De insidiis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
49.1.1
** ἐφρόνει· ὡς δὲ ἔνιοι, ὅτι κατὰ διαθήκην τῷ ἑτέρῳ 209 υἱῷ τὰ πλείω κατέλιπε τῆς οὐσίας, τοῖς ὅλοις ἐκινδύνευσεν. ὁ γὰρ νεανίσκος τόλμῃ καὶ προπετείᾳ διαφέρων, περιθέμενος διάδημα καὶ βασιλέα Μακεδόνων ἑαυτὸν ἀναδείξας παρεκάλει πολλοὺς ἀφίστασθαι Ῥωμαίων καὶ τὴν προγεγενημένην Μακεδόσιν πάτριον βασιλείαν ἀνακτᾶσθαι. πολλῶν δὲ συντρεχόντων, ὡς ἁρπαγῆς ἐσομένης, ὁ δὲ Ἐξήκεστος ἀγωνιάσας ἐξέπεμψέ τινα τὸν διασαφήσοντα Σεντίῳ τῷ στρατηγῷ τὴν περὶ τὸν υἱὸν ἀπόνοιαν. διεπέμψατο δὲ πρὸς Κότυν τὸν βασιλέα Θρᾳκῶν, ἀξιῶν μεταπέμψασθαι τὸν νεανίσκον καὶ πεῖσαι τῆς ἐπιβολῆς ἀποστῆναι. ὁ δὲ ἔχων φιλίαν πρὸς Εὐφήνην μετεπέμψατο αὐτόν, καὶ παρακατασχὼν ἡμέρας τινὰς παρέδωκε τῷ πατρί· καὶ ἀπελύθη τῶν διαβολῶν. 50. Ὅτι ὁ Σερτώριος θεωρῶν ἀκατάσχετον οὖσαν τὴν ὁρμὴν τῶν ἐγχωρίων πικρῶς προσεφέρετο τοῖς συμμάχοις, καὶ τοὺς μὲν καταιτιώμενος ἀπέκτεινεν, τοὺς δὲ εἰς φυλακὴν παρεδίδου, τῶν δὲ εὐπορωτάτων ἐδήμευε τὰς οὐσίας. πολὺν δὲ ἄργυρον καὶ χρυσὸν ἀθροίσας οὐκ εἰς τὸ κοινὸν τοῦ πολέμου ταμιεῖον κατετίθετο, ἀλλ' ἰδίᾳ ἐθησαύριζεν· οὔτε τοῖς στρατιώταις ἐχορήγει τὰς μισθοφορίας, οὔτε τοῖς ἡγεμόσι μετεδίδου τούτων, οὔτε τὰς κεφαλικὰς κρίσεις μετὰ συνεδρίου καὶ συμβούλων ἐποιεῖτο, διακούων δὲ ἰδίᾳ καὶ μόνον κριτὴν ἑαυτὸν ἀποδείξας ἐποιεῖτο τὰς ἀποφάσεις· εἴς τε τὰ σύνδειπνα τοὺς ἡγεμόνας οὐκ ἠξίου παραλαμβάνειν, οὐδὲ φιλανθρωπίας οὐδεμιᾶς μετεδίδου τοῖς φίλοις. καθόλου δὲ διὰ τὴν ἐπὶ τὸ χεῖρον ἐπίδοσιν τῆς περὶ αὐτὸν ἐξουσίας ἀποθηριωθεὶς τυραννικῶς ἅπασιν προσεφέρετο. καὶ ἐμισήθη μὲν ὑπὸ τοῦ πλήθους, ἐπεβουλεύθη δὲ ὑπὸ τῶν φίλων. ἡ δὲ ἀναίρεσις αὐτοῦ συνετελέσθη τοιῷδέ τινι τρόπῳ. τῶν ἡγεμόνων οἱ μέγιστον ἔχοντες ἀξίωμα Περπέννας καὶ Ταρκύνιος συμφρονήσαντες ἀλλήλοις ἔγνωσαν ὡς τύραννον ὄντα τὸν Σερτώριον ἀνελεῖν. προστάτης δὲ τῆς ἐπιβουλῆς αἱρεθεὶς ὁ Περπέννας ἐκάλεσεν ἐπὶ δεῖπνον τὸν Σερτώριον καὶ τοὺς συνίστορας συμπαρέλαβεν ἐπὶ τὴν ἑστίασιν. καταντήσαντος δὲ τοῦ Σερτωρίου, καὶ τῶν κοινοπραγούντων συνεπιθεμένων, ὁ Σερτώριος ἀνακλιθεὶς ἀναμέσον Ταρκυνίου καὶ Ἀντωνίου ὑπὸ τούτων ἐσφάγη. 210 51. Ὅτι ὁ Μιθριδάτης ἐξ ἐπιβουλῆς παρ' ὀλίγον ἐκινδύνευσεν ὑποχείριος γενέσθαι τοῖς Κυζικηνοῖς. συναγωνιζόμενος γάρ τις ἐν ταῖς μεταλλείαις Ῥωμαῖος ἑκατοντάρχης ἐπεβάλετο τοῦτο τελέσαι. διὰ γὰρ τὰς παρ' ἀμφοτέροις μεταλλείας συνεχῶς γινομένων συμπλοκῶν καὶ συλλόγων, εἰς γνῶσιν ἦλθε τοῖς τοῦ βασιλέως διὰ τὰς συνεχεῖς πρὸς αὐτοὺς ὁμιλίας. μονωθεὶς δέ ποτε κατὰ τὴν ἐν τοῖς ὀρύγμασι φυλακὴν καὶ ὑπό τινος τῶν ἐπιστατούντων ἐν τοῖς ἔργοις καταπειραθεὶς περὶ προδοσίας, προσεδέξατο τοὺς λόγους προσποιητικῶς. ἀνενεχθέντος δὲ τοῦ πράγματος πρὸς τὸν βασιλέα, ἐκεῖνος μὲν ἐπιθυμῶν κυριεῦσαι τῆς πόλεως δωρεὰς ἐπηγγείλατο, καὶ συνέθετο καιρὸν ἐν ᾧ τὸν σύλλογον ἔδει γενέσθαι. τοῦ δὲ Ῥωμαίου πίστεις τῶν ἐπαγγελιῶν ζητοῦντος, ἀπέλυσεν ὁ βασιλεὺς τοὺς ὑπὲρ αὐτοῦ συνθησομένους. ὁ δὲ οὐκ ἔφησεν ἄλλως πιστεύσειν, ἐὰν μὴ παρὰ τοῦ βασιλέως λάβῃ τοὺς ὅρκους. ὁ δὲ οὐχ ἡγεῖτο βασιλικῆς ἀξίας οἰκεῖον εἶναι συγκαταβαίνειν εἰς τὰ ὀρύγματα. ἐπεὶ δὲ ὁ προδότης οὐκ ἔφησεν ἄλλως ὑπακούσεσθαι, ἡ δὲ ἐπίθεσις τοῦ κυριεῦσαι τῆς πόλεως συνεῖχεν, ἡναγκάσθη συγκαταθέσθαι τοῖς ἀξιουμένοις ὁ Μιθριδάτης. κἂν συνέβη τὸν βασιλέα γενέσθαι ὑποχείριον, εἰ μὴ τῶν φίλων τις εὐστόχως καταμαντευσάμενος τὴν ἐπιβουλὴν κατεσκεύασε σύμμετρον μηχανὴν δυναμένην ὀξέως ἀνοίγεσθαί τε καὶ κλείεσθαι· καὶ ταύτης εἰς τὸ ὄρυγμα τεθείσης, καὶ τοῦ Μιθριδάτου μετὰ τῶν φίλων συνεμβάντων, ὁ ἑκατόνταρχος τοὺς μέλλοντας μεθ' ἑαυτοῦ τῷ βασιλεῖ τὰς χεῖρας προσφέρειν† εἰς τὰς χεῖρας τὸ ξίφος σπασάμενος ὥρμησεν ἐπὶ τὸν βασιλέα. ὁ δὲ φθάσας συνέκλεισε τὴν θύραν καὶ τὸν κίνδυνον ἐξέφυγεν. 52. Ὅτι τῶν Ἀντιοχέων τινὲς καταφρονήσαντες Ἀντιόχου τοῦβασιλέως διὰ τὴν ἧτταν ἀνέσειον τὰ πλήθη καὶ συνεβούλευον ἐκ τῆς πόλεως μεταστήσασθαι. γενομένης δὲ στάσεως μεγάλης, καὶ τοῦ βασιλέως ἐπικρατήσαντος, οἱ αἴτιοι τῆς στάσεως φοβηθέντες ἔφυγον ἐκ τῆς Συρίας καὶ καταντήσαντες εἰς Κιλικίαν ἐπεβάλοντο κατάγειν Φίλιππον, ὃς ἦν υἱὸς Φιλίππου τοῦ γεγονότος ἐξ Ἀντιόχου τοῦ Γρυποῦ. ὑπακούσαντος δὲ τοῦ Φιλίππου καὶ καταντήσαντος πρὸς Ἄζιζον τὸν Ἄραβα, ἀσμένως τοῦτον προσδεξάμενος Ἄζιζος καὶ περιθεὶς διάδημα ἐπὶ τὴν βασιλείαν κατήγαγεν. 211 53. Ὅτι τὰς ὅλας ἐλπίδας ἔχων ἐν τῇ τοῦ Σαμψικεράμου συμμαχίᾳ μετεπέμπετο τοῦτον μετὰ τῆς δυνάμεως. ὁ δὲ ἐν ἀπορρήτοις συνθέμενος πρὸς Ἄζιζον ἐπ' ἀναιρέσει τῶν βασιλέων ἧκε μετὰ τῆς δυνάμεως καὶ μετεπέμπετο τὸν Ἀντίοχον. τοῦ δὲ διὰ τὴν ἄγνοιαν ὑπακούσαντος, ὑποκριθεὶς ὡς φίλος συνέλαβε τὸν βασιλέα, καὶ τότε μὲν δήσας παρεφύλαττεν, ὕστερον δὲ ἀνεῖλεν. ὁμοίως δὲ καὶ Ἄζιζος κατὰ τὰς γενομένας ἐπὶ μερισμῷ τῆς Συριακῆς βασιλείας συνθέσεις ἐπεβάλετο δολοφονῆσαι τὸν Φίλιππον· ὁ δὲ προαισθόμενος τὴν ἐπιβουλὴν ἔφυγεν εἰς τὴν Ἀντιόχειαν. 54. Ὅτι κατὰ τὴν Ῥώμην Κατιλίνας τις κατάχρεως καὶ Λέντλος ὁ ἐπικαλούμενος Σούρας ἀθροίσαντες ὄχλον ἀπόστασιν ἐμελέτησαν κατὰ τῆς συγκλήτου τοιῷδέ τινι τρόπῳ. μελλούσης τινὸς ἑορτῆς εἶναι, καθ' ἣν ἔθος ἦν τοὺς πατρωνευομένους ὑπὸ τῶν ἐν ὑπεροχαῖς ὄντων ξένια πέμπειν, καὶ διὰ ταύτην τὴν αἰτίαν δι' ὅλης τῆς νυκτὸς ἀνεῷχθαι τὰς οἰκίας συνέβαινε· συνέθεντο οὖν κατὰ τοῦτον τὸν καιρὸν εἰσπέμπειν εἰς τὰς τῶν ἐπιβουλευομένων οἰκίας τοὺς προσάξοντας αὐτοῖς τὰς χεῖρας· οὓς ἔδει τὴν μὲν φαντασίαν χάριν τῆς τῶν ξενίων εἰσφορᾶς ἀνυπόπτως εἰσελθόντας, καὶ ἀδήλως παρεζωσμένους ξίφη καὶ κατ' ὀλίγους ἐφ' ἑκάστῃ οἰκίᾳ μεμερισμένους ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν ἅπασαν σχεδὸν τὴν σύγκλητον ἀνελεῖν. τοῦτον δὲ τὸν τρόπον διεσκευασμένης τῆς ἐπιβουλῆς, παραδόξως διεσώθησαν. ὄντων γὰρ πλειόνων ἢ υʹ τῶν ἐπὶ τὴν σφαγὴν τεταγμένων, ἕνα τούτων διακείμενον ἐρωτικῶς πρός τινα παιδίσκην καὶ ὑπὸ ταύτης παραθεωρούμενον πλεονάκις λέγειν ὅτι μετ' ὀλίγας ἡμέρας ἔσται τοῦ πνεύματος αὐτῆς κύριος. τῆς δὲ θαυμαζούσης τὸ ῥηθὲν καὶ μὴ δυναμένης νοῆσαι τὴν αἰτίαν τῆς† ἀμίλλας, τὸν μὲν νεανίσκον μένειν ἐπὶ τῆς ἀνατάσεως, τὴν δὲ κατὰ τὴν συμπεριφορὰν καὶ τὴν μετ' αὐτοῦ μέθην ὑποκριναμένην κεχαρισμένας ὁμιλίας, ἀξιοῦν δηλῶσαι, τίνα ποτὲ νοῦν ἔχει τὸ ῥηθέν· τὸν δὲ διὰ τὸν ἔρωτα βουλόμενον ταύτῃ χαρίσασθαι πᾶσαν τὴν ἀλήθειαν μηνῦσαι· τὴν δὲ προσποιηθεῖσαν μετ' εὐνοίας καὶ χαρᾶς δεδέχθαι τὸν λόγον σιωπῆσαι· τῇ δὲ ὑστεραίᾳ πρὸς τὴν τοῦ ὑπάτου Κικέρωνος γυναῖκα καταντήσασαν καὶ κατ' ἰδίαν διαλεχθεῖσαν περὶ τούτων 212 ἀπαγγεῖλαι τοὺς ῥηθέντας λόγους ὑπὸ τοῦ νεανίσκου, καὶ τούτῳ τῷ τρόπῳ φανερὰν γενέσθαι τὴν τούτων συνωμοσίαν. τὸν δὲ τὰ μὲν ἀνατάσει καὶ φόβῳ, τὰ δὲ παρακλήσει φιλανθρώπῳ χρησάμενον μαθεῖν ἀκριβῶς παρ' αὐτῶν τὴν ὅλην ἐπιβουλήν. Τέλος τῆς ἱστορίας Διόδωρου Σικελιώτου. Ἐκ τῆς ἱστορίας Διονυσίου Ἀλικαρνησσέως. 1. Ὅτι, λιμοῦ κατὰ τὴν Ῥώμην γενομένου ἰσχυροῦ, ἀνήρ τις οἴκου τε οὐκ ἀφανοῦς καὶ χρήμασιν ἐν τοῖς μάλιστα δυνατός, Σπόριος Μάλλιος, Εὐδαίμων ἐπίκλησιν ἐπὶ τῆς πολλῆς εὐπορίας, νεωστὶ μὲν παρειληφὼς τὸν οἶκον τοῦ πατρός, ἡλικίαν τε καὶ τάξιν ἔχων ἱππικήν, οἷα μήτε ἀρχὰς παραλαμβάνειν μήτε ἄλλην κοινὴν ἐπιμέλειαν μηδεμίαν, λαμπρὸς εἰ καί τις ἄλλος τὰ πολέμια καὶ πολλοῖς κεκοσμημένος ἀριστείοις, κράτιστον ὑπολαβὼν καιρὸν ἐπιθέσει τυραννίδος ἐπὶ δημαγωγίαν τοῦ πλήθους ἐτράπετο, τὴν ῥᾴστην τῶν ἐπὶ τυραννίδα φερουσῶν ὁδῶν. ἔχων δὲ πολλοὺς ἑταίρους καὶ πελάτας ἄλλους ἄλλῃ διέπεμψε, χρήματα δοὺς ἐκ τῶν ἰδίων εἰς συναγυρμοὺς τροφῆς· καὶ αὐτὸς εἰς Τυρρηνίαν ᾤχετο. ἐν βραχεῖ δὲ χρόνῳ δι' ἑαυτοῦ τε καὶ τῶν ἑταίρων πολλὴν κατακομίσας ἀγορὰν διεμέτρει τοῖς πολίταις, ἀντὶ ιβʹ δραχμῶν διδράχμου ἀπομετρῶν τὸν μόδιον, ὅσους δὲ αἴσθοιτο παντάπασιν ἀδυνάτους καὶ μηδ' ὑπὲρ τῆς ἐφημέρου τροφῆς ἔχοντας προέσθαι τὸ διάφορον ἄνευ τιμῆς χαριζόμενος. ταύτῃ τῇ φιλανθρωπίᾳ τὸν δῆμον ἀναλαβὼν καὶ θαυμαστὴν ὅσην δόξαν ἀπενεγκάμενος ᾤχετο πάλιν ἐμπορευσόμενος ἑτέρας ἀγοράς· καὶ παρῆν οὐ διὰ μακροῦ ποταμηγοὺς ἄγων σκάφας πολλὰς πάνυ μετὰ τροφῆς, καὶ τὸν αὐτὸν τρόπον τοῖς πολίταις ἐμέτρει. οἱ δὲ πατρίκιοι ταῦτα πράττοντα ὁρῶντες αὐτὸν ὑποψίας τε ἐλάμβανον τῆς ἄγαν φιλοτιμίας τοῦ ἀνδρὸς οὐδὲν ἀγαθοῦ ἀπολαύσειν οἰόμενοι, καὶ συνιστάμενοι