De insidiis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Ὅτι Ἀπρίης δύναμιν πέμψας ἐπὶ Κυρήνην καὶ Βάρκην καὶ τὸ πλεῖον αὐτῆς ἀποβαλὼν ἀλλοτρίους ἔσχε τοὺς διασωθέντας. ὑπολαβόντες γὰρ αὐτὸν ἐπ' ἀπωλείᾳ συστήσασθαι τὴν στρατείαν ἀπέστησαν. ἀποσταλεὶς δὲ πρὸς τούτους ὑπὸ τοῦ βασιλέως Ἄμασις ἀνὴρ ἐπιφανὴς τῶν ῥηθέντων πρὸς ὁμόνοιαν ἠμέλησεν, τοὐναντίον δὲ ἐκείνους προτρεψάμενος εἰς ἀλλοτριότητα συναπέστη καὶ βασιλεὺς αὐτὸς ᾑρέθη. 192 5. Ὅτι Σεμίραμις ὑπὸ Νινύου τοῦ υἱοῦ δι' εὐνούχου τινὸς ἐπιβουλευθεῖσα καὶ τὸ παρ' Ἄμμωνι λόγιον ἀνανεωσαμένη τὸν ἐπιβουλεύσαντα κακὸν οὐδὲν εἰργάσατο. 6. Ὅτι Βέλεσυς ὁ τῶν Βαβυλωνίων ἱερεὺς ἀστρολόγος ὢν προεῖπεν Ἀρβάκῃ ὅτι πάντως δεῖ αὐτὸν βασιλεῦσαι πάσης τῆς χώρας ἧς ἄρχει Σαρδανάπαλλος. ὁ δὲ Ἀρβάκης ἐπαινέσας τὸν ἄνδρα τούτῳ μὲν ἐπηγγείλατο δώσειν σατραπείαν τῆς Βαβυλωνίας, τῆς πράξεως ἐπὶ τέλος ἐλθούσης, αὐτὸς δὲ καθαπερεί τινος θεοῦ φωνῇ μετεωρισθεὶς τοῖς τε ἡγεμόσι τῶν ἄλλων ἐθνῶν συνίστατο καὶ πρὸς τὰς ἑστιάσεις καὶ κοινὰς ὁμιλίας ἐκτενῶς πάντας παρελάμβανεν, φιλίαν ἐγκατασκευάζων πρὸς ἕκαστον. ἐφιλοτιμήθη δὲ καὶ τὸν βασιλέα κατ' ὄψιν ἰδεῖν καὶ τὸν ὅλον τούτου βίον κατασκέψασθαι. διόπερ δούς τινι τῶν εὐνούχων χρυσῆν φιάλην εἰσήχθη πρὸς τὸν Σαρδανάπαλλον, καὶ τήν τε τρυφὴν αὐτοῦ καὶ τὸν γυναικώδη τῶν ἐπιτηδευμάτων ζῆλον ἀκριβῶς κατανοήσας κατεφρόνησε μὲν τοῦ βασιλέως ὡς οὐδενὸς ἀξίου, προήχθη δὲ πολὺ μᾶλλον ἀντέχεσθαι τῶν δοθεισῶν ἐλπίδων ὑπὸ τοῦ Χαλδαίου. τέλος δὲ συνωμοσίαν ἐποιήσατο πρὸς τὸν Βέλεσυν, ὥστε αὐτὸν μὲν Μήδους ἀποστῆσαι καὶ Πέρσας, ἐκεῖνον δὲ πεῖσαι Βαβυλωνίους κοινωνῆσαι τῆς πράξεως καὶ τὸν τῶν βαρβάρων ἡγεμόνα φίλον ὄντα προσλαβέσθαι πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν. ὡς δὲ ὁ ἐνιαύσιος τῆς στρατείας διεληλύθει χρόνος, διαδοχῆς δ' ἑτέρας ἐλθούσης ἀπελύθησαν οἱ πρότεροι κατὰ τὸ ἔθος εἰς τὰς πατρίδας, ἐνταῦθα ὁ Ἀρβάκης ἔπεισε τοὺς μὲν Μήδους ἐπιθέσθαι τῇ βασιλείᾳ, Πέρσας δὲ ἐπ' ἐλευθερίᾳ κοινωνῆσαι τῆς ἡγεμονίας. παραπλησίως δὲ καὶ ὁ Βέλεσυς τούς τε Βαβυλωνίους ἔπεισεν ἀντέχεσθαι τῆς ἐλευθερίας καὶ πρεσβεύσας εἰς Ἀραβίαν παρεστήσατο τὸν ἡγούμενον τῶν ἐγχωρίων ὄντα φίλον αὐτοῦ καὶ ξένον μετασχεῖν τῆς ἐπιθέσεως. τοῦ δ' ἐνιαυσιαίου χρόνου διελθόντος, πάντες οὗτοι πλῆθος στρατιωτῶν συναγαγόντες ἧκον πανδημεὶ πρὸς τὴν Νίνον, τῷ μὲν λόγῳ διαδοχὴν ἄγοντες, ὡς ἦν σύνηθες, τῇ δὲ ἀληθείᾳ καταλύσοντες τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. ἀθροι 193 σθέντων οὖν τῶν προειρημένων δʹ ἐθνῶν εἰς ἕνα τόπον, ὁ σύμπας αὐτῶν ἀριθμὸς ὑπῆρχε εἰς μʹ μυριάδας καὶ συνελθόντες ἐβουλεύοντο περὶ τοῦ συμφέροντος. 7. Ὅτι Παρσώδην τὸν Πέρσην, θαυμαζόμενον ἐπ' ἀνδρείᾳ καὶ συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς, φίλον τε ὑπάρξαι τῷ βασιλεῖ καὶ μέγιστον ἰσχῦσαι τῶν μετεχόντων τοῦ βασιλικοῦ συνεδρίου. τοῦτον δ' ὑπὸ τοῦ βασιλέως ἔν τινι κρίσει λυπηθέντα φυγεῖν μετὰ πεζῶν γ ἱππέων δὲ α εἰς Καδουσίους, γενόμενον δὲ ἀποστάτην αἱρεθῆναι στρατηγὸν διὰ τὴν ἀνδρείαν. πυνθανόμενον δὲ ἀθροιζομένην ἐπ' αὐτὸν μεγάλην δύναμιν καθοπλίσαι τοὺς Καδουσίους πανδημεὶ καὶ καταστρατοπεδεῦσαι πρὸς ταῖς εἰς τὴν χώραν ἐκβολαῖς ἔχοντα τοὺς σύμπαντας οὐκ ἐλάττους κʹ μυριάδων. τοῦ δὲ βασιλέως Ἀρταίου στρατεύοντος ἐπ' αὐτὸν μυριάσι πʹ κρατῆσαι καὶ πλείους μὲν τῶν πεντακισμυρίων ἀνελεῖν, τὴν δὲ ἄλλην δύναμιν ἐκβαλεῖν ἐκ τῆς Καδουσίων χώρας. διὸ θαυμαζόμενον αἱρεθῆναι βασιλέα· μεγάλης δὲ δόξης τυχόντα καὶ γήρᾳ μέλλοντα καταστρέφειν τὸν βίον ἀρὰν θέσθαι παραιτησάμενον τὸν διαδεξάμενον τὴν ἀρχήν, ὅπως μηδέποτε διαλύσωνται τὴν ἔχθραν Καδούσιοι πρὸς Μήδους· εἰ δὲ σύνθοιντο ὁμολογίας, ἐξώλεις γενέσθαι τούς τε ἀπὸ τοῦ γένους αὐτοῦ καὶ Καδουσίους. 8. Ὅτι Σακῶν ἐβασίλευσε γυνὴ τόλμῃ τε καὶ πράξει πολὺ διαφέρουσα τῶν ἐν Σάκαις γυναικῶν, ὄνομα Ζαρίνα. καθόλου μὲν οὖν τὸ ἔθνος τοῦτο γυναῖκας ἀλκίμους ἔχει κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ταύτην δὲ λέγεται τῷ τε κάλλει γενέσθαι πασῶν εὐπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι θαυμαστήν. τῶν γὰρ πλησιοχώρων βαρβάρων τοὺς ἐπηρμένους τῷ θράσει καὶ καταδουλουμένους τὸ ἔθνος τῶν Σακῶν καταπολεμῆσαι, τῆς δὲ χώρας πολλὴν ἐξημερῶσαι, καὶ πόλεις οὐκ ὀλίγας κτίσαι, καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον τῶν ὁμοεθνῶν ποιῆσαι. 9. Ὅτι Ἀστιβάρα τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοιςγήρᾳ τελευτήσαντος τὴν ἀρχὴν Ἀσπάδαν τὸν υἱὸν διαδέξασθαι τὸν ὑπὸ τῶν Ἑλλήνων Ἀστυάγην καλούμενον. τούτου δ' ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος, μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας. 194 10. Ὅτι οἱ Σκύθαι τὸν ὅμορον χῶρον οἰκοῦντες τῆς Ἰνδικῆς ἐξ ἀρχῆς μὲν ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατ' ὀλίγον αὐξηθέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δὲ ἔθνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον. καὶ προσεκτήσαντο χώραν, τῆς μὲν ὀρεινῆς ἕως πρὸς τὸν Καύκασον, τῆς δὲ πεδινῆς τὰ παρὰ τὸν ὠκεανὸν καὶ τὴν Μαιῶτιν λίμνην ἕως Τανάιδος ποταμοῦ. 11. Ὅτι μυθολογοῦσι Σκύθαι παρ' αὐτοῖς γεγενῆσθαι γηγενῆ παρθένον· ταύτην δ' ἔχειν τὰ μὲν ἄνω μέρη τοῦ σώματος μέχρι τῆς ζώνης γυναικεῖα, τὰ δὲ κατώτερα ἐχίδνης. ταύτῃ δὲ Δία μιγέντα γεννῆσαι παῖδα Σκύθην ὄνομα. τοῦτον δὲ γενόμενον ἐπιφανέστατον τῶν πρὸ αὐτοῦ τοὺς λαοὺς ἀφ' ἑαυτοῦ Σκύθας προσαγορεῦσαι. 12. Ὅτι ἐν τῇ νήσῳ τῇ κατὰ τὸν ὠκεανὸν ἑκάστου συστήματος ὁ πρεσβύτερος ἀεὶ τὴν ἡγεμονίαν ἔχει, καθάπερ τις βασιλεύς, καὶ τούτῳ πάντες πείθονται. ὅταν δὲ ὁ πρῶτος τελέσας τὰ ρʹ καὶ νʹ ἔτη κατὰ νόμον ἀπαλλάξῃ ἑαυτὸν τοῦ ζῆν, ὁ μετὰ τοῦτον πρεσβύτατος διαδέχεται τὴν ἡγεμονίαν. 13. Ὅτι οἱ ἐν τῇ νήσῳ τῇ κατὰ τὸν ὠκεανὸν ἄνθρωποι ἐσθῆτας κατασκευάζουσιν ἔκ τινων καλάμων ἐχόντων ἐπὶ τῷ μέσῳ χνοῦν λαμπρὸν καὶ μαλακόν, ὃν συνάγοντες καὶ τοῖς θαλαττίοις ὀστρέοις συγκεκολλημένως μίσγοντες θαυμαστὰ κατασκευάζουσιν ἱμάτια. 14. Ὅτι ὡρισμένη ἐστὶν παρ' αὐτοῖς καὶ ἡ δίαιτα. διατετάχθαι γὰρ ἡμέρας, ἐν αἷς ποτὲ μὲν ἰχθύων βρῶσιν χρῆσθαι, ποτὲ δ' ὀρνέων, ἔστι δ' ὅτε χερσαίων, ἐνίοτε ἐλαιῶν καὶ λιτοτάτων προσοψημάτων, ἐναλλὰξ δὲ αὐτοὺς τοὺς μὲν ἀλλήλοις διακονεῖν, τοὺς δὲ ἁλιεύειν, τοὺς δὲ περὶ τὰς τέχνας εἶναι, ἄλλους περὶ ἄλλα τῶν χρησίμων ἀσχολεῖσθαι, τοὺς δὲ ἐκ περιόδου κυκλικῆς λειτουργεῖν, πλὴν τῶν ἤδη γεγηρακότων. ἐν ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις λέγεσθαι καὶ ᾄδεσθαι παρ' αὐτοῖς εἰς τοὺς θεοὺς ὕμνους καὶ ἐγκώμια, μάλιστα δὲ εἰς τὸν Ἥλιον. 15. Ὅτι θάπτουσι τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται 195 καταχωννύντες εἰς τὴν ἄμμον, ὥστε κατὰ τὴν πλημμυρίδα τὸν τόπον ἐπικλύζεσθαι. 16. Ὅτι Ἑκάτη τὸν ἴδιον πατέρα Πέρσην φαρμάκῳ διέφθειρεν καὶ τὴν βασιλείαν διεδέξατο. 17. Ὅτι Κίρκη τὸν ἴδιον ἄνδρα τὸν βασιλέα Σαρματῶν, οὓς ἔνιοι Σκύθας φασίν, φαρμάκοις ἀνεῖλεν καὶ τὴν βασιλείαν διεδέξατο. 18. Ὅτι Πελίου τοὺς τοῦ Ἰάσονος ἄρδην ἅπαντας ἀποκτείναντος, καὶ ἀνακομισθέντων τῶν Ἀργοναυτῶν, ἡ Μήδεια βουλεύεται κατὰ Πελίου τὸν τρόπον τοῦτον. ἐκόμιζε γὰρ μεθ' ἑαυτῆς πολλὰς καὶ παραδόξους δυνάμεις φαρμάκων εὑρημένας ὑπὸ τῆς μητρὸς Ἑκάτης καὶ τῆς ἀδελφῆς Κίκρης· καὶ ταύταις μηδέποτε χρήσασθαι πρὸς ἀπώλειαν ἀνθρώπων, νυνὶ δὲ ῥᾳδίως ἀμύνασθαι τοὺς ἀξίους τιμωρίας. προειποῦσαν δὲ τοῖς ἀριστεῦσι τὰ κατὰ μέρος τῆς ἐπιθέσεως, ἐκ τῶν βασιλείων αὐτοῖς ἐπαγγείλασθαι σημανεῖν τῆς μὲν ἡμέρας καπνῷ, τῆς δὲ νυκτὸς πυρί, πρὸς τὴν ὑπερκειμένην τῆς θαλάττης σκοπήν. αὐτὴν δὲ κατασκευάσασαν Ἀρτέμιδος εἴδωλον κοῖλον, εἰς τοῦτο παντοδαπὰς φύσεις φαρμάκων ἀποκρύψαι, ἑαυτῆς δὲ τὰς μὲν τρίχας δυνάμεσί τισι χρίσασαν ποιῆσαι πολιάς, τὸ δὲ πρόσωπον καὶ τὸ σῶμα ῥυτίδων πλῆρες, ὥστε τοὺς ἰδόντας δοκεῖν εἶναί τινα πρεσβῦτιν· καὶ ἀναλαβοῦσαν τὸ εἴδωλον διεσκευασμένον καταπληκτικῶς εἰς ὄχλων δεισιδαιμονίαν εἰς τὴν πόλιν εἰσβαλεῖν ἅμα ἡμέρᾳ. ἐνθεαζούσης δὲ αὐτῆς, καὶ τοῦ πλήθους κατὰ τὰς ὁδοὺς συντρέχοντος, παραγγέλλειν πᾶσι δέχεσθαι τὸ εἴδωλον εὐσεβῶς· παρεῖναι γὰρ αὐτὸ ἐξ Ὑπερβορέων ἐπ' ἀγαθῷ δαίμονι τῇ τε πόλει πάσῃ καὶ τῷ βασιλεῖ. πάντων δὲ προσκυνούντων καὶ τιμώντων εἰσβαλεῖν τὴν Μήδειαν εἰς τὰ βασίλεια, καὶ τὸν Πελίαν εἰς δεισιδαίμονα μανίαν ἐμβαλεῖν καὶ τὰς θυγατέρας αὐτοῦ διὰ τερατείας εἰς κατάπληξιν ἀγαγεῖν. ἀπεφαίνετο γὰρ ἐπὶ δρακόντων ὀχουμένην δι' ἀέρος τὴν Ἄρτεμιν ἐπιπετασθῆναι πολλὰ μέρη τῆς οἰκουμένης καὶ πρὸς καθίδρυσιν αὑτῆς καὶ τιμὰς αἰωνίους ἐκλελέχθαι τὸν εὐσεβέστατον ἁπάντων τῶν βασιλέων· προστεταχέναι δ' αὐτῇ καὶ τὸ γῆρας ἀφελόντα τὸ Πελίου διά τινων δυνάμεων νέον παντελῶς ποιῆσαι τὸ σῶμα καὶ πολλὰ ἕτερα πρὸς μακάριον καὶ θεοφιλῆ βίον δωρήσασθαι. ἐκπληττομένου δὲ 196 τοῦ βασιλέως τὸ παράδοξον, ἐπαγγείλασθαι τὴν Μήδειαν παραχρῆμα ἐπὶ τοῦ σώματος ἑαυτῆς τὰς πίστεις παρέξεσθαι. καὶ εἰποῦσαν μίαν τῶν Πελίου θυγατέρων καθαρὸν ἐνεγκεῖν ὕδωρ, φασὶν εἰς οἰκίσκον τινὰ συγκλείσασαν ἑαυτὴν καὶ νιψαμένην τὸ σῶμα ἀποκλύσασθαι τὰς τῶν φαρμάκων δυνάμεις φανεῖσαν νέαν καὶ δόξαι θεοῦ προνοίᾳ μετηλλαχέναι τὸ γῆρας εἰς παρθένου νεότητα. ποιῆσαι δὲ αὐτὴν καὶ εἴδωλα φαντασθῆναι δρακόντων, ἐφ' ὧν ἀποφαίνεσθαι τὸ εἴδωλον κομισθῆναι. τῶν δὲ ἐνεργημάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων, καὶ πιστεύσαντος αὐτοῦ τοῦ βασιλέως, καὶ κατὰ μόνας ἐντυχεῖν τῷ βασιλεῖ καὶ εἰπεῖν ταῖς τοῦ βασιλέως θυγατράσι καὶ παρακαλέσαι συνεργεῖν καὶ συμπράττειν ἅπερ ἂν αὐταῖς προστάξῃ· προσήκειν γὰρ τὸ τοῦ βασιλέως σῶμα ταῖς τῶν τέκνων χερσὶ θεραπευθῆναι. τοῦ δὲ Πελίου ταῖς θυγατράσι διαρρήδην εἰπόντος πάντα πράττειν ὅσα ἂν ἡ Μήδεια προστάξῃ περὶ τὸ σῶμα τοῦ πατρός, καὶ τὰς παρθένους ἑτοίμους οὔσας τὸ κελευόμενον ποιεῖν, νυκτὸς ἐπιγενομένης, καὶ τοῦ Πελίου εἰς ὕπνον τραπέντος, λέγειν ὡς ἀναγκαῖον ἐν λέβητι καθεψῆσαι τὸ σῶμα τοῦ Πελίου. προσηνῶς δὲ τοῦτο δεξαμένων αὐτῶν, καὶ ἑτέραν πίστιν προσεπινοῆσαι τῶν ὑπ' αὐτῆς λεγομένων. τρεφομένου γὰρ κριοῦ πολυετοῦς κατὰ τὴν οἰκίαν, ἐπαγγείλασθαι ταῖς κόραις τοῦτον πρότερον καθεψήσειν καὶ ποιήσειν ἀπ' ἀρχῆς ἄρνα· καὶ διελοῦσαν τὸ σῶμα κατὰ μέλη τοῦ κριοῦ ἐψῆσαι καὶ διά τινων φαρμάκων παρακρουσαμένην ἐξελεῖν ἐκ τοῦ λέβητος ἀρνὸς εἴδωλον. καὶ πιστωθεισῶν, ὑπουργῆσαι τοῖς προστάγμασι. καὶ τῶν μὲν ἄλλων τὸν πατέρα τυπτουσῶν ἀποκτεῖναι, τὴν δὲ Ἄλκηστιν ἀποσχέσθαι. τὴν δὲ Μήδειαν τοῦ συγκόπτειν ἢ ἑψεῖν τὸ σῶμα ἀποστῆναι, προσποιησαμένην δὲ δεῖν πρότερον εὐχὰς ποιεῖσθαι τῇ Σελήνῃ τὰς παρθένους ἀναβιβάσαι μετὰ λαμπάδων ἐπὶ τὸ μετεωρότατον τέγος τῶν βασιλείων, αὐτὴν δὲ τῇ Κολχίδι διαλέκτῳ κατευχήν τινα μακρὰν διερχοτένην ἐγχρονίζειν ἀναστροφὴν διδοῦσαν τοῖς μέλλουσι ποιεῖσθαι τὴν ἐπίθεσιν. τοὺς δὲ Ἀργοναύτας ἀπὸ τῆς σκοπῆς καταμαθόντας τὸ πῦρ καὶ νομίσαντας συντετελέσθαι τὴν ἀναίρεσιν τοῦ βασιλέως ὁρμῆσαι πρὸς τὴν πόλιν, παρεισελθόντας δὲ ἐντὸς τοῦ τείχους ἐσπασμένοις τοῖς ξίφησιν εἰς τὰ βασίλεια μετὰ τῶν φυλάκων τοὺς ἐναντιουμένος ἀνελεῖν. τὰς δὲ θυγατέρας ἰδούσας τὸν Ἰάσονα καὶ τοὺς ἀριστεῖς περιαλγεῖς ἐπὶ τῇ 197 συμφορᾷ γενέσθαι καὶ ὁρμῆσαι στερίσκειν αὑτὰς τοῦ ζῆν, τὸν δὲ Ἰάσονα κατελεήσαντα παρακατασχεῖν καὶ θαρρεῖν παρακαλέσαντα. καὶ ἔλαβε τὴν βασιλείαν τὴν πατρῴαν. 19. Ὅτι φόνον ἀκούσιον φεύγων ὁ Βελλεροφόντης ἦλθε πρὸς Προῖτον πατρικὸν ὄντα ξένον. τὴν δὲ Προίτου γυναῖκα διὰ τὸ κάλλος ἐρασθεῖσαν τοῦ Βελλεροφόντου καὶ μὴ δυναμένην πεῖσαι διαβαλεῖν αὐτὸν πρὸς τὸν ἄνδρα ὡς βιασάμενον αὐτήν. τὸν δὲ Προῖτον ἀνελεῖν μὲν τὸν ξένον μὴ βουληθῆναι, ἀποστεῖλαι δὲ αὐτὸν εἰς Λυκίαν γράμματα φέροντα πρὸς Ἰοβάτην τὸν βασιλέα ὄντα πενθερόν· ὃν κομισάμενον τὴν ἐπιστολὴν εὑρεῖν ἐν αὐτῇ γεγραμμένον ὅπως ἀνέλῃ τὴν ταχίστην τὸν Βελλεροφόντην. ὁ δὲ μὴ βουλόμενος αὐτὸν ἀπολέσαι τῇ πυρπνόῳ Χιμαίρᾳ ἐκέλευσε συνάψαι μάχην. 20. Ὅτι Αἰγιάλεια ἡ τοῦ Διομήδους σύζυγος τελέως ἀπηλλοτριώθη τῆς τοῦ συμβιοῦντος εὐνοίας. ἣν οὐ δικαίως τῷ συνοικοῦντι προσφερομένην διὰ τὸ μῖσος παρακαλέσαι τοὺς συγγενεῖς πρὸς τὴν κατ' αὐτοῦ τιμωρίαν. τούτους δὲ προσλαβομένους Αἴγισθον προσφάτως κατεσχηκότα τὴν ἐν Μυκήναις βασιλείαν ἐπενεγκεῖν αὐτῷ θανάτου κρίσιν, κατηγοροῦντας ὅτι ξένου πατρὸς ὢν τοὺς μὲν εὐγενεῖς ἐκ τῆς πόλεως ἐκβαλεῖν βουλεύεται, τῶν δὲ συγγενῶν Αἰτωλῶν τινας κατοικίζειν. τῆς δὲ διαβολῆς πίστιν λαβούσης, φοβηθέντα τὸν Διομήδην φεύγειν ἐξ Ἄργους μετὰ τῶν βουλομένων. 21. Ὅτι μετὰ τὴν Αἰνείου τελευτὴν Σιλούιος ἐπεβουλεύθη ὑπὸ Ἀσκανίου νήπιος ὤν. τραφεὶς δὲ ἐν τοῖς ὄρεσιν ὑπό τινων βουκόλων Σιλούιος ὠνομάσθη, τῶν Λατίνων τὸ ὄρος σιλούαν ὀνομαζόντων. 22. Ὅτι Τήμενος τὴν Ἀργείαν λαχὼν ἐνέβαλε μετὰ τῆς στρατιᾶς εἰς τὴν τῶν πολεμίων χώραν. χρονίζοντος δὲ τοῦ πολέμου, τοὺς μὲν υἱοὺς οὐ προῆγεν ἐπὶ τὰς ἡγεμονίας, τὸν δὲ τῆς θυγατρὸς ἄνδρα Δηιφόντην διαφερόντως ἀποδεχόμενος ἔτασσεν ἐπὶ τὰς ἐπιφανεστάτας πράξεις. ἐφ' οἷς οἱ παῖδες αὐτοῦ διαγανακτοῦντες 198 Κίσος καὶ Φάλκης καὶ Κερύνης ἐπιβουλὴν κατὰ τοῦ πατρὸς συνεστήσαντο διά τινων κακούργων· οἳ πεισθέντες ὑπὸ τούτων ἐνήδρευσαν τὸν Τήμενον παρά τινα ποταμόν, καὶ φονεῦσαι μὲν οὐκ ἠδυνήθησαν, κατατραυματίσαντες δὲ εἰς φυγὴν ὥρμησαν. 23. Ὅτι Ἀργεῖοι πολλὰ κακοπαθήσαντες ἐν τῷ πολέμῳ τῷ πρὸς Λακεδαιμονίους μετὰ τοῦ ἑαυτῶν βασιλέως, καὶ τοῖς Ἀρκάσι τὰς πατρίδας ἀποκαταστήσαντες, ἐμέμφοντο τὸν βασιλέα διὰ τὸ τὴν χώραν αὐτῶν ἀποδεδωκέναι τοῖς φυγάσιν, ἀλλὰ μὴ σφίσιν κατακληρουχῆσαι. συστάντος δὲ ἐπ' αὐτὸν τοῦ δήμου καὶ τὰς χεῖρας ἀπονενοημένως προσφέροντος, ἔφυγεν εἰς Τέγεαν κἀκεῖ διετέλεσε τιμώμενος ὑπὸ τῶν εὖ παθόντων. 24. Ὅτι Νεμέτωρ ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ στερηθεὶς τῆς βασιλείας, ὃς Ἀμόλιος ἐκαλεῖτο, ἐβασίλευσε δὲ Ἀλβανῶν, τοὺς ἰδίους υἱοὺς παρ' ἐλπίδας ἀναγνωρίσας Ῥέμον καὶ Ῥωμύλον ἐπεβούλευσε κατὰ τοῦ ἰδίου ἀδελφοῦ περὶ ἀναιρέσεως. ὃ καὶ γέγονεν· μεταπεμψάμενοι γὰρ τοὺς νομεῖς ὥρμησαν ἐπὶ τὰ βασίλεια καὶ ἐντὸς τῶν θυρῶν εἰσεβιάσαντο καὶ τοὺς ὑφισταμένους ἀνῄρουν, ὕστερον δὲ καὶ αὐτὸν τὸν Ἀμόλιον. 25. Ὅτι Ὁστιλίου τοῦ ὑπάτου παραγενηθέντος ἐκ Ῥώμης εἰςἬπειρον, Θεόδοτος καὶ Φιλόστρατος οἱ μάλιστα περσίζοντες ἐπεβάλοντο τῷ βασιλεῖ παραδοῦναι τὸν ὕπατον. μεταπεμπομένων δὲ αὐτῶν τὸν Περσέα κατὰ τάχος, ὁ μὲν Ὁστίλιος λαβὼν ὑποψίαν μετῆλθε νυκτός, ὁ δὲ Περσεὺς ὑστερηκὼς τῶν καιρῶν τῆς περὶ τὸν ὕπατον συλλήψεως ἀπέτυχεν. 26. Ὅτι τῶν φίλων Πτολεμαίου Διονύσιος ὁ καλούμενος Πετοσάρατις ἐπεχείρησεν ἐξιδιοποιεῖσθαι τὰ πράγματα· παρὸ καὶ τῇ βασιλείᾳ μεγάλους κινδύνους περιέστησεν. ἰσχύων γὰρ μάλιστα τῶν περὶ τὴν αὐλὴν καὶ πάντων Αἰγυπτίων προέχων ἐν τοῖς κατὰ πόλεμον κινδύνοις κατεφρόνησε τῶν βασιλέων ἀμφοτέρων διά τε τὴν ἡλικίαν καὶ τὴν ἀπειρίαν. προσποιηθεὶς δὲ ὑπὸ τοῦ πρεσβυτέρου παρακεκλῆσθαι πρὸς φόνον ἐμφύλιον διέδωκε λόγον εἰς τὰ πλήθη, φάσκων ἐπιβουλεύεσθαι τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τοῦ ἀδελφοῦ. συνδραμόντος δὲ τοῦ πλήθους εἰς τὸ στάδιον, καὶ 199 πάντων παροξυνθέντων ἐπὶ τοσοῦτον ὥστε ἐπιχειρεῖν ἀνελεῖν μὲν τὸν πρεσβύτερον, ἐγχειρίσαι δὲ τῷ νεωτέρῳ τὴν βασιλείαν, ἀπαγγελθείσης δὲ τῆς ταραχῆς εἰς τὴν αὐλήν, ὁ βασιλεὺς μεταπεμψάμενος τὸν ἀδελφὸν ἀπελογεῖτο μετὰ δακρύων, μὴ πιστεύειν τῷ τὴν βασιλείαν ἐπιχειροῦντι σφετερίσασθαι καὶ τῆς ἀμφοτέρων ἡλικίας καταπεφρονηκότι· εἰ δ' ἔτι διστάζων τῇ διανοίᾳ φοβῆται, παραλαμβάνειν αὐτὸν ἐκέλευσε καὶ τὸ διάδημα καὶ τὴν ἀρχήν. ταχὺ δὲ τοῦ μειρακίου τὸν ἀδελφὸν ἀπολύοντος τῆς ὑποψίας, ἀμφότεροι βασιλικὰς ἀναλαβόντες στολὰς ἐξῆλθον εἰς τὸ πλῆθος, φανερὸν ποιοῦντες πᾶσιν ὡς ὁμονοοῦσιν. ὁ δὲ Διονύσιος ἀποτυχὼν τῆς ἐπιβολῆς ἐκποδῶν ἑαυτὸν ἐποίησε· καὶ τὸ μὲν πρῶτον διαπεμπόμενος ἔπειθε τῶν στρατιωτῶν τοὺς οἰκείους ἀποστάσεως κοινωνεῖν τῶν ἐλπίδων, εἶτα εἰς Ἐλευσὶν ἀναχωρήσας προσεδέχετο τοὺς νεωτερίζειν προαιρουμένους, καὶ τῶν ταραχωδῶν στρατιωτῶν ἀθροισθέντων εἰς τετρακισχιλίους. ὁ δὲ βασιλεὺς ἐπ' αὐτοὺς στρατεύσας καὶ νικήσας, καὶ τοὺς μὲν ἀνελὼν τοὺς δὲ διώξας, συνηνάγκασε τὸν Διονύσιον γυμνὸν διανήξασθαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ καὶ τὴν ἀναχώρησιν εἰς τοὺς Αἰγυπτίους ποιησάμενον ἀνασείειν τὰ πλήθη πρὸς ἀπόστασιν. δραστικὸς δὲ ὢν καὶ μεγάλης ἀποδοχῆς τετευχὼς παρὰ τοῖς Αἰγυπτίοις ταχὺ πολλοὺς ἔσχε τοὺς κοινοπραγεῖν βουλομένους. 27. Ὅτι Ἀρτάξης ὁ τῆς Ἀρμενίας βασιλεὺς ἀποστὰς Ἀντιόχοπόλιν ἔκτισεν ἐπώνυμον ἑαυτοῦ καὶ δυνάμεις ἁδρὰς συνήγαγεν. ὁ δὲ Ἀντίοχος ἰσχύων κατ' ἐκείνους τοὺς χρόνους ὡς οὐδεὶς τῶν ἄλλων βασιλέων ἐστράτευσεν ἐπ' αὐτὸν καὶ νικήσας ἠνάγκασε ποιεῖν τὸ προσταττόμενον. 28. Ὅτι πάλιν ἄλλη κίνησις συνέστη κατὰ τὴν Θηβαΐδα, ἐμπεσούσης ὁρμῆς τοῖς πλήθεσι πρὸς ἀπόστασιν. ὁ δὲ βασιλεὺς Πτολεμαῖος ἀναζεύξας ἐπ' αὐτοὺς μετὰ πολλῆς δυνάμεως τὰ μὲν ἄλλα μέρη τῆς Θηβαΐδος ῥᾳδίως προσηγάγετο. καὶ τῆς καλουμένης Πανῶν πόλεως βεβηκυίας ἐπί τινος ἀρχαίου χώματος καὶ δοκούσης ὀχυρᾶς εἶναι ἐκ δυσπροσίτου, συνέδραμον εἰς ταύτην οἱ πρακτικώτατοι τῶν ἀφεστηκότων. Πτολεμαῖος δὲ τήν τε ἀπόνοιαν† ἐν Αἰγυπτίων καὶ τοῦ τόπου τὴν ὀχυρότητα, συνίστατο πολι 200 ορκίαν, καὶ πᾶσαν κακοπάθειαν ὑπομείνας ἐκράτησε τῆς πόλεως, καὶ κολάσας τοὺς αἰτίους ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. 29. Ὅτι μετὰ τὴν τοῦ Τιμοθέου ἀναίρεσιν τὰ πλήθη* καὶ τῷ βασιλεῖ δυσχεραίνοντες κατὰ τὴν Ἀλεξάνδρειαν ἐπὶ τοῖς τετολμημένοις κατὰ τἀδελφοῦ τήν τε θεραπείαν τὴν βασιλικὴν περιέσπασαν καὶ τὸν πρεσβύτερον Πτολεμαῖον ἐκ τῆς Κύπρου μετεπέμποντο. 30. Ὅτι ὁ τῆς Κομμαγηνῆς ἐπιστάτης Πτολεμαῖος ἔτι μὲν καὶ πρότερον καταφρονήσας τῶν Συριακῶν βασιλέων ἀποστάτης ἐγένετο, καὶ διὰ τοὺς ἰδίους ἐκείνων περισπασμοὺς ἀδεῶς τῆς χώρας ἐδυνάστευσε, μάλιστα πιστεύων ταῖς τῶν τόπων ὀχυρότησιν· καὶ οὐκ ἀρκούμενος τῇ πλεονεξίᾳ ταύτῃ, συναγαγὼν δύναμιν ἐνέβαλεν εἰς τὴν καλουμένην Μελιτηνὴν οὖσαν τῆς Καππαδοκίας καὶ τεταγμένην ὑπὸ Ἀριαράθην, καὶ τοὺς εὐθέτους προκατέλαβε τόπους. στρατεύσαντος δὲ ἐπ' αὐτὸν μετὰ πολλῆς δυνάμεως Ἀριαράθου, ἀνεχώρησεν εἰς τὴν ἰδίαν ἐπαρχίαν. 31. Ὅτι γνωσθείσης τῆς πρὸς Δημήτριον ἀλλοτριότητος τῶν Ῥωμαίων, συνέβη μὴ μόνον τοὺς ἄλλους βασιλεῖς καταφρονῆσαι τῆς αὐτοῦ βασιλείας, ἀλλὰ καί τινας τῶν ὑπ' αὐτὸν τεταγμένων σατραπῶν· ὧν ἦν ἐπιφανέστατος Τίμαρχος. ἦν δὲ οὗτος τὸ μὲν γένος Μιλήσιος, Ἀντιόχου δὲ τοῦ προβεβασιλευκότος φίλος· ὃς πολλάκις εἰς τὴν Ῥώμην ἐξαπεσταλμένος πρεσβευτὴς πολλὰ κακὰ διειργάσατο τὴν σύγκλητον. χρημάτων γὰρ πλῆθος κομίζων ἐδωροδόκει τοὺς συγκλητικοὺς καὶ μάλιστα τοὺς τοῖς βίοις ἀσθενεῖς ὑπερβαλλόμενος ταῖς δόσεσιν ἐδελέαζεν. διὰ δὲ τοῦ τοιούτου τρόπου πολλοὺς ἐξιδιαζόμενος καὶ διδοὺς ὑποθέσεις ἀλλοτρίας τῆς Ῥωμαίων αἱρέσεως ἐλυμήνατο τὸ συνέδριον, συμπράττοντος Ἡρακλείδου τἀδελφοῦ, πάντων ὄντος εὐφυεστάτου πρὸς ταύτην τὴν χρείαν. τῷ δὲ αὐτῷ τρόπῳ κατὰ τὸν ἐνεστῶτα καιρὸν σατράπης Μηδίας κατήντησεν εἰς τὴν Ῥώμην, καὶ πολλὰ τοῦ Δημητρίου κατηγορήσας ἔπεισε τὴν σύγκλητον δόγμα περὶ αὐτοῦ θέσθαι τοιοῦτον· Τιμάρχῳ ἕνεκεν† αὐτῶν βασιλέα εἶναι. ὁ δὲ ἐπαρθεὶς τῷ δόγματι συνεστήσατο κατὰ τὴν Μηδίαν στρατόπεδον ἀξιό 201 λογον· ἐποιήσατο δὲ καὶ συμμαχίαν κατὰ Δημητρίου πρὸς Ἀρταξίαν τὸν βασιλέα Ἀρμενίας· ἔτι δὲ τὰ πρόσχωρα τῶν ἐθνῶν καταπληξάμενος διὰ τὸ βάρος τῆς δυνάμεως καὶ πολλοὺς ὑπηκόους ποιήσας ὥρμησεν ἐπὶ τὸ Ζεῦγμα, καὶ τέλος τῆς βασιλείας ἐγκρατῆς ἐγένετο. 32. Ὅτι Εὐμένης ὁ βασιλεὺς ἐπὶ τῇ κατὰ τὸν Ἀριαράθην ἐκπτώσει βαρυνόμενος, καὶ διὰ τῆς ἰδίας ἀφορμῆς σπεύδων ἀμύνασθαι τὸν Δημήτριον, μετεπέμψατο μειρακίσκον τινὰ τὴν ὁμοιότητα τῆς ὄψεως καὶ τὴν ἡλικίαν ὁμοίαν ἔχοντα καθ' ὑπερβολὴν Ἀντιόχῳ τῷ πρότερον βεβασιλευκότι τῆς Συρίας. διέτριβε δ' οὗτος ἐν Σμύρνῃ διαβεβαιούμενος ἑαυτὸν Ἀντιόχου τοῦ βασιλέως υἱὸν εἶναι, καὶ παρὰ πολλοῖς πιστευόμενος διὰ τὴν ὁμοιότητα. ὡς δὲ παρεγένετο εἰς Πέργαμον, ἐκόσμησεν αὐτὸν διαδήματι καὶ τῇ λοιπῇ προσηκούσῃ βασιλέως περικοπῇ, καὶ πρός τινα τῶν Κιλίκων ἔπεμψεν ὄνομα Ζηνοφάνην. αὐτὸς δὲ ἔκ τινος αἰτίας προσκόψας μὲν τῷ Δημητρίῳ, συνεπιληφθεὶς δὲ ἔν τισι στενοχωρουμένοις καιροῖς ὑπ' Εὐμένους τοῦ τότε βασιλέως, κατὰ λόγον πρὸς ὃν μὲν ἀλλοτρίως διέκειτο, πρὸς ὃν δὲ φιλανθρώπως. εἰς δὲ χωρίον τῆς Κιλικίας δεξάμενος τὸν μειρακίσκον διεδίδου λόγους εἰς τὴν Συρίαν, ὡς μέλλοντος ἐπὶ τὴν πατρῴαν ἀρχὴν κατιέναι τοῦ μειρακίσκου σὺν ἰδίῳ καιρῷ. οἱ δὲ κατὰ τὴν Συρίαν ὄχλοι ταῖς ἐπὶ τῶν προτέρων βασιλέων φιλανθρώποις ἐντεύξεσι βαρέως ἔφερον τοῦ Δημητρίου τὴν αὐστηρίαν καὶ τὸ τῶν ἐπιβολῶν δραστικόν. διόπερ οἰκεῖοι τῆς μεταβολῆς ὄντες μετέωροι ταῖς προσδοκωμέναις ἐλπίσιν ἦσαν, ὡς αὐτίκα μάλα μεταπεσουμένης τῆς ἐξουσίας εἰς ἕτερον ἐπιεικέστερον βασιλέα. 33. Ὅτι οἱ Ὀροφέρνου πρεσβευταὶ ἀπὸ Ῥώμης ἀνερχόμενοικαὶ κατὰ τὸν πλοῦν ἐπιβουλεύσαντες Ἀριαράθῃ περὶ Κόρκυραν αὐτοὶ προανῃρέθησαν ὑπὸ Ἀριαράθου. ὁμοίως δὲ καὶ περὶ Κόρινθον ἐπιβουλὴν κατ' αὐτοῦ συστησαμένων τῶν τοῦ Ὀροφέρνου, καὶ ταύτην παραδόξως διεκφυγὼν διεσώθη πρὸς τὸν Ἄτταλον εἰς τὸ Πέργαμον. 34. Ὅτι τῷ Δημητρίῳ πάλιν ἐκ τῶν ὄχλων ἐπέστη περὶ τῆς 202 βασιλείας κίνδυνος διὰ τὴν πρὸς αὐτὸν ἀλλοτριότητα. τῶν γὰρ μισθοφόρων τις Ἀνδρίσκος ὄνομα, τὴν δὲ ὄψιν καὶ τὴν ἡλικίαν ὁμοίαν ἔχων Φιλίππῳ τῷ Περσέως υἱῷ, τὸ μὲν πρῶτον ὑπὸ τῶν γνωρίμων ἐσκώπτετο καὶ Περσέως υἱὸς ἀπεκαλεῖτο· ταχὺ δὲ παρὰ τοῖς πολλοῖς ὁ λόγος ἐπιστεύθη. τοῦ δὲ Ἀνδρίσκου κατὰ τὴν τῶν πολλῶν φήμην ἀποτολμήσαντος, καὶ μὴ μόνον ἑαυτὸν Περσέως φάσκοντος υἱόν, ἀλλὰ καὶ πλαστὴν γένεσιν καὶ τροφὴν ἀποφαινομένου καὶ μετὰ ὄχλου προσελθόντος τῷ Δημητρίῳ καὶ παρακαλοῦντος αὐτὸν καταγαγεῖν εἰς Μακεδονίαν ἐπὶ τὴν πατρῴαν βασιλείαν, τὸ μὲν πρῶτον ὁ Δημήτριος ἔσχεν ὡς περὶ μόνου. τοῦ δὲ πλήθους ἀθροισθέντος, καὶ πολλῶν λεγόντων δεῖν ἢ κατάγειν τὸν Ἀνδρίσκον ἢ παραχωρεῖν τῆς ἀρχῆς τὸν Δημήτριον, εἰ μήτε δύναται μήτε βούλεται βασιλεύειν, φοβηθεὶς τὴν τῶν ὄχλων ὀξύτητα νυκτὸς συνέλαβε τὸν Ἀνδρίσκον, καὶ παραχρῆμα εἰς τὴν Ῥώμην ἀπέστειλε διασαφῶν τὰ λεγόμενα περὶ αὐτοῦ τῇ συγκλήτῳ. Περὶ αὐτοῦ πάλιν ἄλλως ἡ διήγησις. Δημητρίου τοῦ βασιλέως ἀναπέμψαντος εἰς τὴν Ῥώμην νεανίσκον τινὰ ὡς Περσέως υἱόν, ὄνομα Ἀνδρίσκον, τοῦτον ἡ σύγκλητος οἰκεῖν προσέταξεν ἔν τινι πόλει τῶν κατὰ τὴν Ἰταλίαν. ὁ δὲ μετά τινα χρόνον διαδρὰς ἀπῆρεν εἰς Μίλητον. ἐν ταύτῃ δὲ διατρίβων ἐλογοποίει περὶ ἑαυτοῦ Περσέως ἑαυτὸν ἀποφαινόμενος ὑπάρχειν υἱόν. ἔφη δ' ἑαυτὸν νήπιον ὄντα δεδόσθαι† τῷ τῷ Κρητὶ πρὸς ἀνατροφήν, ὑπὸ δὲ τοῦ Κρητὸς αὐτῷ πινακίδιον κατεσφραγισμένον ἀναδεδόσθαι, δι' οὗ τὸν Περσέα διασαφεῖν αὐτῷ θησαυροὺς εἶναι κειμένους δύω, τὸν μὲν ἕνα ἐν Ἀμφιπόλει κείμενον ὑπὸ τὴν ὁδὸν† ὀργυαῖον τὸ βάθος ὄντα ιʹ, ἔχοντα δὲ ἀργυρίου τάλαντα ρʹ καὶ νʹ, τὸν δὲ ἕτερον ἐν Θεσσαλονίκῃ, ταλάντων οʹ, κατὰ μέσην τὴν ἐξέδραν τὴν ἐν τῷ περιστύλῳ κατὰ τὴν αὐλήν. πολλῶν δὲ αὐτῷ προσεχόντων, ἦλθεν ὁ λόγος ἐπὶ τοὺς ἄρχοντας τῶν Μιλησίων, οἳ συλλαβόντες αὐτὸν εἰς φυλακὴν ἀπέθεντο. καί τινων πρέσβεων παρεπιδημούντων, προσανήνεγκαν αὐτοῖς συμβουλευόμενοι τί χρὴ πρᾶξαι· οἱ δὲ ἐγγελάσαντες ἐκέλευον ἀφεῖναι τὸν ἄνθρωπον πλανᾶσθαι. ὁ δὲ λαβὼν τὴν ἄφεσιν ἐφιλοτιμήθη τὴν τοῦ δράματος συντέλειαν πρὸς τέλος ἀγαγεῖν. ἀεὶ δὲ λαμπρότερον εἰς τὴν βασιλικὴν εὐγένειαν διατιθέμενος ἐξηπάτησεν πολλοὺς καὶ αὐτοὺς Μακεδόνας. ἔχων δὲ συνεργὸν Νικόλαόν τινα 203 ψάλτην, Μακεδόνα τὸ γένος, ἐπύθετο παρ' αὐτοῦ παλλακίδα γεγενημένην Περσέως τοῦ βασιλέως ὄνομα Καλλίππαν συνοικεῖν Ἀθηναίῳ τῷ Περγαμηνῷ. πρὸς ταύτην οὖν διελθὼν καὶ τραγῳδήσας τὴν ἑαυτοῦ πρὸς Περσέα συγγένειαν εὐπόρησε παρ' αὐτῆς ἐφόδια καὶ στολὴν βασιλικὴν καὶ διάδημα καὶ βʹ παῖδας πρὸς τὰς χρείας εὐθέτους· ἤκουσε δ' αὐτῆς ὅτι καὶ Τήρης ὁ βασιλεὺς τῶν Θρᾳκῶν ἔχει γυναῖκα Φιλίππου τοῦ βεβασιλευκότος θυγατέρα. ἀπὸ δὲ τούτων τῶν ἀφορμῶν μετεωρισθεὶς προῆγεν εἰς Θρᾴκην. ἐν παρόδῳ δὲ καταντήσας εἰς Βυζάντιον ἐτιμήθη· καὶ ταύτης τῆς ἀφροσύνης ἔδωκαν δίκας τοῖς Ῥωμαίοις Βυζάντιοι. πλειόνων δὲ πρὸς αὐτὸν συρρεόντων, ἧκεν εἰς Θρᾴκην πρὸς Τήρην. ὁ δὲ τοῦτον τιμήσας ἔδωκεν αὐτῷ στρατιώτας ρʹ καὶ διάδημα περιέθηκεν. διὰ δὲ τούτου καὶ τοῖς ἄλλοις δυνάσταις συσταθεὶς ἔλαβε παρ' αὐτῶν ἄλλους ρʹ· καὶ πορευθεὶς πρὸς Βαρσαβὰν τὸν Θρᾳκῶν βασιλέα ἔπεισεν αὐτὸν συγκοινωνῆσαι τῆς στρατείας καὶ καταγαγεῖν αὐτὸν εἰς Μακεδονίαν, ἀμφισβητῶν τῆς τῶν Μακεδόνων βασιλείας ὡς οὔσης πατρῴας. ὑπὸ δὲ Μακεδόνος καταπολεμηθεὶς ὁ Ψευδοφίλιππος ἔφυγεν εἰς Θρᾴκην. τέλος ἐγκρατὴς ἐγένετο τῶν κατὰ Μακεδονίαν πόλεων. 35. Ὅτι ὁ Σκιπίων εἰς λόγους συνελθὼν τῷ Θαμέᾳ καὶ μεγάλας αὐτῷ προτείνων ἐλπίδας ἔπεισεν ἀποστῆναι τῶν Καρχηδονίων μεθ' ἱππέων χιλίων καὶ διακοσίων. 36. Ὅτι ὁ Ψευδοφίλιππος Τελεστὴν προεχειρίσατο στρατηγόν. ὁ δὲ ταῖς ἀπὸ τῶν Ῥωμαίων ἐλπίσι ψυχαγωγούμενος ἀπέστη μετὰ τῶν ἱππέων καὶ πρὸς Καικίλιον ἀπεχώρησεν. ὁ δὲ Ψευδοφίλιππος ἐπὶ τοῖς πραχθεῖσιν ἀγανακτήσας τήν τε γυναῖκα καὶ τὰ τέκνα τοῦ Τελεστοῦ συλλαβὼν ἐτιμωρήσατο. 37. Ὅτι Πτολεμαῖος ὁ Φιλομήτωρ ἧκεν εἰς Συρίαν συμμαχήσων Ἀλεξάνδρῳ διὰ οἰκειότητα. καταγνοὺς δὲ αὐτοῦ τῆς ψυχῆς παντελῆ ἀδυναμίαν καὶ προσποιηθεὶς ἐπιβουλεύεσθαι τὴν μὲν θυγατέρα Κλεοπάτραν ἀπήγαγε πρὸς Δημήτριον, καὶ συνθέμενος φιλίαν ἐνεγύησεν αὐτῷ ταύτην. οἱ δὲ περὶ τὸν Ἱέρακα καὶ Διόδοτον τοῦ Ἀλεξάνδρου κατεγνωκότες, τὸν δὲ Δημήτριον φοβούμενοι διὰ τὰς εἰς τὸν πατέρα γεγενημένας ἁμαρτίας, ἀνέσεισαν τοὺς Ἀντιοχεῖς πρὸς ἀπόστασιν, καὶ τὸν Πτολεμαῖον εἰς τὴν πόλιν δεξάμενοι 204 διάδημα περιέθηκαν καὶ τὴν βασιλείαν ἐνεχείρισαν. ὁ δὲ τῆς μὲν βασιλείας οὐκ ὀρεγόμενος, τὴν δὲ Κοίλην Συρίαν ἐπιθυμῶν προσκτήσασθαι, συνέθετο πρὸς Δημήτριον κοινοπραγίαν ἰδίᾳ, κυριεύειν Πτολεμαῖον τῆς Συρίας, τὸν δὲ Δημήτριον τῆς πατρῴας βασιλείας. 38. Ὅτι Ἀλέξανδρος ἡττηθεὶς μετὰ φʹ τὴν φυγὴν ἐποιήσατο τῆς Ἀραβίας εἰς τὰς καλουμένας Ἄβας πρὸς Διοκλέα τὸν δυνάστην, πρὸς ὃν ἦν καὶ τὸν υἱὸν Ἀντίοχον προεκτεθειμένος ὄντα νήπιον. εἶθ' οἱ περὶ τὸν Ἡλιάδην καὶ Κάσιον ἡγεμόνες, οἳ συνῆσαν Ἀλεξάνδρῳ, λάθρα διεπρεσβεύσαντο περὶ τῆς ἰδίας ἀσφαλείας, ἐπαγγελλόμενοι δολοφονήσειν τὸν Ἀλέξανδρον. συγχωρήσαντος δὲ τοῦ Δημητρίου περὶ ὧν ἠξίουν, οὐ μόνον προδόται τοῦ βασιλέως, ἀλλὰ καὶ φονεῖς ἐγενήθησαν. Ἀλέξανδρος μὲν οὖν ὑπὸ τῶν φίλων τοῦτον τὸν τρόπον ἀνῃρέθη. 39. Ὅτι Διόδοτός τις ἐπικαλούμενος Τρύφων, ὑπάρχων δὲ ἐν πολλῷ ἀξιώματι τῶν παρὰ τῷ βασιλεῖ φίλων, ὁρῶν τὰς ὁρμὰς τῶν ὄχλων καὶ τὸ πρὸς τὸν δυνάστην μῖσος, ἀποστὰς τοῦ Δημητρίου καὶ ταχὺ πολλοὺς εὑρὼν κοινωνοῦντας τῆς προαιρέσεως, τοὺς περὶ τὴν Λάρισσαν διωνομασμένους ἐπ' ἀνδρείᾳ καὶ τὴν ἐνθάδε κατοικίαν εἰληφότας δι' ἀνδραγαθίαν, ἀποίκους δὲ ὄντας τῆς Θετταλικῆς Λαρίσσης, καὶ τοῖς ἀπὸ Σελεύκου τοῦ Νικάτορος βασιλεῦσι γεγονότας συμμάχους κατὰ τὸ πρῶτον ἄγημα τῆς ἱππικῆς δυνάμεως*. ἐποιήσατο δὲ σύμμαχον καὶ τὸν τῆς Ἀραβίας δυνάστην Ἰάμβλιχον, ὃς ἐτύγχανεν ἔχων παρακαταθήκην Ἀντίοχον τὸν Ἐπιφανῆ χρηματίζοντα, παῖδα μὲν τὴν ἡλικίαν, υἱὸν δὲ ὄντα Ἀλεξάνδρου. τούτῳ μὲν οὖν διάδημα περιθεὶς καὶ τὴν ἁρμόζουσαν βασιλεῖ θεραπείαν κατήγαγεν ἐπὶ τὴν πατρῴαν ἀρχήν. ὑπελάμβανε γάρ, ὅπερ ἦν εἰκός, τὰ πλήθη μεταβολῆς ὀρεγόμενα προθύμως τὸν παῖδα κατάξειν διὰ τὴν ἐπιείκειαν τῶν* βασιλέων καὶ διὰ τὴν τοῦ τότε ἄρχοντος παρανομίαν. καὶ πρῶτον μὲν ἀθροίσας μέτριον σύστημα κατεστρατοπέδευσε περὶ πόλιν Χαλκίδα κειμένην ἐν τοῖς μεθορίοις τῆς Ἀραβίας, δυναμένην δὲ δυνάμεις ἐνδιατριβούσας διαθρέψαι καὶ παρέχεσθαι τὴν ἀσφάλειαν, ἐντεῦθέν τε 205 ὁρμώμενος προσηγάγετο τοὺς πλησιοχώρους καὶ τῶν πρὸς πόλεμον χρησίμων τὰς παρασκευὰς ἐποιεῖτο. ὁ δὲ Δημήτριος πρῶτον μὲν ὡς λῃστοῦ τινος κατεφρόνει καὶ τοῖς στρατιώταις συλλαβεῖν αὐτὸν προσέταξεν· μετὰ δὲ ταῦτα παράδοξον δύναμιν περιποιησαμένου καὶ πρόσχημα τῆς ἰδίας τόλμης λαβόντος τὴν τοῦ παιδὸς κάθοδον ἐπὶ τὴν βασιλείαν, ἔγνω στρατηγὸν ἐπ' αὐτὸν ἐκπέμπειν. 40. Ὅτι κατὰ τὴν Πισιδίαν Μολκέστης τις ἦν τὸ μὲν γένος Βουβωνεύς, ἀξίωμα δὲ μέγιστον ἔχων τῶν περὶ τοὺς τόπους τούτους κατοικούντων, διά τε τὴν ἐπιφάνειαν στρατηγὸς αἱρούμενος. ἐπὶ πολὺ δὲ ἰσχύων σωματοφύλακας ἔσχε καὶ φανερῶς ἑαυτὸν ἀνέδειξε τύραννον. μετὰ δέ τινας χρόνους ἀδελφὸς αὐτοῦ Σεμίας, σπεύδων εἰς ἑαυτὸν περιστῆσαι τὴν δυναστείαν καὶ πιστευόμενος ὡς ἂν ἀδελφός, ἀνεῖλε τὸν Μοκέλτην καὶ τὴν τυραννίδα διεδέξατο. οἱ δὲ υἱοὶ τοῦ σφαγέντος ἀντίπαιδες ἔτι τὴν ἡλικίαν ὄντες ὑπότινος συγγενοῦς ἀπήχθησαν εἰς τὴν Τερμησσὸν λαθραίως. ἐν ταύτῃ δὲ τραφέντες καὶ γενηθέντες ἐνήλικοι τόν τε πατρῷον φόνον μετῆλθον καὶ τὸν τύραννον ἀνελόντες δυναστεύειν οὐ προείλαντο, τῇ δὲ πατρίδι τὴν δημοκρατίαν ἀπεκατέστησαν. 41. Ὅτι Γαλαίστης τις Ἀθαμᾶν τὸ γένος, υἱὸς δὲ Ἀμυνάνδρουτοῦ βεβασιλευκότος Ἀθαμάνων, γένει καὶ πλούτῳ καὶ δόξῃ πολὺ προέχων τῶν ὁμοεθνῶν, ἐγένετο φίλος Πτολεμαίου τοῦ Φιλομήτορος· ἐν δὲ τῇ πρὸς Δημήτριον μάχῃ τῶν δυνάμεων τῶν ἀπὸ Ἀλεξανδρείας ἡγεμὼν ἐγεγόνει. οὗτος μετὰ τὴν ἧτταν καὶ τελευτὴν Πτολεμαίου ἐλθὼν εἰς διαβολὰς ψευδεῖς, ὡς ἑκουσίως τοῖς πολεμίοις καταπροέμενος τὰ πράγματα, καὶ τοῦ διαδεξαμένου τὴν βασιλείαν Πτολεμαίου τὰς δωρεὰς ἀφελομένου καὶ χαλεπῶς διακειμένου πρὸς αὐτόν, φοβηθεὶς ἀπεχώρησεν εἰς τὴν Ἑλλάδα. ἐκπεσόντων δὲ καὶ ἄλλων πολλῶν ἐκ τῆς Αἰγύπτου διὰ τὴν πρὸς τοὺς ὀψωνιαζομένους στρατιώτας στάσιν, ἀνέλαβε τοὺς φυγάδας. φήσας δὲ ἐν παρακαταθήκῃ τὸν βασιλέα Πτολεμαῖον τὸν Φιλομήτορα δεδωκέναι παιδίον αὐτῷ τρέφειν ἐκ τῆς Κλεοπάτρας ἐπὶ βασιλείᾳ, καὶ τούτῳ διάδημα περιθείς, καὶ συναγωνιστὰς ἔχων πολλοὺς φυγάδας, παρεσκευάζετο κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν τὸν παῖδα. 42. Ὅτι Αὔδας καὶ Διτάλκης καὶ Νικορόντης ἐκ πόλεως 206 Ὄρσωνος, οἰκεῖοι δὲ ἀλλήλων καὶ φίλοι, θεωροῦντες τὴν περὶ τὸν Ὑρίατθον ὑπεροχὴν καταπονουμένην ὑπὸ Ῥωμαίων καὶ περὶ αὑτῶν δείσαντες, καταθέσθαι τινὰ χάριν τοῖς Ῥωμαίοις ἔκριναν, δι' ἧς ἑαυτοῖς περιποιήσασθαι τὴν ἀσφάλειαν. ὁρῶντες γὰρ τὸν Ὑρίατθον ἐπιθυμοῦντα καταλύσασθαι τὸν πόλεμον ἐπηγγείλαντο πείσειν Καιπίωνα συνθέσθαι τὴν εἰρήνην, ἐὰν αὐτοὺς ἀπολύσῃ πρεσβευτὰς περὶ διαλύσεων. προθύμως δὲ τοῦ δυνάστου συγχωρήσαντος, οὗτοι μὲν συντόμως γενόμενοι πρὸς τὸν Καιπίωνα ῥᾳδίως ἔπεισαν δοῦναί σφισιν αὐτοῖς τὴν ἀσφάλειαν ἐπαγγελλομένοις δολοφονήσειν τὸν Ὑρίατθον. δόντες οὖν καὶ λαβόντες περὶ τούτων πίστεις ταχέως ἐπανῆλθον εἰς τὴν παρεμβολήν· εἰπόντες δὲ πεπεικέναι τοὺς Ῥωμαίους περὶ τῆς εἰρήνης εἰς ἐλπίδας ἀγαθὰς ἤγαγον τὸν Ὑρίατθον, σπεύδοντες τῆς ἀληθοῦς ἐννοίας ἀπαγαγεῖν αὐτοῦ τὴν διάνοιαν ὡς πορρωτάτω. πιστευόμενοι δὲ αὐτοῦ διὰ τὴν φιλίαν νυκτὸς ἔλαθον εἰς τὴν σκηνὴν παρεισελθόντες καὶ τοῖς ξίφεσι διαχρησάμενοι τὸν Ὑρίατθον πληγαῖς εὐκαίροις, ἐκ τῆς παρεμβολῆς ἐκπηδήσαντες παραχρῆμα διὰ τῆς ὀρεινῆς ἀνοδίαις χρησάμενοι διεσώθησαν πρὸς Καιπίωνα. 43. Ὅτι κατὰ τὴν Συρίαν Διόδοτος ὁ Τρύφων ἐπικαλούμενος ἀνῃρηκὼς Ἀντίοχον τὸν Ἀλεξάνδρου τὸν ἐπὶ βασιλείᾳ τρεφόμενον, παῖδα τὴν ἡλικίαν ὄντα, περιέθετο διάδημα τῆς βασιλείας, καὶ κρατήσας ἔρημον αὑτὸν ἀνηγόρευσε βασιλέα, καὶ κατὰ τῶν σατραπῶν καὶ τῶν στρατηγῶν τοῦ ἀπὸ τοῦ βασιλικοῦ γένους πολεμεῖν ἐπειρᾶτο. περὶ μὲν γὰρ τὴν Μεσοποταμίαν ἦν Διονύσιος ὁ Μῆδος, περὶ δὲ τὴν Κοίλην Συρίαν οἱ περὶ τὸν Σαρπηδόνα καὶ Παλαμήδην, ἐν δὲ τῇ παρὰ θάλατταν Σελευκείᾳ Αἰσχρίων, ἔχων μεθ' ἑαυτοῦ τὴν βασίλισσαν Κλεοπάτραν, Δημητρίου δὲ γυναῖκα τοῦ ζωγρηθέντος ὑπ' Ἀρσάκου. 44. Ὅτι συνετίθεντο πρὸς ἀλλήλους οἱ δοῦλοι περὶ ἀποστάσεως καὶ φόνων τῶν κυρίων. παρελθόντες δὲ πρὸς τὸν Εὔνουν οὐκ ἄπωθεν διατρίβοντα ἠρώτων, εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. ὁ δὲ τερατευόμενος μετ' ἐνθουσιασμοῦ καὶ περὶ τίνων ἥκουσι ἀκούσας διεσάφησεν ὅτι διδόασιν αὐτοῖς οἱ θεοὶ τὴν ἀπόστασιν, ἐὰν μηδεμίαν ὑπερβολὴν ποιησάμενοι 207 παραχρῆμα μὲν ἐγχειρήσωσι ταῖς ἐπιβολαῖς· ὑπὸ γὰρ τῆς πεπρωμένης αὐτοῖς κεκυρῶσθαι τὴν πατρίδα τὴν Ἔνναν, οὖσαν ἀκρόπολιν ὅλης τῆς νήσου. τοιούτων λόγων ἀκούσαντες καὶ διαλαβόντες ὅτι τὸ δαιμόνιον αὐτοῖς συνεπιλαμβάνεται τῆς προαιρέσεως, οὕτως παρέστησαν ταῖς ψυχαῖς πρὸς τὴν ἀπόστασιν, ὥστε μηδεμίαν ἀναβολὴν τῶν δεδογμένων ποιεῖσθαι. εὐθὺς οὖν τοὺς μὲν δεδεμένους ἔλυον, τῶν δὲ ἄλλων τοὺς πλησίον διατρίβοντας συλλαβόμενοι περὶ υʹ συνήθροισαν ἐπί τινος ἀγροῦ πλησίον ὄντος τῆς Ἔννης. συνθέμενοι δὲ πρὸς ἀλλήλους καὶ πίστεις ἐπὶ σφαγίων ἐνόρκους νυκτὸς ποιησάμενοι καθωπλίσθησαν, ὥς ποτ' οὖν ὁ καιρὸς συνεχώρει· πάντες δὲ τὸ κράτιστον τῶν ὅπλων τὸν θυμὸν ἀνελάμβανον κατὰ τῆς ἀπωλείας τῶν ὑπερηφάνων κυρίων· καὶ τούτων ἀφηγεῖτο Εὔνους. καὶ παρακαλοῦντες ἀλλήλους περὶ μέσας νύκτας εἰσέπεσον εἰς τὴν πόλιν καὶ τούτους ἀνῄρουν. 45. Ὅτι πολλοὺς ἔχων τοὺς συναγωνιστὰς ἀντετάττετο ὁ Γράκχος, καὶ ἀεὶ καὶ μᾶλλον ταπεινούμενος καὶ παρὰ προσδοκίαν ἀποπίπτων εἰς λύτταν τινὰ καὶ μανιώδη διάθεσιν ἐνέπιπτε. συναγαγὼν γὰρ τοὺς συνωμότας εἰς τὴν ἰδίαν οἰκίαν καὶ μετὰ τοῦ Φλάκκου συνεδρεύσας ἔκρινε τοῖς ὅπλοις δεῖν κρατεῖν τῶν ἀντιπραττόντων καὶ τὰς χεῖρας τοῖς τε ἄρχουσι καὶ τῇ συγκλήτῳ προσφέρειν. διὸ παρεκελεύσατο πᾶσιν ὑπὸ ταῖς τηβένναις φέρειν ξίφη καὶ συνακολουθοῦντας αὐτῷ τὸν νοῦν προσέχειν τοῖς παραγγελλομένοις. Ὀπιμίου δὲ βουλευομένου εἰς τὸ Καπετώλιον περὶ τοῦ συμφέροντος, ὥρμησεν ἐκεῖσε μετὰ τῶν καχεκτῶν. εὑρὼν δὲ τὸν νεὼ προκατειλημμένον καὶ πλῆθος τῶν ἀρίστων ἠθροισμένον ἀπεχώρησεν εἰς τὴν ὀπίσω τοῦ νεὼ στοὰν ἀδημονῶν καὶ ποινηλατούμενος. οὕτω δ' αὐτοῦ παροιστρηκότος, Κόιντός τις συνήθειαν ἔχων πρὸς αὐτὸν προσέπεσε τοῖς γόνασιν αὐτοῦ δεόμενος μηδὲν βίαιον ἢ ἀνήκεστον πρᾶξαι κατὰ τῆς πατρίδος. ὁ δὲ τυραννικῶς ἤδη διεξάγων αὐτὸν μὲν προέωσε πρηνῆ ἐπὶ τὴν γῆν, τοῖς δὲ ἀκολουθοῦσι προσέταξε διαχειρίσασθαι καὶ ταύτην ἀρχὴν ποιήσασθαι τῆς κατὰ τῶν ἐναντιουμένων τιμωρίας. ὁ δὲ ὕπατος καταπλαγεὶς τόν τε φόνον ἐδήλωσε τῇ συγκλήτῳ καὶ τὴν κατ' αὐτῶν ἐπίθεσιν [ΖΗΤΕΙ ΕΝ ΤΩΙ ΠΕΡΙ ΣΥΜΒΟΛΗΣ ΠΟΛΕΜΩΝ.] 46. Ὅτι ἧκεν εἰς τὴν Ῥώμην ἀπὸ τοῦ βασιλικοῦ γένους ὑπάρ 208 χων Ἰογόρθας ἕτερος, ἀντιποιούμενος τῆς Νομαδικῆς βασιλείας. εὐδοκιμοῦντος δὲ αὐτοῦ καθ' ὑπερβολήν, ὁ Ἰογόρθας μισθωσάμενός τινας σφαγεῖς τοῦτον μὲν ἐδολοφόνησεν, αὐτὸς δὲ οὐδενὸς κωλύοντος ἐπανῆλθεν εἰς τὴν βασιλείαν. 47. Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ἐν Σελευκείᾳ τῇ πόλει ὢν συγκεκλεισμένος ὑπό τινος τῶν φίλων ἐπιβουλευθείς, τὸν μὲν ἐπιβουλεύσαντα συλλαβὼν ἐτιμωρήσατο, εἰς δὲ τὸ λοιπὸν οὐ τοῖς τυχοῦσι φίλοις ἑαυτὸν ἐπίστευεν. 48. Ὅτι πολλαὶ ἐπαναστάσεις ἐγένοντο οἰκετῶν. πρώτη μὲν ἡ περὶ τὴν Νουκερίαν, λʹ οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέντων· βʹ δὲ ἡ περὶ τὴν Καπύην, σʹ οἰκετῶν ἐπαναστάντων καὶ ταχὺ κολασθέντων· γʹ δὲ ἀπόστασις ἐγένετο παράδοξος καὶ πολὺ τὰς εἰθισμένας διαλλάττουσα. ἦν γάρ τις Τίτος μὲν Οὐέττιος, ἱππεὺς δὲ Ῥωμαίων, ὃς ἔχων πατέρα μεγαλόπλουτον καὶ νέος ὢν παντελῶς εἰς ἐπιθυμίαν ἦλθεν ἀλλοτρίας θεραπαινίδος κάλλει διαφερούσης. ἐπιπλακεὶς δὲ αὐτῇ καὶ συμβιώσας ἱκανόν τινα χρόνον εἰς ἔρωτα παράδοξον ἐνέπεσε καὶ διάθεσιν μανίᾳ παρεμφερῆ. διὰ γὰρ τὴν φιλοστοργίαν ἐπιβαλόμενος ἐξαγοράσαι τὴν παιδίσκην τὸ μὲν πρῶτον ἔσχε τὸν δεσπότην αὐτῆς ἀντιπράττοντα, μετὰ δὲ ταῦτα τῷ μεγέθει τῆς τιμῆς προτρεψάμενος ἐξηγόρασεν αὐτὴν ταλάντων Ἀττικῶν ζʹ καὶ τὴν ἀπόδοσιν τῆς τιμῆς εἰς τακτὸν χρόνον συνέθετο. πιστευθεὶς δὲ τοῦ χρήματος διὰ τὴν τοῦ πατρὸς εὐπορίαν ἀπήγαγε τὴν θεραπαινίδα, καὶ καταδὺς εἴς τινα τῶν πατρικῶν ἀγρῶν ἐξεπλήρου τὴν ἰδίαν ἐπιθυμίαν. ὡς δὲ ὁ συγκείμενος τοῦ χρέους χρόνος διῆλθεν, ἧκον οἱ πεμφθέντες εἰς τὴν ἀπαίτησιν. ὁ δὲ εἰς τὴν τριακοστὴν ἡμέραν ἀναβαλόμενος τὴν ἀπόλυσιν, καὶ τὸ μὲν χρῆμα οὐ δυνάμενος πορίσαι, τῷ δὲ ἔρωτι δουλεύων, ἐπεχείρησε πράξει παραλογωτάτῃ. διὰ γὰρ τοῦ πάθους τὴν ὑπερβολὴν καὶ τὴν ἐκ τῆς ἐπιβολῆς ἐπακολουθοῦσαν αἰσχύνην ἐξετράπη πρὸς διαλογισμοὺς παιδαριώδεις καὶ πολλῆς ἀφροσύνης μεστούς. πρὸ ὀφθαλμῶν γὰρ λαμβάνων τὸν ἐσόμενον τῆς ἐρωμένης διαχωρισμὸν τοῖς μὲν ἀπαιτοῦσι τὴν τιμὴν ἀνέλπιστον ἐπιβουλὴν συνεστήσατο**