Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De insidiis
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/constantinus-porphyrogenitus" aria-label="More works by Constantinus Porphyrogenitus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1.1
αὐτοῦ ἐνέπλησεν, ἐντὸς δυοῖν μηνοῖν ἢ Καίσαρα τελευτῆσαι κενὸν ἐποίησαν καθ' ἣν τύχοι πρόφασιν ἐν ἀκαταστασίᾳ πολλῇ πραγμάτων ἐκφοροῦντες ἀθρόον τὸ ἀργύριον, καὶ τοῖς σφαγεῦσι φίλοι ἦσαν. μόνος δ' ἔτι λοιπὸς ἦν Καῖσαρ τιμωρὸς τῷ πατρί, διαμεθέντος Ἀντωνίου τὸ σύμπαν καὶ τὴν πρὸς τοὺς φονεῖς ἀγαπῶντος ἀμνηστίαν. συνῄεσαν οὖν πολλοὶ πρὸς αὐτόν, οὐκ ὀλίγοι δὲ καὶ πρὸς τοὺς περὶ Ἀντώνιον καὶ Δολοβέλλαν. ἦσαν δ' οἱ ἐν μέσῳ τὴν ἔχθραν ἀνάγοντες αὐτῶν καὶ πράττοντες τοῦτο. τούτων δ' ἦσαν κορυφαῖοι Πόπλιος, Οὐίβιος, Λεύκιος, πάντων δὲ μάλιστα Κικέρων. Καῖσαρ δὲ οὐκ ἀγνοῶν ὅντινα τρόπον αὐτῷ συνίασιν οὗτοι παροξύνοντες ἐπὶ Ἀντώνιον, οὐ διωθεῖτο, ὅπως αὐτῶν τὴν βοήθειαν φυλακήν τε ἐρρωμενεστέραν περὶ ἑαυτὸν καταστήσοιτο· ᾔδει γὰρ ἑκάστους ἐλάχιστα μὲν τοῦ κοινοῦ προεστῶτας, περισκοποῦντας δὲ ἀρχὴν καὶ δυναστείαν, ὡς ἂν τοῦ ταῦτα κεκτημένου πρότερον ἐκποδῶν ὄντος, αὐτοῦ δὲ κομιδῆ νεωτέρου καὶ οὐκ ἂν ἀνταρκέσαντος, ὥς γε ὑπολαμβάνειν, πρὸς τοσόνδε τάραχον, ἄλλων ἄλλα προσδοκώντων καὶ ἰδίᾳ σφίσιν ἃ δύναιντο κτωμένων. ἀνῃρημένης γὰρ τῆς εἰς τὸ κοινὸν γνώμης, κατὰ πολλὰ δὲ μέρη τῶν δυνατῶν διεσχισμένων, καὶ ἑκάστων ἑαυτοῖς τὰ κράτη περιποιούντων τὰ σύμπαντα ἢ ὁπόσα γοῦν δύναιντο παρασπάσασθαι, πολυπρόσωπός τις ἦν καὶ ἀλλόκοτος ἡ ταραχή. καὶ Λέπιδος μὲν μοῖράν τινα τῆς Καίσαρος στρατιᾶς ἀπορρήξας ἀντείχετο καὶ αὐτὸς ἐξουσίας ἐν Ἰβηρίᾳ τῇ ἐπὶ τάδε, Κελτούς τε τοὺς γειτνιῶντας τῇ ἄνω θαλάττῃ κατέχων· τοὺς δὲ Κομάτους Λεύκιος Πλάγκος ὑφ' αὑτῷ πεποίητο σὺν ἑτέρῳ στρατῷ ὕπατος καὶ αὐτὸς ἀποδεδειγμένος. Ἰβηρίας δὲ τοὺς ἐπέκεινα οἰκοῦντας Γάιος Ἀσίνιος ἄλλου στρατοῦ ἄρχων ὑπῆκτο. Δέκμος δὲ Βροῦτος τὴν ἰσόνομον ἐκράτει Γαλατίαν σὺν δυοῖν τάγμασιν, ἐφ' ὃν ἔμελλεν αὐτίκα μάλα χωρεῖν Ἀντώνιος, Μακεδονίᾳ δὲ Γάιος Βροῦτος ἔφεδρος ἦν, ὅσον οὔπω περαιωθεὶς ἐκ τῆς Ἰταλίας ἐπ' αὐτήν, καὶ Συρίᾳ Κάσσιος Λογγῖνος, ὅστις ἀποδέδεικτο τῆς Ἰλλυρίδος στρατηγός. τοσαῦτα μὲν στρατεύματα ἐν τῷ τότε συνειστήκει, καὶ τοσοίδε ἄρχοντες, αὐτός τις ἕκαστος ἑαυτὸν ἀξιῶν τὴν τῶν ὅλων δυναστείαν ἔχειν, 52 ἀνῃρημένου παντὸς νομίμου καὶ δικαίου, κατ' ἰσχὺν δὲ τὴν ἑκάστοις προσοῦσαν τοῦ πράγματος βραβευομένου. μόνος δὲ Καῖσαρ, ᾧ τὸ σύμπαν κράτος καταλέλειπτο νομίμως κατά τ' ἐξουσίαν τοῦ πρότερον κεκτημένου καὶ συγγένειαν, ἄμοιρος ὢν δυνάμεως ἡστινοσοῦν, ἐπλάζετο μεταξὺ αἰωρούμενος φθόνου τε πολιτικοῦ καὶ πλεονεξίας τῶν [τε] ἐφεδρευόντων αὐτῷ καὶ τοῖς σύμπασι πράγμασιν· ἅπερ ὕστερον ἐπρυτάνευσεν ὀρθῶς τὸ δαιμόνιον καὶ ἡ τύχη. ὁ δὲ Καῖσαρ ἤδη καὶ περὶ τῆς ψυχῆς δεδοικώς, ἐνδήλου αὐτῷ τῆς Ἀντωνίου γνώμης γιγνομένης, καὶ οὐδενὶ τρόπῳ δυνάμενος αὐτὸν μεταπεῖσαι, οἴκοι καθῆστο καιρὸν ἐπιτηρῶν. Πρώτη δ' ἐν τῇ πόλει κίνησις γίνεται ἐκ τῶν πατρικῶν αὐτοῦ στρατιωτῶν ἀχθομένων ἐπὶ τῇ τοῦ Ἀντωνίου περιοψίᾳ, καὶ κατ' ἀρχὰς μὲν ἐν ἑαυτοῖς λογοποιούντων, ὅτι ἀμνημονοῦσι τοῦ Καίσαρος τὸν ἐκείνου παῖδα προπηλακιζόμενον περιορῶντες, ὃν ἐχρῆν ὑπὸ πάντων αὐτῶν ἐπιτροπεύεσθαι, εἴ τις δικαίου λόγος ἢ ὁσίου. μετὰ δὲ ταῦτα ἀθρόοι γινόμενοι μᾶλλόν τι κατεμέμφοντο σφᾶς συνιόντες ἐπὶ τὴν Ἀντωνίου οἰκίαν, (τούτοις γὰρ κἀκεῖνος ἐθάρρει) καί τινας λόγους ἐποιοῦντο ἐκ φανεροῦ, διότι καλῶς ἔχει μετριώτερον αὐτὸν χρῆσθαι Καίσαρι καὶ μεμνῆσθαι ὧν ἐπέσκηψεν ὁ πατήρ· καὶ γὰρ αὐτοῖς εὐσεβέστερον εἶναι μὴ περιορᾶν ταῦτα, ἀλλὰ καὶ τὰ τυχόντα τῶν ἐκείνου ὑπομνημάτων διασώζειν, μήτι γε τὸν παῖδα καὶ διάδοχον ἀποδειχθέντα, ἐκείνοις τε ὁρᾶν τὴν ὁμοφροσύνην ἐν τῷ παρόντι διὰ τὸ πλῆθος τῶν περιεστώτων ἐχθρῶν ὠφελιμωτάτην. ταῦτα λεγόντων, ὡς μὴ δοκοίη ἐναντιοῦσθαι τῇ ὁρμῇ Ἀντώνιος, ἐπειδὴ καὶ δεόμενος αὐτῶν ἐτύγχανεν, ἔφη βούλεσθαι καὶ ταῦτα δοκιμάζειν, εἴ γε μετριάζοι κἀκεῖνος τήν τε προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμοι, ἕτοιμός τε εἶναι εἰς λόγους ἐλθεῖν, παρόντων ἐκείνων καὶ ἐπακροωμένων. οἱ δ' ἐπῄνουν καὶ συνέθεντο αὐτὸν ἄξειν εἰς τὸ Καπιτώλιον καὶ μεσιτεύειν τὰς διαλλαγάς, εἰ αὐτὸς ἐθέλοι. συνέφη δ' οὖν, καὶ εὐθὺς ἐξαναστὰς ᾤχετο εἰς τὸ τοῦ Διὸς ἱερόν, ἐκεῖνοί τε ἔπεμψαν ὡς τὸν Καίσαρα. οἱ δὲ συνερρύησαν ἄσμενοι πολλοὶ καὶ ἦλθον, ὥστ' ἐν ἀγωνίᾳ κἀκεῖνον γενέσθαι, ἀπαγγείλαντός τινος αὐτῷ, διότι πλῆθος ἥκοι στρατιωτῶν ἐπὶ τὰς θύρας, οἱ δ' ἐντὸς εἶεν ζητοῦντες αὐτόν. ὁ δὲ ταραχθεὶς τὸ μὲν πρῶτον εἴς τι ὑπερῷον ἀπεχώρησε σὺν τοῖς φίλοις, οἳ ἔτυχον παρόντες, καὶ τῶν ἀνθρώπων ἐπυνθάνετο δια 53 κύπτων ὅ τι βούλοιντο καὶ τοῦ χάριν ἐληλύθοιεν, ἐγνώριζέ τε αὐτοὺς οἰκείους ὄντας στρατιώτας. οἱ δ' ἀποκρίνονται ἐπὶ τῷ ἀγαθῷ αὐτοῦ τε καὶ τῆς ὅλης μερίδος, εἰ κἀκεῖνος θέλοι ἀμνησικακεῖν ὧν εἴργασται Ἀντώνιος· οὐδὲ γὰρ αὐτοῖς ἀρεστὰ γέγονε ταῦτα· δεῖν δ' αὐτοὺς πᾶσαν ὀργὴν ἐκβαλόντας διαλλάττεσθαι ἁπλῶς καὶ ἀδόλως. εἷς δ' αὐτῶν καὶ μείζονι τῇ βοῇ βοήσας θαρρεῖν ἐκέλευε καὶ γινώσκειν ὅτι κληρονομία οἱ πάντες εἶεν αὐτοῦ· μεμνῆσθαι γὰρ τοῦ κατὰ γῆς πατρὸς ἴσα καὶ θεοῦ, καὶ περὶ τῶν διαδόχων αὐτοῦ ἅπαν ἂν δρᾶσαι καὶ παθεῖν. ἄλλος δὲ μεῖζον ἐπιφθεγξάμενος καὶ Ἀντώνιον ἂν διαχρήσασθαι αὐτόχειρ ἔφη, εἰ μὴ τὰς Καίσαρος διαθήκας ἅμα καὶ βουλῆς ἴσα φυλάττοι. καὶ ὃς θαρρῶν ἤδη ἐπ' αὐτοῖς κατέβη τε καὶ φιλοφρονηθεὶς ἥσθη ἐπὶ τῇ εὐνοίᾳ τε καὶ προθυμίᾳ. ἐκεῖνοι μὲν αὐτὸν παραλαβόντες διὰ τῆς ἀγορᾶς λαμπρότατα ἦγον εἰς τὸ Καπιτώλιον ἁμιλλώμενοι τῇ σπουδῇ πρὸς ἀλλήλους, οἱ μὲν ἤδη ἀχθόμενοι τῇ Ἀντωνίου δυναστείᾳ, οἱ δὲ κατ' εὐσέβειαν τὴν πρὸς Καίσαρα καὶ τὸν ἐκείνου διάδοχον, οἱ δ' ἐλπίδος ἕνεκα τῆς ἀπ' αὐτοῦ, μεγάλα ὠφεληθήσεσθαι σὺν τῷ δικαίῳ προσδοκῶντες, οἱ δὲ τιμωρίαν σπουδάζοντες γενέσθαι παρὰ τῶν σφαγέων ὑπὲρ τοῦ φόνου, καὶ ταύτην μάλιστα πεπράξεσθαι διὰ τοῦ παιδὸς οἰόμενοι, εἰ συλλήπτωρ εἴη καὶ ὁ ὕπατος. πάντες γε μὴν παρῄνουν αὐτῷ ὑπὸ εὐνοίας προσιόντες μὴ φιλονεικεῖν, ἀλλὰ προσέχειν τῷ σφετέρῳ ἀσφαλεῖ καὶ οὓς δύναιτο συμπροσλαμβάνειν βοηθούς, μεμνημένον ὡς σφαλερὸς εἴη ὁ Καίσαρος θάνατος. ταῦτα ἀκούων Καῖσαρ καὶ ὁρῶν τὴν τῶν ἀνθρώπων σπουδὴν οὐκ ἀπεικότως περὶ αὐτόν, ἧκεν εἰς τὸ Καπιτώλιον, ἔνθα πολὺ πλείους ἑώρα πατρικοὺς στρατιώτας, οἷς ἐθάρρει Ἀντώνιος, πολὺ μᾶλλον εὔνους αὐτῷ ὄντας, εἴ τι ἀδικεῖν περὶ αὐτὸν ἐγχειροίη. ἐκ τούτου ἀπεχώρουν οἱ πλείους· περιλειφθέντες δὲ ἀμφότεροι μετὰ τῶν φίλων διελέγοντο. Ὅτι τοῦ Καίσαρος εἰς τὴν οἰκίαν ἀπιόντος μετὰ τὸ διαλλαγῆναι πρὸς Ἀντώνιον, μονωθέντα Ἀντώνιον αὖθις ἀνερεθίζεσθαι τὴν εὔνοιαν ὁρῶντα παρὰ πολὺ τοῦ στρατιωτικοῦ παντὸς ἀπονεύουσαν ὡς πρὸς* ἐκεῖνον μὲν γὰρ ἐποιοῦντο παῖδά τε εἶναι καὶ διάδοχον ἀποδεδεῖχθαι ἐν ταῖς διαθήκαις τῷ τε ὀνόματι ὁμοίως προσαγορεύεσθαι, γενναίαν τε ὑποφαίνειν ἐλπίδα καὶ ἀπὸ τοῦ τῆς φύσεως δραστηρίου, εἰς ὃ ὁ Καῖσαρ ἀποβλέψας οὐχ ἧττον 54 ἢ τὴν συγγένειαν ἀποδείξειεν αὐτὸν παῖδα, ὡς μόνον ἐχέγγυον αὐτοῦ τήν τε σύμπασαν ἀρχὴν καὶ τὸ τοῦ οἴκου ἀξίωμα διασώζειν. ἃ δὴ τότε ἐνθυμιαζόμενος Ἀντώνιος μετεγίνωσκε καὶ ἠλλοίωτο τῇ γνώμῃ, καὶ μάλισθ' ὅτε τοὺς Καίσαρος στρατιώτας ἐν ὀφθαλμοῖς εἶδεν ἑαυτὸν μὲν καταλελοιπότας, Καίσαρα δ' ἐκ τοῦ ἱεροῦ ἀθρόως προπέμποντας. ἐδόκει δέ τισι μηδ' ἂν ἀποσχέσθαι αὐτοῦ, εἰ μὴ ἐδεδίει τοὺς στρατιώτας, μὴ ἐπ' αὐτὸν ὁρμήσαντες τιμωρίαν ποιοῖντο, καὶ ἀκονιτὶ πᾶσαν αὐτοῦ τὴν μερίδα ἀφέλοιντο. κατελείπετο γὰρ ἀμφοτέροις στρατεύματα ἔφεδροι. ὁ μὲν δὴ τοιαῦτα λογιζόμενος ἔμελλέ τε καὶ ὤκνει, καίπερ ἠλλοιωμένος τῇ γνώμῃ. Καῖσάρ γε μὴν πιθανὸς ἀδόλως γεγονέναι σφίσι τὰς διαλλαγὰς ἐφοίτα ὁσημέραι ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὥσπερ ἐχρῆν, ὑπάτου τε ὄντος καὶ πρεσβυτέρου καὶ πατρικοῦ φίλου, τήν τε ἄλλην πᾶσαν ἀπένεμε τιμήν, καθότι ὑπέσχετο, εἰς ὃ Ἀντώνιος τῆς δευτέρας ὑπῆρξεν αὖθις ἀδικίας τρόπῳ τοιῷδε. ἀλλαξάμενος Γαλατίαν ἐπαρχίαν πρὸς Μακεδονίαν μετεβίβαζε τὰς ἐν αὐτῇ δυνάμεις εἰς Ἰταλίαν· καὶ ἐπεὶ ἧκον, ἐξῄει ἐκ τῆς Ῥώμης ὑπαντησόμενος αὐταῖς ἄχρι Βρεντεσίου. οἰόμενος δὲ καιρὸν ἐπιτήδειον ἔχειν πρὸς ἃ ἐπενόει διαδίδωσι λόγον, ὡς ἄρα ἐπιβουλεύοιτο. καί τινας συλλαβὼν στρατιώτας ἔδησεν ὡς ἐπ' αὐτὸ τοῦτο πεμφθέντας, ὅπως αὐτὸν ἀνέλοιεν· ᾐνίττετο δὲ Καίσαρα, οὐ μήν πω σαφῶς ἐδήλου. ταχὺ δ' ἡ φήμη κατὰ τὴν πόλιν διήγγελλεν ὡς ἐπιβουλευθείη ὁ ὕπατος καὶ συλλάβοι τοὺς ἐπ' αὐτὸν ἥκοντας, σύνοδοί τε τῶν ἐκείνου φίλων εἰς τὴν οἰκίαν ἐγίγνοντο καὶ στρατιωτῶν σὺν ὅπλοις μεταπέμψεις. περὶ δὲ δείλην ὀψίαν ἔρχεται καὶ εἰς Καίσαρα ὁ λόγος ὅτι κινδυνεύσειεν Ἀντώνιος ἀποσφαγῆναι καὶ μεταπέμποιτο τοὺς φυλάξοντας αὐτὸν ἐκείνην τὴν νύκτα. καὶ παραχρῆμα πέμψας ὡς αὐτὸν ἕτοιμος ἔφη εἶναι καὶ αὐτὸς σὺν τῇ ἑαυτοῦ θεραπείᾳ παραγενόμενος πρὸς κοίτην αὐτοῦ [καὶ] τἀσφαλὲς παρέχειν, οἰηθεὶς ὑπὸ τῶν περὶ Κάσσιον αὐτὸν καὶ Βροῦτον ἐπιβεβουλεῦσθαι. καὶ ὁ μὲν ταῦτα ἐφιλανθρωπεύετο οὐδὲν ὑπονοῶν περὶ τῶν ὑπ' αὐτοῦ λεγομένων τε καὶ βεβουλευμένων. Ἀντώνιος δ' οὖν οὐδ' αὐτὸν παραδέξασθαι τὸν ἄγγελον ἐφῆκεν ἐντὸς τῶν θυρῶν, ἀλλ' ἀπεῖρξεν ἀτίμως. ὁ δ' ἐπανελθὼν καί τι πλέον ἀκηκοὼς ἀπήγγελλε Καίσαρι ὡς† οὐδὲ τοὔνομα αὐτοῦ 55 διαφέροιτο περὶ τὰς Ἀντωνίου θύρας ἐν τοῖς ἀνθρώποις ὡς αὐτὸς εἴη ὁ τοὺς φονέας πεπομφὼς Ἀντωνίῳ, οἳ δὴ καὶ δεσμῶται εἶεν. ὁ δὲ ἀκούσας τὸ μὲν πρῶτον ὑπὸ τοῦ ἀδοκήτου ἠπίστει· μετὰ δὲ αἰσθόμενος τὴν ὅλην γνώμην ὡς ἐπ' αὐτὸν εἴη τετραμμένον, μετὰ τῶν φίλων ἐσκόπει ὅ τι χρὴ ποιεῖν. ἧκε δὲ ὁ Φίλιππος καὶ Ἀτία ἡ μήτηρ διαπορούμενοι τῷ παραδόξῳ καὶ πυνθανόμενοι τίς ὁ λόγος εἴη καὶ τίς ἡ διάνοια τἀνθρώπου, παρῄνουν τε αὐτῷ ὑποχωρῆσαι ἐκποδῶν ἐκείνας τὰς ἡμέρας, ἄχρι ταῦτα ἐξετασθέντα ἐκκαλυφθείη. καὶ ὅς, ἅτε οὐδὲν ἑαυτῷ συνειδὼς τοιοῦτο, οὐ δεῖν ᾤετο ἐκ μέσου εἶναι καὶ τρόπον τινὰ καταγινώσκειν ἑαυτοῦ· πλέον γὰρ οὐδὲν περαίνειν εἰς τἀσφαλὲς ἐκποδῶν γενόμενος, ἀλλ' ἴσως καὶ διάρας ποι μᾶλλον ἐκ τοῦ ἀφανοῦς ἀναιρεθήσεσθαι. τότε μὲν οὖν ἐν τοιούτοις λόγοις ἦν. τῇ δὲ ὑστεραίᾳ ἕωθεν καθίζει, ὥσπερ εἰώθει, μετὰ τῶν ἑαυτοῦ φίλων, ἀναπεταννύναι δὲ τὰς θύρας κελεύει τοῖς εἰωθόσι φοιτᾶν καὶ δεξιοῦσθαι καὶ ἀστῶν καὶ ξένων καὶ στρατιωτῶν, διελέγετό τε πᾶσιν, ὥσπερ καὶ ἄλλοτε εἰώθει, μηδὲν ἐναλλάξας τοῦ καθ' ἡμέραν ἔθους. Ἀντώνιος δὲ συνέδριον τῶν φίλων ἀθροίσας εἶπεν ἐν μέσοις ὡς ἐπιβουλευόμενος καὶ πρότερον ὑπὸ Καίσαρος οὐκ ἀγνοοίη, ἐπειδὴ δ' ἔμελλεν ἔξω τῆς πόλεως βαδιεῖσθαι, ὥς τ' ἐληλυθὸς τὸ στράτευμα καιρὸν παράσχοι τοῦτον καθ' αὑτοῦ, καί τινα τῶν ἐπὶ τὴν σφαγὴν πεμφθέντων ἀφικόμενον μηνυτὴν αὐτῷ γενέσθαι μεγάλαις δωρεαῖς, καὶ διὰ τοῦτο τοὺς μὲν συλλαβεῖν, ἐκείνους δ' εἰς τὸ παρὸν ἀθροῖσαι συνέδριον, ὡς γνώμας ἀκούσειεν καὶ ὅπως χρηστέον εἴη τοῖς παροῦσι. ταῦτα εἰπόντος Ἀντωνίου ἐπυνθάνοντο οἱ σύνεδροι ὅπου εἶεν οἱ συνειλημμένοι ἄνθρωποι ὥς τι γνοῖεν παρ' αὐτῶν. καὶ ὁ Ἀντώνιος προσποιηθεὶς μηδὲν τοῦτο εἶναι πρὸς τὸ παρόν, ὡς δῆθεν ὁμολογουμένου τούτου, καὶ εἰς ἄλλα ἄττα ἐκτρέψας τὸν λόγον, ἐκαραδόκει μάλιστα εἴ τις εἴποι ὡς χρὴ Καίσαρα ἀμύνεσθαι καὶ μὴ ἡσυχάζειν. σιωπῆς δ' ἐκ πάντων γενομένης καὶ συννοίας διὰ τὸ μηδένα ὁρᾶν ἐν μέσῳ ἔλεγχον, εἶπέ τις, ὡς ἂν εὐπρεπῶς διαλύσειε τὸν σύλλογον, ὅτι ἐπιεικῶς προσήκει αὐτὸν φέρειν τε καὶ τίθεσθαι καὶ μή τινα ταραχὴν ὕπατον ὄντα ἐγείρειν. ὁ μὲν τοιαῦτα εἰπών τε καὶ ἀκούσας διέλυσε τὸν σύλλογον· τρίτῃ δ' ἢ τετάρτῃ ἡμέρᾳ εἰς Βρεντέσιον ὥρμησεν, ὡς παραλάβοι τὴν ἀφιγμέ 56 νην στρατιάν· λόγος τε οὐδὲ εἷς ἦν περὶ τῆς ἐπιβουλῆς, ἀλλὰ οἰχομένου διαλύουσι τὸ σύμπαν πρᾶγμα οἱ ὑπολειφθέντες ἐκείνου φίλοι, καὶ τοὺς λεγομένους συνειλῆφθαι τῶν ἐπιβούλων εἶδεν οὐδείς. Καῖσαρ δὲ καίπερ ἀπολελυμένος τῆς αἰτίας οὐδὲν ἧττον ἠγανάκτει ἐπὶ τῷ λόγῳ, καὶ μεγάλης ἐπιβουλῆς εἰς αὑτὸν τοῦτο. ἐποιεῖτο τεκμήριον· εἴ τε παροῦσα ἐτύγχανεν Ἀντωνίῳ ἡ στρατιὰ τεθεραπευμένη χρήμασιν, ᾤετο μὴ ἂν ὀκνῆσαι καὶ ἐπιχειρεῖν αὐτῷ, καὶ ταῦτα μηδὲν ἀδικούμενον, ἀλλ' ἀπὸ ἑτέρας ἐλπίδος ἐπὶ τοῦτο προαγόμενον· δῆλόν τε εἶναι ταῦτα συνθέντα καὶ ἐπὶ ἕτερα χωρήσειν, καὶ ἐθελῆσαι ἂν ἔτι ἐξ ἀρχῆς, εἴπερ ἐνῆν αὐτῷ τοῦτο πράξαντι τὸ ἀδεὲς ἐκ τῆς στρατιᾶς ἔχειν. ὀργῆς οὖν δικαίας ἐπίμπλατο εἰς αὐτὸν ἅμα καὶ προνοίας περὶ αὑτοῦ, φανερᾶς τῆς ἐκείνου γνώμης γενομένης, πάντοσέ τε περισκοπῶν ἑώρα οὐχ ἡσυχαστέον ὃν ἑαυτῷ (οὐ γὰρ εἶναι τοῦτο ἀκίνδυνον), ἀλλὰ ζητητέον τινὰ ἐπικουρίαν ἀντίπαλον τῇ ἐκείνου δυνάμει τε καὶ ἐπινοίᾳ. ταῦτ' οὖν ἐνθυμούμενος ἔγνω χρῆναι φεύγειν ἐπὶ τὰς πατρῴους ἀποικίας, αἷς ἔδωκε τὰς κληρουχίας ὁ πατὴρ αὐτοῦ καὶ οἰκιστὴς ἐγένετο τῶν πόλεων, ὡς ἀναμνήσας τοὺς ἀνθρώπους τῶν ἐκείνου εὐεργεσιῶν καὶ ὀδυρόμενος περὶ ὧν ἐκεῖνός τε ἔπαθε καὶ αὐτὸς πάσχει, λάβοι βοηθούς, τοὺς δὲ καὶ χρημάτων δόσει προσαγάγοιτο. τοῦτο γὰρ αὐτῷ μόνον καὶ τἀσφαλὲς ἅμα καὶ εὔκλειαν μεγάλην παρέξειν, ἀνασώσεσθαί τε καὶ τὸ τοῦ οἴκου κράτος· πολὺ γὰρ ἄμεινον εἶναι καὶ δικαιότερον μᾶλλόν περ ἢ ὑπὸ τῶν μηδὲν προσηκόντων περιωθούμενον τῆς πατρῴας τιμῆς ἔτι καὶ προσαπολέσθαι ἀνόμως τε καὶ ἀδίκως ὃν τρόπον καὶ ὁ πατήρ. ταῦτα βουλευσάμενος μετὰ τῶν φίλων καὶ θεοῖς θύσας τύχῃ ἀγαθῇ συλλήπτορας αὐτῷ γενέσθαι δικαίας καὶ εὐκλεοῦς ἐλπίδος ὥρμησεν, οὐκ ὀλίγα ἐπιφερόμενος χρήματα, εἰς Καμπανίαν πρῶτον· ἡ γὰρ ζʹ λεγεὼν καὶ ἡ ὀγδόη (οὕτω γὰρ τὴν σύνταξιν καλοῦσι Ῥωμαῖοι)* διαπειρᾶσθαι δὲ πρότερον ἐδόκει χρῆναι τῆς ἑβδόμης· μεῖζόν τε γὰρ ἀξίωμα*· ἐνδοθείσης δὲ ταύτης τῆς ἀποικίας, καὶ ἄλλων πολ 57 λῶν συνεληλυθότων*. καὶ ταῦτα αὐτῷ βουλευομένῳ καὶ τοῖς ἄλλοις συνεδόκει φίλοις, οἳ μετεῖχον τῆς στρατείας τῶν τε μετὰ ταῦτα πραγμάτων. ἦσαν δὲ οὗτοι Μάρκος Ἀγρίππας, Λεύκιος Μαικήνας, Κόιντος Ἰουέντιος, Μάρκος Μοδιάλιος καὶ Λεύκιος. εἵποντο δὲ αὐτῷ καὶ ἄλλοι ἡγεμόνες καὶ στρατιῶται καὶ ἑκατοντάρχαι, καὶ οἰκετῶν πλῆθος καὶ ὑποζυγίων τά τε χρήματα κομιζόντων καὶ τὰς ἄλλας ἀποσκευάς. τῇ μητρὶ δ' οὐκ ἐδόκει τὴν γνώμην δηλοῦν, μὴ ὑπὸ φιλοστοργίας ἅμα καὶ ἀσθενείας, οἷα γυνή τε καὶ μήτηρ, μεγάλαις ἐπινοίαις ἐμποδῶν γένοιτο. ἔλεγε μὲν ἐκ τοῦ φανεροῦ ὅτι ἐπὶ τὰ ἐν Καμπανίᾳ βαδίζει τῶν πατρῴων κτημάτων, ὡς κἀκεῖνα ἀποδόμενος ἀθροίσειε τἀργύριον καὶ εἰς ἃ προσέταξεν ὁ πατὴρ ἀναλοίη. ἀλλ' ὁ μὲν οὐ πάνυ τι πείθων αὐτὴν ἀνέζευξεν. τότε δὲ Μάρκος Βροῦτος καὶ Γάιος Κάσσιος ἐπὶ Δικαιαρχίαν ἦσαν· καὶ πυθόμενοι τὸ πλῆθος τῶν ἐκ Ῥώμης συνεξεληλυθότων Καίσαρι, καὶ τῶν ἀγγέλων ἐπὶ τὸ μεῖζον ταῦτα διηγουμένων, οἷα φιλεῖ γίνεσθαι, συνεταράχθησαν καὶ ἐν μεγάλῳ δείματι ἦσαν οἰόμενοι ἐπὶ σφᾶς εἶναι τὴν ἔξοδον· καὶ φεύγουσι διὰ τῆς Ἀδριανῆς θαλάττης. καὶ Βροῦτος μὲν εἰς Ἀχαΐαν ἧκε, Κάσσιος δ' εἰς Συρίαν. Καῖσαρ δὲ τῆς Καμπανίας εἰς Καλλατίαν ἐλθὼν ἐδέξαντο αὐτὸν ὡς εὐεργέτου παῖδα καὶ διὰ πλείστης τιμῆς ἦγον. καὶ τῇ ὑστεραίᾳ ἐγύμνου τὸν πάντα λόγον αὐτοῖς, καὶ παρεκάλει τοὺς στρατιώτας, ὡς ἀδίκως καὶ ὁ πατὴρ ἀποθάνοι καὶ αὐτὸς ἐπιβουλεύοιτο. ταῦτα λέγοντος, οἱ μὲν ἐκ τῆς βουλῆς οὐ πάνυ τι εἰσήκουον, ὁ δὲ δῆμος καὶ μάλα προθύμως καὶ εὐνόως καὶ τοῦτον ᾤκτειραν καὶ ἐπεβόων πολλάκις θαρρεῖν· εἰς ἅπαν γὰρ συλλήψεσθαι αὐτὸν καὶ οὐ περιόψεσθαι, ἄχρι ἂν ἐν τῇ πατρῴᾳ καταστήσῃ τιμῇ. καὶ προσκαλεσάμενος αὐτοὺς εἰς τὴν οἰκίαν δίδωσιν ἑκάστῳ φʹ δραχμάς, καὶ τῇ ὑστεραίᾳ τοὺς βουλευτὰς συγκαλέσας παρεκάλει μὴ ἀπολείπεσθαι τῆς τοῦ δήμου εὐνοίας, μεμνημένους Καίσαρος, ὃς αὐτοῖς τήν τε κατοικίαν καὶ τὴν τιμὴν περιέθηκε· πείσονται δ' οὐκ ἐλάττω ἀγαθὰ ὑπ' αὐτοῦ· προσήκειν τε οὐκ Ἀντωνίῳ, ἀλλ' ἑαυτῷ καὶ καρποῦσθαι τὴν ἀπ' αὐτῶν ὠφέλειαν καὶ χρῆσθαι τῇ δυνάμει τε καὶ τοῖς ὅπλοις. καὶ μείζονι σπουδῇ ὥρμηντο βοηθεῖν αὐτῷ καὶ συνάρασθαι πόνον τε καὶ κίνδυνον, εἰ δέοι. ὁ δὲ Καῖσαρ ἐπαινέσας τὴν προθυμίαν παρεκάλεσε συμπροπέμψαι αὐτὸν 58 καὶ τἀσφαλὲς τῷ σώματι παρασχεῖν ἄχρι τῆς ἀστυγείτονος ἀποικίας. ὁ δὲ δῆμος μάλα ἡδόμενος ἐπ' αὐτῷ ἀσμένως ὑπήκουσεν, καὶ σὺν τοῖς ὅπλοις ἤγαγον αὐτὸν εἰς τὴν δευτέραν ἀποικίαν. ἀθροίσας δὲ καὶ τούτους εἰς ἐκκλησίαν ὅμοια διελέχθη. καὶ πείθει ἀμφότερα τὰ τάγματα εἰς Ῥώμην αὐτὸν παρὰ τὰς ἄλλας κατοικίας προπέμψαι, τήν τε Ἀντωνίου βίαν, εἴ τι κινοίη, ἐρρωμένως ἀμύνεσθαι. προσκατέλεξε δὲ καὶ ἄλλους στρατιώτας μεγάλοις μισθοῖς, καὶ τοὺς μὲν νεολέκτους ἐγύμναζέ τε καὶ ἀνεδίδασκε κατὰ τὴν ὁδὸν ἰδίᾳ τε καὶ κοινῇ πάντας διαλεγόμενος ἐπὶ Ἀντώνιον ἥκειν. πέμπει δ' ἑτέρους τῶν ἑπομένων φρονήσει τε καὶ τόλμῃ διαφέροντας εἰς τὸ Βρεντέσιον, εἴ πως δύναιντο καὶ τοὺς νεωστὶ ἥκοντας ἐκ Μακεδονίας στρατιώτας πεῖσαι τὰ αὑτῶν ἑλέσθαι μεμνημένους Καίσαρος τοῦ πατρὸς καὶ μηδενὶ τρόπῳ καταπροδόντας τὸν ἐκείνου παῖδα. εἴρητο δ' αὐτοῖς, εἰ ἐκ τοῦ φανεροῦ μὴ δύναιντο, ἀλλὰ ταῦτα γράψαντας διαρρῖψαι πολλαχοῦ, ὡς διαράμενοι οἱ ἄνθρωποι τὰ γράμματα ἀναγινώσκοιεν. προσέσκηψε δὲ καὶ τοῖς λοιποῖς ἐλπίδων ἐμπλήσας, ἡνίκα δύναμις αὐτῷ συνέσται, ὡς ἂν ἕλοιντο τὰ αὐτοῦ. καὶ οἱ μὲν ᾤχοντο. Τέλος τοῦ βίου Καίσαρος καὶ τῆς Νικολάου Δαμασκηνοῦ συγ γραφῆς. Περὶ ἐπιβουλῶν κατὰ βασιλέων γεγονυιῶν. Β. Ἐκ τῆς ἱστορίας Ἰωάννου Ἀντιοχέως. 1. Ὅτι Δαβὶδ ὁ βασιλεὺς Ἱερουσαλήμ, ἕως μὲν ἦν τῶν νόμων φύλαξ, πάντας τοὺς πολεμίους ἐχειρώσατο, ὀλίγοις δέ τισι πταίσμασι τοῦ σώματος πιεσθεὶς θείαις ἐπαιδεύετο μάστιξι. πρὸς γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ τῆς βασιλείας ἐξέπεσεν. 2. Ὅτι Σεναχειρὶμ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ὑπὸ τοῦ ἰδίου παιδὸς ἀνῃρέθη πρὸς Αἰθίοπας διαγωνιζόμενος. 59 3. Ὅτι ὁ βασιλεὺς Ἀγαμέμνων ἀποπλεύσας ἀπὸ τῆς Ἰλίου εἰςτὴν ἰδίαν πατρίδα εὗρε τὴν ἑαυτοῦ γυναῖκα Κλυταιμνήστραν ὑπὸ Αἰγίσθου μοιχευομένην. ἀκούσασα γὰρ αὕτη ὅτι τὴν Κασσάνδραν ἔλαβεν ἐν τῇ Τροίᾳ γυναῖκα, καὶ ἀφορμὴν εὑρηκυῖα, θάνατον κατασκευάζει σὺν τῷ Αἰγίσθῳ τῷ ἑαυτῆς μοιχῷ, καὶ αὐτῷ γένους ὄντι βασιλικοῦ. ἐνδύσασα γὰρ τὸν ἄνδρα χιτῶνα πανταχόθεν ὑφασμένον παρεσκεύασεν αὐτὸν ὑπὸ Αἰγίσθου σφαγῆναι· καὶ λαμβάνει τοῦτον ἄνδρα καὶ ἔσχεν ἐξ αὐτοῦ θυγατέρα Ἠριγόνην. ταῦτα τοίνυν ἀκούσας ὁ Ὀρέστης ὁ τοῦ Ἀγαμέμνονος υἱὸς ἦλθεν ἀπὸ τοῦ Σχοινέως, τοῦ θρέψαντος αὐτόν, τοῦ πατρὸς τὸν θάνατον ἐκδικήσων. οἱ δὲ περὶ τὸν Αἴγισθον καὶ τὴν Κλυταιμνήστραν ἐβουλεύοντο καὶ αὐτὸν ἀνελεῖν· ἀλλ' ἡ τούτου ἀδελφὴ Ἠλέκτρα ἐξεῖπεν αὐτῷ τὴν βουλήν. καὶ σὺν τῷ Στροφίῳ γενόμενος καὶ τῷ υἱῷ αὐτοῦ Πυλάδῃ, συγγενῶν ὄντων τοῦ Ἀγαμέμνονος, παραγίνεται εἰς τὸ μαντεῖον· καὶ λαμβάνει χρησμόν, ὅτι δεῖ αὐτὸν ἐκδικῆσαι τὸν θάνατον τοῦ πατρὸς καὶ ἀνελεῖν τὸν Αἴγισθον καὶ τὴν αὐτοῦ μητέρα, καὶ τὴν βασιλείαν ἀναλαβεῖν τοῦ πατρός· ὅπερ πέπραχεν ἐπιλαβόμενος καιροῦ, καὶ ἐπελθὼν αὐτοῖς ἐν τῷ παλλατίῳ ἀμφοτέρους κατασφάζει. Κινήσεως οὖν κατ' αὐτοῦ γενομένης ὑπό τε τοῦ πατρὸς Κλυταιμνήστρας καὶ τῶν συγγενῶν Αἰγίσθου, καὶ δίκης ἀγωνισθείσης παρὰ τῷ Ἀρείῳ πάγῳ, ψῆφον ἔλαβεν ὁ Ὀρέστης, δικαίως ἀνελεῖν τὴν μητέρα. τούτῳ τοίνυν τῷ τρόπῳ διαφυγὼν τὰς κατηγορίας βασιλεύει τοῦ Ἄργους· καὶ εἰς μανίαν ἐλθὼν μετὰ ταῦτα ἀπεδήμησε τῆς χώρας ἐν ὅλοις τοῖς ἱεροῖς θυσιάζων καὶ δεόμενος ἀπαλλαγῆναι τῆς μανίας, ἄχρις οὗ παραγέγονεν εἰς τὸ Σίλπιον ὄρος, ἐν ᾧ νῦν Ἀντιόχεια ἡ μεγάλη κεῖται· καὶ ἐκεῖ θεραπευθεὶς ἐπανῆλθε. καὶ παραγενόμενος ἐν Σκυθίᾳ πρὸς τὴν ἑαυτοῦ ἀδελφὴν Ἰφιγένειαν ἱέρειαν οὖσαν τῆς Ἀρτέμιδος καὶ προσάγουσαν τοὺς ξένους εἰς θυσίαν, λέγει τῷ Πυλάδῃ· ἰδοὺ τοσούτων ἐκφυγόντες κινδύνων μέλλομεν εἰς θυσίαν προσάγεσθαι· πολλῶν γὰρ ἀνθρώπων ὁρῶμεν ἐνταῦθα ἐρριμμένα ὀστέα. ὁ δὲ πρὸς αὐτὸν ἔφη· ἄγωμεν εἰς τὸ ἱερὸν καὶ ἐρωτήσωμεν εἰ ζῇ Ἰφιγένεια ἡ σὴ ἀδελφή, καὶ προσπίπτοντες αὐτῇ σωζόμεθα. καὶ ποιήσαντες τοῦτο καὶ γνωρισθέντες ὑπ' αὐτῆς ἔλαβον αὐτὴν σὺν τῷ ἀγάλματι τῷ χρυσῷ τῆς Ἀρτέ 60 μιδος. καὶ περιελθόντες γῆν πολλὴν ἐπανέρχονται εἰς Μυκήνας τὴν ἰδίαν πατρίδα· καὶ δίδωσι τὴν Ἠλέκτραν τὴν ἀδελφὴν πρὸς γάμον τῷ Πυλάδῃ. μαθὼν δὲ ὁ τῆς Σκυθίας βασιλεὺς ἔπεμψε στρατιώτας πολλοὺς ἐπιδιώκοντας αὐτούς. οἱ δὲ κατὰ τὴν Παλαιστίνην ἐλθόντες καὶ ἀρεσθέντες τοῖς τόποις ᾤκησαν ἐν αὐτῇ, τὴν πρώην λεγομένην Νύσαν Σκυθῶν μετονομάσαντες πόλιν. 4. Ὅτι Καμβύσης ὁ Περσῶν βασιλεὺς καθεῖλε τὰς Αἰγυπτίας Θήβας καὶ ταύτας εἰς ἔδαφος κατέσκαψεν, Ἄμασίς τε ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέστρεψεν, τοῦ ἔθνους τῶν Αἰγυπτίων τελεῖν ὑπὸ Πέρσας ὁμολογήσαντος. ἐπὶ δὲ τὴν ἐνδοτέραν ἐλαύνειν προθυμούμενος ὑπὸ τῆς εἱμαρμένης ἐκωλύθη, δολοφονηθεὶς ὑπὸ τῶν περὶ αὐτὸν μάγων, βασιλεύσας ἔτη ηʹ. οὗτοι γὰρ μετὰ τὸν Καμβύσου θάνατον τῇ ἀρχῇ προσπηδήσαντες μῆνας ζʹ κατετρύφησαν, ἄχρις οἱ τῶν Περσῶν ἄρχοντες αὐτοὺς μὲν ἐπὶ τῆς αὐλῆς κατεχρήσαντο, τῆς δὲ βασιλείας προστάτην ἀπέδειξαν Δαρεῖον. 5. Ὅτι ἐπὶ τῆς ἀναγορεύσεως Ἀλεξάνδρου τοῦ Μακεδόνος τῶν Αἰγυπτίων ἐβασίλευε Νεκταναβώ. καὶ ὁ τῶν Ἀργείων βασιλεὺς Δαναὸς διὰ τῶν αὐτοῦ νʹ θυγατέρων τοῖς τοῦ ἀδελφοῦ Αἰγύπτου παισὶ νʹ οὖσιν ἐμηχανήσατο θάνατον, πλὴν Λυγκέως. 6. Ὅτι Ῥωμύλος βασιλεύσας Ῥωμαίων διετέλει εἰς μὲν τοὺςπολέμους διαπρέπων, εἰς δὲ τοὺς πολίτας ὑπερφρονῶν, καὶ μάλιστα εἰς τοὺς τῆς βουλῆς ἐξέχοντας. τοῖς μὲν γὰρ στρατευομένοις προσφιλὴς ἦν, καὶ χώρας αὐτοῖς νέμων, καὶ τῶν λαφύρων διδούς· πρὸς δὲ τὴν γερουσίαν οὐχ ὁμοίως διέκειτο· ὅθεν μισήσαντες αὐτὸν καὶ περιέχοντες ἐν τῷ βουλευτηρίῳ δημηγοροῦντα διεσπάραξάν τε καὶ διέφθειραν. συνήρατο δὲ αὐτοῖς πρὸς τὸ λαθεῖν ζάλη μεγίστη τοῦ ἀέρος καὶ ἔκλειψις ἡλίου· ὅπερ ποῦ καὶ ὡς ἐγεννᾶτο γέγονεν. καὶ ὁ μὲν Ῥωμύλος αὐταρχήσας ζʹ καὶ λʹ ἔτη τοιοῦτον ἔσχε τὸ τέλος· ἀφανισθέντος τε οὕτως αὐτοῦ, τὸ πλῆθος καὶ οἱ στρατιῶται μάλιστα ἐκεῖνον ἐζήτουν. αὐτοὶ δ' ἐν ἀπόρῳ ἦσαν μήτε ἐξειπεῖν τὸ πραχθὲν ἔχοντες, μήτε βασιλέα καταστῆσαι δυνάμενοι. ταρασσομένων οὖν αὐτῶν καί τι παρασκευαζομένων δράσαι, Ἰούλιός τις Πρόκλος, ἀνὴρ ἱππεύς, στειλάμενος, ὡς καὶ ἑτέρωθέν ποθεν ἥκων εἰσεπήδησεν ἐν τῷ μέσῳ καὶ ἔφη· μὴ λυπεῖσθε Κυι 61 ρῖται· ἐγὼ γὰρ αὐτὸς τὸν Ῥωμύλον εἰς τὸν οὐρανὸν ἀνιόντα εἶδον. καί μοι ἔφη, εἰπεῖν τε ὑμῖν ὅτι θεὸς ἐγένετο, καὶ ὅτι Κυιρῖνος ὀνομάζεται, καὶ προσπαραινέσαι ὑμῖν βασιλέα τε πάντως εὐθὺς ἑλέσθαι τινά, καὶ τούτῳ πολιτεύματι κεχρῆσθαι. λεχθέντων δὲ τούτων, ἅπαντες ἐπίστευσαν καὶ τῆς ταραχῆς ἀπεπαύσαντο, εὐθέως τε ναὸν Κυιρίνῳ ᾠκοδόμησαν, καὶ πᾶσι μὲν ἐδόκει βασιλεύεσθαι, οὐ μέντοι καὶ ὁμοφρόνουν· οἵ τε γὰρ κατ' ἀρχὰς Ῥωμαῖοι καὶ οἱ ἐκ τῶν Σαβίνων προσοικισθέντες ἑκάτεροι ἐξ ἑαυτῶν βασιλέα γενέσθαι ἠξίουν, ἐκ τούτου τε ἀναρχία συνέβαινεν· ἐνιαυτὸν γοῦν ὅλον ἡ σύγκλητος τὸ κῦρος τῶν κοινῶν εἶχε πραγμάτων πενθήμερον ἀρχὴν τοῖς ἐπιφανεστάτοις τῶν βουλευτῶν ἐκ διαδοχῆς κατανέμουσα, οὓς μεσοβασιλεῖς ὠνόμασεν. 7. Ὅτι Πρίσκος Ταρκύνιος ὁ τῆς Ῥώμης βασιλεὺς τριακοστῷ καὶ ὀγδόῳ τῆς βασιλείας ἔτει ὑπὸ τῶν Μαρκίου παίδων, τοῦ πρότερον δυναστεύσαντος τῆς Ῥώμης, ἀναιρεθεὶς ὁμοῦ τε τῆς βασιλείας καὶ τοῦ βίου παύεται. 8. Ὅτι Σέρβιος Ταρκύνιος ἐπὶ βιωφελεστάταις πράξεσι κοσμούμενος τετάρτῳ καὶ τεσσαρακοστῷ τῆς ἀρχῆς ἔτει διαφθείρεται, δολοφονηθεὶς ὑπὸ Ταρκυνίου Σουπέρβου, συνοικοῦντος μὲν τῇ αὐτοῦ Σερβίου θυγατρὶ Τουλλίᾳ, ἕλκοντος δὲ τὸ γένος ἀπὸ Ταρκυνίου Πρίσκου τοῦ πρὸ Σερβίου βασιλεύσαντος, συνεφαψαμένης, ὥς φασι, τῆς γυναικὸς τοῦ μιάσματος καὶ χεῖρας ἐναγεῖς τῷ τοῦ πατρὸς προσενεγκούσης φόνῳ. 9. Ὅτι Ταρκύνιος Σούπερβος ἤδη γέρων ὢν ἐκπίπτει τῆς δυναστείας, πάλαι μὲν ἀδήλως διὰ τὸν τρόπον μισούμενος, τότε δὴ κινήσαντος τὸ πλῆθος ἐς φανερὰν ἀπόστασιν τῇ τοῦ ὁμωνύμου παιδὸς ἀκολασίᾳ. ὁ μὲν γὰρ ἔτυχε τὴν Ἀρδεατῶν περικαθήμενος πόλιν κʹ πρὸς τοῖς ρʹ σταδίοις τῆς Ῥώμης ἀπῳκισμένην. Ταρκύνιος δέ, ὁ τοῦ βασιλέως ὁμώνυμος, Λουκρητίαν γυναῖκα γένους παρὰ Ῥωμαίοις γνωριμωτάτου, Κολλατίνῳ συνοικοῦσαν ἐμίανεν. ἐπανελθοῦσι δὲ καὶ τῷ πατρὶ τῇ τε λοιπῇ κατεμήνυσε συγγενείᾳ τῷ τε ἀνδρί, ἐπαρασαμένη τε πολλὰ τοῖς ἀφ' αἵματος, εἰ τὴν συμφορὰν αὐτῆς καταλείποιεν ἀτιμώρητον, σπασαμένη τὸ ξίφος, ὅπερ ὑπὸ τοῖς κόλποις ἀφανῶς ἔφερεν, ἑαυτὴν ἐν ὄψει τῶν παρόν 62 των κατειργάσατο. τοῦτο δὲ τούς τε ἄλλους εἰς ὀργὴν ἀνῆψεν ἐλέῳ τῆς ἀνθρώπου (παρῆσαν γὰρ οὐκ ὀλίγοι Ῥωμαίων ἐπὶ θέαν τοῦ πάθους) καὶ οὐχ ἥκιστα Βροῦτον, προσήκοντα μὲν κατὰ γένος ἐκείνῃ, ἄνδρα δὲ δημοτικόν τε καὶ μισοτύραννον· ὃς μάλιστα τὸ πλῆθος εἰς τὴν τῶν βασιλέων ἤγειρεν ἀπόστασιν ἀφείλετό τε τῆς ἐξουσίας παντελῶς τὸν Ταρκύνιον. ἅμα γὰρ τῇ κατὰ τὴν πόλιν ἐπαναστάσει καὶ ἡ πρὸς τὴν Ἄρδεαν οὖσα στρατιὰ τῶν Ῥωμαίων ἀπολιποῦσα τὸν τύραννον ᾤχετο, οὐδὲν οὔτε ἀνακαλοῦντος οὐδὲ μένειν δεομένου πεφροντικυῖα. Ταρκύνιος δὲ τοῖς παροῦσιν ἀμηχανῶν ἤλαυνεν ἐπὶ τὴν Ῥώμην, ὡς παύσων τῇ παρόδῳ τὴν ταραχὴν καὶ τὴν δυναστείαν μετὰ πειθοῦς ἀναληψόμενος. ἀπεωσθεὶς δὲ ὑπὸ τῶν πολιτῶν ἀπεχώρει σὺν τοῖς οἰκείοις, βασιλεύσας ἔτη δʹ πρὸς τοῖς κʹ. καθ' ὃν δὴ χρόνον ἡ πόλις ἀπελύθη τῆς τυραννίδος· ἑπτὰ μὲν δυναστῶν ἐφεξῆς ἀνασχομένη, τρία δὲ καὶ μʹ καὶ σʹ κατὰ μοναρχίαν ἔτη πολιτευσαμένη, συνεσταλμένων αὐτῇ τῶν τῆς ἀρχῆς ὅρων ἔτι, οὐ πέρα τε σταδίων ρʹ, ἔνθα δὴ μήκιστον, ἐκτισμένων. ἐντεῦθεν ἐγένοντο βʹ κονσοῦλοι, οὓς οἱ Ἕλληνες ὑπάτους διὰ τὴν ὑπεροχὴν ἐκάλεσαν. 10. Ὅτι Δαρεῖος ὁ Περσῶν βασιλεύς, Ἀρσάμου παῖς, μέχρι τῆς κατὰ Βιθυνίαν Χαλκηδόνος τὰς στρατιὰς προβιβάσας, ὑπὸ πολλῶν τε βασιλέων δορυφορούμενος, καὶ μεγίσταις ἐντρυφῶν παρατάξεσιν, τὸν μὲν ὑπὸ Βαγόου τοῦ προκοίτου θάνατον διαφυγών, αὐτόν τε τὸ προσφερόμενον πιεῖν ἀναγκάσας φάρμακον, παραχρῆμα διέφθειρεν. καὶ ὁ μὲν Βαγόας δίκας ὑποστὰς ὧν περὶ τοὺς προτέρους ἥμαρτε βασιλέας, Ἄρσαμόν τε καὶ Ὦχον, ὑπὸ τοῦ ἰδίου φαρμάκου ἀναιρεῖται· ὁ δὲ Δαρεῖος ἓξ ἔτη πρὸς δυσὶ μησὶ δυναστεύσας ἅμα τῷ βίῳ καὶ τὴν βασιλείαν κατέλυσεν. 11. Ὅτι ἐπὶ Δαρείου τοῦ βασιλέως Περσῶν, Φιλίππου τῆς Μακεδονίας βασιλεύοντος χρόνους αʹ καὶ κʹ πολλήν τε τῆς Ἑλλάδος καταστρεψαμένου μοῖραν, καὶ τοῦ τε πρὸς Ἀθηναίους καὶ τὸν στρατηγὸν Δημοσθένην ἐχομένου πολέμου, ἐκκοπεὶς πρότερον τὸν δεξιὸν ὀφθαλμὸν ὑπὸ Παυσανίου τοῦ ὑπασπιστοῦ διαφθείρεται ἐν θεάτρῳ· κινήσεώς τε μεγίστης τῶν στρατιωτῶν ἐπὶ τῷ θανάτῳ τούτου γενομένης, ἔμεινεν ἡ ἀρχὴ τετραετίαν γυμνή. 63

Intertext edge

Open linked passage

Note