De insidiis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
νικόν· καὶ ὁ διάδοχος Ἀρχέλαος εἰς Ῥώμην πλέων ἕνεκα τῆς ὅλης ἀρχῆς μετὰ τῶν ἄλλων ἀδελφῶν παρακαλεῖ συμπλεῦσαι Νικόλαον ἀναχωρεῖν ἤδη ὡς ἑαυτὸν ἐγνωκότα· καὶ γὰρ ἦν περὶ ξʹ ἔτη. συνέπλευσε δ' οὖν· καὶ εὗρεν πάντα κατηγόρων πλέα ἐπὶ τὸν Ἀρχέλαον. χωρὶς μὲν γὰρ ὁ νεώτερος ἀδελφὸς τῆς βασιλείας ἀντεποιεῖτο, χωρὶς δ' οἱ συγγενεῖς ἅπαντες κατηγόρουν αὐτοῦ, οὐ τῷ νεωτέρῳ συναγωνιζόμενοι· ἐπρεσβεύσαντο δὲ καὶ αἱ ὑφ' Ἡρώδῃ Ἑλληνίδες πόλεις αἰτούμεναι τὴν ἐλευθερίαν παρὰ Καίσαρος, καὶ ὅλον δὲ τὸ Ἰουδαίων ἔθνος ἐπικαλοῦν φόνον τρισχιλίων ἀνδρῶν τῶν ἐν τῇ μάχῃ πεσόντων, καὶ ἀξιοῦν μάλιστα μὲν ὑπὸ Καίσαρι εἶναι, εἰ δὲ μή, ὑπό γε οὖν τῷ νεωτέρῳ ἀδελφῷ. τοσούτων δὲ δικῶν ἐπηγγελμένων, ἀγωνισάμενος ὑπὲρ Ἀρχελάου Νικόλαος τὸν πρὸς τοὺς συγγενεῖς ἀγῶνα πρῶτον κατώρθωσεν, ἔπειτα δὲ τὸν πρὸς τοὺς ὑπηκόους Ἰουδαίους· τὸν μέντοι πρὸς τὰς Ἑλληνίδας πόλεις οὐκ ἠξίου, ἀλλὰ καὶ Ἀρχελάῳ παρῄνει μὴ ἐναντιοῦσθαι αὐταῖς ἐλευθερίας γλιχομέναις· ἀρκεῖν γὰρ αὐτῷ τὴν ἄλλην δυναστείαν. ὁμοίως δ' οὐδὲ πρὸς τὸν ἀδελφὸν αὐτοῦ ἠξίου ἀγωνίζεσθαι διὰ τὴν πρὸς τὸν κοινὸν αὐτῶν πατέρα φιλίαν. διῄτησε δὲ Καῖσαρ καὶ τὸ ὅλον, ἑκάστῳ τῶν παίδων μέρος ἀποδοὺς τῆς ἀρχῆς, τὴν δ' ἡμίσειαν μοῖραν Ἀρχελάῳ. καὶ Νικόλαον μὲν ἐτίμησεν ὁ Καῖσαρ, Ἀρχέλαον δὲ ἐθνάρχην κατέστησεν· ὑπέσχετο δέ, εἰ αὑτὸν ἄξιον παρασκευάσειεν, καὶ βασιλέα ταχὺ ποιήσειν· τοὺς δὲ μετ' αὐτὸν ἀδελφοὺς Φίλιππον καὶ Ἀντίπαν τετράρχας ἀπέδειξεν. 2. Ὅτι μετὰ τὸν Ἰνδικὸν πόλεμον Σεμίραμις, ἐπεὶ ὁδοιποροῦσα ἐγένετο ἐν Μήδοις, ἀναβᾶσα ἐπί τι ὑψηλὸν ὄρος πάντοθεν πλὴν καθ' ἓν μέρος περιερρωγὸς καὶ ἄβατον λισσάδι καὶ ἀποτόμῳ πέτρᾳ, ἐθεᾶτο τὴν στρατιὰν ἀπό τινος ἐξέδρας, ἣν παραχρῆμα ᾠκοδομήσατο. ἐνταῦθα δὲ στρατοπεδευσαμένῃ Σατιβάρας ὁ εὐνοῦχος ἐπεβούλευσε μετὰ τῶν Ὄννεω παίδων, αὐτὸς τὸ πᾶν συστήσας καὶ πρὸς τοὺς νεανίσκους λέγων, ὅτι κίνδυνος αὐτοῖς εἴη ἐκ Νινύου βασιλεύσαντος ἀποθανεῖσθαι· δεῖν οὖν ὑποφθάσαντας ἐκεῖνόν τε καὶ τὴν μητέρα κτείναντας βασιλεύειν. καὶ ἄλλως δὲ αὐτοῖς ἔφη 4 αἴσχιστον εἶναι περιορᾶν ἀκόλαστον μητέρα ἐν τοιᾷδε ἡλικίᾳ ὁσημέραι λιχνευομένην ὑφ' ὧν ἐτύγχανεν ἀνθρώπων τοσούσδε νεανίας ὄντας. πυνθανομένων δ' ἐκείνων· καὶ τίς γενήσεται τρόπος; εἶπεν ὡς οὐδὲν χρὴ κάμνειν, ἀλλ' ἀναβάντας πρὸς αὐτὴν ἐπὶ κορυφὴν τοῦ ὄρους, ἐπειδὰν αὐτὸς κελεύσῃ (εἶχε δὲ ταύτην τὴν ἐπιμέλειαν) ὠθεῖν αὐτὴν ἀπ' ἄκρου εἰς τὰ κάτω. καὶ οἱ μὲν ταῦτα συνέθεντο καὶ πίστεις ἔδοσαν ἀλλήλοις ἐπί τινος ἱεροῦ. ἔτυχε δὲ κατόπισθε τοῦ βωμοῦ ἔνθα συνετίθεντο ἀνὴρ Μῆδος ἀναπεπτωκὼς καὶ πάντα ἀκούων· ὃς ἐπεὶ ᾔσθετο, γράψας ἅπαν εἰς διφθέραν Σεμιράμει πέμπει διά τινος. ἡ δ' ἀναγνοῦσα τῇ ὑστεραίᾳ ἐπ' ἄκρου τοῦ ὄρους ἀναβιβασαμένη καλεῖ τοὺς Ὄννεω παῖδας καὶ κελεύει ὅ τι δήποτ' ἐννοουμένη ἥκειν ὡπλισμένους. καὶ ὁ Σατιβάρας χαίρων τοὺς νεανίσκους μετῄει, ὡς ὑπὸ θεοῦ ὀρθουμένης σφίσιν τῆς πράξεως, ἐπειδὴ ὡπλισμένους αὐτοὺς ἡ μήτηρ ἐκάλει. ἀφικομένων δέ, μεταστῆναι τὸν εὐνοῦχον κελεύσασα Σεμίραμις λέγει πρὸς τοὺς νεανίσκους· ὦ καλοῦ κἀγαθοῦ πατρὸς κακοὶ παῖδες, οἳ πεισθέντες ὑπὸ κακοῦ δούλου μητρὶ τῇ ἑαυτῶν θάνατον ἐβουλεύσασθε, ὥς με ἐνθένδε ὤσετε παρὰ θεῶν τὰ κράτη ἔχουσαν· ἀλλ' ἥδ' ὑμῖν ἐγώ· καί με κατὰ κρημνοῦ τοῦδε ὠθεῖτε, ἵνα δὴ κλέος ἔχοιτε πρὸς ἀνθρώπων καὶ βασιλεύοιτε κτείναντες τήν τε μητέρα Σεμίραμιν καὶ Νινύαν.† τὸν δ' αὐτὸν ἐδημηγόρησε πρὸς Ἀσσυρίους. [ΖΗΤΕΙ ΕΝ ΤΩ ΠΕΡΙ ΔΗΜΗΓΟΡΙΩΝ.] 3. Ὅτι ἐπὶ Σαρδαναπάλλου τοῦ βασιλέως Ἀσσυρίων Ἀρβάκης ὁ Μῆδος ἀκηκοὼς τὸν βίον καὶ τὰ ἤθη, οἷς χρῆται ὁ βασιλεύς, εἰς νοῦν ἐνεβάλετο καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸς οὗτος ἔχοι τὰ τῆς Ἀσσυρίας κράτη. ἀνδρειότατον δὲ φῦλον τὸ Μηδικὸν ἐδόκει τότε μετὰ τὸ Ἀσσύριον εἶναι. οὗτος οὖν ὁ Ἀρβάκης ἐν ὁμιλίᾳ γενόμενος Βελέσυϊ τῆς Βαβυλῶνος ἄρχοντι, καὶ συνεδρίτης ὢν αὐτῷ πρὸ τῶν βασιλειῶν θυρῶν, ἀνδρὶ τοῦ Χαλδαίων γένους, (ἱερεῖς δ' οὗτοι ἦσαν καὶ πρώτην ἔφερον τιμήν) συντίθεται αὐτῷ, καὶ κοινῇ βουλεύουσιν ἐπιθέσθαι τῇ ὅλῃ ἀρχῇ τά τε Ἀσσυρίων κράτη μεταστῆσαι εἰς Μήδους. ἀστρονομώτατοι δὲ 5 πάντων ἦσαν Βαβυλώνιοι καὶ σοφίᾳ καὶ μαντικῇ τῇ τε δι' ὀνειράτων καὶ τεράτων προύχοντες πάσῃ τε ὡς εἰπεῖν τῇ ἀμφὶ τὰ θεῖα ἐπιστήμῃ. καὶ δὴ καὶ τότε ὁ Βελέσυς τῷ Ἀρβάκῃ διαλεγόμενος πρὸ τῶν θυρῶν πλησίον τινὸς φάτνης, ἐν ᾗ δύω ἵπποι ἐξεφατνίζοντο· καί πως ἐν μεσημβρίᾳ κατέδαρθεν αὐτόθι, καὶ ἐν τῷ ὕπνῳ ἔδοξεν ὁρᾶν τὸν ἕτερον τῶν ἵππων ἐπιφορεῖν τῷ στόματι ἐπὶ τὸν Ἀρβάκην καθεύδοντα καὶ αὐτὸν ἄχυρα, τὸν δὲ ἕτερον ἐρέσθαι· τί τοῦτο ποιεῖς, ὦ δαιμόνιε, καὶ τὰ ἄχυρα τῷ ἀνθρώπῳ ἐπιφέρεις; τὸν δὲ ἀποκρίνασθαι· φθονῶ αὐτῷ· μέλλει γὰρ βασιλεύειν ἁπάντων ὧν νῦν ἄρχει Σαρδανάπαλλος. ταῦτ' ἰδών τε καὶ ἀκούσας ὁ Βαβυλώνιος τὸν Μῆδον ἐγείρει καθεύδοντα, καὶ [εἰ] δή τι πλεῖον τὰ θεῖα εἰδὼς συμβάλλει τὴν τοῦ ὀνείρου φήμην καὶ κελεύει τὸν Ἀρβάκην ἰέναι παρὰ τὸν Τίγριν ποταμὸν ῥέοντα πλησίον τῆς Νίνου καὶ προσκλύζοντα τὸ τεῖχος. ἰόντων δὲ καὶ πολλὰ λεσχηνευομένων, ὡς ἂν ἑταίρων, λέγει ὁ Βελέσυς· ἄγε δή, ὦ Ἀρβάκη, εἰ σὲ θείη σατράπην Κιλικίας Σαρδανάπαλλος ὁ δεσπότης, τί ἄν μοι δοίης τῷ εὐαγγελιζομένῳ; ὁ δ' ἀποκρίνεται· τί μου, ὦ δαιμόνιε, καταγελᾷς; διὰ τί δ' ἄν με σατράπην Κιλικίας θεῖτο ἄλλους ἐμοῦ κρείττους παρελθών; καὶ ὅς· ἀλλ' εἴ γε δοίη, πλέον γάρ τι εἰδὼς λέγω, τίς ἐμοὶ κείσεται χάρις παρὰ σοί; κἀκεῖνος· οὔτι μέμψῃ, ἔφη· μεθέξεις γὰρ τῆς ἀρχῆς οὐκ ἐλάχιστον μέρος. ὁ δ' εἶπεν· εἰ δὲ Βαβυλῶνός σε πάσης σατράπην ποιήσειεν, πῶς ἐμοὶ χρήσῃ; καὶ ὅς· παῦσαι πρὸς τοῦ Διός, ἔφη, σφόδρα μου κατακερτομῶν· οὐ γὰρ οἶμαι ἐπιτήδειος εἶναι Μῆδος ὢν ὑπὸ Βαβυλωνίου καταγελᾶσθαι. κἀκεῖνος· ἀλλ' οὐ μὰ τὸν μέγαν Βῆλον ἔγωγέ σου καταγελῶν ταῦτα λέγω, ἀλλὰ πλέον τι τεκμαιρόμενος. καὶ ὃς ἔφη· ἀλλ' ἐάν γε Βαβυλῶνος σατραπεύσω, σὲ ὕπαρχον καταστήσω τῆς ὅλης σατραπείας. καὶ ὁ Βαβυλώνιος· ἀλλ' ἔγωγέ σοι οὐκ ἀπιστῶ· τόδε δέ μοι λέξον· εἰ βασιλεὺς εἴης ἁπάσης ὁπόσης νῦν Σαρδανάπαλλος ἄρχει, τί ἐμὲ ποιήσειας; ὁ δ' Ἀρβάκης εἶπεν· εἴ σου, ὦ τλῆμον, ταῦτα ἀκούσειεν Σαρδανάπαλλος, εὖ ἴσθι ὅτι καὶ σὺ κἀγὼ κακῶς ἀπολούμεθα. ἀλλὰ τί σοι ἐπῆλθε ταῦτα ληρεῖν; οὐ παύῃ φλυαρῶν; καὶ ὃς τῆς χειρὸς αὐτοῦ λαβό 6 μενος εὐτόνως· ἀλλὰ μὰ τήνδε τὴν δεξιὰν τὴν ἐμοὶ τιμίαν καὶ τὸν μέγαν Βῆλον, οὐ παίζων λέγω, ἀλλὰ τὰ θεῖα κάλλιστα εἰδώς. καὶ ὁ Ἀρβάκης εἶπεν· δώσω σοι Βαβυλῶνα ἔχειν καὶ† ταῦτα ὑπὸ ταύτῃ ἀτελῆ. καὶ ἐπὶ τούτοις δεξιὰν αἰτοῦντος μάλα προθύμως δίδωσι. καὶ ὃς εἶπε· βασιλεύσεις τοίνυν, εὖ ἴσθι, ἀψευδῶς. καὶ ἐπεὶ ταῦτα συνέθεντο, ἐπὶ θύρας ᾤχοντο ὀπίσω θεραπεύσοντες τὰ εἰωθότα. μετὰ δὲ ταῦτα ἐν ὁμιλίᾳ γενόμενος ἑνὶ τῶν πιστοτάτων εὐνούχων ὁ Ἀρβάκης ἐδεήθη αὐτοῦ δεῖξαί οἱ τὸν βασιλέα· σφόδρα γὰρ ἐπιθυμεῖν τὸν δεσπότην ὅστις εἴη θεάσασθαι. τοῦ δὲ εἰπόντος ἀδυνάτων αὐτὸν ἐρᾶν, μηδένα γὰρ πώποτε τυχεῖν τούτου, τότε μὲν ἡσύχασεν. αὖθις δὲ μικρὸν διαλιπὼν λιπαρέστερον αὐτοῦ ἐδεῖτο φάσκων ἀντὶ πολλοῦ χρυσοῦ καὶ ἀργύρου ταύτην ἀλλάττεσθαι τὴν χάριν. ὁ δὲ εὐνοῦχος νικώμενος ὑπ' αὐτοῦ, ἦν γὰρ ἐς τὰ μάλιστα ἐπιτήδειος, καὶ οὐ βουλόμενος αὐτῷ ἀχαριστεῖν, ὑπέσχετο, εἰ καιρὸς εἴη, μνησθήσεσθαι τῷ δεσπότῃ*** ᾤκει ἔνθα ἐτελεύτησεν. 4. Ὅτι Ἀμφίων καὶ Ζῆθος οἱ τῆς Ἀντιόπης υἱοὶ γεννηθέντεςκαθ' ὁδοῦ ἐξετέθησαν. Λύκου δὲ τῆς βασιλείας ἐκπεσόντος, καὶ Λαΐου ἤδη βασιλέως καταστάντος ὑπὸ Καδμείων, Ζῆθος καὶ Ἀμφίων ἐφοίτων ἐκ τοῦ Κιθαιρῶνος εἰς Θήβας πρὸς τὸν Λύκον καὶ τὴν μητέρα· καὶ ᾔδεσαν οἷα πάσχοι καὶ ἥτις εἴη, οὐ μέντοι μόνῃ ἐδύναντο ἀφικέσθαι εἰς λόγους· εἷρκτο γὰρ τὰ πολλὰ ὑπὸ τῆς Δίρκης. Λαΐου δὲ βασιλεύοντος, ἀφικομένοις εἰς τὸν Λύκου κῆπον ἡ μήτηρ αὐτῶν Ἀντιόπη ὑδρευομένη διψῶσι τὸν γαυλὸν προσσχοῦσα πιεῖν ἔδωκεν καὶ μονωθεῖσα ὠδύρετο τὰς πάθας, προπεπυσμένη ὅτι παῖδές εἰσιν αὐτῆς, ἱκέτευέ τε ἀμφιπίπτουσα τὴν μητέρα κακῶν ἐξελέσθαι, ἐδήλωσέ τε ὅτι ταῦτα πάσχοι διὰ τὸν ἐκείνων τόκον. οἱ δ' ἐπεὶ πάντα ἔγνωσαν, ἀχθόμενοι τοῖς κακοῖς τῆς μητρὸς Λύκον εὐθέως ἀπέκτειναν, καὶ Δίρκην καταλεύσαντες εἰς ποταμὸν ἔρριψαν, ὃς ἀπὸ τοῦ πάθους Δίρκη καλεῖται. Λάιος δ' αὐτοῖς συνέγνω ταῦτα δράσασι, καὶ τὸν Λύκου καὶ Νυκτέως οἶκον ἔδωκεν ἀνθ' ὧν ἠδίκηντο. καὶ οὕτω τὴν μητέρα ἐρρύσαντο. 7 5. Ὅτι βασιλεύοντι τῷ Λαΐῳ καὶ γήμαντι Ἐπικάστην παῖδες οὐκ ἐγίνοντο. τούτων ἕνεκα εἰς Δελφοὺς χρησόμενος τῷ μαντείῳ ἀφίκετο. θεὸς δὲ αὐτῷ ἔχρησε παῖδα ποιήσεσθαι ὅστις αὐτὸν ἀποκτείνας τὴν μητέρα γυναῖκα ἕξει. μετὰ δὲ τὸν χρησμὸν γίνεται τῷ Λαΐῳ κόρος, ὅντινα εὐθὺς γενόμενον ἀπέθετο ἐν Κιθαιρῶνι, ὅπως ἂν φθαρείη. βουκόλοι δὲ Πολύβου τοῦτον ἀνείλοντο· λέγεται δὲ ὁ Πόλυβος Ἑρμοῦ εἶναι· ὃν ἐφευρόντες ἀπεκόμισαν τῷ δεσπότῃ. ὁ δὲ λαβὼν ἔτρεφεν ὡς ἂν αὐτοῦ γενόμενον Οἰδίπουν ὀνομάσας· ᾤδει γὰρ τοὺς πόδας ὑπὸ σπαργάνων. περιιόντι δὲ τῷ χρόνῳ ἐπεὶ ἀνὴρ ἐγένετο, ἐπὶ ζήτησιν ἵππων εἰς Ὀρχόμενον ἀφικνεῖται τῆς Βοιωτίας, καί πως αὐτῷ Λάιος ἀπαντᾷ θεωρὸς εἰς Δελφοὺς βαδίζων μετὰ τῆς γυναικὸς Ἐπικάστης. ὁ δὲ κήρυξ, ὅστις συνῆν αὐτοῖς, ἐκέλευσεν προϊὼν τὸν Οἰδίπουν εἶξαι τῷ βασιλεῖ τῆς ὁδοῦ. ὁ δὲ ὑπὸ μεγαλοφροσύνης τῷ ξίφει πλήξας αὐτὸν καὶ Λάιον ἐπιβοηθοῦντα ἀπέκτεινε, τῆς δὲ γυναικὸς οὐχ ἥψατο. ταῦτα δὲ πράξας ἀνέφυγεν εἰς τὸ ὄρος καὶ ἐν τῇ ὕλῃ ἀφανὴς ἐγένετο. Ἐπικάστη δέ, ὀλίγον ὕστερον ἀφικομένων τῶν θεραπόντων, ἐζήτει τὸν φονέα τοῦ Λαΐου· ἐπεὶ δὲ οὐχ εὑρίσκετο, θάψασα αὐτόθι ἐν Λαφυστίῳ Λάιόν τε καὶ τὸν κήρυκα, ἵναπερ καὶ ἀπέθανον, ἐπανῆλθεν εἰς Θήβας. ὁ δὲ Οἰδίπους ἐκ τοῦ Ὀρχομένου εἰς Κόρινθον παρὰ Πόλυβον ἀφίκετο, καὶ τὰς ἡμιόνους τοῦ Λαΐου (ἤλαυνε γὰρ καὶ ταύτας) ἀγαγὼν Πολύβῳ ἔδωκεν, καὶ† λευκίδα συνῆν καὶ ὡς πάλαι πατέρα αὐτὸν ἐνόμιζεν. 6. Ὅτι ἐπὶ Περσέως ταῦτα ἐγένετο. Τάνταλος ὁ Τμώλου, ἀφ' οὗ τὸ ὄρος ὁ Τμῶλος ἐν Λυδίᾳ καλεῖται, πόλεμον ἔχων πρὸς Ἶλον τὸν Τρῶα Φρυγῶν βασιλέα, ἡττηθεὶς μάχῃ ἐκλείπει τὴν χώραν· μέλλων δὲ εἰς Πελοπόννησον ἐξοικίζεσθαι, αὐτὸς μὲν ὑπὸ γήρως ἐν Λυδίᾳ ἔμεινεν, τὸν υἱὸν δὲ Πέλοπα σὺν στρατῷ ἔπεμψεν εἰς τὴν γῆν. ὁ δὲ ἐπεὶ ἀφίκετο ὑπὸ πολλῷ πλούτῳ τὴν ἀδελφὴν Νιόβην ἄγων, ὁρμηθεὶς τὸ τελευταῖον ἐκ Σιπύλου, ταύτην μὲν ἔδωκεν Ἀμφίονι τῷ Θηβαίῳ, αὐτὸς δὲ τῆς Πελοποννήσου ἦλθεν 8 εἰς Πίσαν, ἔνθα ἐβασίλευσεν Οἰνόμαος θυγατέρα ἔχων Ἱπποδάμειαν, ἣν ἄλλοι τε ἐμνῶντο καὶ δὴ καὶ Μυρτίλος ὁ Ὑπεροχίδου, συγγενὴς Οἰνομάου. ταύτης ὁ πατὴρ ἐρῶν οὐδενὶ ἤθελε καταινεῖν πρὸς γάμον· ἡ δ' ἀναινομένη ἔφυγε τὸν πατέρα. ὡς δὲ ἦλθεν εἰς Πίσαν ὁ Πέλοψ ὑπὸ πολλῷ στρατῷ, πέμψας Μυρτίλον Οἰνόμαος πρὸς αὐτὸν ἐπυνθάνετο ὅτου χάριν ἀφίκοιτο· προσεδόκα δὲ μνηστῆρα αὐτὸν γενέσθαι τῆς θυγατρός. ὁ δὲ ἀπεκρίνατο πρὸς τὸν Μυρτίλον, ὅτι τὴν χώραν οἰκήσων. καὶ ὁ Μυρτίλος εἶπεν, ὅτι οὐκ εὐπετὲς εἴη ἄκοντος Οἰνομάου· αὐτὸς μέντοι δύνασθαι ἀντ' ἐκείνου πρᾶξαι, εἰ ὑπόσχοιτο Οἰνομάου κρατήσας δώσειν αὐτῷ πρὸς γάμον τὴν ἐκείνου θυγατέρα. ὁ δ' ὑπέσχετο καὶ ὤμοσε ταῦτα ποιήσειν. μετὰ ταῦτα ἔρχεται πρὸς Οἰνόμαον ὁ Μυρτίλος καὶ τὰ παρὰ Πέλοπος διηγήσατο· ὁ δὲ τὸν στρατὸν ἁλίσας καὶ αὐτὸς ὁπλισθεὶς ἐξῆλθεν εἰς μάχην ἐκβαλεῖν Πέλοπα χρῄζων ἀπὸ τῆς χώρας. ὁ δὲ αὐτῷ ὑπαντιάζει μετὰ τῶν ἑπομένων, καὶ ἀρχομένης τῆς μάχης ὁ Μυρτίλος παραιβάτης ὢν ἐπὶ τοῦ ἅρματος πλήξας ξίφει τὸν Οἰνόμαον ἀπὸ τοῦ δίφρου κατέβαλε, καὶ ταῦτα πράξας πρὸς Πέλοπα ἀπεχώρησεν. πεσόντος δὲ Οἰνομάου ὁ στρατὸς διεσκεδάσθη, καὶ ἄλλοι ἄλλῃ ἔφευγον. ὁ δὲ Πέλοψ καθ' ἡσυχίαν εἰς Πίσαν ἐλάσας ἐκείνην κατέσχε καὶ τὴν Οἰνομάου πᾶσαν ἀρχήν. ὕστερον δὲ Ἱπποδάμειαν γῆμαι θέλων, τὸν Μυρτίλον, διά τε τοῦτο καὶ τῇ Ἱπποδαμείᾳ χαριζόμενος δεομένῃ τιμωρήσασθαι τὸν φονέα τοῦ πατρός, ἀγαγὼν εἰς πέλαγος ἐπόντωσεν καὶ μετὰ ταῦτα ἔγημε τὴν Ἱπποδάμειαν. 7. Ὅτι Λάρισα ὑπὸ Πιάσου τοῦ πατρὸς ἐρασθεῖσα καὶ βιασθεῖσα καὶ βαρέως φέρουσα τὸ πάθος, τῶν τινας οἰκετῶν προσποιησαμένη τὸν πατέρα κεκυφότα εἰς πίθον οἴνου ὤσασα ἐπὶ κεφαλῆς ἀπέκτεινεν. 8. Ὅτι Αἴγισθος Ἀγαμέμνονα κτείνας τὸν βασιλέα συμβουλῇ τῆς γυναικὸς Κλυταιμνήστρας καὶ τὸν Ὀρέστην τὸν τοῦ Ἀγαμέμνονος υἱὸν ἔμελλεν ἀνελεῖν. τοῦτον δὲ ἐρρύσατο Ταλθύβιος ἐξαρπάσας καὶ ἐκθέμενος εἰς τὴν Φωκίδα παρὰ Στρόφιον. δεκάτῳ δ' ἔτει ἐκ Φωκέων ἐλθὼν μετὰ Πυλάδου τοῦ Στροφίου, Αἴγισθον καὶ τὴν μητέρα κτείνας τῶν Μυκηνῶν ἐβασίλευεν. ἐλαυνόμενος