Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De insidiis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
39.1.1
ἀμνησίκακος ὢν τὸ ἦθος πρὸς τοὺς κρατηθέντας διά τινα πραότητα. καρπούμενοι δὴ τὸ ἀπ' ἐκείνου ἀνύποπτον κατεχρήσαντο αὐτῷ εἰς τὸ μᾶλλόν τι λανθάνειν ἐπιβουλεύοντες ἐπαγωγοῖς τε λόγοις καὶ ἔργοις προσποιητοῖς. αἰτίαι δ' αὐτοὺς ἐνῆγον ἐπιχειρεῖν τἀνδρὶ οὐκ ἀπὸ μικρῶν διαφόρων ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσι γεγονυῖαι. οἱ μὲν γὰρ ἐλπίδος τι ἔχοντες, εἰ ἐκεῖνον ἐκποδῶν ποιήσαιντο, αὐτοὶ ἡγεμόνες ἀντ' ἐκείνου ἔσεσθαι τὴν ἐπιβουλὴν συνίστασαν, οἱ δὲ ὑπὸ ὀργῆς ὧν πάθοιεν παρὰ τὸν πόλεμον, οἰκείων αὐτοῖς ἀπολωλότων, ἢ τὰ χρήματα ἀφῃρημένοι ἢ ἀρχὰς ἐν τῇ πόλει, ἐνεπικραίνοντο, καὶ τὸ ὀργιζόμενον ὑποκρυπτόμενοι τοῦ εὐπρεποῦς τι μετεποιοῦντο, ὡς δυσχεραίνοιεν τὴν ἑνὸς ἀρχήν, ζητοῖεν δὲ κατ' ἰσονομίαν πολιτεύεσθαι. ἄλλα δὲ ἄλλοις αἴτια συνενεχθέντα ὑφ' ὧν ἔτυχε προφάσεων τὸ μὲν πρῶτον αὐτοὺς τοὺς δυνατωτάτους συνέστησεν, ἔπειτα πολὺ πλείους προσήγετο, τοὺς μὲν αὐτεπαγγέλτους κατ' ἴδια ἐγκλήματα, τοὺς δὲ κατὰ σύμπραξιν ἑτέροις ἐκ τῆς πάλαι φιλίας πολὺ τὸ πιστὸν ὑποφαίνοντας καὶ κατὰ τοῦτο προσηταιρισμένους. ἦσαν δέ τινες οἱ κατ' οὐδέτερον, ἀλλὰ τῇ τε ἀξιώσει τῶν ἀνδρῶν συνεπιδιδόντες τὴν γνώμην, καὶ ἐκ τῆς πάλαι δημοκρατίας ἀχθόμενοι τῇ ἑνὸς ἰσχύι, ἄσμενοί τε ἄν, εἰ καὶ μὴ αὐτοὶ ἄρξαι τοῦ πράγματος, ἀλλ' ἑτέρου γε ἄρξαντος συλλαβέσθαι τότ' ἀγαπητῶς μετὰ τοιούτων ἀνδρῶν, εἰ καί τι δέοι παθεῖν, οὐκ ὀκνοῦντες. πολλὰ δ' ἐξώτρυνε καὶ ἡ ἐκ παλαιοῦ Βρούτοις ὑποῦσα εὔκλεια τῶν προγόνων τοὺς ἀπὸ Ῥωμύλου βασιλέας τῆς Ῥώμης καταλελυκότων καὶ δημοκρατίαν πρῶτον καταστησαμένων. οἵ τε φίλοι πρότερον ὄντες τῷ Καίσαρι οὐκέθ' ὁμοίως εὖνοι ἦσαν, εἰς ἴσον ἑαυτοῖς ὁρῶντες τιμωμένους τοὺς πάλαι μὲν πολεμίους, ὑπ' ἐκείνου δὲ σωθέντας. οὐ μὴν οὐδὲ αὐτοῖς ἐκείνοις τὸ εὔνουν ὑπῆρχεν, ἀλλ' ἐπίπροσθεν τῆς χάριτος γινόμενον τὸ ἀρχαῖον μῖσος οὐχ ὧν εὖ ἔπαθον σωθέντες μνήμην ἐνεποίει, ἀλλ' ὧν ἀπεστερήθησαν ἀγαθῶν κρατηθέντες ἐννοούμενοι παρωξύνοντο. πολλοὶ δὲ καὶ αὐτῷ ἤχθοντο τῷ δι' ἐκείνου σεσῶσθαι, καίτοι γε ἀνονείδιστα αὐτοὺς πάντα πεποιηκότι· ἀλλ' ὅμως αὐτὸ τὸ ἐν χάριτος μέρει λαβεῖν ταῦθ' ἃ κατὰ πολλὴν εὐμάρειαν ἂν κρατοῦσιν ὑπῆρχε, σφόδρα ἐν τῇ διανοίᾳ ἐνὸν ἐλύπει. καὶ μὲν δὴ κἀκείνων τὰ ἤθη αὐτῷ διάφορα ἤδη ἦν, τῶν τε συστρα 40 τευομένων πάλαι ἐν ἰδιωτῶν μοίρᾳ τῶν τε ἡγεμόνων καὶ οὐ τιμῆς μεταποιουμένων· τὸ μὲν ὅτι συγκατελέλεκτο εἰς τὸ ἀρχαῖον στρατιωτικὸν τὸ πολέμῳ ἁλόν, καὶ τοὺς ἴσους μισθοὺς ἔφερεν. ἤχθοντο οὖν οἱ φίλοι ἐν ἴσῳ τιμώμενοι τοῖς ὑπ' αὐτῶν αἰχμαλώτοις γενομένοις, ἔστι δ' ὑφ' ὧν καὶ παρωθούμενοι τιμῆς· πολλοῖς δὲ καὶ τὸ εὖ πάσχειν ὑπ' αὐτοῦ διαφερόντως ἀνιαρὸν ἦν κατά τε χρημάτων δόσεις καὶ ἀρχῶν συντάξεις, ὡς μόνου δυναμένου τοῦτο ποιεῖν, τῶν δὲ ἄλλων πάντων ἐν οὐδενὸς μοίρᾳ παρεωσμένων. αὐτός τε ἐκεῖνος ἐπὶ πολλαῖς καὶ καλαῖς νίκαις ἀγαλλόμενος οὐκ ἀπεικότως πλέον τε ἢ ἄνθρωπος ἀξιῶν ἤδη εἶναι τοῖς μὲν πολλοῖς ἐθαυμάζετο, τοῖς δὲ μεγάλοις καὶ δυναστείας μεταποιουμένοις ἐπαχθὴς ἐδόκει εἶναι. παντοδαπὰ οὖν συνέστη φῦλα ἐπ' αὐτὸν ἀνδρῶν μεγάλων, μικρῶν, φίλων, πολεμίων, στρατιωτῶν, πολιτικῶν, ἑκάστων προφάσεις ἰδίας εἰς τὸ ἔργον ὑποτιμωμένων καὶ ἀπὸ τῶν οἰκείων ἐγκλημάτων ἐμπιστευόντων καὶ ταῖς παρὰ τῶν ἄλλων κατηγορίαις· ἕκαστός τε ἕκαστον συνιστάμενοι παρώξυνον, καὶ τὸ εἰς ἀλλήλους βέβαιον ἐκ τῶν ἰδίᾳ ὑπόντων πρὸς αὐτὸν ἐγκλημάτων παρείχοντο. διὸ καί, τοσούτων γενομένων τῶν συστάντων, οὐδεὶς ἐτόλμησε καταμηνῦσαι τὴν πρᾶξιν. φασὶ δέ τινες ὀλίγον πρὸ τοῦ θανάτου γραμματίδιον αὐτῷ ὑπό του δεδόσθαι μηνῦον τὴν ἐπιβουλήν· ὃ μετὰ χεῖρας ἔχων πρὶν ἀναγνῶναι ἀπεσφάγη· μετὰ δὲ ἀποθανόντος ἀνευρέθη ἐν τοῖς ἄλλοις γραμματιδίοις. Ταῦτα μὲν οὖν ὕστερον ἐγνώσθη· τότε δὲ ἄλλαις ἐπ' ἄλλαις τιμαῖς αὐτῷ ψηφιζομέναις τῶν μὲν χαρίζεσθαι βουλομένων, ἐνίων δὲ μετὰ ἐνέδρας δεχομένων τὰς ὑπερβεβλημένας καὶ εἰς ἅπαντας ἐκφερόντων, ὡς ἂν φθόνος ὁμοῦ καὶ ὑποψία ἐγγένοιτο ἐπαχθής, ὁ δὲ ἅτε ἁπλοῦς ὢν τὸ ἦθος καὶ ἄπειρος πολιτικῆς τέχνης διὰ τὰς ἐκδήμους στρατείας, ἡλίσκετο ῥᾳδίως τούτοις, ἐκ τοῦ εἰκότος οἰόμενος γίνεσθαι τοὺς ἐπαίνους θαυμαζόντων αὐτὸν μᾶλλόν περ ἢ ἐπιβουλευόντων. μάλιστα δὲ τῶν ἐψηφισμένων ἐλύπει τοὺς ἐν τέλει τὸ καὶ τῶν ἀρχῶν ἄκυρον γενέσθαι τῆς καταστάσεως τὸν δῆμον, ἐκείνῳ δ' αὐτὰς ἀποδεδόσθαι οἷς βούλοιτο διδόναι, ὥσπερ τὸ δόγμα ἐκέλευεν οὐ πρὸ πολλοῦ κεκυρωμένον. παντοδαπαὶ δὲ καὶ ἐν τῷ ὁμίλῳ λογοποιίαι διεφέροντο, ἄλλων ἄλλα διεξιόντων 41 οἱ μὲν γὰρ ἔφασκον βασίλειον αὑτῷ ἐγνωκέναι συμπάσης γῆς καὶ θαλάττης Αἴγυπτον ἀποδεικνύναι, ἔνθα βασιλίδα Κλεοπάτραν αὐτῷ τεκεῖν παῖδα Κῦρον φοιτήσασαν εἰς εὐνήν· ὅπερ αὐτὸς ἤλεγξεν ἐν ταῖς διαθήκαις ψεῦδος ὄν· οἱ δ' ἐν Ἰλίῳ τοῦτο ἔφασαν αὐτὸν μέλλειν καθίστασθαι διὰ τὴν παλαιὰν πρὸς τὸ Δαρδανιδῶν γένος συγγένειαν. γενόμενον δέ τι καὶ τόσον παρώξυνε τὰ μάλιστα τοὺς ἐπ' αὐτὸν συνεστῶτας. ἦν αὐτῷ χρυσοῦς ἀνδριάς, ὥσπερ ἐψήφιστο, ἐπὶ τῶν ἐμβόλων. τούτου διάδημα ὤφθη περὶ τῇ κεφαλῇ κείμενον· ὑπόπτως δὲ πάνυ πρὸς αὐτὸ ἔχουσι Ῥωμαῖοι δουλείας οἰόμενοι εἶναι σύμβολον· ἐπελθόντες δὲ τῶν δημάρχων Λεύκιος καὶ Γάιος ἐκέλευσάν τινι τῶν ὑπηρετῶν ἀναβάντι καθελεῖν αὐτὸ καὶ ῥῖψαι. τοῦτο γενόμενον Καῖσαρ ὡς ᾔσθετο, καλέσας τὴν σύγκλητον εἰς τὸ τῆς Ὁμονοίας ἱερὸν κατηγόρησε τῶν δημάρχων, φάσκων αὐτοὺς εἶναι τοὺς περιθέντας κρύφα τὸ διάδημα, ὅπως ἂν ἐν φανερῷ αὐτὸν ὑβρίσειαν καὶ δοκοῖεν ἀνδραγαθίζεσθαι ἐπὶ τῇ ἐκείνου ἀτιμίᾳ, ὡς οὔτε βουλῆς οὔτ' αὐτοῦ ἐπιστρεφόμενοι· μείζονός τε γνώμης καὶ ἐπιβουλῆς εἶναι αὐτοῖς τὸ δρασθέν, εἴ πως δύναιντο εἰς τὸ πλῆθος αὐτὸν διαβαλόντες ὡς ἂν δυναστείας παρανόμου ἐρῶντα καὶ αὐτοὶ ἐξάρχοντες νεωτεροποιίας ἀποκτεῖναι. ταῦτα εἰπών, συνδόξαν τῇ συγκλήτῳ, ἤλασεν αὐτοὺς φυγάδας. καὶ οἱ μὲν ᾤχοντο φεύγοντες, ἕτεροι δ' ἀντ' αὐτῶν δήμαρχοι ἐγένοντο· ὁ δὲ δῆμος ἐβόα βασιλέα τε αὐτὸν εἶναι καὶ ἀναδεῖσθαι μηδὲν ἔτι μέλλοντα, ἐπεὶ καὶ ἡ Τύχη αὐτὸν ἀναδέδεκεν. ὁ δὲ πᾶν ἂν ἔφη χαρισάμενος τῷ δήμῳ διὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τοῦτο οὔποτε δώσειν, καὶ συγγνώμην ᾐτεῖτο εἰ ἀντιλέγει σώζων τὰ πάτρια· βούλεσθαι γὰρ τὴν ὕπατον ἀρχὴν ἔχειν νομίμως ἢ βασιλείαν παρανόμως. Τοιαῦτα μὲν δὴ τότε ἐλέγετο· μετὰ δὲ ταῦτα ἑορτὴ ἐν τῇ Ῥώμῃ ἐγένετο χειμῶνος, (Λουπερκάλια καλεῖται), ἐν ᾗ γηραιοί τε ὁμοῦ πομπεύουσι καὶ νέοι γυμνοί, ἀληλιμμένοι τε καὶ διεζωσμένοι, τούς τε ὑπαντῶντας κατακερτομοῦντες καὶ τύπτοντες αἰγείοις δοραῖς. τότε δὲ ἐνστάσης, ἡγεμὼν ᾑρέθη Μάρκος Ἀντώνιος· καὶ προῄει διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔθος ἦν, συνείπετο δὲ αὐτῷ καὶ ἄλλος ὄχλος. καθη 42 μένῳ δὲ Καίσαρι ἐπὶ τῶν ἐμβόλων λεγομένων ἐπὶ χρυσοῦ θρόνου καὶ ἱμάτιον ἁλουργὲς ἀμπεχομένῳ πρῶτον Λικίνιος δάφνινον ἔχων στέφανον, ἐντὸς δὲ διάδημα περιφαινόμενον, προσέρχεται (ἦν γὰρ ὑψηλὸς ὁ τόπος ἐφ' οὗ Καῖσαρ ἐδημηγόρει) βασταχθεὶς ὑπὸ τῶν συναρχόντων, καὶ κατέθηκεν αὐτοῦ πρὸ τῶν ποδῶν τὸ διάδημα. βοῶντος δὲ τοῦ δήμου ἐπὶ τὴν κεφαλὴν τιθέναι καὶ ἐπὶ τοῦτο Λέπιδον καλοῦντος τὸν ἱππάρχην, ὁ μὲν ὤκνει· ἐν τούτῳ δὲ Κάσσιος Λογγῖνος, εἷς τῶν ἐπιβουλευόντων, ὡς δῆθεν εὔνους ὤν, ἵνα καὶ λανθάνειν μᾶλλον δύναιτο, ὑποφθὰς ἀνείλετο τὸ διάδημα καὶ ἐπὶ τὰ γόνατα αὐτοῦ ἔθηκεν. συνῆν δὲ καὶ Πόπλιος Κάσκας. Καίσαρος δὲ διωθουμένου, καὶ τοῦ δήμου βοῶντος, ταχὺ προσδραμὼν Ἀντώνιος γυμνὸς ἀληλιμμένος, ὥσπερ ἐπόμπευεν, ἐπὶ τὴν κεφαλὴν ἐπιτίθησιν. Καῖσαρ δὲ ἀνελόμενος αὐτὸ εἰς τὸν ὄχλον ἔρριψε. καὶ οἱ μὲν τελευταῖοι ἐκρότησαν ἐπὶ τούτῳ, οἱ δὲ πλησίον ἐβόων δέχεσθαι καὶ μὴ διωθεῖσθαι τὴν τοῦ δήμου χάριν. ἄλλοι γὰρ ἄλλην γνώμην περὶ τῶν δρωμένων εἶχον· οἱ μὲν γὰρ ἐδυσχέραινον, ἅτε δυναστείας δήλωσιν μείζονος ἢ κατὰ δημοκρατίαν· οἱ δὲ χαρίζεσθαι οἰόμενοι συνέπραττον· οἱ δὲ οὐκ ἔξω τῆς γνώμης αὐτοῦ διεθρόουν τοῦτο Ἀντώνιον πεποιηκέναι· πολλοῖς δ' ἦν καὶ βουλομένοις βασιλέα αὐτὸν ἀναμφιλόγως γενέσθαι. παντοδαπαὶ μὲν φῆμαι ἐν τῷ ὁμίλῳ ἦσαν. τὸ δ' οὖν δεύτερον Ἀντωνίου ἐπιτιθέντος, ὁ δῆμος ἐβόησε· χαῖρε, βασιλεῦ, τῆς ἑαυτοῦ γλώττης. ὁ δὲ οὐ δεχόμενος ἐκέλευσεν εἰς τὸ τοῦ Καπιτωλίου Διὸς ἱερὸν ἀποφέρειν αὐτό· ἐκείνῳ γὰρ μᾶλλον ἁρμόττειν. καὶ πάλιν ἐκρότησαν οἱ αὐτοί, ὥσπερ καὶ πάλαι. λέγεται δὲ καὶ ἕτερος λόγος, ὡς ταῦτα ἔπραττεν Ἀντώνιος ἐκείνῳ μέν, ὥς γε ᾤετο, χαρίζεσθαι βουλόμενος, αὑτῷ δὲ ἐλπίδα μνώμενος, εἰ γένοιτο ποιητὸς υἱός. τελευταῖον δὲ ἀσπασάμενος Καίσαρα δίδωσι τῶν παρεστώτων τισὶν ἐπιθεῖναι αὐτὸ ἐπὶ τὴν κεφαλὴν τοῦ πλησίον ἀνδριάντος Καίσαρος· οἱ δ' ἐπέθεσαν. ἐν δ' οὖν τοῖς τότε οὐδενὸς ἧττον καὶ τόδε πραχθὲν ἤγειρε θᾶττον τοὺς ἐπιβουλεύοντας, πίστιν ἐν ὀφθαλμοῖς μείζω παρασχὸν ὧν δι' ὑποψίας εἶχον. Κίννας δὲ μετ' οὐ πολὺ στρατηγῶν Καίσαρα παραιτησάμενος δόγμα ἐκύρωσεν κατιέναι τοὺς ἀπελαθέντας δημάρχους καί, ὥσπερ βούλεται ὁ δῆμος, πεπαυμένους τῆς ἀρχῆς ἰδιώτας εἶναι τῶν 43 κοινῶν μὴ εἰργομένους. Καῖσαρ δὲ οὐ διεκώλυε τὴν κάθοδον· καὶ οἱ μὲν κατῄεσαν. ἀρχαιρεσίαι δ' ἦσαν ἐνιαύσιοι ὑπὸ Καίσαρος ἀγόμεναι· αὐτὸς γὰρ εἶχε τὴν τούτων ἐξουσίαν, ὥσπερ ἐκέλευε τὸ δόγμα· καὶ δὴ ἀποδείκνυσι εἰς τὸ ἐπιὸν ὑπάτους Οὐίβιον Πάνσαν καὶ Αὖλον Ἴρτιον, εἰς δὲ τρίτον ἔτος Δέκμον Βροῦτον, ἕνα τῶν ἐπιβούλων, καὶ Μουνάτιον Πλάγκον. κατόπιν δὲ τούτου καὶ ἕτερον ἐπράχθη, ὃ σφόδρα ἤγειρε τοὺς συνεστῶτας. ἀγορὰν κατεσκεύαζε μεγάλην καὶ ἀξιοπρεπῆ ἐν Ῥώμῃ, καὶ τοὺς τεχνίτας ἀθροίσας τὰ ἔργα εἰς τὴν κατασκευὴν διεπίπρασκεν. ἐν τούτῳ δὲ αὐτῷ προσῆλθον οἱ Ῥωμαίων ἄριστοι τιμὰς φέροντες, ἅστινας τότε ἐψηφίσαντο ἐν κοινῷ. τούτων δ' ἡγεῖτο μὲν ὁ ὕπατος, συνάρχων τότε αὐτῷ ὤν, κομίζων τὰ ἐψηφισμένα· ῥαβδοφόροι τε προῄεσαν ἔνθεν καὶ ἔνθεν τὸν ὄχλον ἀνείργοντες· συνῄεσαν δὲ τῷ ὑπάτῳ οἵ τε στρατηγοὶ καὶ δήμαρχοι καὶ ταμίαι καὶ ἄλλαι πᾶσαι ἀρχαί· μετὰ δὲ ἡ σύγκλητος ἐν κόσμῳ εἵπετο καὶ ὁ πᾶς δῆμος ἄπειρος τὸ πλῆθος καὶ ὅσος οὐκ ἄλλος· πολλὴ δὲ ἥ τε ἔκπληξις ἦν καὶ τὸ ἀξίωμα τῶν πρώτων, εἰς οὓς τὰ συμπάντων ἀνήρτητο κράτη, θαυμαζόντων ἄλλον κρείττω. ὁ δὲ προσιόντων ἐκάθητο καὶ διὰ τὸ τοῖς ἐκ πλαγίου ὁμιλεῖν οὔτ' ἐπιστρέψας πρὸς αὐτοὺς τὸ πρόσωπον οὔτε προσέχων, ἀλλ' ὁμοίως διοικῶν ἃ ἐν χερσὶν εἶχεν, εἰς ὃ τῶν πλησίον φίλων τις εἶπεν· ὅρα τοὺς ἐξ ἐναντίας προσιόντας· καὶ τότε ἀποθέμενος τὰ γραμματίδια ἐπεστράφη καὶ περὶ ὧν ἦλθον ἤκουεν.† συνόντες οὖν αὐτοῖς οἱ ἐπιβουλεύοντες τὸ γεγονὸς καὶ τοὺς ἄλλους τῆς πρὸς αὐτὸν δυσμενείας ἀνέπλησαν καὶ αὐτοὺς ἤδη ἀχθομένους· ὤργων τότε καὶ οἱ ἐπὶ ὀλέθρῳ τῶν συμπάντων, μήτι γε ἐπ' ἐλευθερίᾳ ἐπιχειρεῖν τῷ ἀνδρί, καὶ προσεδόκων χειρώσεσθαι αὐτὸν ἀνίκητον παντάπασι δοκοῦντα εἶναι· δυσὶ γὰρ καὶ τριακοσίαις μάχαις ἐδόκει συμβαλὼν εἰς ἐκεῖνον τὸν χρόνον ἔν τε Ἀσίᾳ καὶ Εὐρώπῃ οὔποθ' ἡττῆσθαι. μόνος δὲ πολλάκις ἐξιὼν καὶ φαινόμενος αὐτοῖς ἐλπίδα ἐνεδίδου τοῦ ἐπιβουλῇ ἁλώσιμος εἶναι· ἐμηχανῶντό τε, εἴ πως παραλύσειαν αὐτοῦ τὴν ἀμφὶ τὸ σῶμα φυλακήν, λόγῳ τε κηλοῦντες ὡς χρεὼν εἴη ἱερὸν αὐτὸν πρὸς πάντων νομίζεσθαι πατέρα τε καλεῖσθαι τῆς πόλεως, καὶ ψηφίσματα περὶ τούτων γράφοντες, εἴ πως ἐκεῖνος τούτοις παραχθεὶς τῷ ὄντι πιστεύσειεν ὑπ' αὐτῶν στέργεσθαι, καὶ τοὺς δορυφόρους ἀπολύσειεν οἰόμενος τῇ πάντων 44 εὐνοίᾳ φυλάττεσθαι. ὅπερ γενόμενον πολλὴν αὐτοῖς εἰς τὸ ἔργον ῥᾳστώνην παρέσχεν. Συνῄεσαν δ' ἐν φανερῷ μὲν οὔποτε βουλευσόμενοι, λάθρα δὲ κατ' ὀλίγους εἰς τὰς ἀλλήλων οἰκίας· καὶ πολλὰ μέν, ὥσπερ εἰκὸς ἦν, ἐλέχθη τε αὐτοῖς καὶ ἐκινήθη σκοπουμένοις τοσόνδε ἔργον ὅπως τε ἐπιθήσονται καὶ ὅποι. τινὲς μὲν οὖν εἰσέφερον διὰ τῆς ἱερᾶς καλουμένης ὁδοῦ ἰόντι ἐγχειρεῖν· ἐφοίτα γὰρ πολλάκις ἐκείνῃ· ἄλλοι δ' ἐν ταῖς ἀρχαιρεσίαις, ἐν αἷς αὐτὸν ἔδει καθιστάντα ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ τὰς ἀρχὰς διιέναι τινὰ γέφυραν, διακληρωσάμενοι τὸ ἔργον, ὅπως οἱ μὲν ὤσειαν αὐτὸν ἀπὸ τῆς γεφύρας, οἱ δὲ ἐπιδραμόντες κτείνειαν· ἄλλοι δὲ ὅταν θέαι μονομάχων ἄγωνται, (ὑπόγυοι δ' ἦσαν) ἔνθα καὶ ὅπλα ὁρᾶσθαι παρεσκευασμένα ἐπὶ τὴν πρᾶξιν ἀνύποπτον ἦν διὰ τὸν ἀγῶνα. οἱ πλεῖστοι δὲ παρῄνουν ἐν τῇ βουλῇ συνεδρεύοντα κτείνειν, ἡνίκα μόνος αὐτὸς ἔμελλεν ἔσεσθαι· οὐ γὰρ συνεισίασιν οἱ μὴ μετέχοντες αὐτῆς, πολλοὶ δ' οἱ ἐπιβουλεύοντες ὑπὸ τοῖς ἱματίοις ἔχοντες ἐγχειρίδια. καὶ ἐκράτει ἥδε ἡ γνώμη. συνέλαβε δὲ καὶ τύχη τις εἰς τοῦτο ποιήσασα ἡμέραν ῥητὴν αὐτὸν ὁρίσαι, εἰς ἣν συνίασιν οἱ ἐκ τοῦ συνεδρίου βουλευσόμενοι περὶ ὧν αὐτὸς ἔμελλεν εἰσοίσειν. ἐπεὶ δὲ ἐνέστη ἡ κυρία ἡμέρα, συνῄεσαν παρεσκευασμένοι τοῖς πᾶσι. ἐγίνετο δὲ αὐτοῖς ἡ σύνοδος εἰς τὴν Πομπηίου στοάν, ἔνθα ἑκάστοτε συνελέγοντο. τῷ δ' ἄρα ὁ δαίμων διεδείκνυε τὰ† ἔθη ὁποῖα εἴη, ὡς πάντα ἀστάθμητα καὶ τῆς τύχης ἥττω, εἰς τὸ τοῦ ἐχθροῦ αὐτὸν ὑπάγων χωρίον, ἐν ᾧ ἔμελλε πρὸ τοῦ ἐκείνου ἀνδριάντος νεκρὸς κείσεσθαι, καὶ οὗ ζῶντος περιεγένετο, τούτου τεθνεῶτος πρὸς τῷ εἰδώλῳ ἀποσφάττεσθαι. ἰσχυρότερον δέ τι καὶ ἡ μοῖρα, εἰ δή τις ἐπέστη τούτοις. οἵ τε γὰρ φίλοι ἐκείνης τῆς ἡμέρας ἐκώλυον διά τινας φήμας οἰωνιζόμενοι πορεύεσθαι εἰς τὸ βουλευτήριον, ἰατροί τε διὰ νόσον σκοτώδη ἑκάστοτε συμβαίνουσαν αὐτῷ καὶ τότε προσπεσοῦσαν, ἥ τε γυνὴ πάντων μάλιστα, Καλπουρνία ὄνομα, διά τινας ὄψεις ἐνυπνίων δειματωθεῖσα ἐνέφυ τε αὐτῷ καὶ οὐκ ἔφη ἐάσειν ἐκείνης ἐξιέναι τῆς ἡμέρας. παραστὰς δὲ Βροῦτος, εἷς τῶν ἐπιβουλευόντων, ἐν δὲ τοῖς μάλιστα φίλος τότε νομιζόμενος· τί σὺ λέγεις, εἶπεν, ὦ Καῖσαρ; καὶ σὺ ὁ τηλικόσδε γυναικὸς ἐνυπνίοις καὶ ἀνδρῶν ματαίων κληδόσι προσσχὼν ὑβριεῖς τήν σε τιμήσασαν σύγκλητον, ἣν αὐτὸς συνεκάλεσας, οὐκ 45 ἐξιών; ἀλλ' οὐκ, ἤν γέ μοι πείθῃ, ἀλλὰ ῥίψας τὰ τούτων ὀνειροπολήματα πορεύσῃ· κάθηται γὰρ ἐξ ἑωθινοῦ σὲ περιμένουσα. καὶ ὃς ἐπείσθη τε καὶ ἐξῆλθεν. Ἐν τούτῳ οἱ μὲν σφαγεῖς ηὐτρεπίζοντο τάττοντες αὑτοὺς οἱ μὲν εἰς πλησίον αὐτοῦ καθέδρας, οἱ δὲ ἐξ ἐναντίας, οἱ δὲ κατόπισθεν. οἱ δὲ ἱερεῖς θύματα προσέφερον πρὸ τῆς εἰς τὸ βουλευτήριον εἰσόδου θυσομένῳ τὴν ὑστάτην θυσίαν ἐκείνην. καὶ δῆλον ὡς οὐκ ἐκαλλιέρει. δυσθυτοῦντες δ' οἱ μάντεις ἕτερα ἐφ' ἑτέροις θύματα ὑπήλλαττον, εἴ τι αὐτοῖς ἄμεινον ὧν ἐσημαίνετο φανείη· τελευτῶντες δὲ χαλεπῶς τἀκ θεῶν ὁρᾶν ἔφασαν, καί τινα ἀλάστορα ἐν τοῖς ἱεροῖς ἐγκεκρυμμένον δίοπτον εἶναι. ὁ δὲ ἀχθεσθεὶς ἀπεστράφη πρὸς δυόμενον τὸν ἥλιον· καὶ οἱ μάντεις πολὺ μᾶλλον τοῦτο οἰωνίσαντο. παρόντες δὲ οἱ φονεῖς ἥσθησαν ἐπὶ τούτοις. ὁ δὲ Καῖσαρ, πολὺ μάλιστα τῶν φίλων δεομένων ἀναβαλέσθαι τὸν σύλλογον ἐκείνης τῆς ἡμέρας διὰ τὰ λεγόμενα ὑπὸ τῶν μάντεων, ἐκέλευσε καὶ δὴ τοῦτο δρᾶν. ταχὺ δ' οἱ ὑπηρέται αὐτῷ ἐπέστησαν καλοῦντες καὶ λέγοντες ὅτι πλήρης ἡ βουλὴ εἴη. καὶ ὁ μὲν εἰς τοὺς φίλους διέβλεψεν, ὁ δὲ Βροῦτος αὐτῷ πάλιν παραστάς· ἴθι, ὦ ἀγαθέ, ἔφη, τοῖς λήροις τούτων χαίρειν φράσας, καὶ ἃ Καίσαρί τε καὶ τῇ τοσαύτῃ ἀρχῇ διοικεῖν πρέπει μὴ ἀναβάλλου, αἴσιον οἰωνὸν τὴν σεαυτοῦ ἀρετὴν ποιούμενος. καὶ ὁ μὲν ταῦτα παραπείθων, ὁμοῦ τῆς δεξιᾶς λαβόμενος, (ἐγγὺς δ' ἦν καὶ τὸ συνέδριον), ἦγεν αὐτόν. ὁ δὲ εἵπετο σιωπῇ. εἰσιόντα δὲ αὐτὸν ὡς εἶδεν ἡ σύγκλητος, ὑπανέστη εἰς τιμῆς ἀξίωσιν. οἱ δὲ μέλλοντες ἐγχειρήσειν περὶ αὐτὸν ἦσαν. πρῶτος δὲ πάντων ἐπ' αὐτὸν καθίει Τύλλιος Κίμβρος, ᾧ ἔφευγεν ἀδελφὸς ἐληλαμένος ὑπὸ Καίσαρος. ἐν προσχήματι δὴ τοῦ ἀντιβολεῖν αὐτὸν λιπαρῶς ὑπὲρ τοῦ ἀδελφοῦ προσελθὼν ἥπτετο τῆς ἀναβολῆς, καί τι θρασύτερον εἴσω τὰς χεῖρας ἔχοντος ἐδόκει δρᾶν, ἐκώλυέ τε, εἰ βούλοιτο ἀνίστασθαι καὶ ταῖς χερσὶ χρῆσθαι· ὀργιζομένου δ' ἐπιστρεφῶς ἐκείνου, ἔργου εἴχοντο οἱ ἄνδρες, ταχὺ δὲ πάντες γυμνώσαντες τὰ ἐγχειρίδια ἐπ' αὐτὸν ὥρμησαν. καὶ πρῶτος μὲν Σερουίλιος Κάσκας κατὰ τὸν ἀριστερὸν ὦμον ὀρθῷ τῷ ξίφει παίει μικρὸν ὑπὲρ τὴν κλεῖν, εὐθύνων ἐπ' αὐτήν, ταραττόμενος δὲ οὐκ ἠδυνήθη. Καῖσαρ δ' ἀνέστη ὡς ἀμυνόμενος ἐπ' αὐτόν· καὶ ὃς τὸν ἀδελφὸν βοᾷ Ἑλλάδι γλώττῃ ὑπὸ θορύβου. ὁ δ' ὑπακούσας ἐρείδει τὸ ξίφος κατὰ 46 τῆς πλευρᾶς. μικρὸν δὲ Κάσσιος ὑποφθὰς εἰς τὸ πρόσωπον ἐγκαρσίαν αὐτῷ πληγὴν δίδωσι, Δέκμος δὲ Βροῦτος ὑπὸ ταῖς λαγόσι διαμπερὲς παίει, Κάσσιος δὲ Λογγῖνος ἑτέραν ἐπενδοῦναι πληγὴν σπεύδων τοῦ μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς Μάρκου Βρούτου χειρός, Μινούκιος δὲ καὶ αὐτὸς τύπτων Καίσαρα παίει Ῥούβριον εἰς τὸν μηρόν, ἐῴκεσάν τε μαχομένοις ἐπ' αὐτῷ. πίπτει δὲ ὑπὸ πλήθους τραυμάτων πρὸ τοῦ Πομπηίου ἀνδριάντος. καὶ οὐδεὶς ἔτι λοιπὸν ἦν ὃς οὐχὶ νεκρὸν κείμενον ἔπαιεν, ὅπως ἂν καὶ αὐτὸς δοκοίη τοῦ ἔργου συνῆφθαι, εἰς ὃ εʹ καὶ λʹ λαβὼν τραύματα ἀπέπνευσε. Κραυγὴ δὲ μυρία ἐφέρετο, τῶν μὲν ἐκ τοῦ συνεδρίου φυγόντων μετ' ἐκπλήξεως, ὅσοι μὴ μετεῖχον τοῦ βουλεύματος, καὶ οἰομένων αὐτίκα καὶ ἐπὶ σφᾶς τὸ δεινὸν ἥξειν, τῶν δ' ἔξω Καίσαρι συνόντων πάσης οἰομένων εἶναι τῆς βουλῆς τὸ ἔργον καὶ στράτευμα μέγα εἶναι τὸ ἐπὶ τοῦτο ἐληλυθός, τῶν δ' ἄλλων ὑπ' ἀγνοίας τοῦ γεγονότος πρὸς τὸ ἐξαπιναῖον τοῦ θορύβου καὶ τὰ ἐν ὄψει ὁρώμενα, (ταχὺ γὰρ οἱ σφαγεῖς τὰ ἐγχειρίδια ᾑμαγμένα ἔχοντες*) δειματουμένων τε καὶ δρόμῳ φερομένων. πάντα δ' ἦν φευγόντων πλέα μετὰ κραυγῆς. ἐξανέστη δὲ καὶ ὁ δῆμος οὐδενὶ σὺν κόσμῳ φεύγων ἐκ τοῦ θεάτρου (ἐτύγχανε γὰρ θεώμενος μονομαχίας), τὸ μὲν πραχθὲν βεβαίως οὐκ εἰδώς, ὑπὸ δὲ τῆς πάντοθεν βοῆς ταραττόμενος. οἱ μὲν γὰρ ἔφασαν τὴν σύγκλητον ὑπὸ τῶν μονομάχων σφάττεσθαι, οἱ δὲ Καίσαρος ἀποσφαγέντος τὴν στρατιὰν ἐφ' ἁρπαγὴν τῆς πόλεως τετράφθαι, ἄλλοι δὲ ἄλλα ὑπελάμβανον. ἀκοῦσαι δ' οὐδὲν ἦν σαφές· ἄκριτος γάρ τις ἐπεῖχε τάραχος εἰς ὃ τοὺς σφαγέας εἶδον καὶ Μάρκον Βροῦτον παύοντα τὸν θόρυβον καὶ θαρρεῖν παρακελευόμενον, ὡς οὐδενὸς κακοῦ γεγονότος· ἡ δὲ σύμπασα διάνοια ἦν καὶ τὰ λόγῳ κομπαζόμενα τοῖς σφαγεῦσιν, ὡς τύραννον κτείνειαν. ἐγένοντο δ' ἐν αὐτοῖς λόγοι ὡς χρὴ καὶ ἄλλους ἀναιρεῖν, οἳ ἔμελλον σφίσιν ἐναντιώσεσθαι καὶ περὶ τῆς ἀρχῆς αὖθις ἀγωνιεῖσθαι· οὓς ἐπισχεῖν φασι Μάρκον Βροῦτον, οὐ δίκαιον λέγοντα εἶναι, πρὸς οὓς ἐμφανῆ μὴ ὕπεστιν ἐγκλήματα, τούτους δι' ὑποψίας ἀφανοῦς ἀποσφάττειν. καὶ ἐνίκα ταῦτα. ἐξαΐξαντες δὴ τοὐντεῦθεν οἱ σφαγεῖς ἔφευγον θέοντες διὰ τῆς 47 ἀγορᾶς εἰς τὸ Καπιτώλιον γυμνὰ ἔχοντες τὰ ξίφη, ὑπὲρ κοινῆς ἐλευθερίας ταῦτα βοῶντες εἰργάσθαι. εἵπετο δ' αὐτοῖς πολὺς μονομάχων καὶ οἰκετῶν ὄχλος ἐπ' αὐτὸ τοῦτο εὐτρεπής. διαδρομαὶ δ' εὐρεῖαι ἦσαν ἔν τε ταῖς ὁδοῖς καὶ κατ' ἀγοράν, διεξελθόντος ἤδη τοῦ λόγου εἰς τὸ πλῆθος, ὅτι σφαγείη Καῖσαρ, ἐῴκει τε ἡ πόλις ἁλισκομένῃ. ἀναβάντες δὲ εἰς τὸ Καπιτώλιον καὶ διανειμάμενοι τὸ χωρίον ἐν κύκλῳ ἐφρούρουν, δεδοικότες μὴ τὸ Καίσαρος στρατιωτικὸν αὐτοῖς ἐπίοι. Ὁ δὲ νεκρὸς ἔτι ἔκειτο ἔνθα ἔπεσεν ἀτίμως πεφυρμένος αἵματι, ἀνδρὸς ἐλάσαντος μὲν πρὸς ἑσπέραν ἄχρι Βρεττανῶν τε καὶ Ὠκεανοῦ, διανοουμένου δ' ἐλαύνειν πρὸς ἕω ἐπὶ τὰ Πάρθων ἀρχεῖα καὶ Ἰνδῶν, ὡς ἄν, κἀκείνων ὑπηκόων γενομένων, εἰς μίαν ἀρχὴν κεφαλαιωθείη γῆς πάσης καὶ θαλάττης τὰ κράτη· τότε δ' οὖν ἔκειτο, μηδενὸς τολμῶντος ὑπομένειν καὶ τὸν νεκρὸν ἀναιρεῖσθαι. οἱ μὲν γὰρ παρόντες ἐπεφεύγεσαν, οἱ δ' ἔξω ὄντες τῶν φίλων ἐκρύπτοντο ἐν ταῖς οἰκίαις· οἱ δ' ἐξῄεσαν μεταμφιεννύμενοι εἴς τε τοὺς ἀγροὺς καὶ τὰ σύνεγγυς χωρία. παρέστη δ' αὐτῷ τῶν φίλων οὐδεὶς πολλῶν ὄντων οὔτε σφαττομένῳ οὔτε μετὰ ταῦτα, ὅτι μὴ Σαβῖνος Καλουίσιος καὶ Κηνσωρῖνος. οὗτοι δὲ ἐπιφερομένων τῶν περὶ Βροῦτον καὶ Κάσσιον μικρὸν ἀντιστάντες ἔφυγον διὰ τὸ ἐκείνων πλῆθος· οἱ δὲ ἄλλοι τὸ κατὰ σφᾶς περιέβλεπον· τοῖς δὲ καὶ βουλομένοις ἦν τὰ γιγνόμενα. φασί γέ τοί τινα αὐτῶν εἰπεῖν ἐπὶ τεθνεῶτι· ἅλις τυράννου θεραπείας. οἰκέται δὲ δὴ τρεῖς, οἵπερ ἦσαν πλησίον, ὀλίγον ὕστερον ἐνθέμενοι τὸν νεκρὸν εἰς φορεῖον οἴκαδε ἐκόμιζον διὰ τῆς ἀγορᾶς ὁρώμενον, ἔνθεν καὶ ἔνθεν ἀνεσταλμένων τῶν παρακαλυμμάτων, αἰωρουμένας τὰς χεῖρας καὶ τὰς ἐπὶ τοῦ προσώπου πληγάς. ἔνθα οὐδεὶς ἄδακρυς ἦν ὁρῶν τὸν πάλαι ἴσα καὶ θεὸν τιμώμενον· οἰμωγῇ τε πολλῇ καὶ στόνῳ συμπαρεπέμπετο ἔνθεν καὶ ἔνθεν ὀλοφυρομένων ἀπό τε τῶν τεγῶν καθ' οὓς ἂν γένοιτο καὶ ἐν ταῖς ὁδοῖς καὶ προθύροις. καὶ ἐπειδὴ πλησίον τῆς οἰκίας ἐγένετο, πολὺ δὴ μείζων ὑπήντα κωκυτός· ἐξεπεπηδήκει γὰρ ἡ γυνὴ μετὰ πολλοῦ ὄχλου γυναικῶν τε καὶ οἰκετῶν, ἀνακαλουμένη τὸν ἄνδρα καὶ ἑαυτὴν ὀδυρομένη, ὅτι μάτην προύλεγε μὴ ἐξιέναι τὴν ἡμέραν ἐκείνην. τῷ δ' ἤδη μοῖρα ἐφειστήκει πολὺ κρείττων ἢ κατὰ τὴν αὐτῆς ἐλπίδα. 48 Καὶ οἱ μὲν αὐτῷ τάφον ηὐτρέπιζον, οἱ δ' αὐτόχειρες πολλοὺς πρὸ τοῦ ἔργου ἑτοιμασάμενοι μονομάχους, ἡνίκα μὲν ἔμελλον ἐγχειρήσειν, ἵδρυσαν αὐτοὺς ἐν ὅπλοις μεταξὺ τοῦ τε βουλευτηρίου καὶ τοῦ θεάτρου ἐν τῷ Πομπηίου περιπάτῳ. ἦν δ' ὁ τούτους εὐτρεπίζων Δέκμος Βροῦτος, προφάσεσι μὲν ὡς ἐπ' ἄλλῳ, συναρπάσαι δή τινα βουλόμενος, ὡς ἔφη, τῶν εἰς τὸ θέατρον συνιόντων μονομάχων, ὃς αὑτὸν ἐκείνῳ προαπεμίσθωσεν, (ἀγῶνες γὰρ τότε ἦσαν· οὓς δὴ καὶ αὐτὸς δώσειν μέλλων προσεποιεῖτο φιλοτίμως ἔχειν πρὸς τὸν τότε ἀγωνοθέτην) τῷ δ' ἔργῳ ἡ παρασκευὴ ἐγίνετο ἐπὶ τὸν φόνον, ἵν', εἴ τι ἀντικρούσεται τῶν Καίσαρι ἀμυνομένων, παρείη αὐτοῖς ἡ βοήθεια. τούτους οὖν ἔχοντες κατέβαινον ἐκ τοῦ Καπιτωλίου καὶ ἄλλο οἰκετῶν πλῆθος. συγκαλέσαντες δὲ τὸν δῆμον διάπειραν ἔγνωσαν αὐτοῦ καὶ τῶν ἐν τέλει ποιήσασθαι πῶς ἔχουσι γνώμης πρὸς αὐτούς, πότερον ὡς τυραννίδα παύσαντας ἀποδέχοιντο ἢ ὡς φονέας* μείζω κακὰ ἀπ' αὐτῶν ἐκραγήσεσθαι· οὐ γὰρ ἀπὸ μικρᾶς διανοίας καὶ παρασκευῆς γεγονέναι ταῦτα, οὔτε ὑφ' ὧν ἐπράχθη οὔτε ἐπὶ οὓς ἐβουλεύθη· μεγάλα γὰρ δὴ στρατόπεδα εἶναι τὰ Καίσαρος ἐπικουρικὰ καὶ μεγάλους ἡγεμόνας τοὺς διαδόχους αὐτοῦ τῆς διανοίας ὑπολελειμμένους. σιγὴ δὲ τότε παρὰ τὸ ἄηθες ἐν θορύβῳ τῆς γνώμης πολλή, καραδοκούντων πάντων ὅ τι πρῶτον ὡς ἐν τοιῷδε τολμηθείη καὶ ἄρξειε τῆς νεωτεροποιίας. ἐν τούτῳ δὲ Μάρκος Βροῦτος, κατὰ πολλὴν ἡσυχίαν τοῦ δήμου τὸ μέλλον προσδεχομένου, σωφροσύνῃ τε βίου διὰ παντὸς τιμώμενος κατά τε εὔκλειαν προγόνων καὶ τὴν ἐπ' αὐτοῦ ἐπιείκειαν εἶναι δοκοῦσαν, ἔλεξε τοιάδε. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ] Μετὰ δὲ τὴν δημηγορίαν ἀναχωρήσαντες πάλιν εἰς τὸ Καπιτώλιον ἐβουλεύοντο περὶ τῶν παρόντων ὃ χρὴ ποιεῖν. ἔδοξε δ' οὖν αὐτοῖς πέμψαι πρέσβεις πρός τε Λέπιδον καὶ Ἀντώνιον, ὅπως ἂν πείσειαν ἐλθεῖν τε πρὸς αὐτοὺς εἰς τὸ ἱερὸν καὶ ἐν κοινῷ βουλεύεσθαι περὶ τοῦ μέλλοντος συνοίσειν τῇ πόλει, ὑπισχνεῖσθαί τε αὐτοῖς πάνθ' ὅσα ἔχουσι παρὰ Καίσαρος ἐν δωρεᾶς μέρει κύρια ποιήσειν, ὥστε τούτων γ' οὕνεκα μὴ διαφέρεσθαι. τοῖς δ' ἥκουσιν ἐκείνοις ἔφασαν εἰς τὴν ὑστεραίαν ἀπόκρισιν δώσειν. γενομένων δὲ τούτων περὶ δείλην ὀψίαν, πολὺ μείζων κατέσχε τὴν πόλιν θόρυβος, ἕκαστός τε τὸ καθ' ἑαυτὸν ἐφυλάττετο τοῦ κοινοῦ 49 ἤδη ἀφεστηκώς, φοβούμενος τὰς ἐξαπίνης ἐπιβουλὰς καὶ ἐπιχειρήσεις, τῶν πρώτων ἐν ὅπλοις ὄντων καὶ ἀλλήλοις ἀντικαθημένων, σφίσι δὲ ἔτι ἀδήλου ὄντος τοῦ βεβαίως προστησομένου. καὶ τότε μέν, ἐπεὶ νὺξ ἦν, διελύθησαν ἀπ' ἀλλήλων· τῇ δὲ ὑστεραίᾳ ἦν μὲν ἐν ὅπλοις Ἀντώνιος ὕπατος ὤν, Λέπιδος δὲ ἀθροίσας οὐκ ὀλίγην στρατιὰν ἐπικούρων διὰ μέσης ἀγορᾶς διεξῄει ἀμύνειν ἐγνωκὼς Καίσαρι. ὡς δὲ τοῦτο γεγονὸς εἶδον οἱ πρότερον ἐνδοιάζοντες, συνέρρεον πρὸς αὐτοὺς μεθ' ὅπλων κατὰ ἰδίας ἑταιρείας, καὶ μέγα στράτευμα ἐγένετο. ἦσαν δὲ οἳ τοῦτο δέει ἔδρων οὐ βουλόμενοι φανεροὶ εἶναι χαίροντες ἐπὶ τῇ Καίσαρος τελευτῇ, ἀλλὰ τῷ συνίστασθαι μετὰ τούτων θεραπεύοντες τὴν ἔπειτα ἐλπίδα. πολλὰ δὲ ἐπέμπετο καὶ εἰς τοὺς ὑπὸ Καίσαρος εὖ πεπονθότας ἢ πόλεων κατοικησίαις ἢ γῆς κληρουχήσεσι ἢ χρημάτων νομαῖς, ὡς μέλλοι πάντα κινεῖσθαι, εἰ μή τι φανείη καὶ ἀπ' αὐτῶν καρτερόν. πολλαὶ δὲ καὶ ὀλοφύρσεις καὶ ἱκετεῖαι πρὸς τοὺς ἐκείνου φίλους ἐγίγνοντο, καὶ μάλιστα τοὺς συνεστρατευμένους πρότερον μνημονεύειν παρακελευόμεναι οἷος ὢν οἷα πάθοι ἐν ἐρημίᾳ φίλων. συνέρρεον δὲ ἤδη πολλοὶ κατά τε οἶκτον καὶ φιλότητα καὶ κέρδη ἴδια δέ, καὶ νεωτερισμοῦ ἐρῶντες, καὶ μάλιστα ἐπειδὴ μαλακώτερα τὰ ἐκ τῶν ἐναντίων ἐφαίνετο καὶ οὐχ ὁποῖα τὸ πρότερον προσεδοκήθη κατὰ ὑπόνοιαν ἰσχύος μείζονος. ἐλέγετο δ' ἤδη ἐκ τοῦ φανεροῦ ὅτι χρὴ ἀμύνειν αὐτῷ μηδὲ ἄλλως ποιεῖν μηδὲ περιορᾶν ἀτιμώρητον τὸν φόνον. ἄλλοι δὲ ἄλλα κατὰ συστάσεις ἀθροιζόμενοι ἔλεγον, οἱ μὲν πρὸς τῶνδε, οἱ δὲ πρὸς τῶνδε. ὅσοι δὲ πολιτείας τι μετεποιοῦντο ἡδόμενοι ἐπὶ τῇ συμπάσῃ μεταβολῇ, ἐκάκιζον τοὺς Καίσαρος σφαγέας, ὅτι οὐχὶ πλείους ἀνέλοιεν τῶν τότε ὑπόπτων καὶ βέβαιον ἀποδοῖεν σφίσι τὴν ἐλευθερίαν· πράγματα γὰρ αὐτοῖς τοὺς λειπομένους οὐκ ὀλίγα παρέξειν· ἦσαν δ' οἱ προμηθείᾳ πλέονι δοκοῦντες καὶ πείρᾳ τῶν ἐπὶ Σύλλα πρότερόν ποτε συμπεσόντων εἰδότες παρακελεύεσθαι ἐκ μέσου συστῆναι ἀμφοτέροις· καὶ γὰρ τότε οἱ ἀπολωλέναι δόξαντες αὖθις ἀναθαρρήσαντες τοὺς νενικηκότας ἤλασαν· πολὺν οὖν πόνον παρέξειν Καίσαρα καὶ ἀπολωλότα τοῖς τε σφαγεῦσι καὶ τῇ τούτων ἑταιρείᾳ, μεγάλων στρατευμάτων ἐνεστώτων καὶ ἀνδρῶν ἐπ' αὐτοῖς δραστηρίων. οἱ δὲ περὶ Ἀντώνιον πρὶν μὲν παρασκευάσασθαι διεπρεσβεύοντο καὶ 50 διελέγοντο τοῖς ἐν Καπιτωλίῳ. ἐπεὶ δὲ πλήθει ὅπλων καὶ στρατιᾶς ἐθάρρησαν, διοικεῖν ἠξίουν τὰ κοινὰ παύσαντες τὸν ἐν τῇ πόλει τάραχον. πρῶτον δὲ ἐν σφίσι βουλὴν προύθεσαν ὅπως χρὴ ἔχειν πρὸς τοὺς σφαγέας, συγκαλέσαντες τοὺς φίλους. τῶν δὲ Λέπιδος μὲν ἀπεφήνατο γνώμην πολεμεῖν ἄντικρυς αὐτοὺς καὶ τιμωρεῖν Καίσαρι, Ἴρτιος δὲ διαλέγεσθαι καὶ φιλίαν τίθεσθαι. ἄλλος δὲ τὴν ἐναντίαν εἶπε τῷ Λεπίδῳ προσθέμενος, ὡς καὶ ἀνόσιον εἴη περιορᾶν νήποινον τὸν Καίσαρος φόνον καὶ αὐτοῖς μέντοι οὐκ ἀσφαλές, ὅσοι ἐκείνῳ ἦσαν φίλοι· καὶ γὰρ εἰ ἐν τῷ παρόντι ἡσυχάζουσιν οἱ αὐτόχειρες, ἀλλὰ δύναμίν γε κτησάμενοι χωρήσουσιν ἐπὶ πλέον. Ἀντώνιος δὲ τῇ Ἰρτίου προσθέμενος γνώμῃ σώζειν αὐτοὺς ἠξίου. ἦσαν δ' οἱ ἀποπέμψασθαι παρακελευόμενοι ἐκ τῆς πόλεως ὑποσπόνδους. Μετὰ δὲ θάνατον καὶ κηδείαν τοῦ μεγάλου Καίσαρος συνεβούλευσαν οἱ φίλοι Καίσαρι τῷ νέῳ Ἀντώνιον ποιήσασθαι φίλον καὶ τῶν πραγμάτων ἐπιμελητήν. πολλῶν δὲ καὶ ἄλλων αἰτίων συμβάντων πρὸς τὴν πρὸς ἀλλήλους διαφοράν, ἐδόκει αὐτοῖς τὴν ἔχθραν ἐξάπτειν μᾶλλον† πρὸς ἀλλήλους, διάφορος μὲν ὢν πρὸς Καίσαρα, συμπράττων δ' Ἀντωνίῳ. Καῖσαρ δ' οὐδὲν ὀρρωδῶν ἐκ τοῦ μεγαλόφρονος θέας ἐποίει ἐνστάσης ἑορτῆς, ἣν ὁ πατὴρ αὐτοῦ κατεστήσατο Ἀφροδίτῃ. καὶ αὖθις προελθὼν σὺν πλείοσιν ἔτι καὶ φίλοις παρεκάλει Ἀντώνιον συγχωρῆσαι τὸν δίφρον μετὰ τοῦ στεφάνου τίθεσθαι τῷ πατρί. ὁ δ' ὅμοια ἠπείλησεν, εἰ μὴ τούτων ἀποστὰς ἡσυχίαν ἄγοι. καὶ ὃς ἀπῄει καὶ οὐδὲν ἠναντιοῦτο, κωλύοντος τοῦ ὑπάτου· εἰσιόντα γε μὴν αὐτὸν εἰς τὸ θέατρον ἐκρότει ὁ δῆμος εὖ μάλα καὶ οἱ πατρικοὶ στρατιῶται ἠχθημένοι διότι τὰς πατρῴους ἀνανεούμενος τιμὰς διεκωλύθη, ἄλλους τε ἐπ' ἄλλοις κρότους ἐδίδουν παρ' ὅλην τὴν θέαν ἐπισημαινόμενοι. ὁ δὲ τὸ ἀργύριον ἠρίθμει τῷ δήμῳ· ὅπερ αὐτῷ μεγάλην εὔνοιαν παρέσχεν. ἐξ ἐκείνης δὲ τῆς ἡμέρας μᾶλλόν τι φανερὸς ἦν Ἀντώνιος δυσμενῶς ἔχων πρὸς Καίσαρα ἐμποδῶν γενόμενον τῇ τοῦ δήμου σπουδῇ πρὸς ἑαυτόν· ἑώρα τε Καῖσαρ, ὅπερ αὐτῷ ἐκ τῶν τότε παρόντων καταφανὲς γενόμενον, προστασίας δεόμενος πολιτικῆς. ἑώρα δὲ καὶ τοὺς ὑπάτους ἐκ τοῦ φανεροῦ ἀνθεστῶτας ἰσχύν τε πολλὴν ἔχοντας καὶ ἄλλην ἔτι σφίσι προσποιοῦντας. καὶ γὰρ τὸ ταμιεῖον τῆς πόλεως, ὃ πολλῶν χρημάτων ὁ πατὴρ

Intertext edge

Open linked passage

Note