρήσατο καὶ σπανίως τοῖς δήμοις ἐφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις διατρίβων. συνέβη γὰρ κατ' ἐκεῖνον τὸν χρόνον καὶ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν καὶ πολλοὺς διαφθείρειν. ἐπέσχε δὲ καὶ λιμὸς κατ' αὐτὸ τοὺς ἀνθρώπους, ἐκ τοιαύτης αἰτίας. Κλέανδρός τις, τῷ μὲν γένει Φρὺξ συναυξηθείς τε τῷ Κομόδῳ, εἰς τοσοῦτον ὑπ' αὐτοῦ τιμῆς προῆλθεν, ὡς καὶ τὴν τοῦ σώματος φρουρὰν καὶ τοῦ θαλάμου καὶ τῶν στρατιωτῶν πρόνοιαν ἐγχειρισθῆναι· ὑπὸ δὲ πλούτου καὶ τρυφῆς ἀνεπείσθη καὶ πρὸς βασιλείας ἐπιθυμίαν προῆλθεν· ὠνούμενος δὲ πλεῖστον σῖτον ἀπέκλειεν, ἐλπίζων τόν τε δῆμον καὶ τὸ στρατόπεδον ἐν σπάνει καταστήσας, ἐπιδόσεσι λαμπραῖς ἁλόντας ὑπαγαγέσθαι· καὶ γυμνάσιον καὶ λουτρὸν μέγιστον κατασκευάσας τούτους ἐδελέαζεν. οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτὸν καὶ τῶν δεινῶν τὰς αἰτίας εἰς ἐκεῖνον ἀναφέροντες τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις κακῶς ἠγόρευον, τὸ δὲ τελευταῖον καὶ ἐν τῷ προαστείῳ τοῦ Κομόδου πανδημεὶ ἐπελθόντες κατεβόων καὶ τὸν Κλέανδρον πρὸς 87 θάνατον ᾔτουν. ταραχῆς δὲ οὔσης, τῷ μὲν Κομόδῳ ἐκώλυσεν γνωσθῆναι, αὐτὸς δὲ στρατιώτας ἐπαφῆκεν τῷ δήμῳ καὶ μέχρι τῆς πόλεως διωκόμενον ἔκοπτεν. ὡς δὲ ἐν τῇ πόλει εἰσῆλθεν, οἱ ἐν αὐτῇ μείναντες, αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς εἰσόδους ἐκ τῶν δωμάτων λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππέας. οἱ δὲ ἔπασχον ἅπερ ἐδεδράκεισαν. τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες εἰς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ καὶ διεφθάρησαν. ἐμφυλίου τε πολέμου τηλικούτου τὴν Ῥώμην κατέχοντος, ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τῷ Κομόδῳ τὰ πραττόμενα ἐβούλετο δέει τῆς Κλεάνδρου ἐξουσίας· ἡ δὲ πρεσβυτάτη τῶν ἀδελφῶν τοῦ βασιλέως λυσαμένη τὰς τρίχας καὶ ῥίψασα ἑαυτὴν ἐπὶ τῆς γῆς ἅπαντα διηγόρευε τὰ τῷ Κλεάνδρῳ πεπραγμένα, καὶ ὅτι τῆς βασιλείας ἐκβάλλονται, εἰ μὴ τὴν ταχίστην πρὸς θάνατον ἐκδοθείη. τότε καὶ τῶν παρόντων τινὲς ἐθάρρησαν καὶ τοῖς τῆς ἀδελφῆς λόγοις τὸν Κόμοδον ἐξετάραξαν. ἐκπλαγεὶς δὲ ἐκεῖνος τόν τε ἐπικείμενον κίνδυνον καταλαβὼν τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύει τοῦ Κλεάνδρου, καὶ ἐπὶ δόρατος μακροῦ ἐκπέμπει τῷ δήμῳ. ὁ δὲ παραχρῆμα τῆς μανίας ἐπαύσατο προσανελὼν μέντοι καὶ τοὺς υἱοὺς τοῦ Κλεάνδρου. Καὶ ὁ μὲν Κλέανδρος οὕτω τε ἤνθησεν ἐν ὀλίγῳ καὶ οὕτω διεμαράνθη· ὁ δὲ Κόμοδος εἰσελθὼν ἐν τῷ ἄστει μεγαλοφρόνως ὑπεδέχθη. πειραθεὶς δὲ τοσούτων κινδύνων ἀπίστως προσεφέρετο πᾶσιν ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς πιστεύων, σχολάζων τε ἀλλεπαλλήλοις καὶ ἀκολάστοις τοῦ σώματος ἡδοναῖς ἡνιόχοις τε καὶ ὑποκριταῖς καὶ θηρίων σφαγαῖς. ὑπὸ δέ τινος τύχης ἐλαυνόμενος εἰς τοσοῦτον μανίας καὶ παροινίας προυχώρησεν, ὡς τὴν ἰδίαν προσηγορίαν παραιτήσασθαι. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΚΑΚΙΑΣ ΚΑΙ ΑΡΕΤΗΣ.] 49. Ὅτι μετὰ τοῦτο ὁ Κόμοδος ἐπὶ τοῖς οἰκείοις ἀσχάλλων τοὺς μὲν ἀπεπέμψατο· αὐτὸς δὲ ἐπανελθὼν ἐς τὸ δωμάτιον ὡς δῆθεν καθευδήσων, λαβὼν δέλτον γράφει ὅσους χρὴ φονευθῆναι. ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτος καὶ Ἔκλεκτος, ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων, ὥς ποτε τὰς Στυμφαλίδας ὄρνεις κατατοξεῦσαι τούτους ἐν τῷ θεάτρῳ βουλόμενος. τοὺς μὲν γὰρ ὡς πρεσβύτας καὶ πατρῴους φίλους 88 αἰδούμενος ἔχειν αἰσχροῦ βίου σεμνοὺς ἐπόπτας, τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι βουλόμενος μονομάχοις. τὴν δὲ δέλτον τίθησιν ἐπὶ τοῦ σκίμποδος, ἔνθα μηδεὶς εἰσῄει. παιδίον δέ τι μικρόν, ὅπερ ἠγάπα ὁ Κόμοδος καὶ ἐπετέρπετο Φιλοκόμοδόν τε ὠνόμασεν, τοῦτο λαβὸν τὴν δέλτον ἔπαιζεν ἐπὶ τοῦ σκίμποδος αἰφνιδίου δὲ τοῦ Κομόδου προελθόντος, ἔμεινε παρὰ τῷ παιδίῳ τὸ γραμμάτιον· ὅπερ ἀνελομένη ἡ Μαρκία δεδοικυῖα μή τι τῶν ἀναγκαίων ὑπὸ νηπιότητος διαφθείρῃ, γνωρίσασα τὴν τοῦ Κομόδου χεῖρα διεξῆλθε καὶ εὗρεν αὐτὸ θανατηφόρον, καὶ πρὸ πάντων αὐτῇ. ἀνοιμώξασα δὲ καθ' ἑαυτὴν τὸν Ἔκλεκτον μεταπέμπεται· δοῦσα δὲ τὸ γραμμάτιον· ὅρα, ἔφη, ποίαν μέλλομεν παννυχίζειν ἑορτήν. ὁ δὲ ἀναγνοὺς κατεπλάγη καὶ τοῦτο διά τινος πιστοτάτου πέμπει παραχρῆμα τῷ Λαίτῳ. ταραχθεὶς δὲ κἀκεῖνος ἀφικνεῖται πρὸς Μαρκίαν, ὡς δὴ συσκεψόμενος αὐτοῖς· οὐδὲ γὰρ ἦν καιρὸς μελλήσεως. ἀρέσκει δὲ δοῦναι φάρμακον τῷ Κομόδῳ· ὑπέσχετο δὲ αὐτὸ ῥᾷστα δώσειν ἡ Μαρκία· εἰώθει γὰρ αὐτὴ κιρνᾶν αὐτῷ ἐν τῷ δείπνῳ τὴν πρώτην δόσιν. ἐλθόντι δὲ αὐτῷ ἀπὸ λουτροῦ δίδωσι καλῶς κεράσασα· ὁ δὲ πιὼν ἀναισθήτως αὐτίκα ἔπεσεν εἰς ὕπνον, ὑπό τε τοῦ κόπου καὶ τῆς ἀλλεπαλλήλου ἡδονῆς ἑλκόμενος· καὶ μικρόν τι ἡσυχάσας ἤρξατο ἐμεῖν σὺν τῇ προεγκειμένῃ τροφῇ καὶ τὸ φάρμακον. ἡ δὲ Μαρκία φοβηθεῖσα μὴ εἰς πᾶν ἐξεμεθῇ, ἢ διὰ τὴν πλήμην τῆς τροφῆς, ἢ διὰ τὸ προλαμβανόμενον ὑπὸ τῶν βασιλέων ἀλεξιφάρμακον, καὶ πάντες ἀπόλωνται, μετακαλεῖται νύκτωρ τὸν Λαῖτον καὶ τὸν Ἔκλεκτον. οἱ δὲ ὡς ταῦτα ἐπύθοντο, θαρροῦσι τοῦτο Ναρκίσσῳ τινὶ ἀκμαιοτάτῳ ἀποπνίξαι τὸν Κόμοδον. ὁ δὲ εἰσδραμὼν καὶ παρειμένον εὑρὼν ὑπὸ τοῦ φαρμάκου καὶ τῆς μέθης, ἀποσφίγξας τὸν τράχηλον φονεύει. Τοιούτῳ μὲν τέλει βίου ὁ Κόμοδος βασιλεύσας ἔτεσι ιγʹ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἐχρήσατο. οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ κρύψαι τὸ γενόμενον βουλευσάμενοι εἰς στρωμνήν τινα εὐτελῆ ὑποβαλόντες τὸ σωμάτιον καὶ καταρράψαντες, δι' οἰκετῶν, πάντας λαθόντες, τῆς βασιλείου αὐλῆς ἐξεφόρησαν. αὐτοὶ δὲ τὸ πρακτέον ἐβουλεύοντο, φήμην ἐγκατασπείραντες, ὅτι ἐν τῷ μονο 89 μαχίῳ ἀποπληξίᾳ ὁ Κόμοδος ἐτελεύτησεν. ἔδοξεν δὲ αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ τὸν διαδεξόμενον τὴν ἀρχήν, ὅπως ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειαν. καθ' ἑαυτοὺς δὲ λογιζόμενοι οὐδένα οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα, τὸ μὲν γένος Ἰταλιώτην, ἐν πολλαῖς πράξεσι στρατιωτικαῖς εὐδοκιμήσαντα, μόνον τε τῶν Μάρκου φίλων περιλειφθέντα· πρὸς ὃν τῆς νυκτὸς ἀκμαζούσης παραγίνονται, αὐτοί τε καί τινες ὀλίγοι τῶν συνωμοτῶν. ἐπιστάντες δὲ ταῖς θύραις διεγείρουσι τὸν φύλακα. ἀνοίξας δὲ ἐκεῖνος καὶ θεασάμενος στρατιώτας καὶ τὸν ἔπαρχον, ἀγγέλλει τῷ δεσπότῃ. ὁ δὲ ἥκειν αὐτοὺς κελεύει προσδοκῶν παραχρῆμα ἀποτέμνεσθαι. εἰσελθόντας δὲ αὐτοὺς ἠσπάσατο καὶ τὸ κελευσθὲν γενέσθαι προέτρεπεν. τοῦτο γάρ, ἔφη, διὰ παντὸς ἐνενόει μόνος περιλειφθεὶς τῶν πατρῴων αὐτοῦ φίλων. προέτεινέ τε πολλάκις τὸν τράχηλον ἀπὸ τοῦ σκίμποδος. πρὸς ταῦτα ὁ Λαῖτος· παῦσαι, φησίν, ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων. οὐ γὰρ ἐπ' ὀλέθρῳ τῷ σῷ ἥκομεν, ἀλλ' ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥώμης. κεῖται μὲν γὰρ ὁ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, ἤπερ αὐτὸς ἡμᾶς δρᾶσαι διενοεῖτο. ἡμεῖς δὲ ἥκομεν σοὶ τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ βίῳ, μεγέθει, ἀξιώματι, ἡλικίᾳ, σεμνότητι, πόθῳ τε τοῦ δήμου. ὁ δὲ Περτίναξ· παύσασθε χλευάζοντες πρεσβύτην. ἀλλὰ μήν, ἔφη ὁ Ἔκλεκτος, ἀνάγνωθι τὸ γραμμάτιον· γνωρίζεις δὲ τὴν Κομόδου χεῖρα. ἐπιγνοὺς δὲ τὰ γεγραμμένα ὁ Περτίναξ πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα πυθόμενος τὰ πεπραγμένα ἐπιδίδωσιν ἑαυτόν· καὶ συμπαραλαβόντες καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. διαπέμπουσι δέ τινας τοὺς διαβοήσοντας, ὅτι Κόμοδος τέθνηκεν, Περτίναξ δὲ ἐπὶ τὸ στρατόπεδον ἄπεισι βασιλεύς. διαδραμούσης δὲ τῆς φήμης, πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβάκχευε καὶ διέτρεχε, βοῶν τε ἀπρεπῆ, καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευθερίας ἐλέγετο. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ ὅ τε Λαῖτος καὶ Ἔκλεκτος, εἰσῆλθον ἄγοντες τὸν Περτίνακα· καὶ ἀναγορεύεται βασιλεύς. 90 50. Ὅτι εὐταξίας καὶ εὐμοιρίας κατεχούσης τὸν βίον βασι90 λεύοντος Περτίνακος, μόνοι οἱ δορυφόροι ἀσχάλλοντες μνήμῃ μάλιστα τῆς προγεγενημένης αὐτοῖς τυραννίδος, ἁρπαγάς τε καὶ βίας ποθοῦντες ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς παρέξοντα ἀκόλαστον ἐξουσίαν. αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος, ἀλλὰ πάντων ἡσυχαζόντων, προσπηδῶσι τοῖς βασιλείοις τὰ ξίφη σπασάμενοι. οἱ δὲ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες οὐκ ἔμενον, ἀλλ' ἕκαστος ἣν εἶχε φρουρὰν καταλιπὼν ἔφυγεν. ὀλίγοι δέ τινες ἀπαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον συνεβούλευον φυγεῖν καὶ τῇ τοῦ δήμου καὶ τῇ τῆς συγκλήτου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. ὁ δὲ οὐκ ἀνασχόμενος βασιλείας τε οὐκ ἄξια ταῦτα νομίσας ἐξῆλθε τοῦ δωματίου, προσδοκῶν πείθειν αὐτοὺς καὶ παύσειν τῆς ἀλόγου ὁρμῆς, αἰδουμένους τὸ τοῦ βασιλέως σχῆμα καὶ τὴν τοῦ ἀνδρὸς φιλοσοφίαν. ἔτι δὲ λαλοῦντος τοῦ πρεσβύτου καὶ πολλὰ παραινοῦντος, ἐπιπίπτουσί τε αὐτῷ καὶ φονεύουσιν. δράσαντες δὲ οὕτως ὠμὸν ἔργον καὶ δεδιότες τὴν ἔφοδον τὴν τοῦ δήμου, εἰς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες καὶ τὰς πύλας ἀποκλείσαντες ἐπὶ τοῦ τείχους ἀνῆλθον, φρουρὰς καταστήσαντες, ἀμυνούμενοι τοῖς ἐπιοῦσιν. Ἐπειδὴ δὲ διεφοίτησεν εἰς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναίρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε, διέθεόν τε ἐνθουσιῶσιν ἐοικότες, μηδὲ εὑρεῖν μηδὲ ἀμύνασθαι δυνάμενοι τοῖς δεδρακόσι. μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης, οἱ μὲν δημόται ἕκαστος καθ' ἑαυτὸν δεδιὼς ὑπανεχώρει, οἱ δὲ ἐν ἀξιώμασιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως κτήματα ἀπεδίδρασκον, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν. Τοιοῦτον μὲν δὴ τέλος τῷ Περτίνακι βασιλεύσαντι μῆνας ἕξ· οἱ δὲ στρατιῶται, ὡς εἶδον μηδένα τολμῶντα ἐπεξελθεῖν τῷ φόνῳ, ἀναβάντες ἐπὶ τὸ τεῖχος ἐκήρυττον· τίς βούλεται τὴν βασιλείαν ὠνήσασθαι; ὡς δὲ διεφοίτησεν ἡ φήμη, Ἰουλιανός τις ἤδη μὲν τετελεκὼς τὴν ὕπατον ἀρχήν, ἐν εὐπορίᾳ δὲ πολλῇ ζῶν, ταύτην ὠνεῖται καὶ βασιλεὺς ἀναγορεύεται. σχολάζων δὲ κραιπάλαις καὶ τρυφαῖς καὶ ἄλλοις κακοῖς, ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος αἰσθόμενος ἐν κατα 91 φρονήσει αὐτὸν ἐποιεῖτο, καὶ Νίγρον ἐν τοῖς θεάτροις ἐπεκάλει βοηθόν τε αὐτὸν γενέσθαι τὴν ταχίστην τῇ Ῥωμαίων ἀρχῇ ἠξίου, ὡς ἐφύβριστα πασχούσῃ· καὶ τοῦτον ἀναγορεύουσι βασιλέα. ὁ δὲ καὶ αὐτὸς ἐξυπτιάζεται πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἀνειμένως τοῖς Ἀντιοχεῦσι συνευφραίνετο εἰς ἑορτὰς καὶ θέας ἐπιδιδούς, τῆς τε εἰς τὴν Ῥώμην ἀφόδου ἠμέλει, τοῖς τε Ἰλλυρικοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην καὶ φθάσαι οἰκειωσάμενον αὐτά, οὐδὲ τῶν πραττομένων τι αὐτοῖς ἐδήλου, ἐλπίζων πάντας ὁμογνώμονας ἔσεσθαι τῇ Ῥωμαίων εὐχῇ. ταῦτα δὲ αὐτοῦ πράττοντος, διηγγέλθη εἰς Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρατιωτικόν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμενον ἀπείργει τοὺς ἐπέκεινα βαρβάρους καὶ φρουρεῖ τὴν Ῥωμαίων ἀρχήν. ἡγεῖτο δὲ τούτων Σεβῆρος, ἀνὴρ τὸ μὲν γένος Λίβυς, εἰς δὲ πραγμάτων διοίκησιν γενναῖος. Οὗτος πυθόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην ἁρπάσαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν, τοῦ δὲ δυσπραγίαν. ἀνέπειθον δὲ αὐτὸν καὶ ὀνείρατα καὶ χρησμοὶ καὶ σύμβολα. τό γε τελευταῖον ᾠήθη τὸν Περτίνακα ἰδεῖν ἐφ' ἵππου προϊόντα, τὸν δὲ ἵππον ἐκεῖνον μὲν ἀποσεισάμενον, Σεβῆρον δὲ ἀναλαβόντα. οὕτω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην ἀπόπειραν τῶν στρατιωτῶν ἐποιεῖτο. τὰ μὲν πρῶτα κατ' ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους οἰκειούμενος περὶ τῆς τῶν Ῥωμαίων ἀρχῆς διελέγετο, ὡς ἔρριπτο, οὐδενὸς ὄντος τοῦ κατ' ἀξίαν αὐτὴν λαμβάνοντος καὶ Περτίνακος φόνον ζητοῦντος. ἡγεμὼν γὰρ τῶν Ἰλλυριῶν ἐπὶ Μάρκου καταστὰς ὁ Περτίναξ μνήμης εἶχε παρ' αὐτοῖς μεγάλως. Τοιαῦτα τοίνυν λέγοντος τοῦ Σεβήρου, ἐπέδοσαν ἑαυτοὺς οἱ στρατιῶται, μάλιστα διὰ τὸν Περτίνακος φόνον, ὥστε παραχρῆμα καὶ αὐτοκράτορα ἀποδεῖξαι τὸν Σεβῆρον. ὁ δὲ τὴν ἀρχὴν ὑποδεξάμενος καί τινα προσδιαλεχθεὶς τῷ στρατοπέδῳ εὐθέως τὴν ἐπὶ τὴν Ῥώμην ἄφιξιν προηγόρευσεν, ὀλίγον τινὰ δοὺς καιρὸν τοῖς στρατιώταις ἀναπαύσεως. ὡς δὲ τῆς ὁδοιπορίας ἤρξατο, οὐδαμοῦ τρυφὴν βασιλικὴν ἐνδεικνύμενος, ἀλλὰ σὺν τοῖς στρατιώταις διαιτώμενος, ἐπέστη τε τοῖς τῆς Ἰταλίας ὅροις, τήν τε φήμην προφθάσας τοῖς ἐκεῖσε παρὼν ὤφθη· καὶ πάντες αὐτὸν δαφνηφοροῦντες καὶ ταῖς πύλαις ἠνεῳγμέναις ἐδέχοντο.† τὸ γὰρ πλῆθος 92 τοῦ στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, οὔτε τοῖς στρατιώταις θαρρῶν, οὓς ἐψεύσατο, καὶ διὰ τοῦτο οὐδὲ τῆς πόλεως προελθεῖν ἐτόλμα, ἀλλὰ τὰ ἔνδον παρεσκευάζετο, ὡς τὴν Σεβήρου μάχην ἐν τῇ πόλει ποιησόμενος. Ἐκείνου δὲ ταῦτα βουλευομένου, ὁ Σεβῆρος κατέλαβε τὰ τείχη καὶ κελεύει διὰ πάσης ὁδοῦ λανθάνοντας καὶ κρύπτοντας τὰ ὅπλα ἐν ἰδιωτῶν σχήματι εἰσδύνειν τοὺς στρατιώτας· καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν, τοῦ Ἰουλιανοῦ ἐξυπτιάζοντος καὶ ἀγνοοῦντος τὰ πραττόμενα. ἐπειδὴ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο ἐν πολλῇ ταραχῇ ὄντι διά [τε] τὴν δύναμιν τοῦ Σεβήρου, τὰ ἐκείνου φρονεῖν προσεποιοῦντο, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρείαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν. ὁ δὲ Ἰουλιανὸς ἀφασίᾳ τε καταληφθεὶς πέμπει πρὸς τὸν Σεβῆρον, κοινωνὸν αὐτὸν τῆς βασιλείας ἀποφηνάμενος. ἡ δὲ σύγκλητος ὁρῶσα τὸν Ἰουλιανὸν ἐν ἀπογνώσει, τῷ δὲ Σεβήρῳ πάντας ἤδη προσχωροῦντας, συνέδριον ποιησαμένη ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ ποτε οἱ ὕπατοι τὰ πράγματα διῴκουν, ψηφίζεται τὸν μὲν ἀναιρεθῆναι, ἀποδεχθῆναι δὲ μόνον αὐτοκράτορα Σεβῆρον. πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπει διὰ τῶν ἐξοχωτάτων τῆς βουλῆς πάσας τε αὐτῷ προσφέρει τὰς σεβασμίους τιμάς, ἐπὶ δὲ τὸν Ἰουλιανὸν χιλίαρχον ἀποκτενοῦντα ἄνανδρον καὶ ἄθλιον πρεσβύτην ἰδίοις χρήμασιν ὠνησάμενον οὕτω πονηρὸν τέλος. ὁ μὲν οὖν εὑρεθεὶς ἔρημος αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη. ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ ἥ τε τοῦ Ἰουλιανοῦ ἀναίρεσις, ἀναβὰς ἐπὶ τοῦ βήματος αὐτοκράτωρ καὶ Αὔγουστος ὑπὸ Ῥωμαίων ἀνηγορεύθη.*** Ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρήσατο, καὶ τοῦ Ἀλβίνου τὴν κεφαλὴν δημοσίᾳ ἀνασταυρωθῆναι ἔπεμψεν. αὐτὸς δὲ τὰ κατὰ τὴν Βρεττανίαν διοικήσας δύω τε ἡγεμόνας ἀντὶ ἑνὸς καταστήσας πάντας τε τοὺς Ἀλβίνου φίλους φονεύσας ἐς τὴν Ῥώμην εἰσήλασεν. 51. Ὅτι Σεβῆρος τῷ υἱῷ Ἀντωνίνῳ τὴν τοῦ Πλαυτιανοῦ θυγατέρα κατενεγύησεν, ὃς ἦν ἔπαρχος. ὁ δὲ Ἀντωνῖνος ἀπαρε 93 σκόμενος τῷ γάμῳ τήν τε γυναῖκα ἐμυσάττετο καὶ τῷ πατρὶ αὐτῆς ἠπείλει. ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σεβῆρον πρεσβύτην καὶ ὑπὸ νόσου ὀχλούμενον, τὸν δὲ Ἀντωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλάς, δρᾶσαί τι μᾶλλον φθάσας ἢ παθεῖν ἀναμείνας, μηχανᾶται τὸν Σατουρνῖνον ἀναπεῖσαι, ὃς ἦν χιλίαρχος τῶν στρατιωτῶν, οἰκειότατος δὲ τοῦ Πλαυτιανοῦ, ὑποσχόμενος αὐτῷ τὴν ἐπαρχότητα παρασχεῖν, εἰ τῆς βασιλείας ἐπιτύχοι. ταῦτά τε καὶ τοιαῦτα ἀκούσας ὁ ἀνὴρ ἐξεπλάγη μὲν τὴν ψυχήν, οὐκ ἐτόλμησε δὲ ἀντειπεῖν, ὡς μὴ παραυτὰ κολασθείη. εἰδὼς δὲ ἀδύνατον ὂν βʹ βασιλεῖς διαχρήσασθαι, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρίβοντας, μηνύει τε ἑαυτὸν τῷ Σεβήρῳ καὶ διαγγέλλει ἅπαντα, δεικνύει τε αὐτῷ καὶ γραμματεῖον τῆς ὑποσχέσεως. τοιαῦτα δέ τινα λέγοντος αὐτοῦ, ὡς εἶδε τὸν Σεβῆρον μὴ πιστεύοντα διὰ τὸ πρὸς Πλαυτιανὸν φίλτρον, ἀλλὰ μᾶλλον καὶ τὸν υἱὸν ὑποπτεύοντα, ἔφη· δέσποτα, κελεύσατέ μοι δηλῶσαι αὐτῷ διά τινος τῶν ἐμῶν, ὅτι δὴ τὸ ἔργον κατείργασται, καὶ εὐθέως ὁρᾶτε αὐτὸν ἐνταῦθα προερχόμενον, οἰόμενον ἔρημα τὰ βασίλεια καταλήψεσθαι· ἡσυχίαν δὲ εἶναι τῶν πραττομένων κελεύσατε. Ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων· ὁ δὲ ἄγει τὸν Πλαυτιανὸν παραχρῆμα ἐνδυσάμενον θώρακα τῆς τοῦ σώματος ἀσφαλείας χάριν. ὡς δὲ πάντες αὐτὸν ὑπεδέχοντο οἰόμενοι ὑπὸ τῶν βασιλέων κεκλῆσθαι, ὅ τε χιλίαρχος ἐνεδρεύων προσεῖπεν αὐτοκράτορα, καὶ τῆς χειρὸς λαβόμενος εἰς τὸ δωμάτιον ἐσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι τὰ τῶν βασιλέων σώματα· ἤδη δὲ παρεσκευάκει ὁ Σεβῆρος νεανίας τῶν περὶ αὐτὸν σωματοφυλάκων, οἳ συλληψόμενοι εἰσελθόντα ἐτάχθησαν. ὁ δὲ Πλαυτιανός, ὡς εἶδε τοὺς βασιλεῖς ἑστῶτας, ἑαυτὸν δὲ συνεχόμενον, ἀπολογεῖσθαι ἐβούλετο. ὡς δὲ καὶ τὸ τοῦ θώρακος ὑπεφάνη μέρος, τότε ὁ Ἀντωνῖνος τοῖς σωματοφύλαξιν ἐπέτρεψεν ἀνελεῖν αὐτὸν καὶ δημοσίᾳ ῥῖψαι. Ὁ μὲν οὖν Πλαυτιανὸς τοιούτῳ ἐχρήσατο τέλει· ὁ δὲ Σεβῆρος τοῦ λοιποῦ βʹ ἐπάρχους τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις τοῖς παραλίοις τῆς Καμπανίας δικάζων τε καὶ τὰ πολιτικὰ διοικῶν· τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα καὶ τὸν ταύτης ἀδελφὸν εἰς Σικελίαν ἐξέπεμψεν αὐτάρκη δοὺς περιουσίαν, μιμησάμενος τὸν Σεβαστόν· 94 καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίου παισὶν οὕτως ἐχρήσατο. ἐπειρᾶτο δὲ καὶ τοὺς παῖδας συνάγειν εἰς φιλίαν, μύθοις τε ἀρχαίοις χρώμενος καὶ τὰ παρεσκευασμένα ὑποδεικνύς. οἱ δὲ οὐδαμῶς ἐπείθοντο, ἀλλὰ καὶ εἰς τὸ χεῖρον ἐτράποντο, οἷά τε νεανίαι ὄντες καὶ ὑπὸ βασιλικῆς ἐξουσίας εἰς πάσας ἡδονῶν ῥοπὰς ἀπλήστως ὁρμώμενοι· καὶ ἤσχαλλεν ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων. νικήσας δὲ τοὺς Βρεττανικοὺς καὶ ἤδη γηραιὸς ὢν καὶ ὑπὸ τῆς νόσου ὀχλούμενος ἠναγκάζετο οἴκοι μένειν· τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν διοικήσοντα τὰ τῶν στρατοπέδων. ὅστις τοῦ μὲν πολέμου κατεφρόνει, μοναρχήσειν δὲ ἠπείγετο, καὶ τὸν πατέρα βραδύνοντα πρὸς τὸν θάνατον ὀχληρὸν ἐνόμιζεν, καὶ τοὺς μὲν ἰατροὺς καὶ ὑπηρέτας ἀνέπειθε κακουργῆσαι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. πλὴν ἀλλὰ μόλις ποτὲ Σεβῆρος λύπῃ τὸ πλεῖστον διαφθαρεὶς ἀνεπαύσατο, βασιλεύσας ιʹ καὶ ηʹ ἔτη. Ὁ δὲ Ἀντωνῖνος, τοῦ πατρὸς ἀποθανόντος, λαβόμενος ἐξουσίας εὐθὺς πάντας φονεύειν ἤρξατο, τούς τε ἰατροὺς μάλιστα, οἳ μὴ ὑπήκουσαν αὐτῷ· ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατιωτῶν ἡγεμόνας ἐθεράπευεν, ὡς ἂν μόνον αὐτὸν αὐτοκράτορα ἀποδείξωσιν. οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν. μεμνημένοι γὰρ τοῦ Σεβήρου ἴσην αὐτοῖς τιμήν τε καὶ εὔνοιαν παρείχοντο. ὁ δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προεχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος εἰρήνην εἰς τοὺς βαρβάρους ἐπὶ τὴν Ῥώμην ἠπείγετο. καὶ ἐπειδὴ κατέλαβε τὴν μητέρα καὶ τὸν ἀδελφὸν ἐν τοῖς μεθορίοις τῆς Ῥώμης, ἅμα αὐτοῖς ἐπὶ τὴν πόλιν ἀφίκετο. ὡς δὲ αὐτοὺς ὁ δῆμος δαφνηφορῶν ὑπεδέξατο, ἥ τε σύγκλητος αὐτοκράτορας προσηγόρευσεν, καὶ κηδεύσαντες τὸν πατέρα ἀνῆλθον ἐς τὰ βασίλεια. διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράττεσθαι κελεύσαντες πάσας εἰσόδους, εἴ τινες λανθάνουσαι ἦσαν, μόναις δὲ δημοσίαις ἐχρῶντο ἰδίας φρουρὰς ἐπιστήσαντες, οὐδὲ συνιόντες, εἰ μὴ πρὸς ὀλίγον ὅσον δημοσίᾳ ἰέναι· καὶ ἐπιτελέσαντες τὴν εἰς τὸν πατέρα τιμὴν ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐβουλεύοντο κατ' ἀλλήλων, [καὶ] τίς πρῶτος τὸν ἕτερον ἀποσκευάσεται. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, 95 ὅσοι ἐν ἀξιώμασιν ἦσαν. ὁ μὲν γὰρ Γέτας ἐπιεικείας τρόπον ἐπεδείκνυτο, ὁ δὲ Ἀντωνῖνος ὠμότητος. Τούτους δὲ ἡ μήτηρ† μέλλοντας διαιρεῖσθαι τὴν ἀρχήν· καὶ τοῦ μὲν Ἀντωνίνου πάντα τὰ ὑπὲρ Εὐρώπην δεχομένου, τοῦ δὲ Γέτα τὴν ἀντικειμένην ἤπειρον Ἀσίαν τε καλουμένην πᾶσαν, ἤρεσκεν τὸν μὲν Ἀντωνῖνον ἐπὶ τὸ Βυζάντιον ἱδρῦσαι τὸ στρατόπεδον, τὸν δὲ Γέταν ἐν Χαλκηδόνι τῆς Βιθυνίας, οὕτω τε τήν τε σύγκλητον καὶ τὰ ἔθνη καὶ τοὺς στρατιώτας μερίσασθαι. ταῦτα δὲ αὐτῶν διατυπούντων, οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις ἐς τὴν γῆν ἔνευσαν· ἡ δὲ Ἰουλία· γῆν μέν, ἔφη, ὦ τέκνα, καὶ θάλασσαν εὑρίσκετε ὅπως νείμησθε, τὴν δὲ μητέρα πῶς ἂν διέλησθε, καὶ πῶς ἡ ἀθλία εἰς ἑκάτερον ὑμῶν νεμηθείην; πρῶτον δὲ ἐμὲ φονεύσατε, καὶ διελόντες ἑκάτερος παρ' ἑαυτῷ τὸ μέρος θαπτέτω. ταῦτα λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας λαβοῦσα συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου λαβόντος, διελύθη τὸ συνέδριον, τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἰς πάντα γὰρ τὰ ἐναντία ἀλλήλοις ἐφρόνουν καὶ οἰνοχόους καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προυχώρει· πολλῇ γὰρ ἐχρῶντο περὶ τὰ τοιαῦτα φρουρᾷ. τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλὰ ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διὰ ξίφους ἐχώρησεν, καὶ τὸν ἀδελφὸν ἐπὶ τοῖς στήθεσι τῆς μητρὸς καταφυγόντα διεχρήσατο. Κατεργασθέντος οὖν αὐτῷ τοῦ φόνου, προπηδᾷ τοῦ οἴκου θέων, φερόμενός τε δι' ὅλων τῶν βασιλείων ἐβόα μέγαν κίνδυνον ἐκπεφευγέναι μόλις τε σωθῆναι· τούς τε στρατιώτας, οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπάσαντας ἀπάγειν ἐς τὸ σρατόπεδον. πιστεύσαντές τε ἐκεῖνοι, τὸ πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ συνεξέδραμον πάντες· ταραχή τε τὸν δῆμον κατεῖχεν ὁρῶντας περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν βασιλέα. ὡς δὲ εἰσεπήδησεν εἰς τὸ στρατόπεδον ἔς τε τὸν ναόν, ἔνθα τὰ σημεῖα ἔκειτο, ῥίψας ἑαυτὸν ὡμολόγει χάριτας τῆς σωτηρίας. καὶ τοῖς μὲν στρατιώταις τὸ πραχθὲν οὐχ ὡμολόγει· ἐβούλετο γὰρ νοεῖσθαι μᾶλλον ἢ ἀκούεσθαι· καὶ διὰ τοῦτο ὅσα ἐν 96 ιηʹ ἔτεσιν ὁ Σεβῆρος ἤθροισεν, ἐν μιᾷ ἡμέρᾳ ἐς τοὺς στρατιώτας ἐξέχεεν, ἵνα τὸν ἀδελφοῦ θάνατον κυρώσωσι καὶ τοῦτον αὐτοκράτορα ψηφίσωνται. καὶ ἐπιβὰς τοῦ θρόνου τοῦ τε ἀδελφοῦ πολλὰ κατηγόρει καὶ τοὺς αὐτοῦ φίλους δριμέα διεβλέπετο. οἱ δὲ καὶ ὀδυρόμενοι ἐπὶ τοῖς πεπραγμένοις αὐτοκράτορα αὐτὸν καὶ μονάρχην προσηγόρευσαν. ὁ δὲ Ἀντωνῖνος τρέμοντας καὶ ὠχριῶντας τοὺς πλείστους καταλιπὼν ἀνέδραμεν ἐπὶ τὰ βασίλεια. ὅσοι τε τῆς συγκλήτου βουλῆς καὶ ὅσοι γένει ἢ πλούτῳ περιεῖχον ἀνῃροῦντο, καὶ ἡ Κομόδου ἀδελφὴ πρεσβῦτις ἤδη καὶ ὑπὸ πάντων ὡς Μάρκου θυγάτηρ τιμωμένη προσαπώλετο, διὸ ἐδάκρυσε παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήν τε γυναῖκα γενομένην αὐτῷ Πλαυτίαν οὖσαν ἐν Σικελίᾳ, καὶ τὸν ἀνεψιὸν αὑτοῦ Σεβήρου τε ὁμώνυμον καὶ τὸν Περτίνακος υἱὸν τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἐν συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν· εἴς τε τὰ ἔθνη πέμπων ἡγεμόνας τε καὶ ἐπιτρόπους ὡς ἐκείνου φίλους διεχρήσατο πάντας. πᾶσά τε νὺξ ἔφερε† τῶν ἀνθρώπων φόνους πάντων ἀνθρώπων, καὶ ἐν ἱπποδρομίᾳ πολλοὺς ἐφόνευσεν. 52. Ὅτι ἔδει τὸν Ἀντωνίνου βίον τέλος λαβεῖν. περιεργότατος γὰρ ὢν ἐβουλήθη μαθεῖν τὸν μετ' αὐτὸν βασιλεύσαντα, ὑποπτεύων τε πάντας αὐτῷ πρὸς κολακείαν θεσπίζοντας ἐπιστέλλει Ματερνιανῷ τινι τότε πάσας αὐτῷ τὰς ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ πιστοτάτῳ τε εἶναι δοκοῦντι, κελεύει τε αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι, νεκυίᾳ τε χρησάμενον μαθεῖν. ὁ δὲ ἀδεῶς τοῖς κελευθεῖσι χρησάμενος καὶ μαθὼν σημαίνει τῷ βασιλεῖ. οἱ δὲ διακομίζοντες ἐφίστανται τῷ Ἀντωνίνῳ ἤδη τε σκευὴν ἡνιόχου ἀναλαβόντι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι, προσκομίζουσί τε τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ περὶ Μακρίνου γράμματα. ὁ δὲ Ἀντωνῖνος ὁρμὴν ἤδη περὶ τὴν ἱπποδρομίαν ἔχων κελεύει τῷ Μακρίνῳ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμμασι καί, εἴ τι ἐπεῖγον εἴη, ἄγειν εἰς αὐτόν. ὁ δὲ ἀναγνοὺς καὶ περιτυχὼν τῇ κατ' αὐτοῦ θανατηφόρῳ γραφῇ ταύτην μὲν ἀποκρύπτει, περὶ δὲ τῶν λοιπῶν ἀγγέλλει. φοβηθεὶς δέ, μὴ καὶ δεύτερον ταῦτα ὁ